|
|
- Δ ι ο ν υ σ ι
α κ ῶ ν Δ
Ἰχνεύων
δὲ τέταρτον
ὑπὲρ πόντοιο
νοήσεις
Ἁρμονίην
πλώουσαν
ὁμόστολον
ἥλικι Κάδμωι.
- ________________________________________________
- Ὣς εἰπὼν ἐς
Ὄλυμπον ἐύρραπις
ἤιεν Ἑρμῆς
αἰθύσσων πτερὰ
κοῦφα, τιταινομένων
δὲ πεδίλων
σύνδρομος ἠερίοισιν
ἐρέσσετο ταρσὸς
ἀήταις.
οὐδὲ γυνὴ
Θρήισσα, κυβερνήτειρα
Καβείρων,
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
- 5
- ἀλλὰ Διὸς
σέβας εἶχε,
καὶ Ἄρεος
ἄζυγι κούρηι
ὄρθια
δινεύουσα
νοήμονι
δάκτυλα παλμῶι
Ἁρμονίην
ἐκάλεσσε τύπωι
τεχνήμονι
φωνῆς·
ἡ δὲ τιταινομένη
βλεφάρων ἀντώπιον
αἴγλην
Ἠλέκτρης
ἀγέλαστον ἐδέρκετο
κύκλον ὀπωπῆς,
- 10
- καὶ βαθὺν ἀφράστοιο
νεόσσυτον
ὄγκον ἀνίης
σιγαλέαι
κήρυκες ἐμαντεύοντο
παρειαί.
παρθενικὴ δ᾽
ἀνέπαλτο καὶ
ὠμάρτησε
τεκούσηι
εἰς δόμον
αἰπύδμητον·
ἀναπτύξασα δὲ
μήτηρ
ἑπταμύχου
θαλάμοιο
πολυσφρήγιστον
ὀχῆα
- 15
- λάινον οὐδὸν
ἄμειψε·
φιλοστόργωι
δὲ μενοινῆι
ἄστατα ταρβαλέης
ἐλελίζετο
γούνατα
νύμφης·
καὶ παλάμην
ῥοδόπηχυν
ἑῆς ἀνεκούφισε
κούρης
δραξαμένη παλάμηι
χιονώδεϊ· καὶ
τάχα φαίης
Ἥβην χειρὸς
ἔχουσαν ἰδεῖν
λευκώλενον
Ἥρην.
- 20
- ἀλλ᾽ ὅτε
πορφυρέοισι
πέδον
στείβουσα πεδίλοις
λοίσθια μαρμαίροντος
ἐδύσατο κύκλα
μελάθρου,
παρθένον
ἀχνυμένην Ἀτλαντιὰς
ἵδρυσε νύμφη
εἰς θρόνον
εὐποίητον·
ἀμοιβαίωι δὲ
καὶ αὐτὴ
ἑζομένη
στοιχηδὸν ἐπ᾽
ἀργυροφεγγέι
δίφρωι
- 25
- ἀγγελίην
Κρονίωνος ἀπειθέι
πέφραδε
κούρηι,
καί μιν πάντα
δίδαξεν, ὅσα
βροτοειδέι
μορφῆι
ἀλλοφανὴς ἅτε
κοῦρος
Ὀλύμπιος ἔννεπε
κῆρυξ.
παρθενικὴ δ᾽
ἀίουσα
πολυπλάγκτους
ὑμεναίους
καὶ πόσιν ἀστήρικτον,
ὑπωρόφιον μετανάστην,
- 30
- ξεῖνον ἔχειν
ἀπέειπε, καὶ
ἐκ Διὸς ὅσσα
τοκῆος
ξεινοδόκος
Κάδμοιο βιοσσόος
ἔννεπεν
Ἑρμῆς·
καὶ πόσιν ἤθελε
μᾶλλον ὁμόπτολιν,
ὥς κεν ἀλύξηι
συζυγίην φερέοικον
ἀδωροδόκων ὑμεναίων·
καὶ παλάμηι κρατέουσα
κατηφέι χεῖρα
τιθήνης
- 35
- δάκρυσι
μυδαλέη
πολυμεμφέα
ῥήξατο φωνήν·
«μῆτερ ἐμή, τί
παθοῦσα τεὴν
ἠρνήσαο
κούρην;
οὕτω σεῖο θύγατρα
νεήλυδι φωτὶ
συνάπτεις;
ποῖον ἐμοί
ποτε δῶρον ὁ ναυτίλος
ἐγγυαλίξει;
ἦ ῥά μοι ἕδνα
γάμων
πρυμνήσια
νηὸς ὀπάσσει;
- 40
- οὐκ ἐδάην,
φιλότεκνε, τεὴν
ὅτι παῖδα
φυλάσσεις,
παρθενικὴν λιπόπατριν,
ἀλήμονας εἰς
ὑμεναίους.
ἄλλοι ἐμοὶ
μνηστῆρες
ἀρείονές εἰσι
πολῖται·
τί χρέος ἦν
ἀνάεδνον
ἔχειν τινὰ
γυμνὸν
ἀκοίτην
ἀλλοδαπὸν
περίφοιτον,
ἀλυσκάζοντα
τοκῆα;
- 45
- ἀλλ᾽ ἐρέεις·
Κρονίωνι τεῶι
χραίσμησεν
ἀκοίτηι.
πῶς Διὸς οὐ
γέρας ἔσχεν
Ὀλύμπιον, εἴ
περ Ὀλύμπου,
ὠς ἐνέπεις,
προμάχιζε, καὶ
οὐ Διὸς εὐνέτις
Ἥρη
Ζηνὸς ἀοσσητῆρι
συνήρμοσε παρθένον
Ἥβην;
οὐ χατέει
Κάδμοιο τεὸς
πόσις
ὑψιμέδων
Ζεύς·
- 50
- ἱλήκοι
Κρονίδης· ἐψεύσατο
θέσκελος
Ἑρμῆς
ἀμφὶ Διὸς γενετῆρος·
ἐγὼ δ᾽ οὐκ
οἶδα πιθέσθαι,
εἰ λίπε
θοῦρον Ἄρηα,
κυβερνητῆρα
κυδοιμοῦ,
καὶ βροτὸν ἄνδρα
κάλεσσεν ἑοῦ
συνάεθλον
ἀγῶνος
ὁ κρατέων
κόσμοιο καὶ
αἰθέρος. ἆ
μέγα θαῦμα,
- 55
- τοσσατίους Τιτῆνας
ἐνεκλήισσε βερέθρωι,
καὶ Κάδμου χατέεσκεν,
ὅπως ἕνα
μοῦνον ὀλέσσηι.
