Pseudo-Oppianos
floruit ca. 215 p. Chr. n.
Κυνηγετικά
Βιβλίον βʹ
|
|
___________________________________________________
|
|
Εἰ δ' ἄγε μοι, Ζηνὸς θύγατερ, καλλίσφυρε Φοίβη,παρθένε χρυσομίτρη, δίδυμον γένος Ἀπόλλωνι,εἰπέμεναι μερόπων τίς ἀγασθενέων θ' ἡρώωνσῆς ἀπὸ χειρὸς ἄειρε μεγακλέα δήνεα θήρης. | |
5 | Ἀμφὶ πόδας Φολόης ἀνεμώδεος ἄγρια φῦλαθηρομιγῆ, μερόπων μὲν ἐπ' ἰξύας, ἰξυόφιν δὲἵππων ἡμιβρότων, ἐπιδόρπιον εὕρετο θήρην.ἐν μερόπεσσι δὲ πρῶτος ὁ Γοργόνος αὐχέν' ἀμέρσας,Ζηνὸς χρυσείοιο πάϊς κλυτός, εὕρετο Περσεύς· |
10 | ἀλλὰ ποδῶν κραιπνῆισιν ἀειρόμενος πτερύγεσσικαὶ πτῶκας καὶ θῶας ἐλάζυτο καὶ γένος αἰγῶνἀγροτέρων δόρκους τε θοοὺς ὀρύγων τε γένεθλαἠδ' αὐτῶν ἐλάφων στικτῶν αἰπεινὰ κάρηνα.ἱππαλέην δ' ἄγρην ὁ φαεσφόρος εὕρετο Κάστωρ· |
15 | καὶ τοὺς μὲν κατέπεφνεν ἐπίσκοπον ἰθὺς ἄκοντιβαλλόμενος, τοὺς δ' αὖτε θοοῖς ἵπποισιν ἐλαύνωνθῆρας ἕλε ξυνοχῆισι μεσημβρινοῖο δρόμοιο.πρὸς δὲ μόθους θηρῶν κύνας ὥπλισε καρχαρόδονταςδιογενὴς πρῶτος Λακεδαιμόνιος Πολυδεύκης·
|
20 | καὶ γὰρ πυγμαχίηισι λυγροὺς ἐναρίξατο φῶταςκαὶ σκυλάκεσσι θοαῖς βαλίους ἐδαμάσσατο θῆρας.ἔξοχα δ' ἐν σταδίοισιν ὀρειοτέροισι μόθοισινΟἰνείδης ἤστραψεν ἐνυάλιος Μελέαγρος.ἄρκυας αὖτε βρόχους τε καὶ ἀγκύλα δίκτυα πρῶτος |
25 | Ἱππόλυτος μερόπεσσιν ἐπακτήρεσσιν ἔφηνε.Σχοινῆος πρώτη δὲ κλυτὴ θυγάτηρ Ἀταλάντηθηρσὶ φόνον πτερόεντα συηβόλος εὕρετο κούρη.νυκτερίους δὲ δόλους, νυχίην πανεπίκλοπον ἄγρην,
|
|
|
Ὠρίων πρώτιστος ἐμήσατο κερδαλεόφρων. | |
30 | τόσσοι μὲν θήρης κρατεροὶ πάρος ἡγεμονῆες.πολλοὺς δ' αὖ μετόπισθεν ἔρως ἐδαμάσσατο δριμύς·οὐ γάρ τις κέντροισι δαμεὶς ἄγρης ἐρατεινῆςαὖθις ἑκὼν λείψειεν· ἔχει δέ μιν ἄσπετα δεσμά.οἷος μὲν γλυκὺς ὕπνος ἐπ' ἄνθεσιν εἴαρος ὥρηι, |
35 | οἵη δ' αὖτε θέρευς γλυκερὴ σπήλυγγι χαμεύνη,οἵη δ' ἐν σκοπέλοισιν ἐπακτήρεσσι πάσασθαιτερπωλή· πόσση δὲ χάρις κείνοισιν ὀπηδεῖδρεπτομένοις αὐτοῖσι μελιχρῆς ἄνθος ὀπώρης·ψυχρὸν δ' ἐξ ἄντροιο προχεύμενον ἄργυφον ὕδωρ |
40 | οἷον κεκμηῶσι ποτὸν γλυκερόν τε λοετρόν·οἷα δ' ἐνὶ ξυλόχοις κεχαρισμένα δῶρα φέρουσινἐν γλυκεροῖς ταλάροισι παρ' αἰπολίοισι νομῆες.Ἀλλ' ἄγε δὴ ταύρων ζηλήμονα πάγχυ γενέθληνπρῶτον ἀείδωμεν καὶ μυρίον ἔξοχα νεῖκος |
45 | οἷον ὑπὲρ θαλάμοιο πανάγρια δηρίσαντο.εἷς βασιλεὺς ἀγέληφι τυραννεύων ὄχ' ἄριστοςβαιοτέροις ταύροις καὶ θηλυτέρηισιν ἀνάσσει·πέφρικεν δ' ἀγέλη κεραὸν μέγαν ἡγεμονῆα·αἱ δ' αὖτε τρομέουσιν ἑὸν πόσιν ἀγριόωντα, |
50 | ὁππότε μυκήσαιτ', ἄγριοι βόες· ἀλλ' ὅτ' ἐπ' ἄλλωιταῦρος ἀποκρινθεὶς ἀγέλης, πλατὺν αὐχένα τείνας,οἶος ἴηι, κἀκεῖνος ἄναξ σφετέροισιν ἀνάσσων,δὴ τότ' ἐπ' ἀμφοτέροισιν ὑπέρβιος ἵστατ' ἐνυώ.πρῶτα μὲν ἀντίπρωρον ἐς ἀλλήλους ὁρόωντες |
55 | ἄγρια θυμαίνοντι χόλωι μέγα παιφάσσουσικαὶ πυρόεν πνείουσι καὶ ἀμῶνται ποσὶ γαῖαν,οἷα κονιόμενοι· προκαλίζονται δ' ἑκάτερθεν,ὀξέα κεκλήγοντες ἐνυαλίοισιν ἀϋταῖς·αὐτὰρ ἐπεὶ σάλπιγξαν ἐφ' ὑσμίνην ἀλεγεινήν, |
60 | ἄσχετον ἀΐσσουσιν, ἑοῖσι δ' ἄφαρ κεράεσσιπᾶν δέμας ἀλλήλοισιν ἀμοιβαδὶς οὐτάζουσιν.οἷα δ' ἐνὶ πτολέμωι βυθίωι, ὅτε ναυμάχος Ἄρηςδῆριν ἀείρηται, δοιαὶ πανυπείροχα νῆες,στράπτουσαι θαμινοῖσιν ἐναντίον ὁπλίτηισιν, |
65 | ἀντίβιον πρώρηισι μετωπαδὸν ἐγχρίμπτονται,σπερχόμεναι πνοιῆι τε λάβρωι παλάμηφι τε ναυτῶν·ἔντεσι χαλκείοις δὲ περιβρέμεται κτύπος ἀνδρῶννηῶν τ' ἀγνυμένων· στένεται δ' ὅλος οἴδματι Νηρεύς·τοῖος καὶ ταύροισιν ἐς αἰθέρα δοῦπος ἱκάνει, |
70 | θεινόντων ἄμοτον καὶ θεινομένων κεράεσσιν,εἰσόκε δή τις ἕληισι φίλην ἑτεραλκέα νίκην.αὐτὰρ ὅ γ' οὔτι φέρει δοῦλον ζυγόν· αἰδόμενος δὲκαὶ βαρέα στενάχων ἐπὶ δάσκιον ἤλυθεν ὕλην·οἶος δ' ἐν σκοπέλοισι περιπλομένων ἐνιαυτῶν |
75 | φέρβετ' ὀρειαύλοισιν ἀποσταδὸν ἐν ξυλόχοισιν,οἷά τις ἀθλεύων· βριαρὸν δ' ὅτε κάρτος ἴδηταικαὶ σθένος ἀμφήριστον, ἀνέκραγεν αὐτίκ' ὄρεσφιν·αὐτὰρ ὅγ' ἀντήϋσεν· ἐπεσμαράγησε δὲ δρυμών·ἀλλ' ὅτε θαρσήσειε κραταιοτέρηισιν ἀϋταῖς, |
80 | δή ῥα τότ' ἐξ ὀρέων ἐπὶ δήϊον εὐθὺς ἱκάνει,ῥεῖα δ' ἕλεν· φορβαῖς γὰρ ἑὸν δέμας ἐξήσκησετηλόθ' ἐνὶ δρυμοῖσι σθενοβλαβέος Κυθερείης.
