B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Nonnos
floruit ca. 450
     
   



Δ ι ο ν υ σ ι α κ ῶ ν   Β

Δεύτερον ἀστερόφοιτον
ἔχει Τυφῶνος ἐνυὼ
καὶ στεροπὴν καὶ ἄεθλα
Διὸς καὶ κῶμον Ὀλύμπου.


________________________________________________

 
 
Ὣς ὁ μὲν αὐτόθι μίμνε παρὰ σφυρὰ φορβάδος ὕλης
ἀκροπόρωι σύριγγι μετάτροπα χείλεα σύρων,
Κάδμος Ἀγηνορίδης νόθος αἰπόλος· ἀπροϊδὴς δὲ
Ζεὺς Κρονίδης ἀκίχητος ὑπὸ σπέος ἄψοφος ἕρπων
5
χεῖρας ἑὰς ἐκόρυσσε τὸ δεύτερον ἠθάδι πυρσῶι.
καὶ νέφος ἔσκεπε Κάδμον ἀθηήτωι παρὰ πέτρηι,
μὴ δόλον ἠπεροπῆα μαθὼν καὶ φῶρα κεραυνοῦ
λάθριον ὑστερόμητις ἀποκτείνειε Τυφωεὺς
βουκόλον ἀλλοπρόσαλλον. - ὁ δὲ πλέον ἡδέι κέντρωι
10
ἤθελεν εἰσαΐειν φρενοθελγέα ῥυθμὸν ἀοιδῆς.
ὡς δ᾽ ὅτε τις Σειρῆνος ἐπίκλοπον ὕμνον ἀκούων
εἰς μόρον αὐτοκέλευστον ἀώριος εἵλκετο ναύτης,
θελγόμενος μελέεσσι, καὶ οὐκέτι κῦμα χαράσσων
γλαυκὸν ἀκυμάντοισιν ὕδωρ λεύκαινεν ἐρετμοῖς,
15
ἀλλὰ λιγυφθόγγοιο πεσὼν ἐπὶ δίκτυα Μοίρης
τέρπετο πηδαλίοιο λελασμένος, ἄστρον ἐάσσας
Πλειάδος ἑπταπόροιο καὶ ἄντυγα κυκλάδος Ἄρκτου·
ὣς ὅ γε κερδαλέης δεδονημένος ἄσθμασι μολπῆς
πηκτίδος ἡδὺ βέλεμνον ἐδέξατο πομπὸν ὀλέθρου.

20
ἀλλὰ καλυπτομένου νεφέων σκιοειδέι μίτρηι
ἔμπνοος εὐκελάδοιο δόναξ σίγησε νομῆος
ἁρμονίην τ᾽ ἀνέκοψεν. ἀερσιπόδης δὲ Τυφωεὺς
οἶστρον ἑλὼν πολέμοιο κατέδραμεν εἰς μυχὸν ἄντρου,
βροντὴν δ᾽ ἠνεμόφοιτον ἐδίζετο φοιτάδι λύσσηι
25
καὶ στεροπὴν ἀκίχητον, ἐρευνητῆρι δὲ ταρσῶι
ζαφλεγὲς ἁρπαμένοιο σέλας μάστευε κεραυνοῦ,
καὶ κενεὸν σπέος εὗρε. δολοφραδέας δὲ μενοινὰς
ὀψὲ μαθὼν Κρονίδαο καὶ αἰόλα δήνεα Κάδμου,
αἰχμάζων σκοπέλοισιν ἐπεσκίρτησεν Ὀλύμπωι.

30
καὶ ποδὸς ἀγκύλον ἴχνος ἔχων ὀφιώδεϊ ταρσῶι
ἰὸν ἀκοντιστῆρος ἀπέπτυεν ἀνθερεῶνος·
ὑψιλόφου δὲ Γίγαντος ἐχιδναίηισιν ἐθείραις
πίδακας ὀμβρήσαντος ἐκυμαίνοντο χαράδραι. -
καί οἱ ἐπαΐσσοντι βαθυνομένην χθονὸς ἕδρην
35
ἀκλινέος δαπέδοιο Κίλιξ ἐλελίζετο πυθμὴν
ποσσὶ δρακοντείοισι, πολυσφαράγωι δὲ κυδοιμῶι
Ταυρείου λοφόεντος ἀρασσομένου κενεῶνος
γείτονες ὡρχήσαντο φόβωι Παμφυλίδες ὄχθαι.
καὶ χθόνιαι σήραγγες ἐβόμβεον, ἔτρεμον ἄκραι
40
ἠιόνες, σείοντο μυχοὶ καὶ ὀλίσθανον ὄχθαι
λυομένης ψαμάθοιο ποδῶν ἐνοσίχθονι παλμῶι.

οὐ νομός, οὐ τότε θῆρες ἀπήμονες. ὠμοβόροι γὰρ
ἄρκτοι ἐδαιτρεύοντο Τυφαονίοιο προσώπου
ἀρκτώιαις γενύεσσι· λεοντείων δὲ καρήνων
45
γλαυκὰ δασυστέρνων ἐλαφύσσετο γυῖα λεόντων
χάσμασιν ἰσοτύποισιν· ἐχιδνήεντι δὲ λαιμῶι
ψυχρὰ πεδοτρεφέων ἐδαΐζετο νῶτα δρακόντων·
ἠερίους δ᾽ ὄρνιθας ἐδαίνυτο γείτονι λαιμῶι
ἱπταμένους ἀβάτοιο δι᾽ αἰθέρος, ἀγχιφανῆ δὲ
50
αἰετὸν ἤσθιε μᾶλλον, ἐπεὶ Διὸς ὄρνις ἀκούει·
ἤσθιε βοῦν ἀροτῆρα, καὶ οὐκ ὤικτειρε δοκεύων
αἱμοβαφῆ ζυγίωι κεχαραγμένον αὐχένα δεσμῶι.

καὶ ποταμοὺς ἐκόνισσε πιὼν ἐπιδόρπιον ὕδωρ,
Νηιάδων δὲ φάλαγγας ἀπεστυφέλιξεν ἐναύλων.
55
καὶ βυθίη στείχουσα βατὸν ῥόον ἅλματι πεζῶι
ἀβρέκτοις μελέεσσιν ἀσάμβαλος ἵστατο Νύμφη
Νηιὰς ὑγροκέλευθος, ἁμιλλητῆρι δὲ ταρσῶι
κούρης παλλομένης παρὰ διψάδα πέζαν ἐναύλων
σφίγγετο πηλώεντι πεπηγότα γούνατα δεσμῶι.

60
μαινομένου δὲ Γίγαντος ἰδὼν πολύμορφον ὀπωπὴν
ταρβαλέος σύριγγα γέρων ἀπεσείσατο ποιμὴν
νόσφι φυγών· ὁρόων δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν
αἰπόλος ἀστήρικτον ἐπέτρεπεν αὐλὸν ἀέλλαις.
οὐ σπόρον ἀμφεκάλυψε πέδωι ταλαεργὸς ἀροτρεὺς
65
ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλωι χθόνα καρπῶι,
οὐδὲ Τυφαονίης παλάμης νωμήτορι καρπῶι
αὔλακα τεμνομένην ἐνοσίχθονι τάμνε σιδήρωι,
ἀλλὰ βόας μεθέηκε. - Γιγαντείωι δὲ βελέμνωι
σχιζομένης κενεῶνες ἐγυμνώθησαν ἀρούρης
70
καὶ διερὴν φλέβα λῦσαν· ἀνοιγομένου δὲ βερέθρου
χεύμασι πηγαίοισιν ἀνέβλυε νέρτερος αὐλών,
ἀσκεπέος δαπέδοιο χέων ὑποκόλπιον ὕδωρ.
καὶ σκόπελοι ῥίπτοντο· χαραδραίοις δὲ ῥεέθροις
ἠερόθεν πίπτοντες ἐνεκρύπτοντο θαλάσσηι,
75
ὕδατα χερσώσαντες· ἀπὸ χθονίων δὲ βελέμνων
αὐτοπαγῆ ῥιζοῦτο νεηγενέων σφυρὰ νήσων.

δένδρεα δ᾽ αὐτόπρεμνα μετωχλίσθησαν ἀρούρης,
καὶ δαπέδωι πέσε καρπὸς ἀώριος, ἀρτιθαλὴς δὲ
κῆπος ἀιστώθη, ῥοδόεις δ᾽ ἀμαθύνετο λειμών.
80
καὶ Ζέφυρος δεδόνητο κυλινδομένων κυπαρίσσων
αὐχμηροῖς πετάλοισι· φιλοθρήνοισι δὲ μολπαῖς
αἴλινα Φοῖβος ἄειδε δαϊζομένων ὑακίνθων,
πλέξας πένθιμον ὕμνον, Ἀμυκλαίων δὲ κορύμβων
κοπτομένηι πολὺ μᾶλλον ἐπέστενε γείτονι δάφνηι·
85
κεκλιμένην δ᾽ ὤρθωσεν ἑὴν πίτυν ἀχνύμενος Πάν·
καί, Μορίην μνησθεῖσα, φερέπτολιν Ἀτθίδα Νύμφην,
τεμνομένηι Γλαυκῶπις ἐπεστονάχιζεν ἐλαίηι·
καὶ Παφίη δάκρυσε κονιομένης ἀνεμώνης,
πυκνὰ δὲ μυρομένη καλύκων εὐώδεα χαίτην
90
βόστρυχον ἁβρὸν ἔτιλλε κονιομένου ῥοδεῶνος·
καὶ στάχυν ἡμιτέλεστον ὀλωλότα μύρετο Δηώ,
μηκέτι κῶμον ἄγουσα θαλύσιον. Ἀδρυάδες δὲ
ἥλικες ὡδύροντο λιπόσκια δένδρεα Νύμφαι.