οἶδας ἐμῶν
πατέρων
διδυμάονα
σύγγονον
εὐνήν·
Ζεὺς προπάτωρ
ἐμὸς ἔσχε κασιγνήτης
λέχος Ἥρης
θεσμὸν ἔχων
θαλάμων
ἐμφύλιον· ἀμφότεροι
δὲ
- 60
- Ἄρης καὶ
Κυθέρεια, μιῆς
ἐπιβήτορες
εὐνῆς,
Ἁρμονίης γενετῆρες,
ἑνὸς γεγάασι
τοκῆος,
δέμνιον ἀμφιέποντες
ὁμόγνιον.
ὤμοι ἀνάγκης·
γνωταὶ γνωτὸν
ἔχουσιν, ἐγὼ
λιπόπατριν
ἀκοίτην.»
ὣς φαμένης ἀπένιψε
γοήμονος
ὄμβρον ὀπωπῆς
- 65
- μήτηρ ἀσχαλόωσα·
διχοστασίηι
δὲ μενοινῆς
Ἁρμονίην ὤικτειρε,
Διὸς δ᾽ ἀλέεινεν
ἀπειλήν.
ἀλλὰ
περισφίγξασα
δέμας φρενοθελγέι
κεστῶι,
κερδαλέωι
ζωστῆρι,
δολοφράδμων Ἀφροδίτη
καὶ χροῒ δυσαμένη
φιλοτήσια
φάρεα Πειθοῦς
- 70
- Ἁρμονίης
εὔοδμον ἐδύσατο
παρθενεῶνα·
καὶ τύπον
οὐρανίοιο μεταλλάξασα
προσώπου
Πεισινόηι
δέμας ἶσον ἐίσκετο
γείτονι
κούρηι,
Κάδμον ἅ περ
ποθέουσα, καὶ
ὠς κρυφίηι
τινὶ νούσωι
λεπταλέον
πέμπουσα σέλας
χλοάοντι
προσώπωι
- 75
- ἀμφιπόλους ἔσσευε·
παρεδριόωσα
δὲ μούνηι,
οἷά περ αἰδομένη,
δολίην ἀνενείκατο
φωνήν·
«ὀλβίη, οἷον
ἔχεις ἐνὶ
δώμασι καλὸν
ἀλήτην
οἷον ἔχεις μνηστῆρα,
μακαρτάτη·
οἷον ἀκοίτην
ὄψεαι ἱμερόεντα,
τὸν οὐ λάχε παρθένος
ἄλλη·
- 80
- ἀτρεκὲς Ἀσσυρίης
ἀπὸ πατρίδος
αἷμα κομίζει,
ἧχι ῥόος χαρίεντος
Ἀδώνιδος· ἱμερόεις
γὰρ
ἐκ Λιβάνου
νέος οὗτος,
ὅπηι Κυθέρεια
χορεύει.
ἤλιτον· οὐ
τάχα Κάδμον
ἐπιχθονίη
τέκε γαστήρ,
ἀλλὰ Διὸς
γένος ἔσχεν,
ἑὴν δ᾽ ἐψεύσατο
φύτλην.
- 85
- οἶδα, πόθεν
νέος οὗτος
Ὀλύμπιος· εἴ
ποτε Μαίηι
σύγγονον
Ἠλέκτρην
Τιτήνιος
ἤροσεν Ἄτλας,
Ἁρμονίηι πόσις
ἦλθεν ἀνεψιὸς
ἄπτερος Ἑρμῆς,
οὐδὲ μάτην
Καδμῖλος ἀείδεται·
οὐρανίην γὰρ
μορφὴν μοῦνον
ἄμειψε καὶ
εἰσέτι Κάδμος
ἀκούει.
- 90
- εἰ δὲ πέλει
θεὸς ἄλλος
ἔχων
βροτοειδέα
μορφήν,
Ἠμαθίων τάχα
Φοῖβον ἑῶι ξείνισσε
μελάθρωι.
παρθένε
πασιμέλουσα, μακαρτέρη
ἐσσὶ τεκούσης
εἰς πόθον, εἰς
ὑμέναιον
Ὀλύμπιον· ἆ
μέγα θαῦμα,
λάθριος
Ἠλέκτρην νυμφεύσατο
μητίετα Ζεύς,
- 95
- ἀμφαδὸν
Ἁρμονίην μνηστεύεται
αὐτὸς
Ἀπόλλων·
ὀλβίη, ἣν ἐπόθησεν
ἑκηβόλος·
αἴθε καὶ αὐτῆς
Πεισινόης
σπεύσειεν
ἔχειν
ὑμέναιον
Ἀπόλλων·
οὐ μὲν ἐγώ
ποτε Φοῖβον ἀναίνομαι,
οἷά τε Δάφνη,
οὐ νόον
Ἁρμονίης μιμήσομαι·
ἀλλὰ λιποῦσα
- 100
- κλῆρον ἐμὸν
καὶ δῶμα καὶ
οὓς ποθέω γενετῆρας,
ἵξομαι
Ἀπόλλωνι
συνέμπορος
εἰς ὑμεναίους.
μέμνημαί ποτε
τοῖον ἐγὼ τύπον·
ἡμετέρωι γὰρ
εἰς δόμον ὀμφήεντα
συνεσπομένη γενετῆρι
Πύθιον εἶδον
ἄγαλμα, καὶ ὠς
νέον εἶδον
ἀλήτην,
- 105
- ὡισάμην Φοίβοιο
πάλιν βρέτας
ἐνθάδε λεύσσειν.
ἀλλ᾽ ἐρέεις,
ὅτι Φοῖβος
ἔχει χρυσαυγέα
μίτρην·
χρύσεος ἔπλετο
Κάδμος ὅλον
δέμας· ἢν δ᾽
ἐθελήσηις,
δμῶας ἐμοὺς
ἔχε πάντας ἀπείρονας,
ἀντὶ δὲ
κείνου
χρυσὸν ἐμὸν
ξύμπαντα καὶ
ἄργυρον
ἐγγυαλίξω,
- 110
- καὶ Τυρίης ὀπάσω
βασιλήια
πέπλα θαλάσσης
καὶ δόμον, ἢν
ἐθέληις, πατρώιον·
εἰ θέμις εἰπεῖν,
δέχνυσο καὶ γενέτην
καὶ μητέρα,
δέχνυσο πάσας
ἀμφιπόλους,
καὶ μοῦνον
ἐμοὶ πόρε
τοῦτον
ἀκοίτην.