|
|
|
Εἴδεα πολλὰ πέλει δὲ καὶ ἤθεα μυρία ταύροις.Αἰγύπτου μὲν ἔασι παρ' ὄχθαις ἀγλαοκάρποις | |
85 | Νείλου πυροφόροιο πολυσχιδέος ποταμοῖοχιόνεοι χροιήν, μέγεθος πάντων ὄχ' ἄριστοι·φαίης κεν κατὰ γαῖαν ἴμεν βαθυτέρμονα νῆαἤπια δὲ φρονέουσι καὶ ἠθάλεοι μερόπεσσιν,ὅττι βροτοὶ δ' ἐνέπουσιν, ἐνηέες ἐξανέχονται. |
90 | Οἱ Φρύγιοι χροιὴν μὲν ἀριπρεπέες τελέθουσι,ξανθοί τε φλογεροί τε· βαθεῖαι δ' αὐχένι σάρκες·σφαιρωτὸς δ' ἐφύπερθε μετήορος ὕψι κόρυμβος.ξείνη δ' ἐν κεράεσσι φύσις κείνοισι τέτυκται·οὐ γάρ τοι κρατερῆισιν ὑπὲρ κεφαλῆφι πέπηγε, |
95 | κλίνουσιν δὲ κέρατα καὶ ἀγκλίνουσ' ἑκάτερθε.Μώνυχες Ἀόνιοι, στικτὸν γένος, οἰοκέρωτες,ἔκ τε μέσου κέρας αἰνὸν ἐπαντέλλουσι μετώπου.Ἀρμενίοις δίδυμον μὲν ἀτὰρ κέρας εἱλικόμορφοναἰχμῆισιν, μέγα πῆμα, παλίστροφον ἠέρτηται.
|
100 | Οἱ Σύριοι ταῦροι δέ, Χεροννήσοιο γένεθλα,αἰπεινὴν τοὶ Πέλλαν ἐΰκτιτον ἀμφινέμονται,αἴθωνες, κρατεροί, μεγαλήτορες, εὐρυμέτωποι,ἄγραυλοι, σθεναροί, κερααλκέες, ἀγριόθυμοι,μυκηταί, βλοσυροί, ζηλήμονες, εὐρυγένειοι· |
105 | ἀλλ' οὐ πιαλέοι δέμας ἀμφιλαφὲς βαρύθουσιν,
|
οὐδὲ πάλιν λιπόσαρκοι ἑὸν δέμας ἀδρανέουσιν·ὧδε θεῶν κλυτὰ δῶρα κερασσάμενοι φορέουσιν,ἀμφότερον κραιπνοί τε θέειν σθεναροί τε μάχεσθαι·κεῖνοι, τοὺς φάτις ἔσκε Διὸς γόνον Ἡρακλῆα | |
110 | καρτερὸν ἀθλεύοντ' ἀγέμεν πάρος ἐξ Ἐρυθείης,ὁππότ' ἐπ' Ὠκεανῶι δηρίσατο Γηρυονῆϊκαὶ κτάνεν ἐν σκοπιῆισιν· ἐπεὶ πόνον ἄλλον ἔμελλενοὐχ Ἥρηι τελέειν οὐδ' Εὐρυσθῆος ἐνιπαῖς,Ἀρχίππωι δ' ἑτάρωι, Πέλλης ἡγήτορι δίης. |
115 | ἦ γάρ τοι προπάροιθε παραὶ πόδας Ἐμβλωνοῖοπᾶν πεδίον πελάγιζεν· ἐπεὶ πολὺς αἰὲν Ὀρόντηςἵετ' ἐπειγόμενος, χαροποῦ δ' ἐπελήθετο πόντου,δαιόμενος Νύμφης κυανώπιδος Ὠκεανίνης·δήθυνεν δὲ πάγοισι, κάλυπτε δ' ἐρίσπορον αἶαν |
120 | οὔτι θέλων προλιπεῖν δυσέρωτα πόθον Μελιβοίης.οὔρεσί τ' ἀμφοτέρωθε περίδρομος ἐστεφάνωτοτειναμένοις ἑκάτερθεν ἐπ' ἀλλήλοισι κάρηνα·ἤϊεν ἀντολίηθε Διόκλειον δέμας αἰπύ,ἐκ δ' ἄρα δυσμάων λαιὸν κέρας Ἐμβλωνοῖο, |
125 | αὐτὸς δ' ἐν μεσάτοισιν ἐπαιγίζων πεδίοισιν,αἰὲν ἀεξόμενος καὶ τείχεος ἐγγὺς ὁδεύων,χέρσον ὁμοῦ καὶ νῆσον, ἐμὴν πόλιν, ὕδασι χεύων.τοὔνεκεν αὐτίκ' ἔμελλε Διὸς γόνος ἀμφοτέροισινάματα μετρήσειν ῥοπάλωι καὶ χερσὶ κραταιαῖς, |
130 | ὕδατα δ' ἐκ πεδίοιο διακριδὸν ἰθύνεσθαιεὐπλοκάμου λίμνης ἠδ' εὐτροχάλου ποταμοῖο.ἔρξε δὲ πουλὺν ἄεθλον, ἐπεὶ στεφάνην διέκερσενἀμφιβόλων ὀρέων, λῦσεν δ' ἄπο λάϊνα δεσμά,καὶ ποταμὸν προέηκεν ἐρευγόμενον προμολῆισιν, |
135 | ἄσχετα κυμαίνοντα καὶ ἄγρια μορμύροντα,ἴθυνεν δ' ἐπὶ θῖνας· ὁ δ' ἔβραχεν ἠπύτα πόντοςκαὶ Συρίου κονάβησε μέγαν δέμας αἰγιαλοῖο.οὐ τοίω γ' ἑκάτερθε πολυσμαράγοιο θαλάσσηςἀντιπόρω ποταμὼ καταβαίνετον ὕδατι λάβρωι· |
140 | ἔνθεν μὲν Βορέαο τεμὼν ἀργῆτα χαλινὰἂν Σκυθίην Ἴστρος λέλακεν μέγα πάντοθε πάντηι,συρόμενος κρημνοῖσι καὶ ὑδατοπλήγεσιν ἄκραις·τῆι δ' αὖτ' ἐκ Λιβύης ἱερὸν ῥόον Αἰγύπτοιοἀμφί ἑ ῥηγνύμενον τρομέει ταναηχέτα πόντος. |
145 | ὣς ποταμὸς κελάρυζε μέγας περὶ θῖνας Ὀρόντης
|
|
|
σμερδαλέον μύκημα· πελώρια δ' ἴαχον ἀκταὶδεχνύμεναι κόλποισι νεήλυδος οἶδμα θαλάσσης·γαῖα δ' ἀνέπνευσεν μελανόχροος, οὐθατόεσσα,κύματος ἐξαναδῦσα, νέον πέδον Ἡρακλῆος. | |
