BIBLIOTHECA AUGUSTANA

 

Pseudo-Oppianos

floruit ca. 215 p. Chr. n.

 

Κυνηγετικά

 

Βιβλίον γʹ

 

___________________________________________________

 

 

 

 

λλ' ὅτε δὴ κεραῶν ἠείσαμεν ἔθνεα θηρῶν,

ταύρους ἠδ' ἐλάφους ἠδ' εὐρυκέρωτας ἀγαυοὺς

καὶ δόρκους ὄρυγάς τε καὶ αἰγλήεντας ἰορκοὺς

ἄλλα θ' ὅσοισιν ὕπερθε καρήατα τευχήεντα,

5

νῦν ἄγε καρχαρόδοντα, θεά, φράζωμεν ὅμιλον

σαρκοφάγων θηρῶν καὶ χαυλιόδοντα γένεθλα.

Πρωτίστην δὲ λέοντι κλυτὴν ἀναθώμεθα μολπήν.

Ζηνὸς ἔσαν θρεπτῆρες ὑπερμενέος Κρονίδαο

νηπιάχου Κουρῆτες, ὅτ' ἀρτίγονόν μιν ἐόντα

10

ἀραμένη γενετῆρος ἀμειλίκτοιο Κρόνοιο

κλεψιτόκος Ῥείη κόλποις ἐνικάτθετο Κρήτης.

Οὐρανίδης δ' ἐσιδὼν κρατερὸν νεοθηλέα παῖδα

πρώτους ἀμφήλλαξε Διὸς ῥυτῆρας ἀγαυοὺς

καὶ θῆρας ποίησεν ἀμειψάμενος Κουρῆτας.

15

οἱ δ' ἄρ', ἐπεὶ βουλῆισι θεοῦ μεροπηΐδα μορφὴν

ἀμφεβάλοντο Κρόνοιο καὶ ἀμφιέσαντο λέοντας,

δώροισιν μετόπισθε Διὸς μέγα κοιρανέουσι

θηρσὶν ὀρειαύλοις καὶ ῥιγεδανὸν θοὸν ἅρμα

Ῥείης εὐώδινος ὑπὸ ζεύγληισιν ἄγουσιν.

20

Αἰόλα φῦλα δὲ τοῖσι καὶ εἴδεα θηρσὶν ἑκάστοις.

τοὺς μέν νυν προχοῆισι πολυρραθάγου ποταμοῖο,

Τίγρει ἐπ' εὐρυρέοντι, κυήσατο τοξεύτειρα

Ἀρμενίη Πάρθων τε πολύσπορος εὔβοτος αἶα,

ξανθοκόμαι τελέθουσι καὶ οὐ τόσον ἀλκήεντες.

25

πάσσονα μὲν φορέουσι δέρην, μεγάλην δέ τε κόρσην,

ὄμματα δ' αἰγλήεντα καὶ ὀφρύας ὕψι βαθείας,

ἀμφιλαφεῖς ἐπὶ ῥῖνα κατηφέας· ἐκ δ' ἄρα δειρῆς

καὶ γενύων ἑκάτερθε θοαὶ κομόωσιν ἔθειραι.

Τοὺς δὲ τρέφει μεγάδωρος Ἐρεμβῶν αὖθις ἄρουρα,

30

τὴν ἔθνη μερόπων εὐδαίμονα κικλήσκουσι,

δειραὶ κἀκείνοις καὶ στήθεα λαχνήεντα

καὶ πυρὸς ἀστράπτουσιν ἀπ' ὀφθαλμῶν ἀμαρυγαί,

ἔξοχα δ' ἐν πάντεσσιν ἀρίζηλοι τελέθουσιν·

ἀλλ' ὀλίγον τούτων γένος ἔλλαχε μυρίος αἶα.

35

Πουλὺς δ' ἐν Λιβύηι ἐριβώλακι διψάδι γαίηι

ὄχλος ἐπιβρομέει βριαρῶν βρύχημα λεόντων,

οὐκέτι λαχνήεις, ὀλίγη δ' ἐπιδέδρομεν αἴγλη·

σμερδαλέος δὲ πρόσωπα καὶ αὐχένα· πᾶσι δὲ γυίοις

ἦκα μέλαν κυάνοιο φέρει μεμορυγμένον ἄνθος·

40

ἀλκὴ δ' ἐν μελέεσσιν ἀπείριτος ἠδὲ λεόντων

κοιρανικῶν Λίβυες μέγα κοιρανέουσι λέοντες.

Ἐκ δέ ποτ' Αἰθιόπων Λιβύην ἠμείψατο γαῖαν,

θαῦμα μέγ' εἰσιδέειν, μελανόχροος ἠΰκομος λῖς,

εὐρὺς ὕπερθε κάρηνα, πόδας δασύς, ὄμμασιν αἶθοψ,

45

μούνοισι ξανθοῖς φοινισσόμενος στομάτεσσιν.

ἔδρακον, οὐ πυθόμην, κεῖνόν ποτε θῆρα δαφοινόν,

κοιρανικοῖς τ' ἔμολεν διαπόμπιμος ὀφθαλμοῖσιν.

Φορβῆς οὐ χατέει πάντ' ἤματα φῦλα λεόντων,

ἀλλὰ τὸ μὲν δόρποισι μέλει, τὸ δέ τ' αὖτε πόνοισιν·

50

οὐδ' ὕπνον μυχάτοισιν ἔχει παρὰ τέρμασι πέτρης,

ἀμφαδὸν ὑπνώει δέ, θρασύφρονα θυμὸν ἑλίσσων,

εὕδει δ' ἔνθα κίχηισιν ὑπείροχος ἑσπερίη νύξ.

Ἔκλυον αὖ κἀκεῖνο λεοντοκόμων αἰζηῶν,

δεξιτερὴν ὑπὸ χεῖρα φέρειν αἴθωνα λέοντα

55

νάρκα θοήν, τῆι πάντα λυγοῦν ἄπο γούνατα θηρῶν.

Πεντάκι θηλυτέρη δὲ τόκων ἀπελύσατο ζώνην·

βάξις δ' ἀτρεκέως ἀνεμώλιος, ὡς ἕνα τίκτει.

πέντε φέρει πρώτιστον· ἀτὰρ πίσυρας μετέπειτα

ὠδίνει σκύμνους, κατά θ' ἑξείης ὑπένερθε

60

νηδύος ἐκ τριτάτης τρεῖς ἔκθορον· ἐκ δὲ τετάρτης

ἀμφίδυμοι παῖδες· πύματον δ' ἕνα γείνατο μήτηρ

γαστρὸς ἀριστοτόκοιο κλυτὸν βασιλῆα λέοντα.

