|
|
- Δ ι ο ν υ σ ι
α κ ῶ ν Γ
Ἐν τριτάτωι
μάστευε
πολύπλανον
ὁλκάδα Κάδμου
Ἠλέκτρης τε
μέλαθρα
φιλοξενίην τε
τραπέζης.
- ________________________________________________
- Λῦτο δ᾽ ἀγών,
ὅτε χεῖμα
παρήλυθεν·
ἄκρα δὲ
φαίνων
ἀννεφέλωι
τελαμῶνι
φαεσφόρα νῶτα
μαχαίρης
Ὠρίων ἀνέτελλε,
καὶ οὐκέτι
κυκλάδι
λίμνηι
λούετο
παχνήεντα
δεδυκότος
ἴχνια Ταύρου·
- 5
- οὐκέτι δ᾽ ὀμβροτόκοιο
παρὰ κλίμα
διψάδος
Ἄρκτου
ἴχνεσιν ἀβρέκτοισιν
ὁδεύετο
μάρμαρον
ὕδωρ·
οὐκέτι Μασσαγέτης
μετανάστιον
οἶκον ἱμάσσων,
δουρατέωι
τροχόεντι
διαστείβων
ῥόον ὁλκῶι,
ὑδρηλὰς ἐχάρασσε
πεπηγότος
αὔλακας
Ἴστρου·
- 10
- ἤδη γὰρ Ζεφύροιο
προάγγελος
ἔγκυος Ὥρη
σχιζομένων
καλύκων δροσεροὺς
ἐμέθυσσεν ἀήτας,
καὶ λιγυρὴ μερόπεσσι
συνέστιος εἴαρι
κῆρυξ
ὄρθριον ὕπνον
ἄμερσε λάλος
τρύζουσα χελιδὼν
ἀρτιφανής,
καὶ γυμνὸν
ἀπ᾽ εὐόδμοιο
καλύπτρης
- 15
- εἰαριναῖς
ἐγέλασσε
λελουμένον
ἄνθος ἐέρσαις
ζωογόνοις.
Κιλίκων δὲ παρὰ
κροκόεντας
ἐναύλους
ὑψιλόφου
Ταύροιο λιπὼν
πρηῶνα κεράστην
πρώιος ἤιε
Κάδμος, ὅτε
ζόφον ἔσχισεν
Ἠώς.
καὶ πλόος
ὥριος ἦεν· ἐπειγομένοιο
δὲ Κάδμου
- 20
- ἐκ χθονὸς
ὡχλίζοντο χαλινωτήρια
νηῶν·
ἱστὸς δ᾽
ὑψικάρηνος ὑπέρτερος,
ἠέρα τύπτων,
ὄρθιος ἐστήρικτο,
καὶ ἠρέμα
πόντον ἱμάσσων
ἄσθμασιν
ἠώιοις ἐπεβόμβεε
κοῦφος ἀήτης,
πομπὸν ἔχων κελάδημα,
καὶ ἀλλοπρόσαλλα
θυέλλαις
- 25
- οἴδματα κυρτώσας
διερῆς
ἀνέκοψε
χορείης
σιγαλέης
δελφῖνα κυβιστητῆρα
γαλήνης.
συμπλεκέες δὲ
κάλωες ἐσύρισαν
ὀξέι ῥοίζωι,
σπερχομένωι
δ᾽ ἀνέμωι
πρότονοι
μύκον,
ἰθυπόρου δὲ
λαῖφος
ἐκολπώθη βεβιημένον
ἔγκυον αὔρης·
- 30
- σχίζετο δ᾽ ἄστατον
οἶδμα
παλιμπετές, ἄφρεε
δ᾽ ὕδωρ
οἰδαλέον, καὶ
νηὸς ἐπειγομένης
διὰ πόντου
κύματι
βομβήεντι περὶ
τρόπιν ἤπυεν
ἠχώ·
πηδαλίου δὲ
κόρυμβα διχαζομένης
ἁλὸς ὁλκῶι
κυρτὰ
φαληριόωντα κατέγραφε
νῶτα θαλάσσης.
- 35
- καὶ δεκάτης
μετὰ νύσσαν
ἀχείμονα
κυκλάδος Ἠοῦς
Κάδμος ἀκυμάντοισι
Διὸς πεφορημένος
αὔραις,
Τρώιον
ὑγρονόμοιο
διασχίζων
πόρον Ἕλλης,
ἅρπαγος ἐξ
ἀνέμοιο μεμυκότι
σύρετο
πορθμῶι
εἰς Σάμον ἀντικέλευθον
ἐγερσιμόθοιο
Καμάνδρου,
- 40
- γείτονα
Σιθονίης, ὅθι
παρθένος
εἰσέτι Κάδμωι
Ἁρμονίη
πεφύλακτο·
καὶ ὁλκάδα θέσπιδι
ῥιπῆι
Θρηικίην
πόμπευον ἐς
ἠιόνα μάντιες
αὖραι.
καὶ Σαμίης
ὁρόωντες
ἀκοιμήτου
φλόγα πεύκης
ἀγχίγυοι
στείλαντο γεγηθότες
ἱστία ναῦται·
- 45
- νῆα δὲ
πορθμεύσαντες
ἀκυμάντου
σχεδὸν ὅρμου
νήνεμον ἀκροτάτοισιν
ὕδωρ ἐχάρασσον
ἐρετμοῖς,
καὶ λιμένος
προσέκελσαν
ὑπὸ σκέπας·
ἀκλινέων δὲ
τρητὸς ὄνυξ
πετραῖος ἐδέξατο
πείσματα νηῶν,
καὶ διερῆς
ψαμάθοιο βαθυνομένου
διὰ κόλπου
- 50
- ὁλκάδος
ἀγκυλόδοντες
ἐπεσφήκωντο
χαλινοὶ
δυομένου
Φαέθοντος·
ἐπ᾽ αἰγιαλοῖο
δὲ ναῦται
ἀστορέας ψαμάθοισιν
ἐπετρέψαντο χαμεύνας
ἑσπερίην μετὰ
δαῖτα·
βαρυνομένοισι
δὲ φωτῶν
ὄμμασιν
ἄψοφον ἴχνος
ἐπήγαγεν
Ὕπνος ἀλήτης.