150 | πάντηι δ' εἰσέτι νῦν σταχυηκομέουσιν ἄρουραι,πάντηι δ' ἔργα βοῶν θαλερὰς βέβριθεν ἀλωὰςΜεμνόνιον περὶ νηόν, ὅθ' Ἀσσύριοι ναετῆρεςΜέμνονα κωκύουσι, κλυτὸν γόνον Ἠριγενείης,ὅν ποτε Πριαμίδηισιν ἀμυνέμεναι πελάσαντα |
155 | θαρσαλέος πόσις ὦκα δαμάσσατο Δηϊδαμείης.ἀλλὰ τὰ μὲν κατὰ κόσμον ἀείσομεν εὐρέα κάλληπάτρης ἡμετέρης ἐρατῆι Πιμπληΐδι μολπῆι·νῦν δὲ παλίντροπος εἶμι κλυτὴν θήρειον ἀοιδήν.Ἔστιν ἀμαιμάκετον φονίοις ταύροισι γένεθλον, |
160 | τοὺς καλέουσι Βίσωνας· ἐπεὶ πάτρης τελέθουσιΒιστονίδος Θρήικης· ἀτὰρ ἔλλαχον εἴδεα τοῖα·φρικαλέην χαίτην μὲν ἐπωμαδὸν αἰθύσσουσιναὐχέσι πιαλέοισι καὶ ἀμφ' ἀταλοῖσι γενείοις·οἷά τε λαχνήεντες ἀριπρεπὲς εἶδος ἔχουσι |
165 | ξανθοκόμαι, βλοσυροί, θηρῶν μεδέοντε λέοντες·ὀξεῖαι κεράων δὲ πυριγλώχινες ἀκωκαὶχαλκείοις γναμπτοῖσιν ἐπείκελοι ἀγκίστροισιν·ἀλλ', οὐχ ὡς ἑτέροισιν, ἐναντίον ἀλλήλοισινεύουσι στυγερῶν κεράων ἐπικάρσιον αἰχμαί, |
170 | ὕπτια δ' εἰσορόωντα πρὸς αἰθέρα φοίνια κέντρα.τοὔνεκεν, ὁππότε δή τιν' ἐπιχρίμψωσι κιχόντεςἢ βροτὸν ἤ τινα θῆρα, μετήορον ἀείρουσι.γλῶσσα δὲ τοῖς στεινὴ μὲν ἀτὰρ τρηχεῖα μάλιστα,οἷα σιδηροβόροιο πέλει τέχνασμα σιδήρου· |
175 | γλώσσηι δ' αἱμάσσοντες ἀπὸ χρόα λιχμάζουσι.Ναὶ μὴν ὠκυπόδων ἐλάφων γένος ἔτραφεν αἶαεὐκέραον, μεγαλωπόν, ἀριπρεπές, αἰολόνωτον,στικτόν, ἀρίζηλον, ποταμηπόρον, ὑψικάρηνον,πιαλέον νώτοις καὶ λεπταλέον κώλοισιν· |
180 | οὐτιδανὴ δειρὴ καὶ βαιοτάτη πάλιν οὐρή·τετράδυμοι ῥῖνες, πίσυρες πνοιῆισι δίαυλοι·ἀβληχρὴ κραδίη καὶ θυμὸς ἔσωθεν ἄναλκις,καὶ κωφαὶ κεράων αἰχμαὶ τόσον ἀντέλλουσιν·οὔ ποτε γὰρ κεφαλῆφιν ἐναντία δηρίσαιντο, |
185 | οὐ θηρσὶ κρατεροῖς, οὐκ ἀργαλέοισι κύνεσσιν,οὐδ' αὐτοῖς δειλοῖς λασιοκνήμοισι λαγωοῖς.Τρηχὺς δ' αὖτ' ἐλάφοισιν ἔρως πολλή τ' Ἀφροδίτηκαὶ θυμὸς ποτὶ λέκτρον ἀναιθόμενος πρόπαν ἦμαρ,οἷον ἀειθούροισιν ἀλεκτρυόνεσσι μαχηταῖς |
190 | πᾶσίν τ' ἀνθοκόμοις πτεροείμοσιν οἰωνοῖσι.κεύθουσιν λαγόνεσσι δ' ὑπ' αὐτὴν ἔνδοθι νηδὺνἀμφιδύμους ὁλκούς· τοὺς εἴ κέ τις ἀμήσειεν,αὐτίκα θῆλυν ἔθηκε, πρόπαν δ' ἀπέρευσε καρήνωνὀξύκομον κεράων πολυδαίδαλον αἰόλον ἔρνος. |
195 | οὐ μὲν ἄρ' εἰς εὐνὴν γάμιος νόμος οἷά τε θηρσὶτοῖς ἄλλοις, ξεῖνοι δὲ πόθοι κείνοισι μέλονται·οὔτε γὰρ ἑσταότες παρὰ τέμπεσιν ἀγρονόμοισιν,οὔτ' ἄρα κεκλιμένοι χθαμαλοῖσιν ἐπ' ἄνθεσι ποίηςθηλυτέραις ἐλάφοισιν ὁμιλαδὸν εὐνάζονται, |
200 | ἀλλὰ ποσὶ κραιπνοῖσι θέων ἐκίχανε θέουσαν·φεύγουσαν μάρπτει δὲ καὶ ἀγκὰς ἔχει παράκοιτιν·ἀλλ' οὐδ' ὣς παρέπεισε· φέρουσα πόσιν δ' ἐπὶ νώτουἐμμενέως φεύγει, παναμείλιχον ἦτορ ἔχουσα·αὐτὰρ ὅ γ' ἑσπόμενος δισσοῖς λαιψηρὰ πόδεσσιν |
205 | οὐ μεθίησι πόθον, γαμίους δ' ἐτελέσσατο θεσμούς.ἀλλ' ὅτε δὴ μετόπισθε περιπλομένηισι σελήναιςθηλυτέρη τίκτει, τρίβον ἀνθρώπων ἀλεείνει,οὕνεκεν ἀτραπιτοὶ μερόπων θήρεσσι βέβηλοι.Ἔξοχα δ' ἐν θήρεσσιν ἐπ' ἀγλαΐηι κομόωσιν |
210 | ἄρσενες εὐκέραοι, πολυδαίδαλον ἔρνος ἔχοντες·ἦ γὰρ ἐϋσχιδέων κεράων ὥρησι πεσόντων,βόθρον μὲν κατὰ γαῖαν ὀρυξάμενοι κατέθαψαν,ὄφρα κε μή τις ἕληισιν ἐπ' αὔλακος ἀντιβολήσας·κεύθονται δ' αὐτοὶ πυμάτοις λασίοισί τε θάμνοις, |
