BIBLIOTHECA AUGUSTANA

 

Pseudo-Philon Byzantius

floruit 400 p. Chr. n.

 

Περὶ τῶν ἑπτὰ θεαμάτων

 

____________________________________________________________

 

 

 

Προοίμιον

_________

 

[1] Τῶν ἑπτὰ θεαμάτων ἕκαστον φήμηι μὲν γινώσκεται πᾶσιν, ὄψει δὲ σπανίοις ὁρᾶται. δεῖ γὰρ εἰς Πέρσας ἀποδημῆσαι καὶ διαπλεῦσαι τὸν Εὐφράτην καὶ τὴν Αἴγυπτον ἐπελθεῖν καὶ τοῖς Ἠλείοις τῆς Ἑλλάδος ἐνεπιδημῆσαι καὶ τῆς Καρίας εἰς Ἁλικαρνασσὸν ἐλθεῖν καὶ Ῥόδῳ προσπλεῦσαι καὶ τῆς Ἰωνίας τὴν Ἔφεσον θεάσασθαι· πλανηθέντα δὲ τὸν κόσμον καὶ τῶι κόπωι τῆς ἀποδημίας ἐκλυθέντα τότε πληρῶσαι τὴν ἐπιθυμίαν, ὅτε καὶ τοῖς ἔτεσι τοῦ ζῆν ὁ βίος παρώιχηκεν.

[2] Διὰ τοῦτο θαυμαστὸν παιδεία καὶ μεγαλόδωρον, ὅτι τῆς ὁδοιπορίας ἀπολύσασα τὸν ἄνθρωπον οἴκοι τὰ καλὰ δείκνυσιν, ὄμματα τῆι ψυχῆι προσδιδοῦσα. καὶ τὸ παράδοξον· ὁ μὲν γὰρ ἐπὶ τοὺς τόπους ἐλθὼν ἅπαξ ἶδεν καὶ παρελθὼν ἐπιλέλησται· τὸ γὰρ ἀκριβὲς τῶν ἔργων λανθάνει καὶ περὶ τὰ κατὰ μέρος φεύγουσιν αἱ μνῆμαι· ὁ δὲ λόγωι τὸ θαυμαζόμενον ἱστορήσας καὶ τὰς ἐξεργασίας τῆς ἐνεργείας, ὅλον ἐγκατοπτρισάμενος τὸ τῆς τέχνης ἔργον ἀνεξαλείπτους φυλάσσει τοὺς ἐφ᾿ ἑκάστου τῶν εἰδώλων τύπους· τῆι ψυχῆι γὰρ ἑώρακεν τὰ παράδοξα.

[3] Ὃ δὲ λέγω φανήσεται πιστόν, ἐὰν τῶν ἑπτὰ θεαμάτων ἕκαστον ἐναργῶς ὁ λόγος ἐφοδεύσας πείσηι τὸν ἀκροατὴν ἐπινεῦσαι τὴν τῆς θεωρίας κομισάμενον δόξαν. καὶ γὰρ δὴ μόνον ταῦτα τῆι κοινῆι τῶν ἐπαίνων προσηγορίαι καλεῖται βλεπόμενα μὲν ὁμοίως, θαυμαζόμενα δ᾿ ἀνομοίως. τὸ γὰρ καλὸν ἡλίωι παραπλησίως οὐκ ἐᾶι τὰ λοιπὰ θεωρεῖν, ὅταν αὐτὸς διαλάμψηι.