- 55
- ἀλλ᾽ ὅτε πορφυρέοιο
παρὰ πτερὸν
αἴθοπος Εὔρου
ἄκρα χαρασσομένην
ὑπὸ ῥωγάδα Τευκρίδος
Ἴδης
ὄρθρον ἀποπτύουσα
φάνη λιμενοσκόπος
Ἠώς,
ἀντιπόρου
μέλαν οἶδμα καταυγάζουσα
θαλάσσης,
Ἁρμονίην τότε
Κύπρις ἵνα ζεύξειεν
ἀκοίτηι,
- 60
- ἄπλοα σιγαλέης
ἐτανύσσατο νῶτα
γαλήνης.
ἤδη δ᾽ ἔκλαγεν
ὄρνις ἑώιος
ἠέρα τέμνων,
καὶ στίχες
εὐπήληκες
ἐρημονόμων
Κορυβάντων
Κνώσσιον
ἐκρούσαντο
σακεσπάλον
ἅλμα χορείης
ἴχνεσι μετρητοῖσιν·
ἐρισμαράγου
δὲ βοείης
- 65
- τυπτομένης
ἑλικηδὸν
ἁμιλλητῆρι
σιδήρωι
δίκτυπος
αὐλὸς ἔμελπε,
καὶ ὀρχηστῆρας
ἐπείγων
σύνθροον ἐσμαράγησε
μέλος βητάρμονι
παλμῶι.
καὶ δρύες
ἐψιθύριζον,
ἐμυκήσαντο δὲ
πέτραι,
καὶ νοερῶι
σείοντο
τινάγματι
θυιάδες ὗλαι,
- 70
- καὶ Δρυάδες κελάδησαν·
ἐπεσσεύοντο
δὲ πυκναὶ
εἰς χορὸν ἀντιπόρωι
σκιρτήματι
κυκλάδες
ἄρκτοι,
βρυχηθμῶι δὲ
λέοντες
ὁμοζήλων ἀπὸ
λαιμῶν
μυστιπόλων ἀλαλαγμὸν
ἐμιμήσαντο Καβείρων
ἔμφρονα λύσσαν
ἔχοντα·
φιλοσκύλακος
δὲ θεαίνης
- 75
- μελπομένης
Ἑκάτης θιασώδεες
ἔβρεμον αὐλοὶ
ἄζυγες, οὓς
Κρονίη κερατοξόος
εὕρατο τέχνη.
καὶ πατάγωι κελάδοντι
φιλοσμαράγων
Κορυβάντων
πρώιος ἔγρετο
Κάδμος, ὁμοπλανέες
δὲ καὶ αὐτοὶ
ὀρθρινῆς
ἀίοντες ἀσιγήτοιο
βοείης
- 80
- Σιδόνιοι
πλωτῆρες
ἐυκροκάλων
ἀπὸ λέκτρων
ἀκταίης μεθέηκαν
ἁλίκτυπα νῶτα
χαμεύνης.
καὶ πόλιν
ἰχνεύων ἐπλάζετο
Κάδμος ὁδίτης
νῆα λιπὼν ἑτάροισιν
ἀπόσσυτος·
ἐρχομένωι δὲ
ἐς δόμον
Ἁρμονίης θαλαμηπόλος
ἤντετο Πειθὼ
- 85
- θνητῆς εἶδος
ἔχουσα, καὶ
ἀχθοφόρου διὰ
κόλπου,
οἷα γυνὴ ταλαεργὸς
ἀφυσσαμένη
πόμα πηγῆς,
ἀργυρέην
εὔκυκλον ἐκούφισε
κάλπιν
ἀγοστῶι,
ἄγγελος ἐσσομένων,
ὅτι νυμφίον
ἠθάδι θεσμῶι
ζωογόνοις πρὸ
γάμοιο καθικμαίνουσι
λοετροῖς.
- 90
- καὶ σχεδὸν ἄστεος
ἦεν, ὅθι
γλαφυροῖς ἐνὶ
βόθροις
συμπλεκέων ῥυπόωσαν
ἐπασσυτέρων
στίχα πέπλων
ποσσὶ
πολυσκάρθμοισιν
ἐπιστείβουσι
γυναῖκες,
ποσσὶν
ὁμοζήλοισι.
καὶ ἀκροτάτων
ἀπὸ ταρσῶν
κυανέηι νεφέληι
κεκαλυμμένον
ἄχρι καρήνου
- 95
- Κάδμον ἀσημάντοιο
δι᾽ ἄστεος ἤγαγε
Πειθὼ
ξεινοδόκου
βασιλῆος ἐρευνητῆρα
μελάθρου,
πομπὸς ὁδοῦ
Παφίης ὑπὸ νεύμασιν.
ἔνθα τις ὄρνις,
ἑζομένη γλαυκωπὸν
ὑπὸ σκέπας
ἁβρὸν ἐλαίης,
ὀμφαίη στόμα
λάβρον ἀναπτύξασα
κορώνη
- 100
- ἠιθέωι νεμέσιζεν,
ἐς Ἁρμονίην
ὅτι νύμφην
ἤιε φειδομένωι
γαμίωι ποδὶ
νωθρὸς ὁδίτης,
καὶ πτερὰ
σεισαμένη
φιλοκέρτομον
ἴαχε φωνήν·
«νήπιος ἔπλετο
Κάδμος, ἢ ἔπλετο
νῆις Ἐρώτων·
νυμφίον οὐ
βραδὺν οἶδεν
Ἔρως ταχύς·
ἵλαθι, Πειθώ,
- 105
- δηθύνει σέο
Κάδμος ἐπειγομένης
Ἀφροδίτης.
θερμὸς Ἔρως καλέει
σε· τί, νυμφίε,
νωθρὸς ὁδεύεις;
ἡδύς, ὃς ἱμερόεντος
Ἀδώνιδος ἔπλεο
γείτων,
ἡδὺς ὁ Βυβλιάδεσσιν
ὁμώλακα
πατρίδα ναίων.
ἤλιτον, οὐ
ῥόον εἶδες Ἀδώνιδος,
οὐ χθόνα
Βύβλου
- 110
- ἔδρακες, ἧχι
πέλει Χαρίτων
δόμος, ἧχι χορεύει
Ἀσσυρίη Κυθέρεια
καὶ οὐ φυγόδεμνος
Ἀθήνη.