παρθένε, τί
τρομέεις; σὺ
μὲν εἴαρι
ποντοπορήσεις
- 115
- στεινὸν ὕδωρ
πλώουσα, σὺν
ἱμερόεντι δὲ
Κάδμωι
Ὠκεανὸν
περίμετρον
ἐγὼ κατὰ χεῖμα
περήσω.
μὴ τρομέοις
ἁλὸς οἶδμα
βαρύβρομον, ὅττι
σαώσει
εἰν ἁλὶ φόρτον
Ἔρωτος ἁλὸς
θυγάτηρ Ἀφροδίτη.
παρθένε,
Κάδμον ἔχεις,
μὴ δίζεο
θῶκον Ὀλύμπου.
- 120
- οὐ ποθέω
στίλβουσαν
Ἐρυθραίην
λίθον Ἰνδῶν,
οὐ φυτὸν Ἑσπερίδων
παγχρύσεον,
οὐδέ με τέρπει
Ἡλιάδων ἤλεκτρον,
ὅσον μία
νυκτὸς ὀμίχλη,
τῆι ἔνι Πεισινόην
προσπτύξεται
οὗτος ἀλήτης.
εἰ δὲ γένος μεθέπεις
ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης,
- 125
- σοὶ γάμον
ἄξιον εὗρε
γάμων ταμίη
σέο μήτηρ.
οὔ ποτε
τηλίκον ἄνθος
ἐσέδρακον·
αὐτόματον γὰρ
εἰαρινὸν λειμῶνα
φύσις δωρήσατο
Κάδμωι·
εἶδον ἐγὼ παλάμην
ῥοδοδάκτυλον,
εἶδον ὀπωπὴν
ἡδὺ μέλι
στάζουσαν·
ἐρωτοτόκου δὲ
προσώπου
- 130
- ὠς ῥόδα
φοινίσσουσι
παρηίδες,
ἀκροφαῆ δὲ
δίχροα
χιονέων ἀμαρύσσεται
ἴχνια ταρσῶν
μεσσόθι
πορφύροντα,
καὶ ὠς κρίνον
εἰσὶν
ἀγοστοί.
καλλείψω
πλοκαμῖδας,
ὅπως μὴ Φοῖβον
ὀρίνω
χροιῆι ὀνειδίζουσα
Θεραπναίης
ὑακίνθου.
- 135
- εἴ ποτε δινεύων
φρενοτερπέα
κύκλον ὀπωπῆς
ὀφθαλμοὺς
ἐλέλιζεν, ὅλη
σελάγιζε
Σελήνη
φέγγεϊ μαρμαίροντι,
καὶ εἴ ποτε
βόστρυχα
σείσας
αὐχένα γυμνὸν
ἔθηκεν, ἐφαίνετο
Φωσφόρος
ἀστήρ.
χείλεα σιγήσαιμι·
τὸ δὲ στόμα,
πορθμὸν
Ἐρώτων,
- 140
- Πειθὼ ναιετάουσα
χέει μελιηδέα
φωνήν,
καὶ Χάριτες μεθέπουσιν
ὅλον δέμας·
ἄκρα δὲ
χειρῶν
αἰδέομαι
κρίνειν, ἵνα
μὴ γάλα
λευκὸν ἐλέγξω.
δέχνυσο δειλαίην
με συνέστιον·
ἠιθέου δὲ
δεξιτερῆς ψαύουσα
καὶ ἀμφαφόωσα
χιτῶνα
- 145
- κρυπταδίης
εὕροιμι
παρήγορα
φάρμακα
νούσου·
αὐχένα γυμνὸν
ἴδοιμι καὶ
ἑζομένοιο
πιέσσω
δάκτυλον ὠς
ἀέκουσα, καὶ
ἡμετέρου διὰ
κόλπου
τεθναίην ὅτε
μοῦνον ἀφειδέα
χεῖρα χαλάσσας
ἀμφοτέρων
θλίψειεν ἐλεύθερον
ἄντυγα μαζῶν,
- 150
- χείλεσιν ἡμετέροισι
μεμυκότα χείλεα
πήξας,
τέρπων ἀκροτάτοισι
φιλήμασιν·
ἠίθεον δὲ
εἰσέτι
πηχύνουσα καὶ
εἰς Ἀχέροντα
περήσω
αὐτομάτη,
γλυκερὸν δὲ
πολυκλαύτωι
παρὰ Λήθηι
λέξω καὶ
φθιμένοισιν
ἐμὸν μόρον, ὥς
κεν ἐγείρω
- 155
- οἶκτον ὁμοῦ
καὶ ζῆλον
ἀθελγέι Περσεφονείηι·
καὶ Χαρίτων
πνείοντα
φιλήματα κεῖνα
διδάξω
θηλυτέρας
δυσέρωτας, ὅσας
κτάνεν ἱμερόεν
πῦρ,
καὶ νέκυας
τελέσω
ζηλήμονας, εἰ
παρὰ Λήθηι
εἰς Παφίην
μετὰ πότμον
ἔτι φθονέουσι
γυναῖκες.
- 160
- ἕσπομαι, ἢν
ἐθέληις, καὶ
ὁμόστολος, οὐ
τρομέω δὲ
πλαγκτοσύνην
ἀδίδακτον. ἀμείλιχε,
γίνεο Κάδμου
κουριδίη
παράκοιτις·
ἐγὼ θαλαμηπόλος
εἴην
ἀμφοτέροις θεράπαινα,
καὶ Ἁρμονίηι
καὶ ἀκοίτηι.
ἀλλὰ πάλιν
τρομέω σε, καὶ
εἰ κρύπτειν μενεαίνεις,
- 165
- μή ποτέ σοι
διὰ λέκτρα
χόλον καὶ
ζῆλον ἐγείρω,
ὅττι θεά περ
ἐοῦσα καὶ
αἰθέρος
ὄρχαμος Ἥρη
Ζηνὸς ἐπιχθονίηισι
νόθαις
ἀλόχοισι μεγαίρει·
Εὐρώπηι κεχόλωτο
καὶ ἤκαχεν ἄστατον
Ἰώ·
οὐδὲ θεὰς μεθέηκε·
χολωομένης δὲ
τεκούσης
- 170
- ἤλασεν ὡδίνουσαν
Ἄρης ἐγκύμονα
Λητώ.