καί τις ἐυπτόρθοιο διχαζομένοιο κορύμβου
95
σύγχρονος ἀκρήδεμνος Ἁμαδρυὰς ἄνθορε δάφνης,
ἐκ πίτυος δὲ φυγοῦσα βατῶι ποδὶ παρθένος ἄλλη
ἀγχιφανὴς ἀγόρευε μετήλυδι γείτονι Νύμφηι·

«δαφναίη φυγόδεμνος Ἁμαδρυάς, εἷς δρόμος ἔστω
ἀμφοτέραις, μὴ Φοῖβον ἴδηις, μὴ Πᾶνα νοήσω.
100
ὑλοτόμοι, τάδε δένδρα παρέλθετε, μὴ φυτὰ Δάφνης
τέμνετε δειλαίης τετμημένα· φείδεο, τέκτων,
ὁλκάδα μὴ τελέσηις πιτυώδεα δούρατα τέμνων,
μὴ ῥοθίων ψαύσειε θαλασσαίης Ἀφροδίτης.
ναί, δρυτόμος, πυμάτην πόρε μοι χάριν· ἀντὶ κορύμβων
105
κόπτε με σοῖς πελέκεσσι, καὶ ἡμετέρου διὰ μαζοῦ
πῆξον ἀνυμφεύτοιο σαόφρονα χαλκὸν Ἀθήνης,
ὄφρα θάνω πρὸ γάμοιο καὶ Ἄιδι παρθένος ἔλθω,
εἰσέτι νῆις ἔρωτος, ἅ περ Πίτυς, οἷά τε Δάφνη.»

ὣς φαμένη πετάλοισι νόθην ποιήσατο μίτρην,
110
καὶ χλοερῶι ζωστῆρι κατέσκεπεν ἄντυγα μαζοῦ
αἰδομένη, καὶ μηρὸν ἐπεσφηκώσατο μηρῶι·
ἡ δέ μιν εἰσορόωσα κατηφέα ῥήξατο φωνήν·

«παρθενίης ἔμφυλον ἔχω φόβον, ὅττι καὶ αὐτὴ
ἐκ δάφνης γεγαυῖα διώκομαι, οἷά τε Δάφνη. -
115
πῆι δὲ φύγω; σκοπέλους ὑποδύσομαι . . . ἀλλὰ κολώνας
ῥιπτομένας ἐς Ὄλυμπον ἐτεφρώσαντο κεραυνοί,
καὶ τρομέω σέο Πᾶνα δυσίμερον, ὅς με χαλέψει,
ὡς Πίτυν, ὡς Σύριγγα· διωκομένη δὲ καὶ αὐτὴ
ἄλλη δευτερόφωνος ὀρίδρομος ἔσσομαι Ἠχώ. -
120
οὐκέτι ταῦτα κόρυμβα μετέρχομαι, ὑψιφανῆ δὲ
οὔρεα ναιετάω μετὰ δένδρεον, ἧχι καὶ αὐτὴ
Ἄρτεμις ἀγρώσσει φιλοπάρθενος . . . ἀλλὰ Κρονίων
Καλλιστοῦς λάχε λέκτρον ἐς Ἄρτεμιν εἶδος ἀμείψας. -
ἵξομαι εἰς ἁλὸς οἶδμα· τί μοι γάμος; . . . ἀλλ᾽ ἐνὶ πόντωι
125
Ἀστερίην ἐδίωκε γυναιμανέων Ἐνοσίχθων. -
αἴθε λάχον πτερὰ κοῦφα· δι᾽ ὑψιπόρου δὲ κελεύθου
ἠερίοις ἀνέμοισι συνέμπορον οἶμον ὁδεύσω;
ἀλλὰ τάχα πτερύγων κενεὸς δρόμος, ὅττι Τυφωεὺς
ἠλιβάτοις παλάμηισιν ἐπιψαύει νεφελάων. -
130
εἰ δὲ γάμοις ἀδίκοις με βιήσεται, εἶδος ἀμείψω,
μίξομαι ὀρνίθεσσι, συνιπταμένη Φιλομήληι
καί, ῥόδον ἀγγέλλουσα καὶ ἀνθεμόεσσαν ἐέρσην,
ἔσσομαι εἰαρινοῖο φίλη Ζεφύροιο χελιδών,
φθεγγομένη λάλος ὄρνις ὑπωροφίης μέλος ἠχοῦς,
135
ὀρχηθμῶι πτερόεντι περισκαίρουσα καλιήν.
Πρόκνη, πικρὰ παθοῦσα, σὺ μὲν σέο πενθάδι μολπῆι
υἱέα δακρύσειας, ἐγὼ δ᾽ ἐμὰ λέκτρα γοήσω;
Ζεῦ ἄνα, μὴ τελέσηις με χελιδόνα, μή με διώξηι
καὶ Τηρεὺς πτερόεις κεχολωμένος, οἷα Τυφωεύς. -
140
ἀήρ, οὔρεα, πόντος ἀνέμβατος· ἔνδοθι γαίης
κρύπτομαι; ἀλλὰ Γίγαντος ἐχιδναίων ἀπὸ ταρσῶν
ἰοβόλοι δύνουσιν ὑπὸ χθόνα φωλάδες ὕδραι. -
εἴην ὑγρὸν ὕδωρ ἐπιδήμιον, οἷα Κομαιθώ,
πατρώιων κεράσασα νεόρρυτα χεύματα μύθων;
145
οὐκ ἐθέλω παρὰ Κύδνον, ὅτι προχοῆισι συνάψω
παρθενικῆς δυσέρωτος ἐμὸν φιλοπάρθενον ὕδωρ. -
πῆι δὲ φύγω; Τυφῶνι μιγήσομαι; . . . ἀλλὰ λοχεύσω
ἀλλοφυῆ πολύμορφον ὁμοίιον υἷα τοκῆι. -
εἴην δένδρεον ἄλλο, καὶ ἐκ δρυὸς εἰς δρύας ἔλθω
150
οὔνομα παιδὸς ἔχουσα σαόφρονος· ἀντὶ δὲ Δάφνης
μὴ Μύρρης ἀθέμιστον ἐπώνυμον ἔρνος ἀκούσω.
ναί, λίτομαι, παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο
εἴην Ἡλιάδων καὶ ἐγὼ μία· πυκνὰ δὲ πέμψω
ἐκ βλεφάρων ἤλεκτρα, φιλοθρήνοις δὲ κορύμβοις
155
γείτονος αἰγείροιο περίπλοκα φύλλα πελάσσω
δάκρυσιν ἀφνειοῖσιν ἐμὴν στενάχουσα κορείην·
οὐ γὰρ ἐγὼ Φαέθοντα κινύρομαι . . . ἵλαθι, Δάφνη,
αἰδέομαι φυτὸν ἄλλο μετὰ προτέρης φυτὸν ὕλης. -
ἔσσομαι, ὡς Νιόβη, καὶ ἐγὼ λίθος, ὄφρα καὶ αὐτὴν
160
λαϊνέην στενάχουσαν ἐποικτείρωσιν ὁδῖται;
ἀλλὰ κακογλώσσοιο τί μοι τύπος; ἵλαθι, Λητώ·
ἐρρέτω αἰνοτόκοιο θεημάχον οὔνομα Νύμφης.»

ἡ μὲν ἔφη· Φαέθων δὲ πόλον δινωτὸν ἐάσσας
εἰς δύσιν ἔτραπε δίφρον· ἀναθρώισκουσα δὲ γαίης,
165
ὑψιτενὴς ἅτε κῶνος ἐς ἠέρα σιγαλέη Νὺξ
οὐρανὸν ἀστερόεντι διεχλαίνωσε χιτῶνι,
αἰθέρα δαιδάλλουσα· καὶ ἀννεφέλωι παρὰ Νείλωι
ἀθάνατοι πλάζοντο, παρ᾽ ὀφρυόεντι δὲ Ταύρωι
Ζεὺς Κρονίδης ἀνέμιμνεν ἐγερσιμόθου φάος Ἠοῦς.