τερπομένην δὲ
γάμοισι
τιθηνήτειραν
Ἐρώτων
Πειθὼ πομπὸν
ἔχεις, οὐκ Ἄρτεμιν·
ἴσχεο μόχθων,
Ἁρμονίης
ἀπόνοιο καὶ
Εὐρώπην λίπε
ταύρωι·
- 115
- σπεῦδε, καὶ
Ἠλέκτρη σε
δεδέξεται, ἧς
ἀπὸ χειρῶν
νηῒ τεῆι
γαμίων ἐμβάλλεο
φόρτον ἐρώτων
ἐμπορίην
φιλότητος ἐπιτρέψας
Ἀφροδίτηι,
Κυπριδίην δὲ
θύγατρα
φυλασσομένην
σέο παστῶι
ἄλλην δέχνυσο
Κύπριν· ἐπαινήσεις
δὲ κορώνην,
- 120
- καὶ γαμίην καλέσεις
με θεοπρόπον
ὄρνιν Ἐρώτων.
ἤλιτον· ἀλλά
με Κύπρις ἐπέπνεεν·
ἐκ Παφίης γὰρ
θεσπίζω σέο
λέκτρα, καὶ εἰ
πέλον ὄρνις
Ἀθήνης.»
ὣς φαμένη
σφρήγισσε
λάλον στόμα
μάρτυρι σιγῆι.
ἀλλ᾽ ὅτε οἱ
στείχοντι λεωφόρα
κύκλα κελεύθου
- 125
- τηλεφανὴς βασιλῆος
ἐφαίνετο πανδόκος
αὐλὴ
κίοσιν ὑψωθεῖσα,
τανυσσαμένη
τότε Κάδμωι
δάκτυλον ἀντιτύποιο
νοήμονα μάρτυρα
φωνῆς
σιγαλέωι
κήρυκι δόμον
σημήνατο
Πειθὼ
ποικίλον ἀστράπτοντα·
καὶ αἰθέρα
δύσατο δαίμων
- 130
- ἀλλοφανὴς
πτερόεντι
διαΐσσουσα
πεδίλωι.
καὶ δόμον ἐσκοπίαζεν
ἀλήμονι
Κάδμος ὀπωπῆι,
Ἡφαίστου σοφὸν
ἔργον, ὃν
Ἠλέκτρηι ποτὲ
νύμφηι
ἐργοπόνος
Λήμνοιο
Μυριναίηι
κάμε τέχνηι,
δαίδαλα πολλὰ
φέροντα. νεοσταθέος
δὲ μελάθρου
- 135
- χάλκεος
οὐδὸς ἔην
εὐήλατος·
ἀμφίθυροι δὲ
σταθμοὶ
ἐμηκύνοντο
πολυγλυφέων
πυλεώνων,
καὶ λόφος ὀμφαλόεντι
διεσφαίρωτο
καρήνωι
μεσσοφανὴς
ὀρόφοιο· λιθοστρώτοιο
δὲ τοίχου
νῶτα κατεστήρικτο
πεπηγότα λευκάδι
γύψωι
- 140
- ἐς μυχὸν ἐξ
οὐδοῖο. πέλας
δέ τις ὄρχατος
αὐλῆς
ἀμφιλαφὴς
δροσόεντι φυτῶν
ἐβαρύνετο καρπῶι
τετράγυος πρὸ
δόμοιο· καὶ
ἄρσενα φύλλα
πελάσσας
θηλυτέρωι
φοίνικι πόθον
πιστώσατο
φοῖνιξ·
ὄγχνη τ᾽ ἀγλαόκαρπος
ὁμήλικι
σύμφυτος
ὄγχνηι
- 145
- ὄρθριον
ἐψιθύριζεν,
ἑλισσομένη δὲ
κορύμβοις
γείτονα πιαλέης
ἐπεμάστιε
θάμνον
ἐλαίης·
εἰαρινοῖς δ᾽
ἀνέμοισιν
ἀναινομένηι
παρὰ δάφνηι
σείετο μύρσινα
φύλλα, καὶ
εὐπετάλου κυπαρίσσου
ὄρθιον ἐρρίπιζε
κόμην εὔοδμος
ἀήτης·
- 150
- συκῆς θ᾽ ἡδυτόκοιο
καὶ ἰκμαλέης
ἀπὸ ῥοιῆς
καρπὸς
ἐρευθιόων ἐπεθήλεεν
οἴνοπι καρπῶι
ἀγχιφύτωι,
καὶ μῆλον ἐπήνθεε
γείτονι
μήλωι·
πολλὰ δὲ
Φοιβείοισι
σοφοῖς
ποικίλλετο
φύλλοις
γράμματα
δενδρήεντα
φιλοκλαύτων
ὑακίνθων·
- 155
- καὶ Ζεφύρου
πνείοντος ἀεξιφύτου
διὰ κήπου
ἄστατον ὄμμα
τίταινε πόθων
ἀκόρητος
Ἀπόλλων,
καὶ φυτὸν ἡβητῆρος
ἰδὼν δεδονημένον
αὔραις
δίσκου
μνῆστιν ἔχων
ἐλελίζετο, μή
ποτε κούρωι
ζηλήμων
φθονέσειε καὶ
ἐν πετάλοισιν
ἀήτης,
- 160
- εἰ ἐτεόν ποτε
κεῖνον ἐπισπαίροντα
κονίηι
ὄμμασιν ἀκλαύτοισιν
ἰδὼν δάκρυσεν
Ἀπόλλων,
καὶ τύπος ἀνθεμόεις
μορφώσατο
δάκρυα Φοίβου
αἴλινον
αὐτοκέλευστον
ἐπιγράψας
ὑακίνθωι.
ὄρχατος ἔπλετο
τοῖος
ἐύσκιος· ἄγχι
δὲ πηγὴ
- 165
- δίστομος·
ἔνθεν ἔην ναέταις
ποτόν, ἔνθεν
ἀλωεὺς
ἐξ ἀμάρης ὀχέτευε
πολυσχιδὲς
ἀγκύλον ὕδωρ
ἐς φυτὸν ἄλλο
μετ᾽ ἄλλο·
ῥόος δέ τις ὠς
ἀπὸ Φοίβου
ἁβρὰ
μελιζομένης ἐπεβόμβεε
πυθμένι δάφνης.