Πορδάλιες δ' ὀλοαὶ δίδυμον γένος· αἱ μὲν ἔασι

μείζους εἰσιδέειν καὶ πάσσονες εὐρέα νῶτα,

65

αἱ δέ τ' ὀλιζότεραι μὲν ἀτὰρ μένος οὔτι χερείους·

εἴδεα δ' ἀμφοτέρηισιν ὁμοίϊα δαιδάλλονται,

νόσφι μόνης οὐρῆς, τῆι τ' ἔμπαλιν εἰσοράαται·

μείοσι μὲν μείζων τελέθει, μεγάληισι δὲ μείων.

εὐπαγέες μηροί, δολιχὸν δέμας, ὄμμα φαεινόν·

70

γλαυκιόωσι κόραι βλεφάροις ὕπο μαρμαίρουσαι,

γλαυκιόωσιν ὁμοῦ τε καὶ ἔνδοθι φοινίσσονται,

αἰθομέναις ἴκελαι, πυριλαμπέες· αὐτὰρ ἔνερθεν

ὠχροί τ' ἰοτόκοι τε περὶ στομάτεσσιν ὀδόντες.

ῥινὸς δαιδαλέος, χροιῆι τ' ἐπὶ παμφανοώσηι

75

ἠερόεις, πυκινῆισι μελαινομένηισιν ὀπωπαῖς.

ὠκύτατον θείει, καί τ' ἄλκιμον ἰθὺς ὀρούει·

φαίης, ὁππότ' ἴδοιο, διηερίην φορέεσθαι.

ἔμπης καὶ τόδε φῦλον ἐπικλείουσιν ἀοιδοὶ

πρόσθ' ἔμεναι Βάκχοιο φερεσταφύλοιο τιθήνας·

80

τοὔνεκεν εἰσέτι νῦν οἴνωι μέγα καγχαλόωσι,

δεχνύμεναι στομάτεσσι Διωνύσου μέγα δῶρον.

τί χρέος ἐκ μερόπων δὲ κλυτὰς ἤμειψε γυναῖκας

ἐς τόδε πορδαλίων γένος ἄγριον, αὖθις ἀείσω.

Ναὶ μὴν ἄλλο θοὸν διφυὲς γένος ὠπήσαιο,

85

λύγγας ἀριζήλους· αἱ μὲν γὰρ ἔασιν ἰδέσθαι

τυτθαί, βαιοτέροισί τ' ἐφωπλίσσαντο λαγωοῖς·

ταὶ δ' ἄρα μείζονές εἰσιν, ἐπιθρώσκουσι δὲ ῥεῖα

εὐκεράοις ἐλάφοισι καὶ ὀξυτέροις ὀρύγεσσι.

μορφὴν δ' ἀμφίδυμοι πανομοίϊον ἀμφιέσαντο·

90

ἶσαι μὲν βλεφάροισιν ὕπ' ὀφθαλμῶν ἀμαρυγαὶ

ἱμερόεν στράπτουσι· προσώπατα δ' ἀμφοτέρηισι

φαιδρὰ πέλει βαιόν τε κάρη καὶ καμπύλον οὖας·

μούνη δ' εἰσιδέειν ἀνομοίϊος ἔπλετο χροιή·

μείοσι μὲν λυγγῶν ἐπιδέδρομε ῥινὸς ἐρευθής,

95

μείζοσι δὲ κροκόεν τε θεείωι τ' εἴκελον ἄνθος.

 

 

 

ἔξοχα δ' αὖ τάδε φῦλα φίλην ἀγάσαντο γενέθλην

εὔγληνοι λύγγες τε πυρίγληνοί τε λέοντες

πορδάλιές τ' ὀλοαὶ καὶ τίγριες ἠνεμόεσσαι.

τῶν δ' ὁπότε σκύμνους νεοθηλέας ἐν ξυλόχοισι

100

λάθρη συλήσωσιν ἀταρβέες ἀγρευτῆρες,

αἱ δ' ἄρ' ἔπειτ' ὀπίσω πάλι νεύμεναι ἀθρήσωσιν

ἐξαπίνης κενεούς τε δόμους καὶ ἔρημα μέλαθρα,

 

 

 

μύρονται λιγέως ἀδινὸν γόον, ἐκ δ' ἄρα τηλοῦ

κωκυτὸν προϊᾶσι πολύστονον, οἷά τε πάτρης

105

περθομένης ὑπὸ δουρὶ καὶ αἰθομένης πυρὶ λάβρωι

πεπτάμεναι περὶ τέκνα μέγα κλαίουσι γυναῖκες.

ἦ ῥα τόσον τεκέων τε καὶ ἀρτιγόνοιο γενέθλης

φίλτρον ἐνὶ κραδίηι στάξεν θεός· οὐδ' ἄρα μούνοις

ἀνθρώποις, οἳ πάντα νοήμασι μητίσαντο,

110

ἀλλὰ καὶ ἑρπηστῆρσι καὶ ἰχθύσιν ἠδὲ καὶ αὐτοῖς

θήρεσιν ὠμηστῆισι καὶ ὑψιπόλοις ἀγέλαισιν

οἰωνῶν· τόσσον ῥα φύσις κρατερώτατον ἄλλων.

οἵην μὲν κομιδὴν τεκέων ἐνὶ κύμασι δελφὶς

 

 

 

αἰὲν ἔχει γλαῦκός τε χάροψ φωκή τε δυσαής.

115

πῶς δ' ἄρ' ἐν οἰωνοῖσι ποθὴν ἀλίαστον ἔχουσιν

ὧν τεκέων φῆναί τε βαρύφθογγοί τε πέλειαι

αἰετόεντά τε φῦλα πολύζωοί τε κορῶναι.

πῶς δ' ὄρνις κατὰ δῶμα συνέστιος ἀνθρώποισιν,

ἀρτιτόκος, νεαροῖσι περισκαίρουσα νεοσσοῖς,

120

κίρκον ὑπὲρ τέγεος κατεπάλμενον ἀθρήσασα

ὀξὺ μὲν ἔκλαγεν αἶψα καὶ ἄνθορεν ὀξὺ λακοῦσα,

αὐχένα δ' ὑψόσ' ἄειρεν ἐς ἠέρα γυρώσασα

καὶ πάσαις ἑκάτερθε θοῶς ἔφριξεν ἐθείραις

καὶ πτερὰ πάντα χάλασσε ποτὶ χθόνα· τοὶ δ' ἄρα δειλοὶ

125

τεῖχος ὑπ' εὐπτέρυγον πρυλέες τρύζουσι νεοσσοί·

ἡ δὲ καὶ ἂψ ἐφόβησε καὶ ἤλασεν ὄρνιν ἀναιδῆ,

εἰρυμένη φίλα τέκνα, τά τ' εἰσέτι νήπια φέρβει,

ἄπτερα λυσιτόκων θαλάμων ἀπολύμενα δεσμοῦ.