170
νὺξ μὲν ἔην· φρουραὶ δὲ πέριξ στίχες ἦσαν Ὀλύμπου
ἑπτὰ περὶ ζώνηισι, καὶ οἷά περ ὑψόθι πύργων
ἔννυχον ἦν ἀλάλαγμα, βοὴ δ᾽ ἑτερόθροος ἄστρων
ἀμφιλαφὴς πεφόρητο, καὶ ἀξονίης κτύπον ἠχοῦς
ἐκ Κρονίης βαλβῖδος ἐδέχνυτο νύσσα Σελήνης.
175
καὶ νεφέων στεφανηδὸν ἐπασσυτέρηισι καλύπτραις
οὐρανὸν ἐφράξαντο φυλάκτορες αἰθέρος Ὧραι,
ἀμφίπολοι Φαέθοντος· ἀσυλήτων δὲ πυλάων
ἀστέρες Ἀτλάντειον ἐπεκλήισαν ὀχῆα,
μὴ λόχος εἰσέλθηισι πόλον μακάρων ἀπεόντων.
180
ἀντὶ δὲ συρίγγων ἐνοπῆς καὶ ἐθήμονος αὐλοῦ
ἐννυχίαις πτερύγεσσι μέλος σύριζον Ἀῆται.
αἰθερίωι δὲ τένοντι συνέμπορος Ἀρκάδος Ἄρκτου
ἐννυχίην Τυφῶνος ἐπήλυσιν ὑψόθι λεύσσων
ὄμμασιν ἀγρύπνοισι γέρων ἐφύλασσε Βοώτης,
185
ἀντολίην ἐδόκευεν Ἑωσφόρος, Ἕσπερος ἀστὴρ
ἑσπερίην· Νοτίας δὲ λιπὼν Ἰθύντορι τόξων
ὀμβρηρὰς Βορέαο πύλας περιδέδρομε Κηφεύς.

καὶ πυρὰ πάντοθεν ἦεν, ἐπεὶ φλόγες αἴθοπες ἄστρων
καὶ νύχιοι λαμπτῆρες ἀκοιμήτοιο Σελήνης
190
ὡς δαΐδες σελάγιζον· ἀελλήεντι δὲ ῥόμβωι
πυκνὰ διαθρώισκοντες ἀπ᾽ αἰθέρος ἄκρον Ὀλύμπου
ἀστέρες ἀικτῆρες ἐπέγραφον ἠέρα πυρσῶι
δεξιτεροὶ Κρονίωνι· κυβιστητῆρι δὲ παλμῶι
πυκνὰ διαΐσσουσα χαρασσομένων νεφελάων
195
ἀστεροπὴ σκίρτησεν, ἀμοιβαίηισι δὲ ῥιπαῖς
κρύπτετο καὶ σελάγιζε παλίνδρομος ἄστατος αἴγλη,
καὶ πλοκάμους πλεκτοῖο πυρὸς βοτρυδὸν ἑλίξας
φέγγεϊ λαχνήεντι σέλας τρήχυνε κομήτης·
καὶ δοκίδες μάρμαιρον ἐπήλυδες, οἷα δὲ μακροὶ
200
ἠερόθεν τανύοντο δοκοὶ δολιχήρεϊ πυρσῶι
Ζηνὶ συναιχμάζοντες, ὑπ᾽ ἀκτίνεσσι δὲ λάμπων
ἀντιπόρου Φαέθοντος ἐκάμπτετο σύνδρομος ὄμβρωι
Ἴριδος ἀγκύλα κύκλα πολύχροος ὁλκὸς ὑφαίνων,
χλωρὰ μελαινομένωι, ῥοδοειδέι λευκὰ κεράσσας.

205
καὶ Διὶ μουνωθέντι παρήγορος ἵκετο Νίκη
ἠέρος ἄκρα κέλευθα διαγράψασα πεδίλωι,
Λητοῦς εἶδος ἔχουσα, καὶ ὁπλίζουσα τοκῆα
ἀντιτύποις στομάτεσσι πολύτροπον ἴαχε φωνήν·

«Ζεῦ ἄνα, σῶν τεκέων πρόμος ἵστασο, μηδὲ νοήσω
210
μιγνυμένην Τυφῶνι γάμων ἀδίδακτον Ἀθήνην·
μητέρα μὴ τελέσειας ἀμήτορα, μαρνάμενος δὲ
ἀστεροπὴν κούφιζε, σελασφόρον ἔγχος Ὀλύμπου,
καὶ νεφέλας συνάγειρε τὸ δεύτερον, ὑέτιε Ζεῦ. -
ἤδη γὰρ σταθεροῖο τινάσσεται ἕδρανα κόσμου
215
χερσὶ Τυφαονίηισιν· ὁμοζυγέων δὲ λυθέντων
στοιχείων πισύρων ἠρνήσατο λήια Δηώ,
Ἥβη λεῖπε κύπελλον, Ἄρης δ᾽ ἀπεσείσατο λόγχην,
Ἑρμῆς ῥάβδον ἔθηκε, λύρην δ᾽ ἔρριψεν Ἀπόλλων
καὶ πτερόεις πεπότητο λιπὼν πτερόεντας ὀιστούς,
220
εἶδος ἔχων κύκνοιο, τελεσσιγάμου δὲ θεαίνης
ἄσπορος ἔπλετο κόσμος ἀλωομένης Ἀφροδίτης.
ἁρμονίης δ᾽ ἀλύτου λύτο πείσματα· νυμφοκόμος γὰρ
πανδαμάτωρ ἀδάμαστος Ἔρως θρασὺς εἰς φόβον ἔπτη
τόξα λιπὼν γονόεντα· καὶ ἠθάδα Λῆμνον ἐάσσας
225
σὸς πυρόεις Ἥφαιστος ἀπειθέα γούνατα σύρων
ὁ βραδὺς ἀστήρικτον ἔχει δρόμον. ἆ μέγα θαῦμα,
καὶ μάλα μοι κοτέουσαν ἐποικτείρω σέθεν Ἥρην.
ἦ ῥα τεὸς γενέτης πάλιν ἵξεται εἰς χορὸν ἄστρων;
μή ποτε τοῦτο γένοιτο· καὶ εἰ Τιτηνὶς ἀκούω,
230
οὐκ ἐθέλω Τιτῆνας ἰδεῖν κρατέοντας Ὀλύμπου,
ἀλλὰ σὲ καὶ σέο τέκνα. - σὺ δὲ κτυπέοντι κεραυνῶι
Ἀρτέμιδος προμάχιζε σαόφρονος. ἦ ῥα φυλάσσω
παρθενικὴν ἀνάεδνον ἀναγκαίωι παρακοίτηι;
ἦ ῥα τόκου ταμίη τόκον ὄψεται; ἦ ῥα τανύσσει
235
χεῖρας ἐμοί; ποίην δὲ καλέσσομαι Ἰοχεαίρηι
ἵλαον Εἰλείθυιαν, ὅτ᾽ Εἰλείθυια λοχεύσηι;»

ὣς φαμένης σκιοειδὲς ἑὸν πτερὸν Ὕπνος ἑλίξας
εὔνασεν ἀμπνείουσαν ὅλην φύσιν· ἀλλὰ Κρονίων
ἦν τότε μοῦνος ἄυπνος. ἐφαπλώσας δὲ Τυφωεὺς
240
νωθρὰ βαρυνομέναις ἐπερείσατο νῶτα χαμεύναις
πλήσας μητέρα Γαῖαν· ἀνοιγομένοιο δὲ κόλπου
χάσματι κοιλαίνοντο σεσηρότι φωλάδες εὐναὶ
εἰς χθόνα δυομένοισιν ἐχιδναίοισι καρήνοις.

ἠελίου δὲ φανέντος ὁμογλώσσων ἀπὸ λαιμῶν
245
εἰς ἐνοπὴν πολύπηχυς ἐπεβρυχᾶτο Τυφωεὺς
Ζῆνα μέγαν καλέων· βλοσυρὴ δέ οἱ ἵκετο φωνή,
ῥιζοπαγὴς ὅθι πέζα παλίμπορος Ὠκεανοῖο
τέτραχα τεμνομένην περιβάλλεται ἄντυγα κόσμου,
ζωσαμένη στεφανηδὸν ὅλην χθόνα κυκλάδι μίτρηι.
250
φθεγγομένου δὲ Γίγαντος ἀμειβομένη στίχα φωνῆς
παντοίη σμαράγησε καὶ οὐ μία σύνθροος ἠχώ·
τοῦ δὲ κορυσσομένοιο φυῆς πολυειδέι μορφῆι,
ὡρυγὴ κελάδησε λύκων, βρύχημα λεόντων,
ἄσθμα συῶν, μύκημα βοῶν, σύριγμα δρακόντων,
255
πορδαλίων θρασὺ χάσμα, κορυσσομένων γένυς ἄρκτων,
λύσσα κυνῶν· μεσάτηι δὲ Γίγας βροτοειδέι μορφῆι
Ζηνὸς ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·