καὶ πολὺς
εὐποίητος ἐρεισάμενος
πόδα πέτρωι
- 170
- χρύσεος ἵστατο
κοῦρος, ἐναντία
δαιτυμονήων
λαμπάδος
ἑσπερίης τανύων
ἐπιδόρπιον
αἴγλην·
πολλαὶ δ᾽ ἰσοτύπων
μελέων τεχνήμονι
σιγῆι
χάσμασι
ποιητοῖσι
σεσηρότος ἀνθερεῶνος
ψευδαλέων
σκυλάκων
στίχες ἔμφρονες
ἄγχι θυράων
- 175
- ἕστασαν ἔνθα
καὶ ἔνθα, καὶ
ἀργυρέωι κυνὶ
γείτων
χρύσεος οἰδαίνοντι
κύων
συνυλάκτεε
λαιμῶι
σαίνων ἠθάδα
φῶτα·
παραστείχοντι
δὲ Κάδμωι
μιμηλῆς ἀπέπεμπε
βοῆς ξεινοσσόον
ἠχὼ
ποιητῆς τ᾽
ἐλέλιζε
φιλοστόργου
τύπον οὐρῆς.
- 180
- ὄφρα μὲν
εἰσέτι Κάδμος
ἐυστρέπτοιο
προσώπου
ὄμματα δινεύων
διεμέτρεε
κῆπον ἀνάκτων
καὶ γλυφίδας
καὶ κάλλος
ὅλον γραπτοῖο
μελάθρου,
λαϊνέων ὁρόων
ἀμαρύγματα
φαιδρὰ
μετάλλων,
τόφρα δὲ καλλείψας
ἀγορὴν καὶ νείκεα
λαῶν,
- 185
- φαιδρὸς ἀερσιλόφοιο
περὶ ῥάχιν
ἥμενος ἵππου,
Ἠμαθίων
Θρήισσαν ἔχων
Σάμον, Ἄρεος
ἕδρην,
μητέρος
Ἠλέκτρης
βασιληίδος
εἰς δόμον
ἔστη,
ὃς τότε
μοῦνος ἄνασσε
κασιγνήτοιο
νομεύων
ἡνία
κοιρανίης, ὅτι
πάτριον οὖδας
ἐάσσας
- 190
- Δάρδανος ἀντικέλευθον
ἐνάσσατο πέζαν
ἀρούρης,
Δαρδανίην εὔπυργον
ἐπώνυμον ἄστυ
χαράξας,
Ἰδαίην
ἀροτῆρι
διαγράψας
κόνιν ὁλκῶι,
καὶ ῥόον Ἕπταπόροιο
πιὼν καὶ χεύματα
Ῥήσου
γνωτῶι κλῆρον
ἔλειπεν ἔχειν
καὶ σκῆπτρα Καβείρων,
- 195
- Δάρδανος,
Ἠμαθίωνος ἀδελφεός,
ὃν Διὸς εὐναὶ
ἤροσαν, ὃν
κομέεσκε Δίκη
τροφός, εὖτε λαβοῦσαι
σκῆπτρα Διὸς
καὶ πέπλα
Χρόνου καὶ ῥάβδον
Ὀλύμπου
εἰς δόμον
Ἠλέκτρης
βασιληίδος ἔδραμον
Ὧραι
κοιρανίης
ἀλύτοιο
προμάντιες
Αὐσονιήων·
- 200
- καὶ βρέφος
ἐθρέψαντο,
καὶ ἀτρέπτωι
Διὸς ὀμφῆι
κοῦρος ἀνασταχύων
παλιναυξέος
ἄνθεμον ἥβης
Ἠλέκτρης λίπεν
οἶκον, ὅτε
τριτάτου
χύσις ὄμβρου
κύμασι
πυργωθεῖσα κατέκλυσεν
ἕδρανα κόσμου.
πρώτου γὰρ
κελάδοντος
ἐπειρήθη
νιφετοῖο
- 205
- Ὤγυγος
ἠλιβάτοιο δι᾽
ὕδατος αἰθέρα
τέμνων,
χθὼν ὅτε
κεύθετο πᾶσα
κατάρρυτος,
ἄκρα δὲ
πέτρης
Θεσσαλίδος
κεκάλυπτο, καὶ
ὑψόθι Πυθιὰς
ἄκρη
ἀγχινεφὴς
νιφόεντι ῥόωι
κυμαίνετο
πέτρη.
δεύτερος
ὄμβρος ἔην,
ὅτε κυκλάδος
ἄντυγα γαίης
- 210
- χεύματι
λυσσήεντι
κατέκρυφε
δύσνιφον ὕδωρ,
Δευκαλίων ὅτε
μοῦνος
ὁμόστολος
ἥλικι Πύρρηι
ὀλλυμένων
μερόπων ἐνὶ
λάρνακι
κοιλάδι
τέμνων
χεῦμα
παλινδίνητον
ἀτεκμάρτου
νιφετοῖο
ἠέρος
ὑδατόεντος
ἕλιξ
πορθμεύετο
ναύτης.
- 215
- καὶ τρίτατος
Διὸς ὄμβρος
ὅτε χθονὸς
ἔκλυσεν ἕδρην
καὶ σκοπέλους
ἔκρυψεν,
Ἀθωιάδος δὲ
καὶ αὐτῆς
ἄβροχα
Σιθονίης
ἐκαλύπτετο
νῶτα κολώνης,
ὑψιπόρου τότε
χεῦμα
διασχίζων
νιφετοῖο
Δάρδανος
ἀρχαίης
ἐπεβήσατο
γείτονος Ἴδης.
- 220
- τοῦ τότε
Σιθονίης
χιονώδεος
ἀρχὸς
ἀρούρης
σύγγονος
Ἠμαθίων
ἀγορὴν
βαρύδουπον
ἐάσσας
θάμβεεν
ἀνέρος εἶδος,
ἐπεί νύ οἱ
ἔμφυτος ἥβη
ἠνορέην καὶ
κάλλος
ἐμίγνυε
σύζυγι μορφῆι,
θάμβεε
τηλίκον
εἶδος·
ἀριφραδέων
γὰρ ἀνάκτων
- 225
- αὐτόματοι
κήρυκες
ἀναυδέες
εἰσὶν ὀπωπαί.