215 | αἰδόμενοι θήρεσσι καρήατα τοῖα φανῆναι,γυμνά, τά τοι προπάροιθε μετήορον ἀείροντο.Ἀμφίβιοι δ' ἔλαφοι· καὶ γὰρ τραφερὴν πατέουσικαὶ πόντον περόωσιν, ὁμόστολον ἀλλήλοισιναυτιλίην πλώοντες, ὅτ' ἐξανύουσι θάλασσαν· |
220 | πρόσθε μὲν εἷς ἐλάφοισιν ἐπὶ στίχας ἡγεμονεύει,οἷα κυβερνητὴρ μεθέπων οἰήϊα νηός·τῶι δ' ἕτερος κατὰ νῶτον ἐρειδόμενος μετόπισθεδειρὴν ἠδὲ κάρηνον ὁμαρτεῖ ποντοπορεύων·ἄλλος δ' ἄλλον ἔπειτα φέρων τέμνουσι θάλασσαν. |
225 | ἀλλ' ὅτε νηχόμενον κάματος πρώτιστον ἕληισι,στοῖχον ὁ μὲν προλιπὼν ἔμολεν ποτὶ τέρμα φάλαγγος,παύσατο δ' ἀγκλινθεὶς ἑτέρωι βαιὸν καμάτοιο·ἄλλος δ' αὖτ' οἴηκας ἔχων ἐπὶ πόντον ὁδεύει·πάντες δὲ πλώοντες, ἀμοιβαδὶς ἡγεμονῆες, |
230 | ποσσὶ μὲν οἷα πλάταισιν ἐρέσσουσιν μέλαν ὕδωρ,ὕψι δ' ἀνίσχονται κεράων πολυήρατον εἶδος,οἷά τε λαίφεα νηὸς ἐπιτρέψαντες ἀήταις.Ἔχθος δ' ἀλλήλοισιν ἀνάρσιον αἰὲν ἔχουσιπᾶν ὀφίων ἐλάφων τε γένος, πάντηι δ' ἐρεείνει |
235 | οὔρεος ἐν βήσσηις ἔλαφος θρασὺν ἑρπηστῆρα.ἀλλ' ὅτ' ἴδηι στροφάλιγξιν ὑφαινόμενον δολιχῆισινἴχνος ὀφιόνεον, μέγα καγχαλόων ἀφικάνειἆσσον φωλειοῦ, ῥῖνας δ' ἐπεθήκατο χειῆι,πνοιῆισι λάβρηισιν ἐφελκόμενος ποτὶ δῆριν |
240 | ἑρπετὸν οὐλόμενον· τὸν δ' οὐκ ἐθέλοντα μάχεσθαιἆσθμα βιησάμενον μυχάτης ἐξείρυσεν εὐνῆς·αἶψα γὰρ εἴσιδεν ἐχθρόν, ἐς αἰθέρα θ' ὑψόσ' ἀείρειλευγαλέην δειρήν· λευκοὺς δ' ὑπέσηρεν ὀδόντας,ὀξέα πεφρίκοντας· ἐπικροτέει δὲ γένειον |
245 | πυκνοῖς φυσιόων συρίγμασιν ἰοφόρος θήρ.αὐτίκα δ' αὖτ' ἔλαφος, καὶ μειδιόωντι ἐοικώς,δαιτρεύει στομάτεσσιν ἐτώσια δηριόωντα,καί μιν ἑλισσόμενον περὶ γούνασιν ἀμφί τε δειρὴνἐμμενέως δάπτει· κατὰ δὲ χθονὶ πολλὰ κέχυνται |
250 | λείψανα παιφάσσοντα καὶ ἀσπαίροντα φόνοισι.καί κε τάχ' οἰκτείρειας ἀπηνέα περ μάλ' ἐόντα
|
|
|
ὠμηστῆρα ῥιφέντα πολυτμήτοισι φόνοισι.Ἱπποβότου Λιβύης δ' ἐπὶ τέρμασι πουλὺς ἀλᾶταιἄσπετος οὐλόμενος στρατὸς αἰόλος ἑρπηστήρων· | |
255 | ἀλλ' ὅτε δὴ κλινθεὶς ἔλαφος ψαμαθώδεσιν ἄκραιςοἶος ἔηι, τῶιδ' αὐτίκ' ἐπέσσυτο πάντοθεν ἐχθρὸςἑσμὸς ἀπειρεσίων ὀφίων στυγεραί τε φάλαγγεςἰοτόκοι· ῥινῶι δὲ πικροὺς ἐνέρεισαν ὀδόντας,ἅψεα πάντ' ἐλάφοιο περισταδὸν ἀμφιχυθέντες· |
260 | οἱ μὲν γάρ τ', ἐφύπερθεν ἐπιστρέψαντε κάρηνον,ὀφρύας ἠδὲ μέτωπον ἐνιπρίουσι γένυσσιν,οἱ δ' ἄρα λεπταλέην δειρὴν καὶ στέρνον ἔνερθεκαὶ λαγόνας νηδύν τε διὰ στόμα δαιτρεύουσιν,ἄλλοι δ' αὖθ' ἑκάτερθε περὶ πλευρῆισιν ἔχονται, |
265 | μηροὺς δ' αὖθ' ἕτεροι καὶ νῶτον ὕπερθε νέμονται,ἄλλος δ' ἄλλοθεν ἐχθρὰ πεπαρμένος ἠιώρηται.αὐτὰρ ὁ παντοίηισι περιπληθὴς ὀδύνηισιπρῶτα μὲν ἐκφυγέειν ἐθέλει κραιπνοῖσι πόδεσσιν,ἀλλ' οὐ κάρτος ἔχει· τοῖός μιν ἀθέσφατος ὄχλος |
270 | αἰόλος ἀμφιέπει δυσπαίπαλος ἑρπηστήρων.δὴ τότε δὴ βαρύθων ἔστη κρατερῆς ὑπ' ἀνάγκης,δάπτει δὲ στομάτεσσιν ἀπείριτα δήϊα φῦλαβεβρυχὼς ὀδύνηισιν· ἐπιστροφάδην δ' ἑκάτερθενοὐδὲν ἀλευόμενον γένος ἑρπετόεν κεραΐζει. |
275 | κεῖνοι δ' οὐ μεθιᾶσι, διολλύμενοι δὲ μένουσιν,ἄτροπον ἦτορ ἔχοντες ἀναιδείηισι νόοιο·καὶ τοὺς μὲν γενύεσσι διέσχισε, τοὺς δὲ πόδεσσικαὶ χηλῆισιν ὄλεσσε, ῥέει δ' ἐπὶ γαῖαν ἀτέρμωνἰχὼρ αἱματόεις ὀφίων ἄπο· γυῖα δὲ θηρῶν |