ὣς δὲ καὶ ἐν θήρεσσιν ἐρίβρυχοί τε λέαιναι

130

πορδάλιές τε θοαὶ καὶ τίγριδες αἰολόνωτοι

παισὶ πέρι προβεβᾶσι καὶ ἀγρευτῆρσι μάχονται

καί τε περὶ σφετέρων τεκέων τετλᾶσι δαμῆναι,

ἀντίον αἰχμητῆισι συνιστάμεναι μερόπεσσιν·

οὐδέ ποτ' ἐρρίγασιν ἑῆς ἐν ἀγῶνι γενέθλης

135

οὐ πληθὺν ἐπιοῦσαν ἀκοντοβόλων αἰζηῶν,

οὐ χαλκὸν σελαγεῦντα καὶ ἀστράπτοντα σίδηρον,

οὐδὲ βολὰς βελέων τε θοὰς μυλάκων τε θαμειάς,

σπεύδουσιν δ' ἢ πρόσθε θανεῖν ἢ τέκνα σαῶσαι.

Ἄρκτοι δ' ἀγριάδες, φόνιον γένος, αἰολόβουλον,

140

λάχνην μὲν πυκινὴν δυσπαίπαλον ἀμφιέσαντο,

μορφὴν δ' οὐκ ἀγανὴν παναμειδήτοισι προσώποις·

κάρχαρον, οὐλόμενον, ταναὸν στόμα, κυανέη ῥίς,

ὄμμα θοόν, σφυρὸν ὠκύ, τορὸν δέμας, εὐρὺ κάρηνον,

χεῖρες χερσὶ βροτῶν ἴκελαι, πόδες αὖτε πόδεσσι,

 

145

σμερδαλέη βρυχή, δολερὸν κέαρ, ἄγριον ἦτορ,

καὶ πολλὴ Κυθέρεια καὶ οὐ κατὰ κόσμον ἰοῦσα·

 

 

 

ἤματα γὰρ καὶ νύκτας ἐελδόμεναι φιλότητος

αὐταὶ θηλύτεραι μάλ' ἐπ' ἄρσεσιν ὁρμαίνουσι,

παῦρα μεθιέμεναι γαμίης παντερπέος εὐνῆς,

150

τέκνα κυϊσκόμεναι νηδὺν ὅτε κυμαίνουσι.

 

 

 

οὐ γάρ τοι θήρεσσι νόμος, γαστὴρ ὅτε πλήθει,

ἐς λέχος ἐρχομένοις τελέειν φιλοτήσιον ἔργον,

νόσφι μόνων λυγγῶν ὀλιγοδρανέων τε λαγωῶν.

ἄρκτος δ' ἱμείρουσα γάμου στυγέουσά τε λέκτρον

155

χῆρον ἔχειν τόσα παισὶ ταλάσσατο μητίσασθαι·

πρὶν τοκετοῖο μολεῖν ὥρην, πρὶν κύριον ἦμαρ,

νηδὺν ἐξέθλιψε, βιάσσατο τ' Εἰλειθυίας.

τόσση μαχλοσύνη, τόσσος δρόμος εἰς Ἀφροδίτην.

τίκτει δ' ἡμιτέλεστα καὶ οὐ μεμελισμένα τέκνα,

160

σάρκα δ' ἄσημον, ἄναρθρον, ἀείδελον ὠπήσασθαι,

ἀμφότερον δὲ γάμωι παιδοτροφίηι τε μέμηλεν·

ἀρτιτόκος δ' ἔτ' ἐοῦσα μετ' ἄρσενος εὐθὺς ἰαύει.

λιχμᾶται γλώσσηι τε φίλον γόνον, οἷά τε μόσχοι

λιχμῶνται γλώσσηισιν ἀμοιβαδίς, ἀλλήλοισι

165

τερπόμενοι· γάνυται δὲ βοὸς χροῒ καλλίκερως βοῦς·

οὐδ' ἀποπλάζονται, πρὶν ἀπὸ γλυκὺν ἵμερον εἷναι·

θυμὸν δ' ἑσπομένοιο συνιαίνουσι νομῆος.

ὣς ἄρκτος λιχμῶσα φίλους ἀνεπλάσσατο παῖδας,

εἰσόκε κνυζηθμοῖσιν ἀναιδέα τονθρύζωσι.

170

Ναὶ μὴν χειμερίην πανυπείροχα δείδιεν ὁρμὴν

καὶ λασίη περ ἐοῦσα· χιὼν δ' ὅτε πάντα παλύνει,

ἑσπερίου ζεφύρου πανεπήτριμα χευαμένοιο,

κεύθετ' ἐνὶ σπήλυγγι, τόθι σκέπας ἄρκιον εὕρηι,

καὶ βόσιος χατέουσα πόδας χεῖράς τε λιχμαίνει,

175

οἷά τ' ἀμελγομένη, καὶ γαστρὸς ἔκλεψεν ἐρωήν.

τοῖά νύ που βένθεσσιν ἐν εὐρυπόροιο θαλάσσης

πουλύποδες σκολιοὶ παρὰ κύμασι μητίσαντο,

χείματος οἳ μεσάτου κρυερὴν τρείοντες ἐνιπὴν

κεύθονται πλαταμῶσιν ἑὰς πλοκαμῖδας ἔδοντες·

180

αὐτὰρ ἐπὴν ἔαρ ὑγρὸν ἐΰτροφον ἀνθήσειεν,

ἀκρέμονες σφίσιν ὦκα νέοι πάλιν ἀλδήσκουσι,

καὶ πάλιν εὐπλόκαμοι δολιχὴν πλώουσι θάλασσαν.

Ἑξείης ἐνέπωμεν ἐΰσφυρον, ἠερόεντα,

κραιπνόν, ἀελλοπόδην, κρατερώνυχον, αἰπὺν ὄναγρον·

185

ὄσσε πέλει φαιδρός, δέμας ἄρκιος, εὐρὺς ἰδέσθαι,

ἀργύρεος χροιήν, δολιχούατος, ὀξύτατος θεῖν·

ταινίη δὲ μέλαινα μέσην ῥάχιν ἀμφιβέβηκε,

χιονέηις ἑκάτερθε περισχομένη στεφάνηισι.

χιλὸν ἔδει, φέρβει μιν ἄδην ποεσιτρόφος αἶα,

190

ἀλλ' αὐτὸς κρατεροῖς ἀγαθὴ βόσις ἔπλετο θηρσί.

φῦλα δ' ἀελλοπόδων ζηλήμονα πάμπαν ὀνάγρων

πολλαῖσίν τ' ἀλόχοισιν ἀγαλλόμενοι κομόωσι·

θηλύτεραι δ' ἕσπονθ', ὅθι τοι πόσις ἡγεμονεύει·

πρὸς νομὸν ἰθύνουσιν, ἐπὴν ἐθέληισιν ἀνώγειν,

195

πρὸς πηγὰς ποταμῶν, θηρῶν μέθυ, καὶ πάλιν αἶψα

πρὸς λασίους οἴκους, ὅταν ἕσπερος ὕπνον ἄγηισι.