καί μιν ἑλὼν
ξείνισσε, σὺν
Ἠλέκτρηι δὲ
τεκούσηι
αἰόλα πιαλέης
ἐπεκόσμεε
δεῖπνα
τραπέζης,
ξεῖνον
ὑποσσαίνων
φιλίωι καὶ
ἀμεμφέι μύθωι,
πολλὰ τιθείς.
ὁ δὲ κυφὸν ἐπ᾽
οὔδεος αὐχένα
κάμψας
- 230
- ἀμφιπόλων
ἀπάνευθεν
ἀθελγέας
εἷλκεν ὀπωπάς,
καὶ μόλις
εἰλαπίναζε·
φιλοξείνοιο
δὲ νύμφης
ἑζομένης
ἀντωπὸς
ὑποκλέπτοντι
προσώπωι
αἰδομένην
ἐτίταινε
σαόφρονα
χεῖρα
τραπέζηι.
τοῖσι δὲ
δαινυμένοισιν
ἐπήτριμος
ἄλλος ἐπ᾽
ἄλλωι
- 235
- ἔμπνοος
ἐσμαράγησε
δόναξ
Κορυβαντίδος
Ἴδης·
ἐκ δὲ
πολυτρήτοιο
πόρου
σκιρτήματι
χειρῶν
σύνθροον
ἐκρούσαντο
μέλος
μυκήτορος
αὐλοῦ
δάκτυλοι
ὀρχηστῆρες
ἐπιθλίβοντες
ἀοιδήν·
καὶ τροχαλοῖς
κροτέοντα
τινάγμασι
σύνθροον ἠχὼ
- 240
- κύμβαλα
βομβήεντα
συνέκτυπε
δίζυγι χαλκῶι
συμφερτοῖς
δονάκεσσιν·
ὑπὸ πλήκτρωι
δὲ καὶ αὐτὴ
ὄρθιος
ἑπτατόνοιο
λύρης
ἐλελίζετο
χορδή.
ἀλλ᾽ ὅτε δὴ
μετὰ δαῖτα
κορέσσατο
Βίστονος
αὐλοῦ,
εἰρομένηι
πελάσας
φιλοπευθέι
θῶκον ἀνάσσηι
- 245
- Κάδμος,
ἁλιπλάγκτοιο
μεληδόνος
οἶστρον
ἐάσσας,
φαιδρὸν ἑὸν
γένος εἶπε,
καὶ ἀενάων
στίχα μύθων
οἰγομένου
κρουνηδὸν
ἀνήρυγεν
ἀνθερεῶνος·
«νύμφα φίλη, τί
με τόσσον
ἀνείρεαι αἷμα
γενέθλης;
ὡκυμόρων
μερόπων
γενεὴν
φύλλοισιν
ἐίσκω·
- 250
- φύλλα τὰ μὲν
κατέχευαν ἐπὶ
χθονὶ θυιάδες
αὖραι
ὥρης
ἱσταμένης
φθινοπωρίδος,
ἄλλα δὲ
καρπῶι
εἰαρινῶι
κομέουσι
τεθηλότα
δενδράδες
ὗλαι·
ὣς βροτέη
γενεὴ
μινυώριος ἡ
μὲν ὀλέθρωι
δάμναται
ἱππεύσασα
βίου δρόμον, ἡ
δ᾽ ἐπιθάλλει,
- 255
- ἄλληι ὅπως
εἴξειεν· ἐπεὶ
παλινάγρετος
ἕρπων
εἰς νέον ἐκ
πολιοῖο ῥέει
μορφούμενος
αἰών.
ἀλλ᾽ ἐρέω
περίπυστον
ἐμὴν εὔπαιδα
γενέθλην·
ἔστι πόλις,
κλυτὸν Ἄργος,
ἐδέθλιον
ἵππιον Ἥρης,
νήσου
Τανταλίδαο
μεσόμφαλος·
ἔνθα δὲ
κούρην
- 260
- θηλυτόκοις
ἔσπειρε
γοναῖς
εὐπάρθενος
ἀνὴρ
Ἴναχος,
Ἰναχίης
ὀνομάκλυτος
ἀστὸς
ἀρούρης,
νηοπόλος, καὶ
φρικτὰ
πολισσούχοιο
θεαίνης
ὄργια
βυσσοδόμευε
θεηγόρα
μύστιδι
τέχνηι
πρεσβυγενής·
καὶ Ζῆνα, θεῶν
πρόμον,
ὄρχαμον
ἄστρων,
- 265
- γαμβρὸν
ἔχειν ἀπέειπε,
σέβας
πεφυλαγμένος
Ἥρης,
ταυροφυὴς ὅτε
πόρτις
ἀμειβομένοιο
προσώπου
εἰς ἀγέλην
ἄγραυλον
ἐλαύνετο
σύννομος Ἰώ,
καὶ δαμάλης
ἄγρυπνον
ἐθήκατο
βουκόλον Ἥρη
ποικίλον,
ἀπλανέεσσι
κεκασμένον
Ἄργον ὀπωπαῖς,
- 270
- Ζηνὸς
ὀπιπευτῆρα
βοοκραίρων
ὑμεναίων,
Ζηνὸς
ἀθηήτοιο, καὶ
ἐς νομὸν ἤιε
κούρη
ὀφθαλμοὺς
τρομέουσα
πολυγλήνοιο
νομῆος·
γυιοβόρωι δὲ
μύωπι
χαρασσομένη
δέμας Ἰὼ
Ἰονίης ἁλὸς
οἶδμα
κατέγραφε
φοιτάδι
χηλῆι·
- 275
- ἦλθε καὶ εἰς
Αἴγυπτον,
ἐμὸν ῥόον, -ὃν
πολιῆται
Νεῖλον
ἐφημίξαντο
φερώνυμον,
οὕνεκα γαίηι
εἰς ἔτος ἐξ
ἔτεος
πεφορημένος
ὑγρὸς
ἀκοίτης
χεύματι
πηλώεντι νέην
περιβάλλεται
ἰλύν, -
ἤλυθεν εἰς
Αἴγυπτον, ὅπηι
βοέην μετὰ
μορφὴν
- 280
- δαιμονίης
ἴνδαλμα
μεταλλάξασα
κεραίης
ἔσκε θεὰ
φερέκαρπος·
ἀναπτομένοιο
δὲ καρποῦ
Αἰγυπτίης
Δήμητρος,
ἐμῆς
κεραελκέος
Ἰοῦς,
εὐόδμοις
ὁμόφοιτος
ἑλίσσεται
ἀτμὸς ἀήταις.
