BIBLIOTHECA AUGUSTANA

 

Pseudo-Philon Byzantius

floruit 400 p. Chr. n.

 

Περὶ τῶν ἑπτὰ θεαμάτων

 

____________________________________________________________

 

 

 

γʹ

Ζεὺς Ὀλύμπιος

_________

 

 

[1] Διὸς Κρόνος μὲν ἐν οὐρανῶι, Φειδίας δ᾿ ἐν Ἤλιδι πατήρ ἐστιν· ὃν μὲν γὰρ ἀθάνατος φύσις ἐγέννησεν, ὃν δὲ Φειδίου χεῖρες μόναι δυνάμεναι θεοὺς τίκτειν. μακάριος ὁ καὶ θεασάμενος τὸν βασιλέα τοῦ κόσμου μόνος καὶ δεῖξαι δυνηθεὶς ἄλλοις τὸν κεραυνοῦχον.

[2] Εἰ δ᾿ αἰσχύνεται Ζεὺς Φειδίου καλεῖσθαι, τῆς μὲν εἰκόνος αὐτοῦ γέγονεν ἡ τέχνη μήτηρ. διὰ τοῦθ᾿ ἡ φύσις ἤνεγκεν ἐλέφαντας, ἵνα Φειδίας τεμὼν τοὺς τῶν θηρίων ὀδόντας χορηγήσηι {καὶ} τὴν εἰς τὸ κατασκευαζόμενον ὕλην {ἀγέλαις ἐλεφάντων ἡ Λιβύη δαψιλεύσε­ται}.

[3] Τοιγαροῦν τὰ μὲν ἄλλα τῶν ἑπτὰ θεαμάτων θαυμάζομεν μό­νον, τοῦτο δὲ καὶ προσκυνοῦμεν· ὡς μὲν γὰρ ἔργον τέχνης παρά­δοξον, ὡς δὲ μίμημα Διὸς ὅσιον. ἔχει τοίνυν ὁ μὲν πόνος ἔπαινον, ἡ δ᾿ ἀθανασία τιμήν.

[4] Ὦ καιρὲ τῆς Ἑλλάδος, καὶ πλουτήσας εἰς θεῶν κόσμον ὁπόσον οὐδεὶς ὕστερον ἐπλούτησεν, καὶ τεχνίτην ἔχων δημιουργὸν ἀθανα­σίας ὁπηλίκον ὁ μεταγενέστερος βίος οὐκ ἐνήνοχεν, καὶ δεῖξαι δυνηθεὶς ἀνθρώποις θεῶν ὄψεις, ἃς ὁ μὲν παρὰ σοὶ θεασάμενος παρ᾿ ἄλλοις ἰδεῖν οὐκ ἂν δυνηθείη. καὶ γὰρ δὴ τὸν μὲν Ὄλυμπον πολὺν χρόνον Φειδίας νενίκηκεν, τοσοῦτον ὅσον ὑπονοίας μὲν ἐνάργεια, ἱστορίας δὲ γνῶσις, ὄψις δ᾿ ἀκοῆς ἐστιν βελτίων.