BIBLIOTHECA AUGUSTANA

 

Pseudo-Philon Byzantius

floruit 400 p. Chr. n.

 

Περὶ τῶν ἑπτὰ θεαμάτων

 

____________________________________________________________

 

 

 

αʹ

Κῆπος κρεμαστός

_________

 

 

[1] καλούμενος κῆπος κρεμαστὸς ὑπέργειον ἔχων τὴν φυτείαν ἐν ἀέρι γεωργεῖται, τοῖς ῥιζώμασι τῶν δένδρων ὑπεράνωθεν ὠροφωκὼς τὴν ἄρουραν. λίθινοι μὲν γὰρ κίονες ὑφεστήκασιν καὶ κατάγειος πᾶς ὁ τόπος ἐστὶ διὰ στυλογλύφων.

[2] Φοίνικες ἰδίαι κεῖνται δοκοί, στενὴν παντάπασιν τὴν ἀνάμεσον ἀλλήλων χώραν ἀπολείπουσαι. τὸ δὲ ξύλον τοῦτο μόνον τῶν ἄλλων οὐ σήπεται, βρεχόμενον δὲ καὶ τοῖς βάρεσι θλιβόμενον ἄνω κυρτοῦ­ται τρέφει τε τὰς διαφύσεις τῶν ῥιζῶν ἑαυτῶι προσλαμβανόμενον τοῖς ἰδίοις ἀραιώμασιν τὴν ἔξωθεν σύμφυσιν.

[3] Ἐπὶ τούτων πολλὴ καὶ βαθεῖα κατακέχυται γῆ καὶ τὸ λοιπὸν τὰ πλατύφυλλα καὶ μάλιστα κηπευόμενα τῶν δένδρων ἐπιπέφυκε ποικίλαι τε καὶ παντοῖαι φύσεις ἀνθέων καὶ πᾶν ἁπλῶς τὸ κατὰ πρόσωπον ἐπιτερπέστατον καὶ πρὸς ἀπόλαυσιν ἥδιστον. γεωργεῖται δ᾿ ὁ τόπος ὡς ἐπ᾿ ἀρούραις, καὶ τὰς ἐργασίας τῆς μοσχείας κομίζεται τῆι χέρσωι παραπλησίως· τήν τε ἀρόσιμον ὑπὲρ κεφαλῆς εἶναι τῶν ἐπὶ τοῖς ὑποστύλοις περιπατούντων.

[4] Πατουμένης δὲ τῆς ἄνωθεν ἐπιφανείας, ὡς ἐπὶ τῶν βαθυ­γειοτάτων τόπων ἀκίνητος καὶ παρθένος ἡ πρὸς τοῖς ὀροφώμασιν μένει γῆ. αἱ δὲ τῶν ὑδάτων ἀγωγαὶ τὰς πηγὰς ἐξ ὑπερδεξίων ἔχουσαι τόπων τῆι μὲν εὐθύδρομον καὶ κατάντη ποιοῦνται τὴν ῥύσιν, τῆι δ᾿ ἀναθλιβόμεναι κοχλιοειδῶς ἀνατροχάζουσιν, ἀνάγκαις ὀργανικαῖς τὸν ἕλικα τῶν μηχανημάτων περιτροχάζουσαι· εἰς δὲ πυκνὰς καὶ μεγάλας ἐξαιρόμεναι κρήνας ὅλον ἐπάρδουσι τὸν κῆπον μεθύσκουσαι τῶν φυτῶν τὰς κατὰ βάθους ῥίζας καὶ νοτερὰν τηροῦσιν τὴν ἄρουραν, ὅθεν εἰκότως ἀειθαλής ἐστιν ἡ πόα καὶ τὰ πέταλα τῶν δένδρων ἁπαλοῖς τοῖς ἀκρεμόσιν ἐπιπεφυκότα δροσοπαγῆ καὶ διήνεμον ἔχει τὴν φύσιν.

[5] Ἄδιψος γὰρ ἡ ῥίζα τηρουμένη τὴν παρατροχάζουσαν τῶν ὑδάτων νοτίαν ἀναθηλάζει καὶ ῥεμβομένη καταγείοις ταῖς δι᾿ ἀλλήλων ἐμπλοκαῖς ὀχόν, καὶ βεβηκυῖαν ἀσφαλῶς τὴν φυὴν τῶν δένδρων συμφυλάσσει. σπάταλον καὶ βασιλικὸν τὸ φιλοτέχνημα καὶ τὸ πλεῖστον βίαιον, τὸν πόνον τῆς γεωργίας ὑπὲρ κεφαλῆς κρεμάσαι τῶν θεωρούντων.