ἔνθ᾽ Ἔπαφον
Διὶ τίκτεν,
ἀκηρασίων ὅτι
κόλπων
- 285
- Ἰναχίης
δαμάλης
ἐπαφήσατο
θεῖος ἀκοίτης
χερσὶν
ἐρωμανέεσσι·
θεηγενέος δὲ
τοκῆος
ἐξ Ἐπάφου
Λιβύη· Λιβύης
δ᾽ ἐπὶ παστὸν
ὁδεύων
Μέμφιδος
ἄχρις ἵκανε
Ποσειδάων
μετανάστης,
παρθένον
ἰχνεύων
Ἐπαφηίδα· καὶ
τότε κούρη
- 290
- δεξαμένη
ναετῆρα βυθοῦ
χερσαῖον
ὁδίτην
Ζῆνα Λίβυν
τέκε Βῆλον,
ἐμῆς ἀροτῆρα
γενέθλης.
καὶ Διὸς
Ἀσβύσταο νέην
ἀντίρροπον
ὀμφὴν
Χαονίηι
βοόωσι
πελειάδι
διψάδες ἄμμοι
μαντιπόλοι·
πέμπτωι δὲ
πατὴρ
ἰσόμετρον
ἀριθμῶι
- 295
- Βῆλος
ἐπασσυτέρην
γενεὴν
σπερμήνατο
παίδων,
Φινέα καὶ
Φοίνικα
λιπόπτολιν,
οἷς ἅμα
θάλλων
ἀστὸς
ἀμοιβαίων
πολίων
περίφοιτος
Ἀγήνωρ
ἀσταθέος
βιότοιο, πατὴρ
ἐμός, εἶχε
πορείην
ἐς Θήβην μετὰ
Μέμφιν, ἐς
Ἀσσυρίην μετὰ
Θήβην,
- 300
- καὶ σοφὸς
Αἰγυπτίης
ναέτης
Αἴγυπτος
ἀρούρης
αἰνοτόκος
πολύτεκνος, ὃς
ἀρσενόπαιδι
γενέθληι
ἤροσε
τοσσατίων
μινυώρια πώεα
παίδων,
καὶ Δαναὸς
λιπόπατρις, ὃς
ὥπλισεν
ἄρσενι φύτληι
θῆλυ γένος
τανύων γάμιον
ξίφος, ὁππότε
παστοὶ
- 305
- αἵματι
φοινίσσοντο
δαϊζομένων
ὑμεναίων
καὶ κρυφίοις
ξιφέεσσι
σιδηροφόρων
ἐπὶ λέκτρων
ἄρσενα γυμνὸν
ἄρηα
κατεύνασε
θῆλυς ἐνυώ·
οὐ μὲν
Ὑπερμνήστρηι
κακονύμφιον
εὔαδεν ἔργον,
ἀλλὰ
παρωσαμένη
δυσπένθερα
θεσμὰ τοκῆος
- 310
- ἠερίηι
πατρῶιον
ἐπέτρεπε
μῦθον ἀέλληι
καὶ καθαρὴν
ἐφύλαξεν
ἀναίμονα
χεῖρα
σιδήρου·
ἔπλετο δ᾽
ἀμφοτέρων
ὅσιος γάμος.
ἀρτιθαλῆ δὲ
γνωτὴν
ἡμετέρην
θρασὺς ἥρπασε
ταῦρος ἀλήτης,
εἰ ἐτεὸν πέλε
ταῦρος· ἐγὼ
δ᾽ οὐκ οἶδα
πιθέσθαι,
- 315
- εἰ βόες
ἱμείρουσι
γυναικείων
ὑμεναίων.
καί με
κασιγνήτοισιν
ὁμήλυδα
πέμψεν Ἀγήνωρ
σύγγονον
ἰχνεύοντα καὶ
ἄγριον ἅρπαγα
νύμφης,
ταῦρον
ἀκυμάντοιο
νόθον πλωτῆρα
θαλάσσης,
οὗ χάριν
ἀστήρικτος
ἀλώμενος
ἐνθάδε βαίνω.»
- 320
- τοῖα μὲν
εὐσύριγγος
ἔσω μυθεῖτο
μελάθρου
Κάδμος
ἐυγλώσσοιο
χέων ἔπος
ἀνθερεῶνος,
πατρώιης
ἐνέπων
τεκνοσσόον
οἶστρον
ἀπειλῆς
καὶ Τυρίων
ῥοθίων
ψευδήμονα
ταῦρον ὁδίτην,
Σιδονίης
ἀκίχητον
ἀπευθέος
ἅρπαγα νύμφης.
- 325
- Ἠλέκτρη δ᾽
ἀίουσα
παρήγορον
ἴαχε φωνήν·
«ξεῖνε,
κασιγνήτην
καὶ πατρίδα
καὶ γενετῆρα
Ληθαίηι
στροφάλιγγι
καὶ ἀμνήστωι
πόρε σιγῆι·
οὕτω γὰρ
μερόπων
φέρεται βίος
ἄλλον ἀπ᾽
ἄλλου
μόχθον ἔχων,
ὅτι πάντες,
ὅσους βροτέη
τέκε γαστήρ,
- 330
- Μοιριδίου
κλωστῆρος
ἐδουλώθησαν
ἀνάγκηι.