«χεῖρες ἐμαί, Διὸς οἶκον ἀράξατε, πυθμένα κόσμου
σείσατε σὺν μακάρεσσι, καὶ αὐτοέλικτον Ὀλύμπου
260
κόψατε θεῖον ὀχῆα, καὶ αἰθερίης ἐπὶ γαίηι
κίονος ἑλκομένης φυγέτω δεδονημένος Ἄτλας,
ἄντυγα δ᾽ ἀστερόφοιτον ἀπορρίψειεν Ὀλύμπου,
μηκέτι δειμαίνων ἕλικα δρόμον - οὐ γὰρ ἐάσσω
ὤμοις θλιβομένοις κυρτούμενον υἱὸν Ἀρούρης
265
αἰθέρος ὀχλίζοντα παλινδίνητον ἀνάγκην,
ἀλλὰ θεοῖς ἑτέροισιν ἀτέρμονα φόρτον ἐάσσας
μαρνάσθω μακάρεσσιν, ἀναρρήξειε δὲ πέτρας
τρηχαλέοις βελέεσσιν ὀιστεύων πόλον ἄστρων,
ὃν πάρος ἠέρταζεν, ἱμασσόμεναι δὲ κολώναις
270
ταρβαλέαι φυγέτωσαν ἀνάλκιδες οὐρανὸν Ὧραι,
δμωίδες Ἠελίοιο -· περιπλέγδην δὲ λαβοῦσαι
ἠέρι μίξατε γαῖαν, ὕδωρ πυρί, πόντον Ὀλύμπωι. -

καὶ πισύρων Ἀνέμων τελέσω δούλειον ἀνάγκην,
μαστίζω Βορέην, κλονέω Νότον, Εὖρον ἱμάσσω,
275
καὶ Ζέφυρον πλήξαιμι· καὶ ἤματι νύκτα κεράσσω
χειρὶ μιῆι. καὶ γνωτὸς ἐμὸς πολυπίδακι λαιμῶι
Ὠκεανὸς πρὸς Ὄλυμπον ἄγων ὑψούμενον ὕδωρ,
πέντε παραλλήλων πεφορημένος ὑψόθι κύκλων,
ἄστρα κατακλύζειε, καὶ ὕδατι διψὰς ἀλάσθω
280
Ἄρκτος Ἁμαξαίοιο δεδυκότος ἱστοβοῆος. -

ταῦροι ἐμοί, δονέοντες ἰσήμερον ἄντυγα κύκλου
αἰθέρι μυκήσασθε, χαρασσομέναις δὲ κεραίαις
ἰσοτύπου φλογεροῖο κεράατα ῥήξατε Ταύρου·
καὶ βόες ὑγρὰ κέλευθα μετοχλίσσωσι Σελήνης
285
δειδιότες βαρύδουπον ἐμῶν μύκημα καρήνων.
καὶ βλοσυρῶν μέγα χάσμα διαπτύξασα γενείων
ἄρκτος ἀνοιστρήσειε Τυφαονὶς Ἄρκτον Ὀλύμπου·
αἰθερίωι δὲ Λέοντι λέων ἐμὸς ἀντιφερίζων
ζωιδιακῆς ἀέκοντα μεταστήσειε κελεύθου·
290
ἡμετέρους δὲ δράκοντας Ὄφις φρίξειεν Ἁμάξης. -
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
ἀστεροπαῖς ὀλίγαις κεκορυθμένος· ἀλλὰ θαλάσσης
κύματα λυσσήεντα, λόφοι χθονός, ἄγκεα νήσων
φάσγανά μοι γεγάασι, καὶ ἀσπίδες εἰσὶ κολῶναι,
καὶ σκόπελοι θώρηκες ἀαγέες, ἔγχεα πέτραι,
295
καὶ ποταμοὶ σβεστῆρες ἀκιδνοτάτοιο κεραυνοῦ. -

δεσμοὺς δ᾽ Ἰαπετοῖο Ποσειδάωνι φυλάσσω.
ἀμφὶ δὲ Καύκασον ἄκρον ἐύπτερος ἄλλος ἀρείων
αἰετὸς αἱμάξειε παλιμφυὲς ἧπαρ ἀμύσσων
Ἡφαίστου πυρόεντος, ἐπεὶ πυρὸς εἵνεκα κάμνει
300
ἥπατος αὐτοφύτοιο χαρασσομένοιο Προμηθεύς.
υἱάσι δ᾽ ἀντικέλευθον ἔχων τύπον Ἰφιμεδείης
κρύψω ἀλυκτοπέδηισι περίπλοκον υἱέα Μαίης
χαλκέωι ἐν κεράμωι πεφυλαγμένον, ὄφρα τις εἴπηι·
‹λύσας δεσμὸν Ἄρηος ἐκεύθετο δέσμιος Ἑρμῆς.›
305
λυσαμένη δ᾽ ἄψαυστον ἑῆς σφρηγῖδα κορείης
Ἄρτεμις Ὠρίωνος ἀναγκαίη δάμαρ ἔστω·
καὶ Τιτυῶι πετάσειε παλαίτερα φάρεα Λητώ,
εἰς γάμον ἑλκομένη βεβιημένον. ἀνδροφόνον δὲ
ῥωγαλέων σακέων γυμνούμενον Ἄρεα δήσας
310
κοίρανον ὑσμίνης ληίσσομαι, ἀντὶ φονῆος
μείλιχον, ὀψιγάμωι δὲ συναπτομένην Ἐφιάλτηι
Παλλάδα ληιδίην νυμφεύσομαι, ὄφρα νοήσω
Ἄρεα θητεύοντα καὶ ὡδίνουσαν Ἀθήνην.

καὶ μογεροῖς ὤμοισι παλινδίνητον ἀείρων
315
οὐρανὸν Ἀτλάντειον ἐλαφρίζειε Κρονίων
ὄρθιος, ἡμετέρων δὲ γάμων ὑμέναιον ἀκούσηι
ζῆλον ὑποκλέπτων, ὅτε νυμφίος ἔσσομαι Ἥρης. -
οὐ μὲν ἐγὼ δαΐδων ἐπιδεύομαι· αὐτόματος γὰρ
δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας, ἀντὶ δὲ πεύκης
320
αὐτὸς ἐμοὶ Φαέθων ἰδίης φλογὸς ἁψάμενος πῦρ
νυμφιδίην τανύσειε Τυφωέι δούλιον αἴγλην·
καὶ γαμίους σπινθῆρας ἐπαιθύσσοντες Ὀλύμπωι
ἀστέρες ἀστράψειαν, ἐμῶν λαμπτῆρες ἐρώτων,
ἀστέρες ἕσπερα λύχνα. σὺν εὐθαλάμωι δ᾽ Ἀφροδίτηι
325
εὐνέτις Ἐνδυμίωνος ἐμὴ θεράπαινα Σελήνη
δέμνιά μοι στορέσειε· καὶ εἰ χρέος ἐστὶ λοετρῶν,
λούσομαι ἀστερόεντος ἐν ὕδασιν Ἠριδανοῖο.
ἀλλὰ Διὸς μετὰ λέκτρα Τυφωέι, κυκλάδες Ὧραι,
πήξατε παστὸν Ἔρωτος· ἀπ᾽ Ὠκεανοῦ δὲ καὶ αὐταί,
330
Λητώ, Ἀθηναίη, Παφίη, Χάρις, Ἄρτεμις, Ἥβη,
νυμφοκόμωι Τυφῶνι κομίσσατε σύγγονον ὕδωρ.
καὶ γαμίοις πλήκτροισιν ἐμῆς παρὰ δαῖτα τραπέζης
ἀντὶ Διὸς μέλψειε Τυφωέα Λάτρις Ἀπόλλων. -

οὐ ξείνου δαπέδοιο φέρω πόθον· ἡμέτερον γὰρ
335
Οὐρανὸν ἀστερόνωτον ἀδελφεὸν ἡνιοχεύσω,
οὐρανὸν οἶκον ἔχων μητρώιον, υἱέα Γαίης.
καὶ Κρόνον ὡμηστῆρα τὸ δεύτερον εἰς φάος ἕλκων
γνωτὸν ἐμὸν συνάεθλον ἀπὸ χθονίοιο βερέθρου
λύσω δεσμὰ βίαια· παλιννόστους δὲ τελέσσω
340
αἰθερίους Τιτῆνας, ὁμωροφίους δὲ κομίσσω
Γηγενέας Κύκλωπας ἐς οὐρανόν, ἄλλα δὲ τεύξω
ὅπλα πυρός· πολέων γὰρ ἐμοὶ χρέος ἐστὶ κεραυνῶν,
ὅττι διηκοσίηισι, καὶ οὐ διδύμαις πολεμίζω
χερσὶν ἐγὼ Κρονίδηι πανομοίιος· ἀντιτύπους δὲ
345
κρέσσονας ὀψιγόνους πολυφεγγέι μείζονι πυρσῶι
ἀστεροπὰς ἑτέρας χαλκεύσομαι, εὐρύτερον δὲ
ὄγδοον οὐρανὸν ἄλλον ὑπέρτερον ὑψόθι τεύξω
ἄστρασι φαιδροτέροισι κεκασμένον· οὐ δύναται γὰρ
ἀγχιφανὴς πόλος οὗτος ὅλον Τυφῶνα καλύψαι.
350
καὶ μετὰ θήλεα τέκνα καὶ ἀρσενόπαιδα γενέθλην
πουλυτόκου Κρονίδαο πολυσπερὲς ἄλλο φυτεύσω
αἷμα νέον μακάρων πολυαύχενον. οὐ χορὸν ἄστρων
λείψω νόσφι γάμων ἀχρήιον, ἀλλὰ συνάψω
ἄρσενι θηλυτέρην, ἵνα δούλια τέκνα λοχεύσηι
355
Παρθενικὴ πτερόεσσα παρευνηθεῖσα Βοώτηι.»