ζῆλον δ' ἄρσεσι πᾶσιν ἐπὶ σφετέροισιν ὀρίνει

υἱάσι νηπιάχοισι πανάγριος οἶστρος ἀναιδής·

ὁππότε θηλυτέρη γὰρ ἔχει κόπον Εἰλειθυίης,

200

ἄγχι μάλ' ἑζόμενος σφέτερον γόνον ἄντα δοκεύει·

καί ῥ' ὅτε νηπίαχον μητρὸς παρὰ ποσσὶ πέσηισιν,

εἰ μὲν θῆλυ πέλει, ποθέει τέκος, ἠδ' ἑκάτερθε

γλώσσηι λιχμάζων φίλιον γόνον ἀμφαγαπάζει·

ἄρσενα δ' εἴ μιν ἴδοι, τότε δὴ τότε θυμὸν ὀρίνει

205

λευγαλέωι ζήλωι περὶ μητέρι μαινόμενος θήρ·

ἐκ δ' ἔθορεν μεμαὼς παιδὸς γενύεσσι ταμέσθαι

μήδεα, μὴ μετόπισθε νέον γένος ἡβήσειεν.

ἡ δὲ λεχώ περ ἐοῦσα καὶ ἀσθενέουσα τόκοισι

παιδὶ λυγρῶι πολεμιζομένωι μήτηρ ἐπαμύνει.

210

ὡς δ' ὁπότ' ἐν πολέμωι πολυκήδεϊ μητέρος ἄντην

νηπίαχον κτείνωσιν ἀπηνέες αἰχμητῆρες,

αὐτήν τ' αὖ ἐρύωσιν ἔτι σπαίροντι φόνοισιν

υἱέϊ πλεγνυμένην, στονόεν μέγα κωκύουσαν,

δρυπτομένην ἁπαλήν τε παρηΐδα, νέρθε τε μαζῶν

215

αἵματι δευομένην θερμῶι λιαρῶι τε γάλακτι·

ὣς καὶ θῆλυς ὄναγρος ἐφ' υἱέϊ πάμπαν ἔοικεν

οἰκτρὰ κινυρομένηι καὶ δύσμορα κωκυούσηι.

φαίης κεν πανάποτμον, ἑὸν πάϊν ἀμφιβεβῶσαν,

μείλιχα μυθεῖσθαι καὶ λισσομένην ἀγορεύειν·

220

ἆνερ, ἄνερ, τί νυ σεῖο προσώπατα τρηχύνονται,

ὄμματα φοινίχθη δέ, τά τ' ἦν πάρος αἰγλήεντα;

οὐχὶ μέτωπον ἀθρεῖς λιθοεργέος ἄγχι Μεδούσης,

οὐ γόνον ἰοβόρον παναμειλίκτοιο δρακαίνης,

οὐ σκύμνον πανάθεσμον ὀριπλάγκτοιο λεαίνης.

225

παῖδα λυγρὴ τὸν ἔτικτον, ὃν ἀρώμεσθα θεοῖσι,

παῖδα τεὸν γενύεσσι τεῆις οὐκ ἄρσενα θήσεις;

ἴσχε, φίλος, μὴ τάμνε· τί μοι τάμες; οἷον ἔρεξας;

παῖδα τὸ μηδὲν ἔθηκας, ὅλον δέμας ἐξαλαώσας.

δειλὴ ἐγώ, πανάποτμος ἀωροτάτοιο λοχείης,

230

καὶ σὺ τέκος πάνδειλον ἀλιτροτάτοιο τοκῆος.

δειλὴ ἐγώ, τριτάλαινα, κενὸν τόκον ὠδίνασα,

καὶ σὺ τέκος, τμηθεὶς οὐχὶ στονύχεσσι λεόντων,

ἀλλ' ἐχθραῖς γενύεσσι λεοντείηισι τοκῆος.

τοῖά τις ἂν πανάποτμον ἑὸν περὶ νήπιον υἷα

235

μυθεῖσθαι φαίη· τὸν δ' οὐκ ἀλέγοντα δαφοινοῖς

δαίνυσθαι στομάτεσσιν ἀμειδέα παιδὸς ἐδητύν.

Ζεῦ πάτερ, ὅσσον ἔφυ ζήλοιο πανάγριον ἦτορ.

κεῖνον καὶ φύσιος κρατερώτερον εἰσοράασθαι

θῆκας, ἄναξ, δῶκας δὲ πυρὸς δριμεῖαν ἐρωήν,

240

δεξιτερῆι δὲ φέρειν ἀδαμάντινον ὤπασας ἆορ.

οὐ παῖδας τήρησε φίλους γλυκεροῖσι τοκεῦσιν,

οὐχ ἑτάρους πηούς τε μολών, οὐκ οἶδεν ὁμαίμους,

ὁππόταν ἀργαλέος τε καὶ ἄσπετος ἀντιβολήσηι.

κεῖνος καὶ προπάροιθεν ἑοῖσιν ἐφώπλισε παισὶν

245

αὐτοὺς ἡμιθέους καὶ ἀμύμονας ἡμιθεαίνας,

Αἰγείδην Θησῆα καὶ Αἰολίδην Ἀθάμαντα,

Ἀτθίδα καὶ Πρόκνην καὶ Θρηϊκίην Φιλομήλην

Κολχίδα τε Μήδειαν ἀρίζηλόν τε Θεμιστώ.

ἀλλ' ἔμπης μετὰ φῦλον ἐφημερίων ἀλεγεινῶν

250

θηρσὶ Θυεστείην ὀλοὴν παρέθηκε τράπεζαν.

 

 

 

Ἔστι δ' ἐϋκρήμνοις ἐπὶ τέρμασιν Αἰθιοπήων

ἱππάγρων πολὺ φῦλον, ἀκαχμένον ἰοφόροισι

δοιοῖς χαυλιόδουσι· ποδῶν γε μὲν οὐ μίαν ὁπλήν,

χηλὴν δ' αὖ φορέουσι διπλῆν, ἰκέλην ἐλάφοισι·

255

χαίτη δ' αὐχενίη μεσάτην ῥάχιν ἀμφιβεβῶσα

οὐρὴν ἐς νεάτην μετανίσσεται· οὐδὲ βροτείην

δουλοσύνην ἔτλη ποθ' ὑπερφίαλον γένος αἰνόν·

ἀλλ' εἰ καί ποθ' ἕλοιεν ἐϋστρέπτοισι βρόχοισιν

ἵππαγρον δολίοισι λόχοις μελανόχροες Ἰνδοί,

260

οὔτε βορὴν ἐθέλει μετὰ χείλεσιν αἶψα πάσασθαι

οὔτε πιεῖν, ὀλοὸς δὲ φέρειν ζυγὸν ἔπλετο δοῦλον.