μάρτυς ἐγώ,
βασίλεια καὶ
εἰ πέλον, εἴ
ποτε κείνων
Πληιάδων
γενόμην καὶ
ἐγὼ μία, τῶν
ποτε μήτηρ
θηλυτέρας
ὡδῖνας ἑῶι
μαιώσατο
κόλπωι,
ἑπτάκις
Εἰλείθυιαν
ἑῆι καλέσασα
λοχείηι
- 335
- κέντρον
ἐλαφρίζουσαν
ἀμοιβαίου
τοκετοῖο,
μάρτυς ἐγώ·
πατέρων γὰρ
ἀπόπροθι
δώματα ναίω,
οὐ Στερόπην,
οὐ Μαῖαν
ὁμόστολον,
οὐδὲ Κελαινὼ
σύγγονον
ἐγγὺς ἔχουσα
συνέστιον·
οὐδ᾽ ἐνὶ
κόλπωι
γνωτῆς
Τηϋγέτης
Λακεδαίμονα
δίζυγι παλμῶι
- 340
- παιδοκόμωι
πήχυνα
γεγηθότι
κοῦρον
ἀγοστῶι·
οὐ σχεδὸν
Ἀλκυόνης
ὁρόω δόμον,
οὐδὲ καὶ
αὐτῆς
φθεγγομένης
Μερόπης
φρενοτερπέα
μῦθον ἀκούω.
πρὸς δ᾽ ἔτι
καὶ τόδε
μᾶλλον
ὀδύρομαι·
ἀρτιθαλὴς γὰρ
υἱὸς ἐμὸς
λιπόπατρις,
ὅτε χνόον
ἔσχεν ἰούλων,
- 345
- Δάρδανος
Ἰδαίης
μετανάσσατο
κόλπον
ἀρούρης,
καὶ Φρυγίωι
Σιμόεντι
θαλύσια δῶκε
κομάων
Θυμβραίου
ποταμοῖο πιὼν
ἀλλότριον
ὕδωρ·
καὶ Λιβύης
παρὰ τέρμα
πατὴρ ἐμὸς
εἰσέτι κάμνει
ὤμοις
θλιβομένοισι
γέρων
κυρτούμενος
Ἄτλας,
- 350
- αἰθέρος
ἑπτάζωνον
ἀερτάζων
κενεῶνα.
ἔμπης τόσσα
παθοῦσα
παρήγορον
ἐλπίδα βόσκω
Ζηνὸς
ὑποσχεσίηισιν,
ὅτι γνωτῆισι
σὺν ἄλλαις
ἐκ χθονὸς
Ἀτλάντειον
ἐλεύσομαι εἰς
πόλον ἄστρων,
οὐρανὸν οἶκον
ἔχουσα, καὶ
ἔσσομαι
ἕβδομος ἀστήρ.
- 355
- καὶ σὺ τεὰς
πρήυνε
μεληδόνας·
ἀπροϊδὴς δὲ
εἰς σὲ
βιοπλάγκτοιο
τύχης
στροφάλιγγα
κυλίνδων
φρικτὸς
ἀκινήτοιο
μίτος
σφρηγίσσατο
Μοίρης·
τλῆθι φέρειν
λιπόπατρις
ἀκαμπέα
θεσμὸν
ἀνάγκης,
ἐσσομένων
προκέλευθον
ὑπέρτερον
ἐλπίδα βόσκων,
- 360
- εἰ γένος
ἐρρίζωσε τεὸν
πρωτόσπορος
Ἰώ,
εἰ λάχες ἐκ
Λιβύης
Ποσιδήιον
αἷμα
γενέθλης·
μίμνε παρ᾽
ὀθνείοις, ἅτε
Δάρδανος,
οἰκία ναίων,
ναιετάων
ξένον ἄστυ,
πατὴρ τεὸς ὥς
περ Ἀγήνωρ,
ὠς Δαναὸς
γενετῆρος
ἀδελφεός·
ὅττι καὶ
αὐτὸς
- 365
- ἄλλος ἀνὴρ
φερέοικος
ἔχων γένος
ἔνθεον Ἰοῦς,
αἰθέριον
βλάστημα,
Διιπετὲς
οὔνομα Βύζας,
αὐτογόνου
Νείλοιο πιὼν
ἑπτάστομον
ὕδωρ
γείτονα γαῖαν
ἔνειμεν, ὅπηι
παρὰ Βόσπορον
ἀκτὴν
Ἰναχίηι
δαμάληι
πεπερημένον
ἕλκεται ὕδωρ,
- 370
- πᾶσι
περικτιόνεσσι
τιθεὶς φάος,
ὁππότε κείνου
ἀκλινέος
δόχμωσε
μεμηνότος
αὐχένα ταύρου.»
εἶπεν
Ἀγηνορίδαο
κατευνάζουσα
μερίμνας.
Ζεὺς δὲ πατὴρ
προέηκε
τανύπτερον
υἱέα Μαίης
εἰς δόμον
Ἠλέκτρης
ταχὺν ἄγγελον,
ὄφρα κε Κάδμωι
- 375
- Ἁρμονίην
ὀπάσειεν ἐς
ἁρμονίην
ὑμεναίων,
παρθένον
οὐρανόθεν
μετανάστιον,
ἣν Ἀφροδίτης
λαθριδίηι
φιλότητι
γαμοκλόπος
ἤροσεν Ἄρης·
καὶ βρέφος
αἰδομένη
κρυφίης
αὐτάγγελον
εὐνῆς
μήτηρ οὐκ
ἀτίταλλεν,
ἀπ᾽
αἰθερίοιο δὲ
κόλπου
- 380
- πήχεϊ
κεκλιμένην
ἐπιμάζιον
ἤγαγε κούρην
εἰς δόμον
Ἠλέκτρης
μαιήιον, ἧς
τόκον Ὧραι
ὑγρὸν
ἐμαιώσαντο
λεχωίδες, ἧς
ἔτι πυκνοὶ
ἀργεννὴν
σφριγόωντες
ἀνέβλυον
ἰκμάδα μαζοί·
δεξαμένη δὲ
θύγατρα νόθην
ἰσόζυγι
θεσμῶι
- 385
- σύγχρονον
Ἠμαθίωνος
ἑνὶ ξυνώσατο
μαζῶι
κούρην
ἀρτιλόχευτον,
ὁμοστόργωι δὲ
μενοινῆι
διχθαδίην
θρεπτῆρι
γονὴν
κούφιζεν
ἀγοστῶι.