εἰ μὴ ζῆλος
ἔχει σε, πόθων
ἵνα φάρμακον
εὕρω,
ἐς μίαν
ἠριγένειαν
ἐμοὶ πόρε
τοῦτον
ἀκοίτην,
ναί, λίτομαι,
καὶ νυκτὸς
ἕνα δρόμον·
εἰ δὲ μεγαίρεις,
χειρὶ τεῆι με
δάιξον, ὅπως
ἄμπαυμα νοήσω
- 175
- τηλίκον ἀπρήυντον
ἀεὶ κατὰ νύκτα
καὶ ἠῶ
ἐνδόμυχον μεθέπουσα
περὶ φρένα
βοσκόμενον
πῦρ.»
εἶπε καὶ
Ἁρμονίην
φυγοδέμνιον
ἤλασε κεστῶι
εἰς πόθον οἰστρήσασα
δόλωι
πειθήμονα
κούρην.
ἡ δὲ μεταστρέψασα
νόον διδυμάονι
βουλῆι
- 180
- ξεῖνον ἔχειν
μενέαινε καὶ
ἤθελε πατρίδα
ναίειν,
καί τινα μῦθον
ἔειπεν ἱμασσομένη
νόον οἴστρωι·
«ὤμοι, τίς μετάμειψεν
ἐμὴν φρένα;
σώζεο, πάτρη,
χαίροις,
Ἠμαθίων καὶ
πᾶς δόμος· ἄντρα
Καβείρων,
χαίρετε, καὶ
σκοπιαὶ Κορυβαντίδες·
οὐκέτι λεύσσω
- 185
- μητρώιης
Ἑκάτης νυχίην
θιασώδεα πεύκην.
σώζεο, παρθενίη,
νυμφεύομαι
ἡδέι Κάδμωι·
Ἄρτεμι, μὴ νεμέσα,
χαροπῆς ἁλὸς
οἶδμα περήσω.
ἀλλ᾽ ἐρέεις,
ὅτι πόντος
ἀμείλιχος·
οὐκ ἀλεγίζω
μαινομένου
ῥοθίοιο,
συνολλυμένους
δὲ δεχέσθω
- 190
- Ἁρμονίην καὶ
Κάδμον ἐμὸν
μητρώιον ὕδωρ.
ἕσπομαι ἡβητῆρι
γάμους βοόωσα
θεάων·
εἰ μὲν ἐς
ἀντολίην με
φέρει πλώουσαν
ἀκοίτης,
ἵμερον
Ὠρίωνος ἐς
ἠριγένειαν
ἐνίψω
καὶ Κεφάλου
θαλάμων μιμνήσκομαι·
εἰ δέ ποτ᾽
ἔλθω
- 195
- ἐς δύσιν
ἀχλυόεσσαν,
ἐπ᾽
Ἐνδυμίωνι καὶ
αὐτὴ
Λατμιὰς ἶσα
παθοῦσα
παρηγορέει με
Σελήνη.»
τοῖα νοοπλανέεσσι
μεληδόσιν ἤπυε
κούρη
ἄσχετος ἱμερόεντι
δαϊζομένη
νόον οἴστρωι·
καὶ κινυρῆι
ῥαθάμιγγι διαινομένοιο
προσώπου
- 200
- Ἠλέκτρης
κύσε χεῖρα
καὶ ὄμματα
καὶ πόδας
ἄκρους
καὶ κεφαλὴν
καὶ στέρνα,
καὶ Ἠμαθίωνος
ὀπωπὴν
χείλεσιν
αἰδομένοισι, κασιγνήτου
περ ἐόντος,
πάσας δ᾽ ἀμφιπόλους
ἠγκάζετο·
μυρομένη δὲ
τυκτὰ
πολυγλυφέων ἠσπάσσατο
κύκλα θυράων
- 205
- ἄπνοα καὶ
κλιντῆρα καὶ
ἕρκεα παρθενεῶνος·
πατρώιην δὲ λαβοῦσα
κόνιν
προσπτύξατο
κούρη.
καὶ τότε
χειρὸς ἔχουσα
θεῶν ὑπὸ
μάρτυρι πομπῆι
Ἁρμονίην ἀνάεδνον
ὀφειλομένην
φέρε Κάδμωι
Ἠλέκτρη,
χυτὸν ὄμβρον
ἀποσμήξασα
προσώπου.
- 210
- Κυπριδίην δὲ
θύγατρα λαβὼν
ἠῶιος ὁδίτης
γρηὶ σὺν ἀμφιπόλωι
λίπε δώματα,
δῶρον ἀνάσσης
λάτριν ἔχων
πομπῆα δι᾽ ἄστεος
ἄχρι θαλάσσης.
παρθενικὴν δ᾽
ὁρόωσα παρ᾽
ἠιόνας ὑψόθι
πόντου
ξείνωι
ἐφεσπομένην,
φλογερῆι
ζείουσαν
ἀνάγκηι,
- 215
- Κύπριδι
μεμφομένη
φιλοκέρτομος
ἴαχε Μήνη·
«Κύπρι, καὶ εἰς
σέο τέκνα
κορύσσεαι,
οὐδὲ καὶ
αὐτῆς
ὑμετέρης
ὡδῖνος
ἐφείσατο
κέντρον
Ἐρώτων;
ἣν τέκες, οὐκ
ἐλέαιρες,
ἀμείλιχε; καὶ
τίνα κούρην
οἰκτείρεις
ἑτέρην, ὅτε
σὸν γένος ἐς
πόθον ἕλκεις;
- 220
- πλάζεο καὶ σύ,
φίλη· Παφίης
τέκος, εἰπὲ
τεκούσηι·
κερτομέει
Φαέθων σε, καὶ
αἰσχύνει με
Σελήνη.
Ἁρμονίη,
λιπόπατρι
δυσίμερε,
κάλλιπε Μήνηι
νυμφίον
Ἐνδυμίωνα,
καὶ ἄμφεπε
Κάδμον ἀλήτην,
τλῆθι φέρειν
πόνον ἶσον,
ἐρωτοτόκωι δὲ
μερίμνηι
- 225
- μνώεο καὶ σὺ
καμοῦσα
ποθοβλήτοιο
Σελήνης.»