Φράζεο καὶ δύο φῦλα δυσάντεα, καρχαρόδοντα,

μηλοφόνον τε λύκον δυσδερκέα τ' αὖθις ὕαιναν,

τὸν μὲν ποιμενίων τε καὶ αἰπολίων ὀλετῆρα,

265

τὴν δ' ἐχθρὴν σκυλάκεσσιν ἀρειοτέροις τε κύνεσσι·

τὸν μὲν νυκτερινὸν διὰ γαστρὸς ἄφυκτον ἐρωὴν

ἀρνειῶν ἐρίφων τε πολυπλόκον ἁρπακτῆρα,

τὴν δ' αὖ νυκτιπόρον καὶ νυκτιπλανῆ τελέθουσαν

οὕνεκά οἱ διὰ νύκτα φάος, σκότος αὖτε μετ' ἠῶ.

270

εἴδεα δ' ἀμφοτέροις ἀνομοίϊα θηρσὶ δαφοινοῖς·

τὸν μὲν γάρ τε κύνεσσι πανείκελον ὠπήσαιο

μείζοσι ποιμενικοῖς, λασίη δ' ἐπιέσπεται οὐρή·

ἡ δέ τε κυρτοῦται μεσάτην ῥάχιν, ἀμφὶ δὲ πάντηι

λαχνήεσσα κυρεῖ, κατὰ δ' ἔγραπται δέμας αἰνὸν

275

κυανέηις ἑκάτερθεν ἐπήτριμα ταινίηισι·

στεινή τ' ἐκτάδιός τε πέλει καὶ νῶτα καὶ οὐρήν·

ῥινὸν δ' ἀμφοτέροισιν ἐπικλείουσιν ἀοιδοὶ

ῥιγεδανόν· τῆς μέν τε διατμήξας περὶ ποσσὶν

εἰ φορέοις, φορέοις σκυλάκων μέγα δεῖμα κραταιῶν,

280

καί σε κύνες κείνοισιν ἐπεμβεβαῶτα πεδίλοις

ἀντίον οὐχ ὑλάουσι πάρος γε μὲν ὑλακόωντες.

εἰ δὲ λύκον δείρας ῥινῶν ἄπο τεκτήναιο

τύμπανον εὐκέλαδον Διδυμήϊον, ὠλεσίκαρπον,

μοῦνόν τοι μετὰ πᾶσι βαρύβρομον ἔκλαγεν ἠχὴν

285

καὶ μοῦνον παταγεῖ, τὰ δ' ἐΰθροα πρόσθεν ἐόντα

τύμπανα σιγάζει κώφησέ τε πᾶσαν ἰωήν.

καὶ φθίμενοι γὰρ ὄϊς φθίμενον λύκον ἐρρίγασι.

θαῦμα δὲ καὶ τόδ' ἄκουσα περὶ στικτῆισιν ὑαίναις,

ἄρσενα καὶ θήλειαν ἀμείβεσθαι λυκάβαντι,

290

καί ῥ' ὁτὲ μὲν τελέθειν δυσδερκέα νυμφευτῆρα,

νωλεμὲς ἱμείροντα γάμων, ποτὲ δ' αὖθις ὁρᾶσθαι

θηλυτέρην νύμφην λοχίην καὶ μητέρα κεδνήν.

Ἀλλὰ λύκων τελέθει πολιότριχα πέντε γένεθλα,

εἴδεα δ' ἀλλήλοις ἀνομοίϊα τεκμήραντο

295

φῶτες ἀμορβῆες, τοῖσιν μάλα δήϊα φῦλα.

πρῶτα μὲν ὃν καλέουσι θρασύφρονα τοξευτῆρα·

ξουθὸς μὲν πρόπαν εἶδος, ἀτὰρ περιηγέα γυῖα

καὶ κεφαλὴν φορέει πολὺ μείζονα καὶ θοὰ κῶλα·

γαστέρα δ' ἀργαίνουσαν ἔχει πολιῆι ῥαθάμιγγι·

300

σμερδαλέον δ' ἰάχει τε καὶ ὑψόθι πάμπαν ὀρούει,

αἰὲν ἐπισσείων κεφαλὴν πυρόεν τε δεδορκώς.

Ἄλλος δ' αὖ μέγεθος μὲν ὑπέρτερος, ἅψεα δ' αὖτε

μηκεδανός, πάντεσσι θοώτερος ὦκα λύκοισι·

τὸν μέροπες κίρκον τε καὶ ἅρπαγα κικλήσκουσι.

305

πολλῶι σὺν ῥοίζωι δὲ μάλ' ὄρθριος εἶσιν ἐπ' ἄγρην

πρώτηι ὑπ' ἀμφιλύκηι· ῥέα γάρ τ' ἐπιδεύετ' ἐδωδῆς·

χροιὴ δ' ἀργυφέη σελαγεῖ πλευράς τε καὶ οὐρήν,

ναίει δ' οὔρεα μακρά· τὰ δ' ὁππότε χείματος ὥρηι

ἐκ νεφέων προχυθεῖσα χιὼν κρυόεσσα καλύψηι,

310

δὴ τότε καὶ πόλιος πέλας ἵκετο θὴρ ὀλοόφρων,

πᾶσαν ἀναιδείην ἐπιειμένος εἵνεκ' ἐδωδῆς,

 

 

 

λάθρη τ' ἐμπελάει μάλα τ' ἤρεμος, εἰσόκεν ἄγρηι

ἐγχρίμψηι· τὴν δ' αἶψα θοοῖς ὀνύχεσσιν ἔμαρψεν.

Ἔστι δέ τις Ταύροιο νιφοβλήτους ὑπὲρ ἄκρας

315

ἐνδιάων Κίλικάς τε πάγους καὶ πρῶνας Ἀμανοῦ,

καλὸς ἰδεῖν, θήρεσσι πανέξοχος, ὅντε καλεῦσι

χρύσεον, ἀστράπτοντα περισσοκόμοισιν ἐθείραις,

οὐ λύκος, ἀλλὰ λύκου προφερέστατος αἰπύτατος θήρ,

χείλεσι χαλκείοισι τεθηγμένος, ἄσπετος ἀλκήν.

320

πολλάκι τοι καὶ χαλκὸν ἀτειρέα, πολλάκι λᾶαν

ἐμμενέως ἐτόρησε καὶ αἰχμήεντα σίδηρον.

καὶ κύνα Σείριον οἶδε καὶ ἀντέλλοντα φοβεῖται·

αὐτίκα δὴ ῥωχμὸν καταδύεται εὐρέος αἴης

ἠὲ κατὰ σπήλυγγος ἀφεγγέος, εἰσόκεν ἄζης

 

 
325

ἠέλιος παύσαιτο καὶ οὐλομένου κυνὸς ἀστήρ.

Ἄκμονες αὖ δοιοί, φόνιον γένος, αὐχένα βαιοί,

εὐρύτατοι νώτοισιν, ἀτὰρ λασιότριχε μηροὺς

καὶ πόδας ἠδὲ πρόσωπον ὀλίζονες, ὄμμασι βαιοί.