280 | ἅψεά θ' ἡμίβρωτα κατὰ χθονὸς ἀσπαίρουσιν·ἄλλα δ' ἐνὶ πλευρῆις θλίβει πάλιν ἡμιδάϊκτα·καὶ φθίμενοι γὰρ ἔχουσιν ἔτι κρατεροῖσιν ὀδοῦσι,ῥινῶι δ' ἐμπεφυῶτα καρήατα μοῦνα μέμυκεν.αὐτὰρ ὁ γινώσκων θεόθεν τόπερ ἔλλαχε δῶρον, |
285 | πάντηι μαστεύει δνοφερὸν ποταμοῖο ῥέεθρον·κεῖθεν καρκινάδας δὲ φίλαις γενύεσσι δαμάσσαςφάρμακον αὐτοδίδακτον ἔχει πολυπήμονος ἄτης·αἶψα δὲ πικράων μὲν ἐπὶ χθόνα λείψανα θηρῶνἐξέπεσεν ῥινοῖο παραὶ πόδας αὐτοκύλιστα, |
290 | ὠτειλαὶ δ' ἑκάτερθεν ἐπιμύουσιν ὀδόντων.Ζώει δ' αὖτ' ἔλαφος δηρὸν χρόνον· ἀτρεκέως δὲἀνθρώπων γενεή μιν ἐφήμισε τετρακόρωνον.Ἄλλους δ' αὖ καλέουσι βροτοὶ πάλιν εὐρυκέρωτας·πάντ' ἔλαφοι τελέθουσι, φύσιν κεράων δ' ἐφύπερθεν, |
295 | οἵην τοὔνομα θηρσὶ κατηγορέει, φορέουσι.Τοὺς δ' ἄρα κικλήσκουσιν ἐνὶ ξυλόχοισιν ἰόρκους·κἀκείνοις ἐλάφοιο δέμας, ῥινὸν δ' ἐπὶ νώτωιστικτὸν ἅπαντα φέρουσι παναίολον, οἷά τε θηρῶνπορδαλίων σφραγῖδες ἐπὶ χροῒ μαρμαίρουσι. |
300 | Βούβαλος αὖτε πέλει μείων δέμας εὐρυκέρωτος,μείων εὐρυκέρωτος, ἀτὰρ δόρκου μέγ' ἀρείων·ὄμμασιν αἰγλήεις, ἐρατὸς χρόα, φαιδρὸς ἰδέσθαι·καὶ κεράων ὀρθαὶ μὲν ἀπὸ κρατὸς πεφύασινἀκρέμονες προτενεῖς, ὑψοῦ δ' αὖθις ποτὶ νῶτον |
305 | ἄψορρον νεύουσι παλιγνάμπτοισιν ἀκωκαῖς.ἔξοχα δ' αὖ τόδε φῦλον ἑὸν δόμον ἀμφαγαπάζειἠθαλέας τ' εὐνὰς φίλιόν τε νάπεσσι μέλαθρον·εἰ δέ τέ μιν στρεπτῆισι πεδήσαντες βροχίδεσσινἀγρευτῆρες ἄγοιεν ἐπ' ἄλλους αὐτίκα χώρους, |
310 | τηλόθι δ' ἐν βήσσηισιν ἐλεύθερον αὖθι λίποιεν,ῥεῖα ποτὶ γλυκερὸν δόμον ἤλυθεν, ἧιχι ναίεσκεν,οὐδ' ἔτλη ξεῖνός τις ἐπ' ἀλλοδαποῖσιν ἀλᾶσθαι.οὐκ ἄρα τοι μούνοισι φίλη πάτρη μερόπεσσι,καὶ βαλίων δὲ πόθος τις ἐνέστακται φρεσὶ θηρῶν. |
315 | Ναὶ μὴν ὠκυτάτων δόρκων ἀρίδηλα γένεθλαμορφήν τ' ἴδμεν ἅπαντες ὁμῶς μέγεθός τε καὶ ἀλκήν.πέρδικες θοῦροι δὲ πυρώπεες, αἰολόδειροι,δόρκοισιν φιλίην παρὰ τέμπεσιν ἐσπείσαντο,ἠθαλέοι τε πέλουσι καὶ ἀλλήλοισιν ὅμαυλοι, |
320 | εὐνάς τ' ἐγγὺς ἔχουσι, καὶ οὐκ ἀπάνευθε νέμονται.ἦ μάλα δὴ μετόπισθεν ἑταιρείης τάχα πικρῆςκαὶ φιλίης ἀπέλαυσαν ἀμειδέος, ὁππότε φῶτεςκερδαλέοι δειλοῖσιν ἐπίφρονα μητίσαιντο,πέρδικας δόρκοισι φίλοις ἀπατήλια θέντες, |
325 | ἔμπαλι δ' αὖ δόρκους ἑτάροις ἴσα περδίκεσσιν.
|
|
|
Αἰγῶν δ' αὖτε πέλει προβάτων τε πανάγρια φῦλαοὐ πολλὸν τούτων ὀΐων λασίων τε χιμαιρῶνμείζονες, ἀλλὰ θέειν κραιπνοὶ σθεναροί τε μάχεσθαι,στρεπτοῖσιν κεφαλῆφι κορυσσόμενοι κεράεσσι. | |
330 | κάρτος δ' αὖτ' ὀΐεσσιν ἐν ἀργαλέοισι μετώποις·
|
|
|
πολλάκι δ' ὁρμηθέντες ἐνὶ ξυλόχοισιν ἔθηκανκαὶ σύας αἰθυκτῆρας ἐπὶ χθονὸς ἀσπαίροντας.ἔστι δ' ὅτ' ἀλλήλοισιν ἐναντίον ἀΐξαντεςμάρνανται· κρατερὸς δὲ πρὸς αἰθέρα δοῦπος ἱκάνει· | |
335 | οὐδέ τ' ἀλεύασθαι θέμις ἔπλετο δήϊον αὐτοῖς,νίκην δ' ἀλλήλοις φορέειν ἀτίνακτος ἀνάγκηἠὲ νέκυν κεῖσθαι· τοῖον σφίσι νεῖκος ὄρωρεν.
|
|
|
Αἰγάγροις δέ τίς ἐστι δι' αὐτῶν αὐλὸς ὀδόντωνλεπταλέος πνοιῆς, κεράων μέσον, ἔνθεν ἔπειτα | |
340 | αὐτὴν ἐς κραδίην καὶ πνεύμονας εὐθὺς ἱκάνει·εἰ δέ τις αἰγάγρου κηρὸν κέρασιν περιχεύοι,ζωῆς ἐξέκλεισεν ὁδοὺς πνοιῆς τε διαύλους.