ὣς φαμένης
ἑτάρους ὑπὲρ
ἠιόνα Κάδμος
ἐπείγων
ὁλκάδος
ἰθυπόροιο
παλίντονα
πείσματα
λύσας
εἰαρινῶι
κόλπωσεν
ἀχείμονι
λαῖφος ἀήτηι·
διχθαδίους δὲ
κάλωας
ἐφαψάμενός
τινι γόμφωι
- 230
- δουροπαγὲς
πόμπευε δι᾽
οἴδματος ἅρμα
θαλάσσης,
ἰσάζων
ἑκάτερθε νεὼς
πόδας· οἷα δὲ
Φοῖνιξ,
ναυτιλίης
νοέων
πατρώιον
ἠθάδα τέχνην,
πηδαλίωι
παρέμιμνεν·
ἐπὶ πρύμνηι
δὲ καὶ αὐτὴν
Ἁρμονίην
ἄψαυστον
ὁμόπλοον
ἵδρυσε κούρην
- 235
- νηὸς ἰδὼν
ξείνους
ἐπιβήτορας,
οὓς τότε
ναῦται
μισθοφόρους
ἐδέχοντο. καὶ
ἠρέμα
σύμπλοος ἀνὴρ
ἀμφοτέρους
ὁρόων
ἐκεράσσατο
θαύματι
φωνήν·
«αὐτὸς Ἔρως
πέλεν οὗτος ὁ
ναυτίλος· οὐ
νέμεσις γὰρ
υἷα τεκεῖν
πλωτῆρα
θαλασσαίην
Ἀφροδίτην·
- 240
- ἀλλὰ βέλος
καὶ τόξον
ἔχει καὶ
πυρσὸν ἀείρει
βαιὸς Ἔρως
πτερύγεσσι
κεκασμένος·
εἰσορόω δὲ ...
ὁλκάδα
Σιδονίην.
δολόεις τάχα
φώριος Ἄρης
ἕζεται ἐν
πρύμνηισιν
ἔσω Λιβάνοιο
κομίζων
ἑσπερίην
πλώουσαν ἀπὸ
Θρήικης
Ἀφροδίτην.
- 245
- ἵλαθι, μῆτερ
Ἔρωτος,
ἀκυμάντωι δὲ
γαλήνηι
πέμπε μοι
ἴκμενον οὖρον
ἀχείμονι
μητρὶ
θαλάσσηι.»
τοῖον ἔπος
λαθραῖον
ὁμόπλοος
ἔννεπεν ἀνὴρ
λοξὸς ἐς
Ἁρμονίην
ἀντώπιον ὄμμα
τιταίνων.
καὶ πλόον
ἤνυσε Κάδμος
ἐς Ἑλλάδα,
Φοιβάδος
ὀμφῆς
- 250
- οἶστρον ἔχων
πραπίδεσσι,
Διὸς δέ οἱ
αἰὲν ἐπείγων
ἔνθεος
ἀπλανέεσσιν
ἐπέτρεχε
μῦθος ἀκουαῖς.
ἔνθα
Πανελλήνεσσι
νεώτερα δῶρα
τιταίνων
ἀρχεκάκου
Δαναοῖο
φερέσβιον
ἔκρυφε τέχνην,
ὑδροφόρου
Δαναοῖο· τί
γὰρ πλέον
εὗρεν Ἀχαιοῖς,
- 255
- εἴ ποτε
χαλκείηισι
πεδοσκαφέεσσι
μακέλλαις
χάσματος
οὐδαίοιο
χυτὸν κενεῶνα
κολάψας
δίψιον Ἄργος
ἔπαυσε,
κονιομένοις
δὲ πολίταις
ὑγρὰ ποδῶν
ἐπίβαθρα
πόρεν,
ξεινήιον ὕδωρ,
ἐκ βυθίων
λαγόνων
ὀλίγον ῥόον;
αὐτὰρ ὁ πάσηι
- 260
- Ἑλλάδι
φωνήεντα καὶ
ἔμφρονα δῶρα
κομίζων
γλώσσης
ὄργανα τεῦξεν
ὁμόθροα,
συμφυέος δὲ
ἁρμονίης
στοιχηδὸν ἐς
ἄζυγα σύζυγα
μίξας
γραπτὸν
ἀσιγήτοιο
τύπον
τορνώσατο
σιγῆς,
πάτρια
θεσπεσίης
δεδαημένος
ὄργια τέχνης,
- 265
- Αἰγυπτίης
σοφίης,
μετανάστιος
ἦμος Ἀγήνωρ
Μέμφιδος
ἐνναέτης
ἑκατόμπυλον
ὤικισε Θήβην·
καὶ ζαθέων
ἄρρητον
ἀμελγόμενος
γάλα βίβλων,
χειρὸς
ὀπισθοπόροιο
χαράγματα
λοξὰ χαράσσων
ἔγραφεν
ἀγκύλα κύκλα·
καὶ Αἰγυπτίου
Διονύσου
- 270
- εὔια
φοιτητῆρος
Ὀσίριδος
ὄργια φαίνων
μύστιδος
ἐννυχίας
τελετὰς
ἐδιδάσκετο
τέχνης,
καὶ κρυφίηι
μάγον ὕμνον
ἀνέκλαγε
θυιάδι φωνῆι
λεπτὸν ἔχων
ὀλόλυγμα·
λιθοξοάνοιο
δὲ νηοῦ
γλυπτὰ
βαθυνομένωι
κεχαραγμένα
δαίδαλα
τοίχωι
- 275
- κουρίζων
δεδάηκε·
πολυφράστωι
δὲ μενοινῆι
μετρήσας
φλογόεσσαν
ἀνηρίθμων
ἴτυν ἄστρων
καὶ δρόμον
Ἠελίοιο μαθὼν
καὶ μέτρον
ἀρούρης,
χειρὸς
ἐυστροφάλιγγος
ὁμόπλοκα
δάκτυλα
κάμψας,
ἄστατα κύκλα
νόησε
παλιννόστοιο
Σελήνης,
- 280
- πῶς τρισσαῖς
ἑλίκεσσι
μετάτροπον
εἶδος ἀμείβει,
ἀμφιφαής,
διχόμηνις,
ὅλωι
στίλβουσα
προσώπωι,
πῶς δὲ
συναπτομένη
καὶ ἀπόρρυτος
ἄρσενι πυρσῶι
Ἠελίου
γενετῆρος
ἀμήτορι
τίκτεται
αἴγληι,
πατρὸς
ὑποκλέπτουσα
παλιμφυὲς
αὐτόγονον πῦρ.