τῶν ὁ μὲν ἀργυρέοις νώτοις καὶ γαστέρι λευκῆι

330

παμφαίνει, δνοφερὸς δὲ μόνων ἄκρα νείατα ταρσῶν·

ὅν τινες ἰκτῖνον πολιότριχα φῶτες ἔλεξαν.

αὐτὰρ ὅ γε χροιῆισι μελαινομένηισι πέφανται,

μείων μὲν προτέροιο, τὸ δὲ σθένος οὐκ ἐπιδευής.

θηρεύει δ' ἔκπαγλον ἐπὶ πτώκεσσιν ὀρούων·

335

πᾶσαί τ' ἐκ μελέων ὀρθαὶ φρίσσουσιν ἔθειραι.

Δηθάκι δ' αὖτε λύκοι καὶ πορδαλίεσσι δαφοιναῖς

εἰς εὐνὴν ἐπέλασσαν, ὅθεν κρατερόφρονα φῦλα,

θῶες· ὁμοῦ δὲ φέρουσι διπλοῦν μεμορυγμένον ἄνθος,

μητέρα μὲν ῥινοῖσι, προσώποις δ' αὖ γενετῆρα.

340

Τίγριδος αὖ μετέπειτα κλυτὸν δέμας ἀείδωμεν,

τῆς οὐ τερπνότερον φύσις ὤπασε τεχνήεσσα

ὀφθαλμοῖσιν ἰδεῖν θηρῶν μετὰ πουλὺν ὅμιλον.

τόσσον δ' ἐν θήρεσσι μέγ' ἔξοχος ἔπλετο τίγρις,

ὅσσον ἐν ἠερίοισι ταὼς καλὸς οἰωνοῖσι.

345

πάντα μιν ἀθρήσειας ὀρέσβιον οἷα λέαιναν,

νόσφι μόνου ῥινοῖο, τὸν αἰόλον ἐστεφάνωται,

δαίδαλα πορφύροντα καὶ ἄνθεσι μαρμαίροντα.

τοίην μὲν πυρόεσσαν ὑπὸ βλεφάροισιν ὀπωπαὶ

μαρμαρυγὴν στράπτουσιν· ἀτὰρ δέμας ἔπλετο τοῖον,

350

καρτερόν, εὔσαρκον· τοίη δολιχόσκιος οὐρή·

τοῖα περὶ στομάτεσσι προσώπατα· τοῖον ὕπερθε

νεύει ἐπισκύνιον· τοῖοι σελαγεῦσιν ὀδόντες.

ὠκυτέρη τελέθει δὲ θοῶν πανυπείροχα θηρῶν·

αὐτῶι γάρ τε θέειν ἰκέλη Ζεφύρωι γενετῆρι·

355

οὔτι γε μὴν γενετῆρι· τίς ἂν τάδε πιστώσαιτο,

θῆρες ὅτι δμηθεῖεν ὑπ' ἠέρι νυμφευτῆρι;

ἔπλετο γὰρ κείνη κενεὴ φάτις, ὡς τόδε φῦλον

θῆλυ πρόπαν τελέθει καὶ ἀδέμνιον ἄρσενός ἐστι·

δηθάκι γάρ κεν ἴδοις πολυανθέα καλὸν ἀκοίτην·

360

ῥεῖα γὰρ οὐκ ἂν ἕλοις· δὴ γάρ τε λιπὼν ἑὰ τέκνα

ἐμμενέως φεύγει, θηρήτορας εὖτ' ἂν ἴδηται·

ἡ δ' ἕπεται σκύμνοισιν ἀνιάζουσά τε θυμόν,

χάρμα μέγ' ἀγρευτῆρσι, πρὸς ἄρκυας ἰθὺς ἱκάνει.

Κάπρος ἐνυαλίοις δὲ μέγ' ἔξοχος ἐν θήρεσσιν

365

εὐνὰς μὲν ποθέει πυμάτοις ἐνὶ βένθεσι κρημνῶν,

ἔξοχα δὲ στυγέει δοῦπον πολυηχέα θηρῶν.

θηλυτέρηι δ' ἀλίαστος ἐφορμαίνων ἀλάληται

καὶ μάλ' ἐρωμανέων σφριγᾶι· κατὰ δ' αὐχένος ὀρθαὶ

φρίσσουσι τρίχες, οἷα περισσολόφων πηλήκων,

370

ἀφρὸν ἀποσταλάει δὲ κατὰ χθονός· αὐτὰρ ὀδόντων

ἕρκος ἐπικροτέει λευκόχροον ἄσθματι θερμῶι·

καὶ χόλος ἀμφὶ γάμοισι πολὺ πλέον ἠέπερ αἰδώς.

θηλυτέρη δ' εἴ μίν κεν ὑποπτήξασα μένηισιν,

ἔσβεσε πάντα χόλον, κατὰ δ' εὔνασε θηρὸς ἐρωήν·

375

εἰ δέ κ' ἀνηναμένη φεύγηι φιλοτήσιον εὐνήν,

αὐτίκ' ὀρινόμενος θερμῶι πυρόεντι μύωπι

ἢ γάμον ἐξετέλεσσεν ἀνάγκηι, ἶφι δαμάσσας,

ἢ νέκυν ἐν κονίηισι βάλεν, γενύεσσιν ὀρούσας.

ἔστι δέ τις κάπροιο φάτις πέρι λευκὸν ὀδόντα

380

λάθριον ἐντὸς ἔχειν μαλερὴν πυρόεσσαν ἐνιπήν.

σῆμα δ' ἐφημερίοισιν ἀριφραδὲς ἐρρίζωται·

ὁππότε γὰρ πολὺς ὄχλος ἐπήτριμος ἀγρευτήρων

σὺν κυσὶν εὐτόλμοισι ποτὶ χθόνα θῆρα βάλωνται,

αἰχμῆισιν δολιχῆισιν ἐπασσύτερον δαμάσαντες,

385

δὴ τότ' ἀπ' αὐχένος εἴ τις ἀειράμενος τρίχα λεπτὴν

θηρὸς ἔτ' ἀσθμαίνοντος ἐνιχρίμψειεν ὀδόντι,

αἶψα μάλα σφαιρηδὸν ἀνέδραμεν αἰθομένη θρίξ.

καὶ δ' αὐτοῖσι κύνεσσιν ἐπὶ πλευρῆις ἑκάτερθεν,

 

 

 

ἔνθα συὸς γενύων πέλασαν αἴθωνες ὀδόντες,

390

ἴχνια πυρσευθέντα διὰ ῥινοῖο τέτανται.

Ὑστρίγγων δ' οὔπω τι πέλει κατὰ δάσκιον ὕλην

ῥίγιον εἰσιδέειν οὔτ' ἀργαλεώτερον ἄλλο·

τῶν ἤτοι μέγεθος μὲν ὁποῖα λύκοισι δαφοινοῖς,

βαιόν, ὀλιζότερον, κρατερὸν δέμας, ἀμφὶ δὲ ῥινὸς

395

τρηχείαις λασίαισι πέριξ πέφρικεν ἐθείραις,

ὁπποίαις θωρήξατ' ἐχίνων αἰόλα φῦλα.