|
|
|
Ἔξοχα δ' αὖ μήτηρ ἀταλοὺς ἔτι νηπιάχονταςοὓς παῖδας κομέει· γήραι δ' ἔνι μητέρα παῖδες. | |
345 | ὡς δὲ βροτοὶ γενέτην πεπεδημένον ἀργαλέοισιγήραος ἐν δεσμοῖσι, πόδας βαρύν, ἅψεα ῥικνόν,ἀβληχρὸν παλάμας, τρομερὸν δέμας, ὄψιν ἀμαυρόν,ἀμφαγαπαζόμενοι περὶ δὴ περὶ πάμπαν ἔχουσι,τινύμενοι κομιδὴν παιδοτροφίης ἀλεγεινῆς· |
350 | ὣς αἰγῶν κοῦροι φιλίους κομέουσι τοκῆαςγηραλέους, ὅτε δεσμὰ πολύστονα γυῖα πεδήσηι·βρώμην μέν τ' ὀρέγουσιν ἐΰδροσον ἀνθεμόεσσαν,δρεψάμενοι στομάτεσσι· ποτὸν δ' ἄρα χείλεσιν ἄκροιςἐκ ποταμοῦ φορέουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ· |
355 | γλώσσηι δ' ἀμφιέποντες ὅλον χρόα φαιδρύνουσιν.εἰ δέ νύ τοι βροχίδεσσι μόνην γενέτειραν ἀείραις,αὐτίκα καὶ παλάμηφιν ἕλοις νεοθηλέας ἀμνούς·τὴν μὲν γὰρ δοκέοις παῖδας μύθοισι δίεσθαι,λισσομένην τοίοισιν ἀπόπροθι μηκηθμοῖσι· |
360 | φεύγετέ μοι, φίλα τέκνα, δυσαντέας ἀγρευτῆρας,μή με λυγρὴν δμηθέντες ἀμήτορα μητέρα θῆτε.τοῖα φάμεν δοκέοις· τοὺς δ' ἑσταότας προπάροιθεπρῶτα μὲν ἀείδειν στονόεν μέλος ἀμφὶ τεκούσηι,αὐτὰρ ἔπειτ' ἐνέπειν φαίης μεροπήϊον ἠχήν, |
365 | ῥηξαμένους βληχήν, στομάτων τ' ἄπο τοῖον ἀϋτεῖν,φθεγγομένοις ἰκέλους καὶ λισσομένοισιν ὁμοίους·πρός σε Διὸς λιτόμεσθα, πρὸς αὐτῆς Ἰοχεαίρης,λύσεο μητέρα μοι φιλίην, τὰ δ' ἄποινα δέδεξο,ὅσσα φέρειν δυνάμεσθα λυγροὶ περὶ μητέρι δειλῆι, |
370 | ἡμέας αἰνομόρους· γνάμψον τεὸν ἄγριον ἦτοραἰδόμενος μακάρων τε θέμιν γενέταό τε γῆρας,εἴ ῥά νύ τοι γενέτης λιπαρὸν κατὰ δῶμα λέλειπται.τοῖά τις ἂν δόξειε λιταζομένους ἀγορεύειν.ἀλλ' ὅτε τευ κραδίην παναμείλιχον ἀθρήσωσιν, |
375 | αἰδὼς ὦ πόσση, πόσσος πόθος ἐστὶ τοκήων,αὐτόδετοι βαίνουσι καὶ αὐτόμολοι περόωσι.Εἰσὶ δ' ὄϊς ξανθοὶ πυμάτης ἐνὶ τέρμασι Κρήτης,ἐν χθαμαλῆι γαίηι Γορτυνίδι, τετρακέρωτες·λάχνη πορφυρόεσσα δ' ἐπὶ χροὸς ἐστεφάνωται |
380 | πολλή τ' οὐκ ἁπαλή τε· τάχ' αἰγὸς ἂν ἀντιφερίζοιτρηχυτάτηι χαίτηι δυσπαίπαλος, οὐκ ὀΐεσσι.Τοίην που καὶ σοῦβος ἔχει ξανθωπὸν ἰδέσθαιχροιὴν μαρμαίρων, ἀτὰρ οὐκ ἔτι λαχνήεσσαν,οὐδὲ πάλιν πισύρεσσιν ἀρηραμένην κεράεσσιν, |
385 | ἀλλὰ δυσὶ κρατεροῖς ὑπὲρ εὐρυτάτοιο μετώπου.ἀμφίβιος καὶ σοῦβος, ἐπεὶ κἀκεῖνος ὁδεύει·ὁππότε γὰρ ποτὶ βυσσὸν ἴηι θοὰ κύματα τέμνων,δὴ τότε πουλὺς ὅμιλος ὁμαρτῆι ποντοπορεύωνἰχθυόεις ἕπεται, κατὰ δ' ἅψεα λιχμάζονται, |
390 | τερπόμενοι κερόεντι φίλωι, τερενόχροϊ σούβωι.ἔξοχα δ' αὖ φάγροι τε καὶ οὐτιδανοὶ μελάνουροικαὶ ῥαφίδες τρίγλαι τε καὶ ἀστακοὶ ἀμφὶς ἕπονται.θάμβος ἔφυ τόδε, θάμβος ἀθέσφατον, ὁππότε θῆραςἀλλοδαποὶ τείρουσι πόθοι καὶ ὑπείροχα φίλτρα. |
395 | οὐ γὰρ ἐπ' ἀλλήλοισι μόνον φιλότητος ἐΐσηςθεσμὸν ἀναγκαῖον δῶκεν θεός, οὐδ' ὅσον αὐτῶνφῦλον ἀναλδήσκειν αἰειγενέος βιότοιο.θαῦμα μὲν οὖν κἀκεῖνο δαμήμεναι ἄφρονα φῦλαἅμμασιν ἱμερτοῖς καὶ ὁμόγνια φίλτρα δαῆναι |
400 | καὶ πόθον οὐ νοέοντα ἐν ἀλλήλοισι κεράσσαι,
|
|
|
οἷάπερ ἀνθρώποισιν ἐπιφροσύνη τε νόος τε
|
|
|
|
ὀφθαλμοὺς ἐπέτασσεν ἔρον θ' ὑπεδέξατο θυμῶι·ἀλλὰ καὶ ὀθνείοις ἐπεμήνατο ὑψόθι φίλτροις.οἷος μὲν πόθος ἐστὶν ἀριζήλοις ἐλάφοισι | |
405 | ἀτταγέων· ὅσσος δὲ τανυκραίροις ἐπὶ δόρκοιςπερδίκων· πῶς δ' αὖτε θοοῖς χαίρουσιν ἐφ' ἵπποιςὠτίδες, αἷσι τέθηλεν ἀεὶ λασιώτατον οὖας·
|
|
|
ψιττακὸς αὖτε λύκος τε σὺν ἀλλήλοισι νέμονται·αἰεὶ γὰρ ποθέουσι λύκοι ποεσίχροον ὄρνιν. | |
410 | ὄβριμ' Ἔρως, πόσος ἐσσί, πόση σέθεν ἄπλετος ἀλκή,πόσσα νοεῖς, πόσα κοιρανέεις, πόσα δαῖμον, ἀθύρειςγαῖα πέλει σταθερή, βελέεσσι δὲ σοῖσι δονεῖται·ἄστατος ἔπλετο πόντος, ἀτὰρ σύ γε καὶ τὸν ἔπηξας·ἦλθες ἐς αἰθέρα ἔδδεισεν δέ σε μακρὸς Ὄλυμπος· |
415 | δειμαίνει δέ σε πάντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεγαίης ὅσσα τ' ἔνερθε καὶ ἔθνεα λυγρὰ καμόντων,οἳ Λήθης μὲν ἄφυσσαν ὑπὸ στόμα νηπαθὲς ὕδωρκαὶ φύγον ἄλγεα πάντα, σὲ δ' εἰσέτι πεφρίκασι.σῶι δὲ μένει καὶ τῆλε περᾶις, ὅσον οὔποτε λεύσσει |
420 | ἠέλιος φαέθων· σῶι δ' αὖ πυρὶ καὶ φάος εἴκειδειμαῖνον, καὶ Ζηνὸς ὁμῶς εἴκουσι κεραυνοί.