- 285
- τοῖος ἔην·
καὶ κραιπνὸς
Ἀχαιίδος
ἄστεα βαίνων
ναυτιλίην
μεθέηκε· σὺν
Ἁρμονίηι δὲ
κομίζων
ἐσμὸν
ἁλιπλανέων
ἑτάρων
χερσαῖον
ὁδίτην
ἅρμασιν
ἱππείοισι καὶ
ἀχθοφόροισιν
ἁμάξαις
μαντώιοις
ἀδύτοισιν
ἐπέστιχεν·
ἔνθα κιχήσας
- 290
- Δελφὸν
ἀσιγήτοιο
μεσόμφαλον
ἄξονα Πυθοῦς
μαντοσύνην
ἐρέεινε, καὶ
ἔμπνοα Πύθιος
ἄξων
κύκλον ἐπ᾽
αὐτοβόητον
ἐθέσπισε
κοιλάδι
φωνῆι·
«Κάδμε, μάτην,
περίφοιτε,
πολυπλανὲς
ἴχνος
ἑλίσσεις·
μαστεύεις
τινὰ ταῦρον,
ὃν οὐ βοέη
τέκε γαστήρ,
- 295
- μαστεύεις
τινὰ ταῦρον,
ὃν οὐ βροτὸς
οἶδε κιχῆσαι·
Ἀσσυρίην
ἀπόειπε, τεῆς
δ᾽ ἡγήτορα
πομπῆς
ἄμφεπε βοῦν
χθονίην, μὴ
δίζεο ταῦρον
Ὀλύμπου·
νυμφίον
Εὐρώπης οὐ
βουκόλος
οἶδεν
ἐλαύνειν·
οὐ νομόν, οὐ
λειμῶνα
μετέρχεται, οὔ
τινι κέντρωι
- 300
- πείθεται, οὐ
μάστιγι
κελεύεται·
οἶδεν ἀείρειν
Κύπριδος ἁβρὰ
λέπαδνα καὶ
οὐ ζυγόδεσμον
ἀρότρων,
αὐχένα μοῦνον
Ἔρωτι καὶ οὐ
Δήμητρι
τιταίνει.
ἀλλὰ πόθον
Τυρίοιο τεοῦ
γενετῆρος
ἐάσσας
μίμνε παρ᾽
ἀλλοδαποῖσι,
καὶ Αἰγυπτίης
σέο Θήβης
- 305
- πατρίδος
ἄστυ πόλισσον
ἐπώνυμον, ἧχι
πεσοῦσα
εὐνήσει
βαρύγουνον
ἑὸν πόδα
δαιμονίη βοῦς.»
ὣς φάμενος
τριπόδων
ἐπεκοίμισε
θυιάδα φωνήν,
καὶ ῥία
Παρνησσοῖο
τινάσσετο
Φοιβάδος
ἠχοῦς
γείτονος
εἰσαΐοντα,
καὶ ὀμφήεντι
ῥεέθρωι
- 310
- Κασταλίης
πάφλαζε
νοήμονος
ἔνθεον ὕδωρ.
εἶπε θεός·
καὶ Κάδμος
ἐχάζετο καὶ
παρὰ νηῶι
βοῦν ἴδε,
νισομένηι δὲ
συνέστιχεν·
ἑσπόμενοι δὲ
ἀνέρες
ἀπλάγκτοιο
βοὸς
βραδυπειθέι
χηλῆι
φειδομένην
ἰσόμετρον
ἐποιήσαντο
πορείην
- 315
- ὀτρηροὶ
θεράποντες·
ὅθεν τότε
Κάδμος ὁδεύων
ἱερὸν ἔδρακε
χῶρον ἐπόψιον,
ἧχι νοήσας
Πύθιος
ἐννεάκυκλον
ὀρειάδος
ὁλκὸν
ἀκάνθης
εὔνασε
Κιρραίης
θανατηφόρον
ἰὸν ἐχίδνης.
Παρνησσοῦ δὲ
κάρηνα λιπὼν
μετανάστιος
ἀνὴρ
- 320
- Δαυλίδος
ἔστιχεν οὖδας
ὁμούριον,
ἔνθεν ἀκούω
σιγαλέης
λάλον εἷμα
δυσηλακάτου
Φιλομήλης,
Τηρεὺς ἣν
ἐμίαινεν, ὅτε
ζυγίη φύγεν
Ἥρη
συζυγίην
ἀχόρευτον
ὀρεσσαύλων
ὑμεναίων,
κούρη δ᾽
ἀστορέεσσιν
ἐπεστενάχιζε
χαμεύναις
- 325
- εἰνοδίου
θαλάμοιο,
λιπογλώσσοιο
δὲ κούρης
μυρομένης
Θρήισσαν
ἀναγκαίην
ἀφροδίτην
δάκρυσι
μιμηλοῖσι
λιπόθροος
ἔστενεν Ἠχώ,
παρθενικὴν
φυγόδεμνον
ὀδυρομένη
Φιλομήλην,
ὁππότε
φοινήεντι
μεμιγμένον
αἵματος ὁλκῶι
- 330
- γλώσσης
ἀρτιτόμοιο
συνέβλυεν
αἷμα κορείης·
καὶ Τιτυοῦ
πόλιν εἶδεν,
ὅπηι θρασὺς
υἱὸς ἀρούρης
ἄλσεα
καλλιπέτηλα
διαστείχων
Πανοπῆος
- 333
- ἁγνὰ
βιαζομένης
ἀνεσείρασε
φάρεα Λητοῦς·
- 344
- καὶ γαίης
ἐπέβη
Χαιρωνίδος,
ἔνθα κονίην
- 345
- ἀργυφέην
τέμνουσα βοὸς
λευκαίνετο
χηλή,
καὶ κραναῆς
μεθέπων
πολυκαμπέα
κύκλα πορείης
- 347
- λευκὰ
κονιομένων
ἀπεσείσατο
λύματα ταρσῶν.
- 335
- ἐκ δὲ
Κορωνείης
Ἁλιάρτιον
οὖδας ἀμείβων
Θεσπιέων τε
πόληα
βαθυκνήμους
τε Πλαταιὰς
Ἀονίης σχεδὸν
ἦλθε πέδον
Βοιωτὸν
ὁδεύων,
ἧχί ποτ᾽
Ὠρίωνα,
δυσίμερον
υἱέα γαίης,
σκορπίος,
ἀστόργοιο
βοηθόος
Ἰοχεαίρης,
- 340
- τηλίκον
ἐπρήνιξεν,
ἀνυμφεύτοιο
θεαίνης
ἀκροτάτην ἔτι
πέζαν
ἀναστείλαντα
χιτῶνος,
ὁ βραδὺς
ἑρπύζων,
χθόνιον τέρας,
ἀντιβίου δὲ
- 343
- ταρσὰ
χαλαζήεντι
τυχὼν
ἐχαράξατο
κέντρωι.