εἶπεν ὁμοκλήσας· Κρονίδης δ᾽ ἐγέλασσεν ἀκούων.

καὶ μόθος ἀμφοτέροισιν ἐπέβρεμεν· ἦν δὲ κυδοιμοῦ
πομπὸς Ἔρις Τυφῶνι, Διὸς δ᾽ ἡγήσατο Νίκη
εἰς μόθον. οὐ βοέης ἀγέλης χάριν, οὐ περὶ ποίμνης
360
ἦεν ἀγών, οὐ νεῖκος ἔην ἐπὶ κάλλεϊ νύμφης,
οὐ κλόνος ἀμφὶ πόληος ὀλίζονος· ἀλλ᾽ ὑπὲρ αὐτοῦ
αἰθέρος ἵστατο δῆρις, ἔην δ᾽ ἐνὶ γούνασι Νίκης
σκῆπτρα Διὸς καὶ θῶκος ἀέθλια δηιοτῆτος.

Ζεὺς μὲν ἱμασσομένων νεφέων βρονταῖον ἀράσσων
365
αἰθέριον μύκημα μέλος σάλπιζεν Ἐνυοῦς,
καὶ νεφέλας ἑλικηδὸν ἐπὶ στέρνοιο καθάψας
εἶχε Γιγαντείων βελέων σκέπας· οὐδὲ Τυφωεὺς
ἄψοφος ἦν· κεφαλαὶ δὲ βοῶν μυκηθμὸν ἱεῖσαι
αὐτόματοι σάλπιγγες ἐπεσμαράγησαν Ὀλύμπωι,
370
συμμιγέες δὲ δράκοντες ἐσύρισαν, Ἄρεος αὐλοί.

καὶ στίχας ἠλιβάτων μελέων θώρηξε Τυφωεὺς
φραξάμενος σκοπέλωι σκόπελον μέγαν, εἰσόκε πυκναὶ
ἀρραγέες στοιχηδὸν ἐπυργώθησαν ἐρίπναι,
καὶ πέτρην προθέλυμνον ἐπασσυτέρηι θέτο πέτρηι·
375
ἦν δὲ κορυσσομένης στρατιῆς τύπος· ἀγχιφανὴς γὰρ
ῥωγάδα ῥωγὰς ἔρειδε, λόφος λόφον, αὐχένα δ᾽ αὐχήν,
ὑψινεφὴς δ᾽ ἀγκῶνα πολύπτυχον ὤθεεν ἀγκών·
καὶ κρανααὶ πήληκες ἔσαν Τυφῶνι κολῶναι
αἰπυλόφωι πρηῶνι καλυπτομένων κεφαλάων.

380
μαρναμένου δὲ Γίγαντος ἔην πολυδειράδι μορφῆι
ἓν δέμας, ἀλλὰ φάλαγγες ἀπείρονες, αἱ μὲν ἀγοστῶν,
αἱ δὲ λεοντείων γενύων εὐθηγέες αἰχμαί,
ἄλλαι ἐχιδναίων πλοκάμων ἐπιβήτορες ἄστρων.
δένδρεα δ᾽ ἐπτύσσοντο Τυφαονίων ἀπὸ χειρῶν
385
σειόμενα Κρονίδαο καταντίον ἄλλα τε γαίης
ἔρνεα καλλιπέτηλα, τά περ βεβριθότα παλμῶι
Ζεὺς ἀέκων ἀμάθυνεν ἑνὶ σπινθῆρι κεραυνοῦ·
πολλὴ μὲν πτελέη σὺν ὁμήλικι ῥίπτετο πεύκηι
καὶ πλάτανος περίμετρος, ἀκοντίζοντο δὲ λεῦκαι
390
ἄντα Διός· πολλὴ δὲ λαγὼν ἐρρήγνυτο γαίης.

πᾶσα δὲ τετράπλευρος ἴτυς στυφελίζετο κόσμου,
καὶ πίσυρες Κρονίωνι συναιχμάζοντες ἀῆται
ἠερίην σκοτόεσσαν ἐπυργώσαντο κονίην
κύματα κυρτώσαντες· ἱμασσομένης δὲ θαλάσσης
395
Σικελίη δεδόνητο, Πελωρίδες ἔβρεμον ὄχθαι
Αἰτναῖοί τε τένοντες, ἐμυκήσαντο δὲ πέτραι
μάντιες ἐσσομένων Λιλυβηίδες, ἔκτυπε δ᾽ ἀκτὴ
ἑσπέριον παρὰ χεῦμα Παχυνιάς· ἐγγύθι δ᾽ ἄρκτου
ἀμφὶ νάπην Θρήισσαν Ἀθωιὰς ἔκλαγε Νύμφη,
400
Πιερικῶι δὲ τένοντι Μακηδονὶς ἴαχεν ὕλη·
ἀντολίης δὲ θέμεθλα τινάσσετο, δενδροκόμοι δὲ
Ἀσσυρίου Λιβάνοιο θυώδεες ἔκτυπον αὐλαί.

καὶ Διὸς ἀκαμάτοιο καταιχμάζοντα κεραυνοῦ
ῥίπτετο πολλὰ βέλεμνα Τυφαονίων ἀπὸ χειρῶν·
405
καὶ τὰ μὲν ἀίσσοντα Σεληναίωι παρὰ δίφρωι
ἀσταθέων ἀχάρακτα κατέγραφον ἰσχία ταύρων,
ἄλλα δὲ δινηθέντα δι᾽ ἠέρος ὀξέι ῥοίζωι
ἄσθμασιν ἀντιπόροισι μετερρίπιζον ἀῆται·
καὶ Διὸς ἀψαύστοιο παραπλαγχθέντα κεραυνοῦ
410
πολλὰ Ποσειδάωνος ἐδέξατο τερπομένη χείρ,
γειοτόμου γλωχῖνος ἀφειδήσασα τριαίνης·
ὑγροβαφῆ δὲ βέλεμνα παρὰ Κρονίης πόρον ἅλμης
Ζηνὶ φέρων ἀνάθημα γέρων ἱδρύσατο Νηρεύς.

καὶ βλοσυροὺς δύο παῖδας Ἐνυαλίοιο κορύσσας
415
εἶχε Φόβον καὶ Δεῖμον ὀπάονα πατροπάτωρ Ζεὺς
αἰθέρος ἀσπιστῆρας ὁμήλυδας, ἀστεροπῆι δὲ
στῆσε Φόβον, καὶ Δεῖμον ἐπεστήριξε κεραυνῶι
δεῖμα φέρων Τυφῶνι· καὶ ἀσπίδα κούφισε Νίκη
πρόσθε Διὸς τανύουσα, καὶ ἀντιάχησεν Ἐνυώ,
420
Ἄρης δ᾽ ἐσμαράγησεν. ἐπαιγίζων δὲ θυέλλαις
ἠερόθεν πεφόρητο μετάρσιος αἰγίοχος Ζεύς,
ἑζόμενος πτερόεντι Χρόνου τετράζυγι δίφρωι·
ἵπποι δὲ Κρονίωνος ὁμόζυγες ἦσαν ἀῆται.
καὶ πῆι μὲν στεροπῆισι κορύσσετο, πῆι δὲ κεραυνῶι,
425
ἄλλοτε δὲ βροντῆισιν ἐπέχραεν, ἄλλοτε δ᾽ ὄμβρωι,
πηγνυμένης προχέων πετρούμενα νῶτα χαλάζης
ὀμβρηροῖς βελέεσσι· Γιγαντείοισι δὲ πυκνοὶ
κίονες ὑδατόεντες ἐπερρήγνυντο καρήνοις
ὀξυβελεῖς, παλάμαι δὲ Τυφωέος, οἷα μαχαίρηι,
430
ἠερίωι τέμνοντο χαλαζήεντι βελέμνωι·
καὶ παλάμη κεκόνιστο, καὶ οὐ μεθέηκε κολώνην,
ἀλλὰ νιφοβλήτοιο τομῆι πληγεῖσα χαλάζης
μάρνατο καὶ πίπτουσα, διαΐσσουσα δὲ γαίης
ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χείρ,
435
οἷα βαλεῖν ἐθέλουσα καὶ εἰσέτι κύκλον Ὀλύμπου.
καὶ πρόμος οὐρανίων πυρόεν βέλος ὑψόθι σείων
δεξιὸν ἐκ λαιοῖο κέρας πολέμοιο νομεύων
ὑψιφανὴς πολέμιζεν· ἐς ὑδροπόρους δὲ χαράδρας
ὦρτο Γίγας πολύπηχυς, ἐπασσυτέρωι δὲ συνάψας
440
αὐτομάτωι σφήκωσεν ὁμόπλοκα δάκτυλα δεσμῶι
κοιλαίνων παλάμας πολυχανδέας, ἧισιν ἀείρων
μεσσόθι χειμερίων ποταμῶν ὀρεσίδρομον ὕδωρ,
χερσὶ βαθυνομέναις μεμερισμένα χεύματα πέμπων,
ἀστεροπῆι προέηκε· χαραδραίωι δὲ ῥεέθρωι
445
βαλλομένη σελάγιζε δι᾽ ὕδατος αἰθερίη φλὸξ
λαβροτέρωι σπινθῆρι, καὶ ἔζεσε δίψιον ὕδωρ
αἰθαλόεν, διερὴ δὲ φύσις τερσαίνετο πυρσῶι·
σβέσσαι γὰρ μενέαινε Γίγας θρασὺς αἰθέριον πῦρ,
νήπιος· οὐδὲ νόησε, πυραυγέες ὅττι κεραυνοὶ
450
καὶ στεροπαὶ γεγάασιν ἀπ᾽ ὀμβροτόκων νεφελάων.