ὠς δέ τις
ἀγροτέρη
διδυμητόκος
ἔνδοθι λόχμης
λαχνήεσσα
λέαινα
γαλαξαίηισιν
ἐέρσαις
- 390
- σκύμνοις
ἀμφοτέροις
διδυμάονας
ἥρμοσε μαζοὺς
καὶ διδύμοις
τεκέεσσι
μεριζομένην
πόρε θηλήν,
καὶ χρόα
λιχμάζουσα
καὶ ἄτριχον
εἰσέτι δειρὴν
ἰσοτύποις
κομιδῆισιν
ἀνέτρεφεν
ἥλικα φύτλην·
ὣς τότε
παιδοκόμωι
φιλίηι
μαιώσατο
θηλῆι ...
- 395
- ἀρτιγόνων
μεθέπουσα
συνωρίδα
δίζυγα
τέκνων·
πολλάκι
νήπιον υἷα
συνέμπορον
ἥλικι κούρηι
πίονος ἔνθα
καὶ ἔνθα
μετάτροπον
ἰκμάδι μαζοῦ
πεπταμένωι
πήχυνε
φιλήτορι
χειρὸς
ἀγοστῶι·
γούνασι δ᾽
ἄρσενα παῖδα
συνίδρυσε
θήλεϊ κούρηι,
- 400
- μηρὸν
ἐφαπλώσασα
κεχηνότα
γείτονι μηρῶι,
κόλπον
ἀνευρύνουσα
βαθυνομένοιο
χιτῶνος·
καὶ τεκέων
κλάζουσα
μέλος
θελκτήριον
ὕπνου
ἀμφοτέρους
εὕδοντας
ἐκοίμισε
μαιάδι τέχνηι,
πῆχυν
ὑποστορέσασα
συνήορον
αὐχένι παίδων,
- 405
- καί σφισι
λέκτρον
ἔθηκεν ἑὸν
γόνυ,
διχθαδίωι δὲ
φάρεος ἄκρον
ἕλισσε
διαιθύσσουσα
προσώπωι,
τέκνα
καταψύχουσα,
καὶ ἔσβεσε
καύματος
ὁρμὴν
ἀντίτυπον
φύσημα χέων
ποιητὸς ἀήτης.
ὄφρα μὲν
ἕζετο Κάδμος
ἐχέφρονος
ἐγγὺς
ἀνάσσης,
- 410
- τόφρα λαθὼν
πυλαωρὸν ἑῶι
ληίστορι
ταρσῶι
ἀπροϊδὴς
ἀκίχητος ἐς
οἰκίον ἤιεν
Ἕρμῆς
εἴκελος
ἠιθέωι·
ῥοδέωι δέ οἱ
ἀμφὶ προσώπωι
ἀσκεπέος
κεχάλαστο
παρήορος
ὁλκὸς
ἐθείρης
ἀμφιλαφής,
στέψας δὲ
νεότριχος
ἄκρα παρειῆς
- 415
- λεπτὸς
ἀεξομένων
ἐρυθαίνετο
κύκλος ἰούλων
ἀρτιφυὴς
ἑκάτερθε
περίδρομος·
οἷα δὲ κῆρυξ
ἠθάδα ῥάβδον
ἄειρεν·
ἀθηήτωι δὲ
προσώπωι
ἐκ κεφαλῆς
νεφέεσσι
κεκασμένος
εἰς πόδας
ἄκρους
πιαλέης
ἐκίχησε
πεπαυμένα
δεῖπνα
τραπέζης·
- 420
- οὐδέ μιν
Ἠμαθίων
σχεδὸν
ἔδρακεν, οὐδὲ
καὶ αὐτὴ
Ἁρμονίη καὶ
Κάδμος
ὁμέστιος, οὐ
χορὸς ἀνδρῶν
δούλιος·
Ἠλέκτρηι δὲ
θεουδέι
φαίνετο
μούνηι
Ἕρμῆς
ποικιλόμυθος·
ἑλὼν δέ μιν
εἰς μυχὸν
οἴκου
ἀπροϊδὴς
ὀάριζε καὶ
ἀνδρομέηι
φάτο φωνῆι·
- 425
- «μητροκασιγνήτη,
Διὸς εὐνέτι,
χαῖρε,
γυναικῶν
πασάων
μετόπισθε
μακαρτάτη,
ὅττι Κρονίων
κοιρανίην
κόσμοιο τεοῖς
τεκέεσσι
φυλάσσει,
καὶ χθονὸς
ἄστεα πάντα
κυβερνήσει
σέο φύτλη,
ἕδνα τεῆς
φιλότητος,
ἐμῆι δ᾽ ἅμα
μητέρι Μαίηι
- 430
- ἄστρασιν
ἑπταπόροισι
συναστράψειας
Ὀλύμπωι
σύνδρομος
Ἠελίοιο,
συναντέλλουσα
Σελήνηι.
εἰμὶ τεῆς,
φιλότεκνε,
γονῆς
ἐμφύλιος
Ἕρμῆς,
ἄγγελος
ἀθανάτων
τανυσίπτερος,
οὐρανόθεν δὲ
ξείνιος
ὑψιμέδων με
τεὸς προέηκεν
ἀκοίτης
- 435
- ἀμφὶ τεοῦ
ξείνοιο
θεουδέος·
ἀλλὰ καὶ αὐτὴ
πείθεο σῶι
Κρονίωνι, καὶ
Ἁρμονίην σέο
κούρην
πέμπε μολεῖν
ἀνάεδνον
ὁμόστολον
ἥλικι Κάδμωι,
καὶ Διὶ καὶ
μακάρεσσι
χαρίζεο·
τειρομένους
γὰρ
ἀθανάτους ὁ
ξεῖνος ὅλους
ἐσάωσεν
ἀείδων·
- 440
- οὗτος ἀνὴρ
μογέοντι τεῶι
χραίσμησεν
ἀκοίτηι,
οὗτος ἀνὴρ
ἐπέτασσεν
ἐλεύθερον
ἦμαρ Ὀλύμπωι.
μή σε τεὴ
θέλξειε γόω
φιλομήτορι
κούρη·
ἀλλά μιν εἰς
ὑμέναιον
ἀλεξικάκωι
πόρε Κάδμωι
πειθομένη
Κρονίωνι καὶ
Ἄρεϊ καὶ
Κυθερείηι»
|
|