- 334
- καὶ ποδὸς
ἴχνος ἔθηκε
Ταναγραίωι
κενεῶνι,
- 348
- καὶ βοὸς
ὀμφήεσσα
χαμευνάδος
ὤκλασε χηλὴ
ἄστεος
ἐσσομένοιο
προάγγελος.
ἀλλ᾽ ὅτε
Κάδμωι
- 350
- Πύθιον
οὐδαίης
ἐτελείετο
θέσφατον
ἠχοῦς,
βοῦν ἱερὴν
θυόεντι
διαστήσας
παρὰ βωμῶι
δίζετο
πηγαίων
ὑδάτων χύσιν,
ὄφρα καθήρηι
μαντιπόλους
ἕο χεῖρας,
ἐπισπείσηι δὲ
θυηλαῖς
ἁγνὸν ὕδωρ·
οὔ πω γὰρ ἐν
οἰνοφύτοισιν
ἀλωαῖς
- 355
- ἁβρὸς
ἀεξομένης
ἀνεφαίνετο
καρπὸς ὀπώρης.
καὶ πόδας
ἐστήριξε
δρακοντοβότωι
παρὰ Δίρκηι·
στῆ δὲ ταφών,
ὅθι λοξὰ
φανεὶς
ὀφιώδεϊ
δεσμῶι
Ἄρεος
αἰολόνωτος
ὄφις
μιτρώσατο
πηγήν,
καὶ στρατὸν
ἐπτοίησεν,
ὅσος πολὺς
ἕσπετο Κάδμωι,
- 360
- τὸν μὲν ὑπὸ
στέρνοισι
δακὼν
χαροποῖσι
γενείοις,
τὸν δὲ
δαφοινήεντι
τυχὼν
ἐχάραξεν
ὀδόντι,
ἄλλου
μαρναμένοιο
βιοσσόον ἧπαρ
ἀμύξας
θῆκε νέκυν·
ψαφαρὴ δὲ
κατ᾽ αὐχένος
ἔρρεε χαίτη
- 364
- αὐτομάτη,
πλαδαροῖο
διειλυθεῖσα
καρήνου·
- 377
- ἄλλον
ἀνεπτοίησε
θορὼν ὑπὲρ
ἄντυγα κόρσης
ἀνδρομέης,
ἑτέρου δὲ
διέτρεχεν
ἀνθερεῶνος
ἄσχετος,
ἰοβόλωι δὲ
βαλὼν
ὀφθαλμὸν
ἐέρσηι
- 380
- μαρμαρέην
ἤχλυσε
μεμυκότος
ὄμματος
αἴγλην·
ἄλλου ταρσὸν
ἔμαρψε,
χαρασσόμενον
δὲ γενείωι
εἶχε δακών,
καὶ χλωρὸν
ἀνήρυγεν
ἀφρὸν
ὀδόντων
εἰς δέμας
ἠιθέοιο,
πελιδναίωι δὲ
σιδήρωι
ἰσοφυὴς
χλοάοντι
διεψύχθη
δέμας ἰῶι·
- 385
- ἄλλου
φυσιόωντος
ὑπὸ πληγῆισι
γενείων
ἀσταθέες
μήνιγγες
ἐκυμαίνοντο
καρήνου
δήγματι
φαρμακόεντι,
δι᾽ ἐγκεφάλου
δὲ χυθέντος
- 388
- μυδαλέωι
μυκτῆρι
κατάσσυτος
ἔρρεεν ἰχώρ.
- 365
- καὶ ταχὺς
ἀμφιέλικτος
ἐπὶ κνήμηισιν
ἀνέρπων
Κάδμον
ἀπειλητῆρι
δράκων
ἐζώσατο
δεσμῶι,
καὶ δέμας
ὀρθώσας
μελέων
ἐπιβήτορι
παλμῶι
ταυρείης
περίκυκλον ἐς
ὀμφαλὸν ἆλτο
βοείης·
καὶ σκολιαῖς
ἑλίκεσσι
πόδας
μιτρούμενος
ἀνὴρ
- 370
- ὁλκαίηι
βαρύδεσμος
ἐχιδναίηι
κάμε σειρῆι,
φόρτον ἔχων
δασπλῆτα·
βαρυνόμενον
δὲ φορῆα
ὄρθιον
ἑστηῶτα
κατέσπασεν
εἰς πέδον
ἕλκων,
καὶ στόμα
πικρὸν ἔλυσε,
δυσηλεγέος δὲ
χανόντος
φοίνιος
ὡμοβόρου
πυλεὼν
εὐρύνετο
λαιμοῦ,
- 375
- καὶ κεφαλὴν
δόχμωσε,
τινασσομένου
δὲ καρήνου
- 376
- ὑψιτενὴς
ἐλέλικτο
μέσος
κυρτούμενος
αὐχήν.
- 389
- ἀλλ᾽ ὅτε
Κάδμος ἔκαμνε,
τότε σχεδὸν
ἦλθεν Ἀθήνη
- 390
- ἐσσομένης
δονέουσα
προάγγελον
αἰγίδα νίκης
Γοργείωι
κομόωσαν
ἐχιδνήεντι
καρήνωι,
καί οἱ
ἀτυζομένωι
λαοσσόος ἴαχε
δαίμων·
«Κάδμε,
Γιγαντοφόνοιο
Διὸς συνάεθλε
κυδοιμοῦ,
δειμαίνεις
ἕνα μοῦνον
ἰδὼν ὄφιν; ἐν
δὲ κυδοιμοῖς
- 395
- σοὶ πίσυνος
Τυφῶνα
κατεπρήνιξε
Κρονίων
τοσσατίοις
κομόωντα
δρακοντείοισι
καρήνοις.
παύεο θηρείων
τρομέων
συριγμὸν
ὀδόντων·
Παλλὰς
ἐποτρύνει σε,
καὶ οὐ φονίηι
παρὰ Δίρκηι
ῥύσεται
ἑρπηστῆρα
φυλάκτορα
χάλκεος Ἄρης.
- 400
- ἀλλὰ
καταφθιμένοιο
λαβὼν
δασπλῆτας
ὀδόντας
θηρὸς
ἐχιδνήεντι
περισπείρας
χθόνα καρπῶι
κεῖρε
Γιγαντείης
ὀφιώδεα λήια
χάρμης,
Γηγενέων δὲ
φάλαγγας ἑνὶ
ξύνωσον
ὀλέθρωι
πέντε λιπὼν
ζώοντας·
ἐπεσσομένηισι
δὲ Θήβαις
- 405
- σπαρτῶν
ἀγλαόκαρπος
ἀνασταχύοιτο
γενέθλη.»