καὶ πάλιν ἰθυτμῆτας ἑλὼν σπήλυγγας ἐναύλων
στέρνα Διὸς μενέαινε βαλεῖν ἄτρωτα σιδήρωι,
καὶ σκοπιὴ Διὸς ἄντα τιταίνετο· χείλεϊ δ᾽ ἄκρωι
Ζεὺς ὀλίγον φύσησε, καὶ ὑψίκρημνον ἐοῦσαν
455
λεπταλέον φύσημα παρέτραπε κυκλάδα πέτρην.
χειρὶ δὲ δινήεντα λόφον νησαῖον ἀράξας
εἰς ἐνοπὴν πολύδινος ἀνηιώρητο Τυφωεύς,
καὶ Διὸς ἀρρήκτοιο κατηκόντιζε προσώπου·
ἀλλ᾽ ὁ μὲν ἀντικέλευθον ἀλεύατο μάρμαρον αἰχμὴν
460
κρᾶτα παρακλίνας, στεροπῆς δ᾽ ἐτύχησε Τυφωεὺς
θερμὸν ἀμειβομένης ἕλικα δρόμον, αἶψα δὲ πέτρη
ἀκροφαληριόωσα μελαίνετο μάρτυρι καπνῶι.
καὶ τριτάτην προΐαλλεν· ἐπεσσυμένην δὲ Κρονίων
πεπταμένης παλάμης μεσάτωι νωμήτορι καρπῶι,
465
σφαῖραν ἅτε θρώισκουσαν, ἀτέρμονι χειρὶ πατάξας
πέμπε πάλιν Τυφῶνι· μεταστρεφθεῖσα δὲ πολλῆι
ἠερίηι στροφάλιγγι παλιννόστοιο πορείης
αὐτομάτη τόξευεν ὀιστευτῆρα κολώνη.
τέτρατον ἠκόντιζεν ὑπέρτερον· ἁψαμένη δὲ
470
αἰγίδος ἀκροτάτων θυσάνων ἐδιχάζετο πέτρη.
ἄλλην δὲ προέηκεν· ἀελλήεσσα δὲ πέτρη
ἡμιδαὴς σελάγιζεν ὀιστευθεῖσα κεραυνῶι.
οὐ σκοπιαὶ νέφος ὑγρὸν ἀνέσχισαν, ἀλλὰ τυπεῖσαι
ὑδρηλαῖς νεφέληισι διερρήγνυντο κολῶναι.

475
ἀμφοτέροισιν ἰσόρροπος ἦεν ἐνυὼ
καὶ Διὶ καὶ Τυφῶνι· πολυφλοίσβωι δὲ βελέμνωι
αἰθέρος ὀρχηστῆρες ἐβακχεύοντο κεραυνοί.
μάρνατο δὲ Κρονίδης κεκορυθμένος· ἐν δὲ κυδοιμῶι
βροντὴν μὲν σάκος εἶχε, νέφος δέ οἱ ἔπλετο θώρηξ,
480
καὶ στεροπὴν δόρυ πάλλε, Διιπετέες δὲ κεραυνοὶ
ἠερόθεν πέμποντο πυριγλώχινες ὀιστοί.
ἤδη γὰρ περίφοιτος ἀπὸ χθονίου κενεῶνος
ξηρὸς ἀερσιπότητος ἀνέδραμεν ἀτμὸς ἀρούρης,
καὶ νεφέλης ἔντοσθεν ἐελμένος αἴθοπι λαιμῶι
485
πνίγετο θερμαίνων νέφος ἔγκυον· ἀμφὶ δὲ καπνῶι
τριβομένων καναχηδὰ πυριτρεφέων νεφελάων
θλιβομένη πεφόρητο δυσέκβατος ἐνδόμυχος φλὸξ
διζομένη μέσον οἶμον, ἐπεὶ σέλας ὑψόθι βαίνειν
οὐ θέμις· ἀστεροπὴν γὰρ ἀναθρώισκουσαν ἐρύκει
490
ὀμβρηρῆι ῥαθάμιγγι λελουμένος ἴκμιος ἀήρ,
πυκνώσας νέφος ὑγρὸν ὑπέρτερον· ἀζαλέου δὲ
νειόθεν οἰγομένοιο διέδραμεν ἁλλόμενον πῦρ.
ὡς λίθος ἀμφὶ λίθωι φλογερὴν ὡδῖνα λοχεύων
λάινον ἠκόντιζε πολυθλιβὲς αὐτόγονον πῦρ,
495
πυρσογενὴς ὅτε θῆλυς ἀράσσεται ἄρσενι πέτρωι·
οὕτω θλιβομένηισιν ἀνάπτεται οὐρανίη φλὸξ
λίγνυϊ καὶ νεφέληισιν· ἀπὸ χθονίοιο δὲ καπνοῦ
λεπταλέου γεγαῶτος ἐμαιώθησαν ἀῆται.
ἄλλην δ᾽ ἐξ ὑδάτων μετανάστιον ἀτμίδα γαίης
500
ἠέλιος φλογερῆισι βολαῖς ἀντωπὸν ἀμέλγων
τινθαλέωι νοτέουσαν ἀνείρυσεν αἰθέρος ὁλκῶι·
ἡ δὲ παχυνομένη νεφέων ὤδινε καλύπτρην,
σεισαμένη δὲ πάχιστον ἀραιοτέρωι δέμας ἀτμῶι,
ἂψ ἀναλυσαμένη μαλακὸν νέφος εἰς χύσιν ὄμβρου,
505
ὑδρηλὴν προτέρην μετεκίαθεν ἔμφυτον ὕλην.
τοῖος ἔφυ φλογόεις νεφέων τύπος, οἷσι καὶ αὐτοὶ
ἰσότυποι στεροπῆισι συνωδίνοντο κεραυνοί.

Ζεὺς δὲ πατὴρ πολέμιζε· κατ᾽ ἀντιβίοιο δὲ πέμπων
ἠθάδα πυρσὸν ἴαλλεν, ἀκοντιστῆρα Γιγάντων,
510
βάλλων ποικιλόφωνον ἀμετρήτων στίχα λαιμῶν
οὐρανίωι πρηστῆρι· Διοβλήτου δὲ βελέμνου
ἓν σέλας ἔφλεγε χεῖρας ἀπείρονας, ἓν σέλας ὤμους
νηρίθμους ἀμάθυνε καὶ αἰόλα φῦλα δρακόντων,
καὶ κεφαλὰς ἐδάιξαν ἀτέρμονας αἰθέρος αἰχμαί,
515
καὶ πλοκάμους Τυφῶνος ἕλιξ ἀμάθυνε κομήτης
ἀντιπόρωι σπινθῆρι δασύτριχα πυρσὸν ἰάλλων.
καὶ κεφαλαὶ σελάγιζον, ἀναπτομένων δὲ κομάων
βόστρυχα συρίζοντα κατεσφρηγίσσατο σιγὴ
οὐρανίωι σπινθῆρι, μαραινομένων δὲ δρακόντων
520
ἰοβόλοι ῥαθάμιγγες ἐτερσαίνοντο γενείων.
μαρναμένου δὲ Γίγαντος ἐτεφρώθησαν ὀπωπαὶ
καπνῶι λιγνυόεντι, νιφοβλήτων δὲ προσώπων
χιονέαις λιβάδεσσιν ἐλευκαίνοντο παρειαί.
καὶ πισύρων ἀνέμων τετράζυγον εἶχεν ἀνάγκην·
525
εἰ γὰρ ἐς ἀντολίην σφαλερὰς ἐλέλιζεν ὀπωπάς,
ὑσμίνην φλογόεσσαν ἐδέχνυτο γείτονος Εὔρου·
εἰς κλίσιν εἰ σκοπίαζε δυσήνεμον Ἀρκάδος Ἄρκτου,
χειμερίου πρηστῆρος ἀθαλπέι βάλλετο πάχνηι·
φεύγων ψυχρὸν ἄημα νιφοβλήτοιο Βορῆος
530
καὶ διερῶι δεδόνητο καὶ αἰθαλόεντι βελέμνωι·
καὶ δύσιν εἰσορόων βλοσυρῆς ἀντώπιον Ἠοῦς
ἑσπερίην ἔφριξε θυελλήεσσαν ἐνυώ,
εἰαρινῆς ἀίων Ζεφυρηίδος ἦχον ἱμάσθλης·
καὶ Νότος ἀμφὶ τένοντα μεσημβρινὸν Αἰγοκερῆος
535
ἄντυγας ἠερίας ἐπεμάστιε, θερμὸς ἀήτης,
φλογμὸν ἄγων Τυφῶνι πυραυγέι καύματος ἀτμῶι.
εἰ πάλιν ὄμβρον ἔχευε κατάρρυτον ὑέτιος Ζεύς,
λυσιπόνοις λιβάδεσσιν ὅλον χρόα λοῦσε Τυφωεὺς
θερμὰ καταψύχων κεκαφηότα γυῖα κεραυνῶι.