|
|
|
τοίους, ἄγριε δαῖμον, ἔχεις πυρόεντας ὀϊστούς,πευκεδανούς, μαλερούς, φθισόφρονας, οἰστρήεντας,τηκεδόνα πνείοντας, ἀναλθέας, οἷσι καὶ αὐτοὺς | |
425 | θῆρας ἀνεπτοίησας ἐπ' ἀζεύκτοισι πόθοισι.θάμβος, ὅταν κερόεσσαν ἀχαϊνέην πτερόεντεςἀτταγέες νώτοισιν ἐπὶ στικτοῖσι θορόντεςἢ δόρκοις πέρδικες ἐπὶ πτερὰ πυκνὰ βαλόντεςἱδρῶ ἀποψύχωσι, παρηγορέωσί τε θυμὸν |
430 | καύματος ἀζαλέοιο, λατυσσόμενοι πτερύγεσσιν·ἢ ὁπότε προπάροιθεν ἴηι καναχήποδος ἵππου
|
|
|
ὠτὶς ὀλισθαίνουσα δι' ἠέρος ἱμερόεσσα,σαργοὶ δ' αἰπολίοισιν ἐπέχραον· ἀμφὶ δὲ σούβωιφῦλον ἅπαν νεπόδων τὸ πολύπλανον ἐπτοίηται, | |
435 | ἕσπονται δ' ἅμα πάντες, ὅτ' ἄγρια κύματα τέμνει,στείνονταί θ' ἑκάτερθε γεγηθότες, ἀμφὶ δὲ πόντοςἀφριάαι λευκῆισι τινασσόμενος πτερύγεσσιν·αὐτὰρ ὅ γ' οὐκ ἀλέγων ξείνης φιλίης πανάθεσμος,εἰναλίους ἑτάρους δάπτει στομάτεσσι δαφοινοῖς |
440 | δαινύμενος· τοὶ δ' αἶσαν ἐν ὀφθαλμοῖσιν ὁρῶντες,οὐδ' ὣς ἐχθαίρουσι καὶ οὐ λείπουσι φονῆα.σοῦβε τάλαν, κακοεργέ, καὶ αὐτῶι σοὶ μετόπισθεπόντιον ἀγρευτῆρες ἐπαρτυνέουσιν ὄλεθρονκαὶ δολερῶι περ ἐόντι καὶ ἰχθυφόνωι τελέθοντι. |
445 | Ἔστι δέ τις δρυμοῖσι παρέστιος ὀξύκερως θήρ,ἀγριόθυμος ὄρυξ, κρυερὸς θήρεσσι μάλιστα·τοῦ δ' ἤτοι χροιὴ μὲν ἅτ' εἰαρινοῖο γάλακτος,μούναις ἀμφὶ πρόσωπα μελαινομένηισι παρειαῖς·διπλὰ δέ οἱ μετόπισθε μετάφρενα πίονα δημῶι· |
450 | ὀξεῖαι κεράων δὲ μετήοροι ἀντέλλουσιναἰχμαὶ πευκεδαναί, μελανόχροον εἶδος ἔχουσαι,καὶ χαλκοῦ θηκτοῖο σιδήρου τε κρυεροῖοπέτρου τ' ὀκριόεντος ἀρειότεραι πεφύασιν·ἰοφόρον κείνοις δὲ φύσιν κεράεσσι λέγουσι. |
455 | θυμὸς δ' αὖτ' ὀρύγεσσιν ὑπερφίαλος καὶ ἀπηνής·οὔτε γὰρ εὐρίνοιο κυνὸς τρομέουσιν ὕλαγμα,οὐ συὸς ἀγραύλοιο παρὰ σκοπέλοισι φρύαγμα,οὐδὲ μὲν οὐ ταύρου κρατερὸν μύκημα φέβονται,πορδαλίων δ' οὐ γῆρυν ἀμειδέα πεφρίκασιν, |
460 | οὐδ' αὐτοῦ φεύγουσι μέγα βρύχημα λέοντος,οὐδὲ βροτῶν ἀλέγουσιν ἀναιδείηισι νόοιο·πολλάκι δ' ἐν κνημοῖσιν ἀπέφθιτο καρτερὸς ἀνὴρθηρητὴρ ὀρύγεσσι δαφοινοῖς ἀντιβολήσας.ὁππότε δ' ἀθρήσειεν ὄρυξ κρατερόφρονα θῆρα, |
465 | ἢ σῦν χαυλιόδοντ' ἢ καρχαρόδοντα λέονταἢ κρυερῶν ἄρκτων ὀλοὸν θράσος, αὐτίκ' ἄρ' αἴηινευστάζων κεφαλήν τε μέτωπά τε πάμπαν ἐρείδειτεινάμενος, πήξας τε παρὰ χθονὶ πικρὰ βέλεμναἐσσύμενον μίμνει, τὸν δ' ὤλεσε πρῶτος ἐναίρων. |
470 | δόχμια γὰρ κλίνας βαιὸν κερόεντα μέτωπα,τεύχεσιν ὀξυτέροις δεδοκημένος ἔμπεσε θηρί·αὐτὰρ ὅ γ' οὐκ ἀλέγει, κατὰ δ' ἄσχετον ἰθὺς ὀρούει,ὀξέσι πεφρικὼς συνερειδόμενος σκολόπεσσιν.ὡς δ' ὅτ' ἐνὶ ξυλόχοισιν ἐπεσσυμένοιο λέοντος, |
475 | Ἀρτέμιδος δώροισι κεκασμένος ἄλκιμος ἀνήρ,αἰχμὴν ἀστράπτουσαν ἔχων κρατερῆις παλάμηισιν,εὖ διαβὰς μίμνηι, τὸν δ' ἄγρια θυμαίνονταδέξηται προβλῆτα φέρων ἀμφήκεα χαλκόν·ὣς ὄρυγες μίμνουσιν ἐπεσσυμένους τότε θῆρας, |
480 | αὐτοφόνους σφετέρηισιν ἀτασθαλίηισι δαμέντας·ῥεῖα γὰρ ἐν στέρνοισιν ὀλισθαίνουσιν ἀκωκαί·πολλὸν δ' αἷμα κελαινὸν ἀπ' ὠτειλῶν ἑκάτερθενἐκχύμενον γλώσσηισιν ἑὸν τάχα λιχμάζουσιν·οὐδὲ μὲν ἐκφυγέειν οὐδ' ἱεμένοισι πάρεστιν· |
485 | ἀλλήλους δ' ὀλέκουσιν ἀμοιβαίοισι φόνοισι.καί κέ τις ἀγρονόμων ἢ βουκόλος ἤ τις ἀροτρεύς,ἀμφιδύμοις νεκύεσσι παραὶ ποσὶν ἀντιβολήσας,ἄγρην εὐάντητον ἔχει μεγαθαμβέϊ θυμῶι.Ἑξείης ἐνὶ θηρσὶ κερατοφόροισι γένεθλα |
490 | ἀείδειν ἐπέοικεν ἀπειρεσίων ἐλεφάντων·κεῖνα γὰρ ἐν γενύεσσιν ὑπέρβια τεύχεα δοιά,εἴκελα χαυλιόδουσιν ἐπ' οὐρανὸν ἀντέλλοντα,ἄλλοι μὲν πλήθους ὀλοοὺς ἐνέπουσιν ὀδόνταςπλαζόμενοι, νῶϊν δὲ κεράατα μυθήσασθαι |
495 | εὔαδεν· ὧδε γὰρ ἄμμι φύσις κεράων ἀγορεύει.σήματα δ' οὐκ ἀΐδηλα διακριδὰ τεκμήρασθαι·θηρσὶ γὰρ ἐκφύσιες γενύων ἀπὸ τῶν ἐφύπερθενὅσσαι μὲν κερόεσσαι ἀνωφερὲς ἀΐσσουσιν·εἰ δὲ κάτω νεύοιεν, ἀτεχνῶς εἰσὶν ὀδόντες. |
500 | κείνοισιν δὲ διπλοῖς ἐλεφαντείοις κεράεσσιῥίζαι μὲν πρώτιστον ἀπὸ κρατὸς πεφύασινἐκ μεγάλου μεγάλαι, φηγῶν ἅτε· νέρθε δ' ἔπειτακρυπτόμεναι ῥινοῖσιν ὁμιλοῦσαι κροτάφοισινἐς γένυν ὠθεῦνται· γενύων δ' ἀπογυμνωθεῖσαι |
505 | ψευδέα τοῖς πολλοῖσι δόκησιν ὄπασσαν ὀδόντων.
