BIBLIOTHECA AUGUSTANA

 

Pseudo-Philon Byzantius

floruit 400 p. Chr. n.

 

Περὶ τῶν ἑπτὰ θεαμάτων

 

____________________________________________________________

 

 

 

βʹ

Αἱ ἐν Μέμφει πυραμίδες

_________

 

 

[1] Τὰς ἐν Μέμφει πυραμίδες κατασκευάσαι μὲν ἀδύνατον, ἱστορῆσαι δὲ παράδοξον. ὄρη γὰρ ὄρεσιν ἐπιδεδώμηται, καὶ τὰ μεγέθη τῶν τετραπέδων κύβων δυσεπινόητον ἔχει τὴν ἀναγωγήν, ἑκάστου διαποροῦντος τίσι βίαις τὰ τηλικαῦτα βάρη τῶν ἔργων ἐμοχλεύθη.

[2] Τετραγώνου δὲ τῆς βάσεως ὑφεστώσης οἱ μὲν κατώρυγες λίθοι τὴν θεμελίωσιν ἔχουσιν ἰσομεγέθη τοῖς ὑπεργείοις ὕψεσι τοῦ κατασκευάσματος ἑκάστου, καὶ κατ᾿ ὀλίγον συνάγεται τὸ πᾶν ἔργον εἰς πυραμίδα καὶ γνώμονος σχῆμα.

[3] Καὶ τὸ μὲν ὕψος ἐστὶν πήχεων τριακοσίων, ἡ δὲ περίμετρος σταδίων ἕξ. σύναρμον δὲ καὶ κατεξεσμένον τὸ πᾶν ἔργον, ὥστε δοκεῖν ὅλου τοῦ κατασκευάσματος μίαν εἶναι πέτρας συμφυίαν. ποικίλαι δὲ {καὶ πορφυραῖ} λίθων φύσεις ἀλλήλαις ἐπιδεδώμηνται, καὶ τῆι μέν ἐστιν ἡ πέτρα λευκὴ καὶ μαρμαρῖτις, τῆι δὲ Αἰθιοπικὴ καὶ μέλαινα, καὶ μετὰ ταύτην ὁ καλούμενος αἱματίτης λίθος, εἶτα ποικίλος καὶ διάχλωρος ἀπὸ τῆς Ἀραβίας, ὥς φασι, κεκομισμένος.

[4] Ἐνίων δ᾿ ὑαλίζουσιν αἱ χρόαι κυαναυγῆ τὴν φύσιν ἔχουσαι, καὶ μετὰ τούτους ὡσεὶ μηλοβαφές ἐστιν, ἄλλων δὲ πορφυρίζει τὸ χρῶμα, καὶ τοῖς διὰ τῶν κογχυλίων θαλασσοβαφουμένοις ἐξομοιοῦνται. πρόσεστι δὲ τῶι μὲν καταπληκτικῶι τὸ τερπνόν, τῶι δὲ θαυμαστῶι τὸ φιλότεχνον, τῶι δὲ πλουσίωι τὸ μεγαλεῖον.

[5] Καὶ τὸ μὲν τῆς ἀναβάσεως μέγεθος ὁδοιπορίας ἔχει κόπον, ἡ δ᾿ ἐπὶ τῆς κορυφῆς στάσις σκοτοῖ τὰς ὄψεις τῶν εἰς τὰ βάθη καταθεωρούντων. τῆς προσόψεως τῆι χάριτι τῶν χρωμάτων τὴν πολυτέλειαν τῆς χορηγίας βασιλικὸς πλοῦτος παρύφαγκεν. καυχάσθω τύχη πιστεύουσα ταῖς ἐξυπηρετουμέναις δαπαναῖς καὶ τῶν ἄστρων ἐφάψασθαι. ἢ γὰρ ἄνθρωποι διὰ τῶν τοιούτων ἔργων ἀναβαίνουσι πρὸς θεούς, ἢ θεοὶ καταβαίνουσι πρὸς ἀνθρώπους.