540
καὶ κραναοῖς βελέεσσι χαλαζαίου νιφετοῖο
παιδὸς ἱμασσομένου τραφερὴ μαστίζετο μήτηρ·
δερκομένη δὲ Γίγαντος ἐπὶ χροῒ μάρτυρα Μοίρης
λάινα πηκτὰ βέλεμνα καὶ ὑδατόεσσαν ἀκωκὴν
Ἠέλιον Τιτῆνα κατηφέι λίσσετο φωνῆι,
545
ἓν φάος αἰτίζουσα θερείτατον, ὄφρα κε πυρσῶι
θερμοτέρωι λύσειε Διὸς πετρούμενον ὕδωρ
νειφομένωι Τυφῶνι χέων ἐμφύλιον αἴγλην·
καί οἱ ἱμασσομένωι συνετήκετο· καιομένων δὲ
ἠλιβάτων ὁρόωσα πυριστεφὲς ἔθνος ἀγοστῶν
550
χειμερίην ἱκέτευε μολεῖν δυσπέμφελον αὔρην
εἰς μίαν ἠριγένειαν, ἵνα ψυχροῖσιν ἀήταις
διψαλέην Τυφῶνος ἀποσβέσσειεν ἀνάγκην.

ἰσοτύπου δὲ τάλαντα μάχης ἔκλινε Κρονίων.
χειρὶ δὲ δενδρήεσσαν ἀπορρίψασα καλύπτρην
555
μήτηρ ἄχνυτο Γαῖα, Τυφαονίων κεφαλάων
καπνὸν ὀπιπεύουσα· μαραινομένων δὲ προσώπων
Γηγενέος λύτο γοῦνα· προθεσπίζουσα δὲ νίκην
βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ·
ἤριπε δ᾽ οὐρανίωι μεθύων φλογόεντι βελέμνωι
560
ὡτειλὴν ἀσίδηρον ἔχων πολέμοιο Τυφωεὺς
ὑψιτενής, καὶ νῶτα βαλὼν ἐπὶ μητέρι Γαίηι
κεῖτο περιστορέσας ὀφιώδεα γυῖα κονίηι,
πυρσὸν ἀναβλύζων. Κρονίδης δ᾽ ἐρέθιζε γελάσσας,
τοῖον ἔπος προχέων φιλοπαίγμονος ἀνθερεῶνος·

565
«καλὸν ἀοσσητῆρα γέρων Κρόνος εὗρε, Τυφωεῦ·
Χθὼν μόγις υἷα λόχευσε μετὰ κλόνον Ἰαπετοῖο·
ἡδὺς ὁ Τιτήνων τιμήορος· ὡς ὁρόω δέ,
ἀδρανέες γεγάασι τάχα Κρονίδαο κεραυνοί.
δηθύνεις τέο μέχρις ἀνέμβατον αἰθέρα ναίειν,
570
ψευδόμενε σκηπτοῦχε; μένει δέ σε θῶκος Ὀλύμπου·
σκῆπτρα Διὸς καὶ πέπλα θεημάχε δέξο Τυφωεῦ,
Ἀστραῖον δὲ κόμισσον ἐς οὐρανόν· ἢν δ᾽ ἐθελήσηις,
αἰθέρι νοστήσειε καὶ Εὐρυνόμη καὶ Ὀφίων
καὶ Κρόνος ἀμφοτέροισιν ὁμόστολος· ἐρχομένωι δὲ
575
σὺν σοὶ ποικιλόνωτον ἐς ὑψιπόρων ἴτυν ἄστρων
δεσμὰ φυγὼν δολόμητις ὁμαρτήσειε Προμηθεύς,
ἥπατος ἡβώοντος ἀφειδέα δαιτυμονῆα
οὐρανίης θρασὺν ὄρνιν ἔχων πομπῆα κελεύθου.
τί πλέον ἤθελες ἄλλο μετὰ κλόνον ἠὲ νοῆσαι
580
Ζῆνα καὶ Ἐννοσίγαιον ὀπάονα σεῖο θοώκων;
Ζῆνα μὲν ἀδρανέοντα καὶ οὐ σκηπτοῦχον Ὀλύμπου,
βροντῆς καὶ νεφέων γυμνούμενον, ἀστεροπῆς δὲ
ἀντὶ πυρὸς ζαθέοιο καὶ ἠθάδος ἀντὶ κεραυνοῦ
δαλὸν ἀερτάζοντα Τυφαονίωι παρὰ παστῶι,
585
ληιδίης ἀλόχοιο τεῆς θαλαμηπόλον Ἥρης
ὀφθαλμῶι κοτέοντι τεῶν ζηλήμονα λέκτρων·
σύζυγα δ᾽ Ἐννοσίγαιον ἀποζευχθέντα θαλάσσης
ὑμετέρηι μετὰ πόντον ὑποδρήσσοντα τραπέζηι,
διψάδι χειρὶ φέροντα τεὸν δέπας ἀντὶ τριαίνης.
590
Ἄρεα λάτριν ἔχεις, θεράπων τεός ἐστιν Ἀπόλλων·
πέμπε δὲ Τιτήνεσσι διάκτορον υἱέα Μαίης
σὸν κράτος ἀγγέλλοντα καὶ οὐρανίην σέο φύτλην·
ἐργατίνην δ᾽ Ἥφαιστον ἐθήμονι κάλλιπε Λήμνωι,
ὄφρα κεν ἀσκήσειε νεοζεύκτωι σέο νύμφηι
595
ποικίλον αὐχένος ὅρμον ἐύχροον ἤνοπι κόσμωι,
ἠὲ πεδοστιβέων ἀμαρύγματα φαιδρὰ πεδίλων,
οἷσι τεὴ παράκοιτις ἀγάλλεται, ἠὲ τελέσσηι
χρυσοφαῆ θρόνον ἄλλον Ὀλύμπιον, ὄφρα γελάσσηι
κρέσσονα θῶκον ἔχουσα τεὴ χρυσόθρονος Ἥρη·
600
καὶ χθονίους Κύκλωπας ἔχων ναετῆρας Ὀλύμπου
τεῦξον ἀρειοτέροιο νέον σπινθῆρα κεραυνοῦ.
ἀλλὰ δόλωι θέλξαντα τεὸν νόον ἐλπίδι νίκης
χρυσῶι δῆσον Ἔρωτα μετὰ χρυσῆς Ἀφροδίτης·
χαλκῶι σφίγξον Ἄρηα κυβερνητῆρα σιδήρου.

605
ἀστεροπαὶ φεύγουσι καὶ οὐ μίμνουσιν ἐνυώ·
πῶς στεροπῆς ὀλίγης οὐκ ἔκφυγες ἀπτόλεμον πῦρ;
ἢ πόθεν οὔασι σοῖσιν ἀμετρήτοισιν ἀκούων
βρονταίην ἐλάχειαν ἐδείδιες ὄμβριον ἠχώ;
τίς σε τόσον ποίησεν ἀνάλκιδα; πῆι σέθεν αἰχμαί;
610
πῆι κεφαλαὶ σκυλάκων; πῆι χάσματα κεῖνα λεόντων
καὶ χθόνιον μύκημα βαρυφθόγγων σέο λαιμῶν;
πῆι δὲ δρακοντείης δολιχόσκιος ἰὸς ἐθείρης;
οὐκέτι συρίζεις ὀφιώδεϊ κυκλάδι χαίτηι.
πῆι βοέων στομάτων μυκήματα; πῆι σέο χειρῶν
615
ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί;
οὐκέτι μαστίζεις ἑλικώδεας ἄντυγας ἄστρων;
οὐκέτι λευκαίνουσι συῶν προβλῆτες ἀκωκαὶ
ἀφροκόμωι ῥαθάμιγγι διάβροχον ἀνθερεῶνα.
πῆι μοι φρικτὰ γένεια σεσηρότα λυσσάδος ἄρκτου;

620
εἶξον ἐπουρανίοισι, πεδοτρεφές· ὑμετέρων γὰρ
χειρὶ μιῆι νίκησα διηκοσίων στίχα χειρῶν.
ἀλλὰ βαθυκρήμνοισι περισφίγγουσα κολώναις
Σικελίη τρικάρηνος ὅλον Τυφῶνα δεχέσθω
οἰκτρὰ κονιομένοις ἑκατὸν κομόωντα καρήνοις.
625
ἔμπης, εἰ νόον ἔσχες ὑπέρβιον, εἰ δὲ καὶ αὐτῶι
ἐλπίσιν ἀπρήκτοισιν ἐπεσκίρτησας Ὀλύμπωι,
τεύξω σοι, πανάποτμε, κενήριον, ὑστάτιον δὲ
σὸν κενεὸν παρὰ τύμβον, ἀτάσθαλε, τοῦτο χαράξω·
‹Γηγενέος τόδε σῆμα Τυφωέος, ὅν ποτε πέτροις
630
αἰθέρα μαστίζοντα κατέφλεγεν αἰθέριον πῦρ.›»

ἔννεπε κερτομέων νέκυν ἔμπνοον, υἱὸν ἀρούρης.