ἀλλ' ὅτε μιν σεύωσιν ἀρείονες ἔξοχα θῆρες,

δὴ τότ' ἐμήσατο τοῖα· θοὰς ἔφριξεν ἐθείρας

καί τ' ὀπίσω νώτοισιν ἀκαχμένον ὠκυπέτηισιν

400

ἰθὺς ἀκοντίζει μαλερὸν βέλος· ἀμφότερον δὲ

φεύγει τ' ἐμμενέως καὶ ἀλευόμενος πολεμίζει.

δηθάκις ἔκτεινεν κύνα κάρχαρον· ὧδέ κε φαίης

αἰζηὸν τόξων δεδαηκότα τοξεύεσθαι.

τοὔνεκεν ὁππότε μιν θηρήτορες ὠπήσωνται,

405

οὔτι κύνας μεθιᾶσι, δόλον δ' ἐπετεκτήναντο,

τὸν μετέπειτ' ἐρέω, θηρῶν φόνον ὁππότ' ἀείδω.

Ἰχνεύμων βαιὸς μέν, ἀτὰρ μεγάλοισιν ὁμοίως

μέλπεσθαι θήρεσσι πανάξιος εἵνεκα βουλῆς

ἀλκῆς τε κρατερῆς ὑπὸ νηπεδανοῖσι μέλεσσιν.

410

ἦ γάρ τοι κέρδεσσι κατέκτανε διπλόα φῦλα,

ἑρπηστῆρας ὄφεις καὶ ἀργαλέους κροκοδείλους,

κείνους Νειλώιους, φόνιον γένος· ὁππότε γάρ τις

θηρῶν λευγαλέων εὕδηι τρίστοιχα πετάσσας

χείλεα καὶ χάος εὐρὺ καὶ ἄσπετον αἰόλον ἕρκος,

415

δή ῥα τότ' ἰχνεύμων δολίην ἐπὶ μῆτιν ὑφαίνων

λοξοῖς ὀφθαλμοῖσιν ἀπείρονα θῆρα δοκεύει,

εἰσόκε τοι βαθὺν ὕπνον ἐπὶ φρεσὶ πιστώσηται·

αἶψα δ' ἄρ' ἐν ψαμάθοισι καὶ ἐν πηλοῖσιν ἐλυσθεὶς

ῥίμφ' ἔθορεν, πυλεῶνα διαπτάμενος θανάτοιο

420

τολμηρῆι κραδίηι, διὰ δ' εὐρέος ἤλυθε λαιμοῦ.

αὐτὰρ ὅ γ' ἐξ ὕπνου βαρυαέος ἔγρετο δειλός,

καὶ κακὸν ἐν λαγόνεσσι φέρων τόσον ἀπροτίελπτον,

πάντηι μαινόμενος καὶ ἀμήχανος ἀμφαλάληται,

ἄλλοτε μὲν ποτὶ τέρματ' ἰὼν μυχάτου ποταμοῖο,

425

ἄλλοτε δ' αὖ ψαμάθοισι κυλινδόμενος ποτὶ χέρσον,

ἄγριον ἀσθμαίνων, στρωφώμενος ἀμφ' ὀδύνηισιν.

αὐτὰρ ὅ γ' οὐκ ἀλέγει, γλυκερῆι δ' ἐπιτέρπετ' ἐδωδῆι·

ἥπατι δ' ἄγχι μάλιστα παρήμενος εἰλαπινάζει·

ὀψὲ δέ τοι προλιπὼν κενεὸν δέμας ἔκθορε θηρός.

430

ἰχνεῦμον μέγα θαῦμα, μεγασθενές, αἰολόβουλε,

ὅσσην τοι κραδίη τόλμαν χάδεν. ὅσσον ὑπέστης,

ἀγχίμολον θανάτοιο τεὸν δέμας ἀμφὶς ἐρείσας.

Ἀσπίδα δ' ἰοφόρον τοίαις ἐδαμάσσατο βουλαῖς.

πᾶν δέμας ἐν ψαμάθοισι καλύψατο θῆρα δοκεύων,

435

νόσφι μόνης οὐρῆς τε καὶ ὀφθαλμῶν πυροέντων·

οὐρή οἱ δολιχὴ γὰρ ὀφιονέη τε τέτυκται,

ἄκροισιν κεφαληδὸν ἐειδομένοισι κορύμβοις,

ἄντα μελαινομένη, θηρῶν φολίδεσσιν ὁμοίη.

τὴν δ' ὅτε φυσιόωσαν ἔχιν ψολόεσσαν ἴδηται,

440

ἀντία γυρώσας προκαλέσσατο θῆρα δαφοινήν.

ἀσπὶς δ' ἰοφόρον πέλας ἀντήειρε κάρηνον,

στήθεά τ' εὔρυνε, στυφελόν θ' ὑπέσηρεν ὀδόντα,

μαρναμένη γενύεσσιν ἐτώσια λευγαλέηισιν.

ἀλλ' οὐκ ἰχνεύμων τότ' ἀρήϊος ἐν ψαμάθοισι

445

δηθύνει, πικρῶν δὲ θορὼν ἐδράξατο λαιμῶν,

δαρδάπτει τε γένυσσιν ἑλισσομένην ἑκάτερθε,

καὶ νέκυν αὐτίκ' ἔθηκ' ἀποφώλιον ἐκπτύουσαν

πευκεδανὸν θανάτοιο φίλον, ζαμενῆ χόλον, ἰόν.

Ναὶ μὴν αἰολόβουλος ἐπ' ἀγραύλοισι μάλιστα

450

θηρσὶ πέλει κερδώ, μάλ' ἀρήϊος ἐν πραπίδεσσι·

καὶ πινυτὴ ναίει πυμάτοις ἐνὶ φωλειοῖσιν,

ἑπταπύλους οἴξασα δόμους τρητάς τε καλιὰς

τηλόθ' ἀπ' ἀλλήλων, μή μιν θηρήτορες ἄνδρες

ἀμφὶ θύρηι λοχόωντες ὑπὸ βροχίδεσσιν ἄγωνται·

455

ἀργαλέη γενύεσσι καὶ ἀντία δηρίσασθαι

θηρσί τ' ἀρειοτέροισι καὶ ἀγρευτῆρσι κύνεσσιν.

εὖτε δὲ χεῖμα πέλει κρυερὸν βόσιός τε χατίζει,

γυμναὶ δ' ἡμερίδες περὶ βότρυσιν ἰνδάλλονται,

δὴ τότε καὶ θηρᾶν πικρὴν ἐπὶ μῆτιν ὑφαίνει,

460

οἰωνούς τε δόλοισιν ἑλεῖν καὶ τέκνα λαγωῶν.