ὣς φαμένη
θάρσυνε
τεθηπότα
Κάδμον Ἀθήνη,
καὶ βαθὺν
ἠνεμόεντι
κατέγραφεν
ἠέρα ταρσῶι,
δυσαμένη Διὸς
οἶκον. ὁ δὲ
τραφερῆι παρὰ
βώλωι
μάρμαρον
εὐρυάλωος
ἐύτροχον
οὖρον ἀρούρης
- 410
- ἵστατο
κουφίζων
κραναὸν βέλος,
ἰθυπόρωι δὲ
ἄκρα
δρακοντείοιο
καρήατος
ἔθλασε
πέτρωι·
θηγαλέην δὲ
μάχαιραν
ἐρυσσάμενος
παρὰ μηροῦ
αὐχένα θηρὸς
ἔτεμνεν·
ἀπαμηθεῖσα δὲ
κόρση
σώματος ἐκτὸς
ἔμιμνε,
κυλινδομένη
δὲ κονίηι
- 415
- ἠθάδα κύκλον
ἕλισσε
παλίλλυτον
ἄστατος οὐρή.
καὶ δαπέδωι
τετάνυστο
δράκων νέκυς.
ἀμφὶ δὲ
νεκρῶι
θοῦρος Ἄρης
βαρύμηνις
ἀνέκραγε·
χωομένου δὲ
Κάδμος
ἀμειβομένων
μελέων
ἑλικώδεϊ
μορφῆι
ἀλλοφυὴς
ἤμελλε παρ᾽
Ἰλλυρίδος
σφυρὰ γαίης
- 420
- ξεῖνον ἔχειν
ἴνδαλμα
δρακοντείοιο
προσώπου.
ἀλλὰ τὰ μὲν
πέπρωτο μετὰ
χρόνον. αὐτὰρ
ὁ μέσσηι
χαλκείηι
κυνέηι
συνελέξατο
καρπὸν
ὀλέθρου,
θηρείων
γενύων
βλοσυρὸν
θέρος·
ἐνδαπίης δὲ
Παλλάδος ὑβὸν
ἄροτρον ἀπ᾽
ὀργάδος εἰς
χθόνα σύρων
- 425
- καὶ χαροπῆς
ἀρόσας
πολεμητόκον
αὔλακα γαίης
ἰοβόλων
ἔσπειρε
πολύστιχον
ὄγμον ὀδόντων.
καὶ στάχυς
αὐτολόχευτος
ἀνηέξητο
Γιγάντων,
ὧν ὁ μὲν
ὑψικάρηνος
ἀνέδραμεν
ἄκρα τιταίνων
στήθεος
εὐθώρηκος, ὁ
δὲ προθορόντι
καρήνωι
- 430
- φρικτὸν
ἀνοιγομένης
ὑπερέσχεθεν
ὦμον ἀρούρης·
ἄλλος ἄνω
προὔκυψεν ἐς
ὀμφαλόν, ὃς δ᾽
ἐπὶ γαίηι
ἡμιτελὴς
ἀνέτελλε
πεδοτρεφὲς
ὅπλον ἀείρων·
ἄλλος
ὑπερκύπτοντα
λόφον
προβλῆτα
τιταίνων
οὔ πω στέρνον
ἔφαινε, καὶ
εἰσέτι μητρὸς
ἀνέρπων
- 435
- ἐκ λαγόνων
κατὰ βαιὸν
ἀταρβέι
μάρνατο
Κάδμωι
τεύχεσιν
αὐτοφύτοις
κεκορυθμένος·
ἆ μέγα θαῦμα,
ὥπλισεν
Εἰλείθυια,
τὸν οὐ
μαιώσατο
μήτηρ·
καί τις
ἀνηκόντιζεν
ὁμόγνιον
ἔγχος ἀφάσσων
ἡμιφανής, ὁ δὲ
κοῦφος ὅλον
δέμας εἰς
φάος ἕλκων
- 440
- ἄκρα ποδῶν
ἀτέλεστα
πεπηγότα
λεῖπεν
ἀρούρηι.
οὐ μὲν
ἐφημοσύνης
ἐπελήσατο
Κάδμος Ἀθήνης,
ἀλλὰ
παλιμφυέων
καλάμην ἤμησε
Γιγάντων,
τὸν μὲν ὑπὲρ
μαζοῖο βαλὼν
ἀνεμώδεϊ
λόγχηι,
τὸν δὲ κατὰ
κληῖδα παρὰ
πλατὺν αὐχένα
τύψας
- 445
- ὀστέα
λαχνήεντος
ἀνέσχισεν
ἀνθερεῶνος·
ἄλλον
ἀκοντιστῆρι
βαλὼν
ἐχαράξατο
πέτρωι
γαστέρος ἄχρι
φανέντα· καὶ
αἵματος
αἰνογιγάντων
ἐκχυμένου
ποταμηδὸν
Ἄρης ὡλίσθανε
λύθρωι
φοινίξας ἑὰ
γυῖα,
παρισταμένης
δὲ κυδοιμῶι
- 450
- πορφυρέηι
ῥαθάμιγγι
χιτὼν
ἐρυθαίνετο
Νίκης.
ἄλλου
μαρναμένοιο
παρ᾽ ἰσχίον
ἄορι τύψας
συμφυέος
διέκερσε σὺν
ἰξύι νῶτα
βοείης.
καὶ φόνος
ἄσπετος ἔσκε·
δαϊζομένων δὲ
Γιγάντων
λοίγιος
αἱμαλέης
ἀνεκήκιεν
αὐλὸς ἐέρσης
- 455
- ἄορι
θεινομένων. ὁ
δὲ Παλλάδος
ἔμφρονι
βουλῆι
Γηγενέων τινὰ
πέτρον
ἐπηιώρησε
καρήνωι·
οἱ δὲ
δαφοινήεντι
πόθωι
μεθύοντες
Ἐνυοῦς
Ἄρεϊ
βακχεύθησαν,
ὁμογνήτωι δὲ
σιδήρωι
ἀλλήλων
ὀλετῆρες
ἐτυμβεύοντο
κονίηι.
- 460
- ἄλλωι δ᾽
ἄλλος ἔριζεν·
ἐρευθιόωντι
δὲ λύθρωι
στικτὰ
διαινομένης
ἐμελαίνετο
νῶτα βοείης
Γηγενέος
κταμένοιο·
κατουδαίης δὲ
μαχαίρης
γνωτοφόνωι
γλωχῖνι
δαΐζετο
καρπὸς
ἀρούρης.
|
|