καὶ Διὶ παμμεδέοντι χέων ἐπινίκιον ἠχὼ
λαϊνέηι σάλπιγγι Κίλιξ μυκήσατο Ταῦρος,
ὑδρηλοῖς δὲ πόδεσσιν ἕλιξ ὡρχήσατο Κύδνος
635
Ζηνὸς ἀνευάζων διερῶι βρυχήματι νίκην,
μεσσοφανὴς προχέων ναέτην ῥόον ἥλικι Ταρσῶι.
Γαῖα δὲ πετρήεντα διαρρήξασα χιτῶνα
ἄχνυτο κεκλιμένη, καὶ πενθάδος ἀντὶ μαχαίρης
κοπτομένην ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην,
640
βόστρυχον ὑλήεντος ἀποτμήξασα καρήνου
φυλλοχόωι ἅτε μηνί, χαραδραίας δὲ παρειὰς
δρύψατο, καὶ κελαδεινὰ δι᾽ εὐύδρων κενεώνων
ἔρρεε μυρομένης ποταμήια δάκρυα Γαίης.
ἐκ δὲ Τυφαονίων μελέων στροφάλιγγες ἀέλλης
645
κύματα μαστίζουσιν, ἐπεσσύμεναι δὲ καλύψαι
ὁλκάδας ἀκλύστοιο καθιππεύουσι γαλήνης,
οὐ μούνοις ῥοθίοισιν ἐπήλυδες· ἀλλ᾽ ἐνὶ γαίηι
πολλάκις αἰθύσσουσα θυελλήεσσα κονίη
ὄρθιον ἡβώοντα κατέκλυσε καρπὸν ἀλωῆς.

650
καὶ ταμίη κόσμοιο, παλιγγενέος Φύσις ὕλης,
ῥηγνυμένης κενεῶνα κεχηνότα πῆξεν ἀρούρης,
νησαίους δὲ τένοντας ἀποτμηγέντας ἐναύλων
ἁρμονίης ἀλύτοιο πάλιν σφρηγίσσατο δεσμῶι.
οὐκέτι δὲ κλόνος ἦεν ἐν ἄστρασιν· Ἠέλιος γὰρ
655
χαιτήεντα Λέοντα παρὰ σταχυώδεϊ Κούρηι
Ζωιδιακῆς ἔστησε παραΐξαντα κελεύθου·
οὐρανίου δὲ Λέοντος ἐπισκαίροντα προσώπωι
Καρκίνον ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος
ἂψ ἀνασειράζουσα διεστήριξε Σελήνη.

660
οὐ μὲν ἀοιδοπόλοιο λελασμένος ἔπλετο Κάδμου
Ζεὺς Κρονίδης, καλέσας δὲ τόσην ἐφθέγξατο φωνὴν
ἠερίης σκιοειδὲς ἀποσκεδάσας νέφος ὄρφνης·

«Κάδμε, τεῆι σύριγγι πύλας ἔστεψας Ὀλύμπου·
σὸν γάμον οὐρανίηι καὶ ἐγὼ Φόρμιγγι γεραίρω·
665
γαμβρὸν ἐγὼ τελέσω σε καὶ Ἄρεϊ καὶ Κυθερείηι,
καὶ χθονίου δείπνοιο θεοὺς ἔχε δαιτυμονῆας.
ἵξομαι εἰς σέο δῶμα· τί φίλτερον ἄλλο νοήσεις
ἢ μακάρων βασιλῆα τεῆς ψαύοντα τραπέζης;
εἰ δὲ τύχης ἐθέλεις ἑτερότροπα κύματα φεύγειν
670
πορθμεύων βιότοιο γαληναίοιο πορείην,
Ἄρεα μὲν Διρκαῖον ἀεὶ πεφύλαξο χαλέψαι,
Ἄρεα νόσφι χόλου κεχολωμένον· ἐννύχιος δὲ
οὐρανίοιο Δράκοντος ἐναντίον ὄμμα τιτήνας
ῥέξον ὑπὲρ βωμοῖο λαβὼν εὔοδμον ὀφίτην,
675
κικλήσκων Ὀφιοῦχον Ὀλύμπιον, ἐν πυρὶ καίων
Ἰλλυρικῆς ἐλάφοιο πολυγλώχινα κεραίην,
ὄφρα φύγηις, ὅσα πικρὰ τεῶι πεπρωμένα πότμωι
Μοιριδίης ἔκλωσεν ἕλιξ ἄτρακτος ἀνάγκης,
εἰ λίνα Μοιράων ἐπιπείθεται. ἀλλὰ τοκῆος
680
μνῆστιν ἔα κοτέοντος Ἀγήνορος, ἀσταθέων δὲ
ἀμφὶ κασιγνήτων μὴ δείδιθι· κεκριμένοι γὰρ
πάντες ἔτι ζώουσιν, ἐπεὶ Νοτίην χθόνα Κηφεὺς
νάσσατο Κηφήνων ἐπιήρανος Αἰθιοπήων,
καὶ Θάσος ἐς Θάσον ἦλθεν, ἀερσιλόφοιο δὲ Ταύρου
685
δύσνιφον ἀμφὶ τένοντα Κίλιξ Κιλίκεσσιν ἀνάσσει,
Θρηικίην δ᾽ ἐπὶ πέζαν ἀπόσσυτος ἵκετο Φινεύς·
τὸν μὲν ἐγὼ κομόωντα βαθυπλούτοισι μετάλλοις
γαμβρὸν ἐς Ὠρείθυιαν ἄγω καὶ Θρῆικα Βορῆα,
νυμφίον ὀμφήεντα φιλοστεφάνου Κλεοπάτρης.
690
καὶ σὺ κασιγνήτων ἰσοελκέι νήματι Μοίρης
Καδμείων βασίλευε καὶ οὔνομα λεῖπε πολίταις·
πλαγκτοσύνης δ᾽ ἀπόειπε παλίμπορα κύκλα κελεύθου,
καὶ βοὸς ἄστατον ἴχνος ἀναίνεο· Κυπριδίωι γὰρ
σύγγονον ὑμετέρην ζυγίωι νυμφεύσατο θεσμῶι
695
Ἀστερίων Δικταῖος ἄναξ Κορυβαντίδος Ἴδης.
καὶ τὰ μὲν αὐτὸς ἐγὼ μαντεύσομαι, ἄλλα δὲ Φοίβωι
καλλείψω· σὺ δέ, Κάδμε, μεσόμφαλον ἄξονα βαίνων
Δελφίδος αὐδήεντα μετέρχεο τέμπεα Πυθοῦς.»

ὣς εἰπὼν ἀπέπεμπεν Ἀγηνορίδην μετανάστην
700
Ζεὺς Κρονίδης· καὶ κραιπνὸς ἐς αἰθερίων ἴτυν ἄστρων
χρύσεον ἔτραπε δίφρον, ἐπεμβεβαυῖα δὲ Νίκη
ἤλασεν οὐρανίηι πατρώιον ἵππον ἱμάσθληι.
καὶ θεὸς εἰς πόλον ἦλθε τὸ δεύτερον· ἐρχομένωι δὲ
οὐρανίας πετάσαντο πύλας ὑψαύχενες Ὧραι,
705
αἰθέρα δ᾽ ἐστέψαντο· παλιννόστωι δ᾽ ἐνὶ μορφῆι
σὺν Διὶ νικήσαντι θεοὶ νόστησαν Ὀλύμπωι,
καὶ πτερόεν μίμημα μετηλλάξαντο προσώπου.
ἁβροχίτων δ᾽ ἀσίδηρος ἐς οὐρανὸν ἦλθεν Ἀθήνη
Ἄρεϊ κῶμον ἄγουσα, μέλος δέ οἱ ἔπλεκε Νίκη·
710
καὶ Θέμις ὅπλα Γίγαντος ὀλωλότος ἄφρονι Γαίηι
εἰς φόβον ἐσσομένων ἐπεδείκνυε, μητρὶ Γιγάντων,
ὑψιπαγῆ κρεμάσασα παρὰ προθύροισιν Ὀλύμπου.