 

 

 

Ἔννεπέ μοι κἀκεῖνα, πολύθροε Μοῦσα λιγεῖα,

μικτὰ φύσιν θηρῶν, διχόθεν κεκερασμένα, φῦλα,

πόρδαλιν αἰολόνωτον ὁμοῦ ξυνήν τε κάμηλον.

Ζεῦ πάτερ, ὅσσα νόησας, ὅσ' εἴδεα νῶϊ φύτευσας,

465

ὅσσα βροτοῖσιν ὄπασσας, ὅσ' εἰναλίοις νεπόδεσσιν.

ὃς τόδ' ἐμήσαο πάγχυ καμήλων αἰόλον εἶδος,

ἀμφιέσας ῥινοῖσιν ἀναιδέσι πορδαλέοισι

φαίδιμον, ἱμερόεν, τιθασὸν γένος ἀνθρώποισι.

δειρή οἱ ταναή, στικτὸν δέμας, οὔατα βαιά,

470

ψιλὸν ὕπερθε κάρη, δολιχοὶ πόδες, εὐρέα ταρσά,

κώλων δ' οὐκ ἴσα μέτρα, πόδες τ' οὐ πάμπαν ὁμοῖοι,

ἀλλ' οἱ πρόσθεν ἔασιν ἀρείονες, ὑστάτιοι δὲ

πολλὸν ὀλιζότεροι, κατά τ' ὀκλάζουσιν ὁμοῖοι.

ἐκ δὲ μέσης κεφαλῆς δίδυμον κέρας ἰθὺς ὀρούει,

475

οὔ τι κέρας κερόεν, παρὰ δ' οὔατα μεσσόθι κόρσης

ἀβληχραὶ κροτάφοισιν ἐπαντέλλουσι κεραῖαι·

ἄρκιον, ὡς ἐλάφοιο, τέρεν στόμα, λεπταλέοι τε

ἐντὸς ἐρηρέδαται γαλακόχροες ἀμφὶς ὀδόντες·

αἴγλην παμφανόωσαν ἀπαστράπτουσιν ὀπωπαί.

480

οὐρὴ δ' αὖτ' ἐλαχεῖα, θοαῖς ἅτε δορκαλίδεσσιν,

ἄκραισιν μετόπισθε μελαινομένηισιν ἐθείραις.

Ναὶ μὴν ἄλλο γένεθλον ἐμοῖς ἴδον ὀφθαλμοῖσιν

ἀμφίδυμον, μέγα θαῦμα, μετὰ στρουθοῖο κάμηλον·

τὴν ἔμπης κούφοις μεταρίθμιον οἰωνοῖσι

485

καὶ πτερόεσσαν ἐοῦσαν ἐμαὶ μέλψουσιν ἀοιδαί,

οὕνεκεν ἡμετέρης μιν ἕλεν νόμος αἰόλος ἄγρης.

οὔτε γὰρ ὀρνίθων σφε δαμάσσατο δήϊος ἰξός,

οὔτε διηερίην δόνακες πατέοντες ἀταρπόν.

ἀλλ' ἵπποι σκύλακές τε θοοὶ καὶ ἀείδελα δεσμά.

490

τῆς ἤτοι μέγεθος μὲν ὑπέρβιον, ὅσσον ὕπερθε

νώτοις εὐρυτάτοισι φέρειν νεοθηλέα κοῦρον·

καὶ πόδες ὑψιτενεῖς, ἴκελοι νωθροῖσι καμήλοις,

ὁπποῖον θαμινῆισιν ἀρηράμενοι φολίδεσσι

σκληρῆις ἄχρι διπλῆς ἐπιγουνίδος· ὕψι δ' ἀείρει

495

βαιὴν μὲν κεφαλήν, πολλὴν δὲ τανύτριχα δειρὴν

κυανέην· κείνηισι πολὺ πτερόν· οὐ μὲν ὕπερθεν

ἠέρος ὑψιπόροισιν ἐπιπλώουσι κελεύθοις,

ἀλλ' ἔμπης θείειν ποσσὶ κραιπνοὶ τελέθουσαι

αὐτοῖσιν φορέουσιν ἴσον τάχος οἰωνοῖσιν.

500

οὐδὲ μὲν ὀρνίθεσσιν ὁμοίϊος ἀμβαδὸν εὐνή,

Βάκτριον οἷα δὲ φῦλον ἔχουσιν ἀπόστροφα λέκτρα·

τίκτει δ' ἄπλετον ὠιόν, ὅσον χαδέειν τόσον ὄρνιν,

κυκλόσε λαϊνέοις θωρησσόμενον κελύφεσσι.

Πτῶκας ἀείδωμεν, θήρης ἐρίδωρον ὀπώρην.

505

σῶμα πέλει τυτθόν, λάσιον, δολιχώτατον οὖας,

βαιὸν ὕπερθε κάρη, βαιοὶ πόδες, οὐκ ἴσα κῶλα·

χροιὴν δ' ἀμφιέσαντ' ἀνομοίϊον· οἱ μὲν ἔασι

κυάνεοι δνοφεροί τε μελάμβωλον κατ' ἄρουραν,

ξανθοὶ δ' αὖθ' ἕτεροι πεδίων ἐπὶ μιλτοπαρήιων·

510

αὐτὰρ ἐρίγληνοι χαροπὸν στράπτουσιν ὀπωπαὶ

 

 

 

κανθὸν ἀγρυπνίηι κεκορυθμένον· οὔποτε γὰρ δὴ

ὕπνον ἐπὶ βλεφάροισιν ἀποβρίξαντες ἕλοντο,

δειδιότες θηρῶν τε βίην μερόπων τε θοὸν κῆρ·

νυκτὶ δέ τ' ἐγρήσσουσι καὶ ἐς φιλότητα μέλονται·

515

νωλεμὲς ἱμείρουσι γάμων, ἔτι δ' ἔγκυοι οὖσαι

οὔποτ' ἀναίνονται πόσιος πολύθουρον ἐρωήν,

οὐδ' ὅτε γαστρὶ φέρωσι πολύσπορον ὠκὺν ὀϊστόν·

ἔξοχα γὰρ τόδε φῦλον, ὅσ' ἄπλετος ἔτραφεν αἶα,

πουλυγόνον τελέθει· τὸ μὲν ἄρ ποθι νηδύος ἐκτὸς

520

ἔμβρυον ἐκθρώσκει τετελεσμένον, ἄλλο δ' ἔσωθεν

νόσφι τριχὸς φορέει, τὸ δ' ἄρ' ἡμιτέλεστον ἀέξει,

ἄλλο δ' ἄναρθρον ἔχει θορόεν βρέφος ὠπήσασθαι·

ἑξείης τίκτει δέ, καὶ οὔποτε θῆλυς ἀναιδὴς

λήθετο μαχλοσύνης· τελέει δ' ὅσα θυμὸς ἀνώγει,

525

οὐδ' αὐταῖς ὠδῖσιν ἀνηναμένη Κυθέρειαν.