|
|
|
ναὶ μὴν ἄλλο βροτοῖσιν ἀριφραδὲς ἔπλετο σῆμα·πάντες γὰρ θήρεσσιν ἀκαμπέες εἰσὶν ὀδόντες,οὐδὲ τέχναις εἴκουσιν, ἀμείλικτοι δὲ μένουσι·τοὺς σοφίηι τεῦξαι κεραοξόος ἢν ἐθέληισιν | |
510 | εὐρέας, ἀντιλέγουσιν ἀπηλεγές· ἢν δὲ βιῶνται,ἄγνυνται καυληδὸν ἀπειθέες· ἐκ δὲ κεράωντόξα τε κυκλοτερῆ καὶ μυρία τεύχεται ἔργα·ὣς δὲ κεράατα κεῖνα, τά τοι καλέουσιν ὀδόντας,γνάμπτειν εὐρύνειν τ' ἐλεφαντοτόμοις ὑποείκει. |
515 | Θηρσὶ δέ τοι μέγεθος μὲν ὅσον μήπω κατὰ γαίηςἄλλος θὴρ φορέει· φαίης κεν ἰδὼν ἐλέφανταἢ κορυφὴν ὄρεος παναπείριτον ἢ νέφος αἰνὸνχεῖμα φέρον δειλοῖσι βροτῶν ἐπὶ χέρσον ὁδεύειν.ἴφθιμον δὲ κάρηνον ἐπ' οὔασι βαιοτέροισι, |
520 | κοίλοισι, ξεστοῖς· ἀτὰρ ὀφθαλμοὶ τελέθουσιμείονες ἢ κατ' ἐκεῖνο δέμας, μεγάλοι περ ἐόντες.τῶν δ' ἤτοι μεσσηγὺς ὑπεκπροθέει μεγάλη ῥίς,λεπτή τε σκολιή τε, προβοσκίδα τὴν καλέουσι.κείνη θηρὸς ἔφυ παλάμη· κείνηι τὰ θέλουσι |
525 | ῥηϊδίως ἔρδουσι. ποδῶν γε μὲν οὐκ ἴσα μέτρα·ὑψόθι γὰρ οἱ πρόσθε πολὺ πλέον ἀείρονται.ῥινὸς δ' αὖτε δέμας δυσπαίπαλος ἀμφιβέβηκεν,ἄσχιστος κρατερός τε, τὸν οὔ κε μάλ' οὐδὲ κραταιὸςθηκτὸς πανδαμάτωρ τε διατμήξειε σίδηρος. |
530 | θυμὸς ἀπειρέσιος πέλεται κατὰ δάσκιον ὕληνἄγριος· ἐν δὲ βροτοῖς τιθασὸς μερόπεσσι τ' ἐνηής.ἐν μὲν ἄρα χλοερῆισι πολυκνήμοισί τε βήσσαιςκαὶ φηγοὺς κοτίνους τε καὶ ὑψικάρηνα γένεθλαφοινίκων πρόρριζα κατὰ χθονὸς ἐξετάνυσσεν, |
535 | ἐγχρίμψας θηκτῆισιν ἀπειρεσίαις γενύεσσιν·ὁππότε δ' ἐν μερόπων βριαρῆισι πέλει παλάμηισι,λήθετο μὲν θυμοῖο, λίπεν δέ μιν ἄγριον ἦτορ·ἔτλη καὶ ζεύγλην καὶ χείλεσι δέκτο χαλινὰκαὶ παῖδας νώτοισι φέρει σημάντορας ἔργων. |
540 | Φήμη δ' ὡς ἐλέφαντες ἐπ' ἀλλήλοις λαλέουσι,φθογγὴν ἐκ στομάτων μεροπηΐδα τονθρύζοντες·ἀλλ' οὐ πᾶσιν ἀκουστὸς ἔφυ θήρειος ἀϋτή,κεῖνοι δ' εἰσαΐουσι μόνον τιθασεύτορες ἄνδρες.θαῦμα δὲ καὶ τόδ' ἄκουσα, κραταιοτάτους ἐλέφαντας |
545 | μαντικὸν ἐν στήθεσσιν ἔχειν κέαρ, ἀμφὶ δὲ θυμῶιγινώσκειν σφετέροιο μόρου παρεοῦσαν ἀνάγκην.οὐκ ἄρα τοι μούνοισιν ἐν ὀρνίθεσσιν ἔασικύκνοι μαντιπόλοι γόον ὕστατον ἀείδοντες,ἀλλὰ καὶ ἐν θήρεσσιν ἑὴν θανάτοιο τελευτὴν |
550 | φρασσάμενοι τόδε φῦλον ἰήλεμον ἐντύνουσι.Ῥινοκέρως δ' ὄρυγος μὲν ἔφυ δέμας αἰθυκτῆροςοὐ πολλὸν μείζων, ὀλίγον δ' ὑπὲρ ἄκρια ῥινὸςἀντέλλει κέρας αἰνόν, ἀκαχμένον, ἄγριον ἆορ·κείνωι μὲν χαλκόν τε διατρήσειεν ὀρούσας, |
555 | οὐτήσας βριαρήν τε διατμήξειε χαράδρην.κεῖνος καὶ σθεναρῶι περ ἐφορμηθεὶς ἐλέφαντιπολλάκις ἐν κονίηισι νέκυν τοιοῦτον ἔθηκεν.ἠρέμα δὲ ξανθοῖς ἐπὶ καλλικόμοισι μετώποιςκαὶ νώτωι ῥαθάμιγγες ἐπήτριμα πορφύρουσι. |
560 | πάντες δ' ἄρρενές εἰσι καὶ οὔποτε θῆλυς ὁρᾶται·καὶ πόθεν, οὐκ ἐδάην, φράζω δ' οὖν ὡς δεδάηκα,εἴτ' οὖν ἐκ πέτρης ὀλοὸν τόδε φῦλον ἐπῆλθεν,εἴτ' αὐτόχθονές εἰσιν, ἐπαντέλλουσι δὲ γαίης,εἴτε πρὸς ἀλλήλων, τέρας ἄγριον, ἐκφύονται |
565 | νόσφι πόθων καὶ νόσφι γάμων καὶ νόσφι τόκοιο.ἤδη καὶ διεροῖσιν ἐν ὑγροπόροιο θαλάσσηςβένθεσιν αὐτόρρεκτα φύει καὶ ἀμήτορα φῦλα,ὄστρεά τ' ἠπεδαναί τ' ἀφύαι κόχλων τε γένεθλαὄστρακά τε στρόμβοι τε, τά τε ψαμάθοισι φύονται. |
570 | Μοῦσα φίλη, βαιῶν οὔ μοι θέμις ἀμφὶς ἀείδειν·οὐτιδανοὺς λίπε θῆρας, ὅσοις μὴ κάρτος ὀπηδεῖ,πάνθηρας χαροποὺς ἠδ' αἰλούρους κακοεργούς,τοί τε κατοικιδίηισιν ἐφωπλίσσαντο καλιαῖς,καὶ τυτθοὺς ἀταλοὺς ὀλιγοδρανέας τε μυωξούς· |
575 | τοὶ δ' ἤτοι σύμπασαν ἐπιμύουσι μένοντεςχειμερίην ὥρην, δέμας ὕπνοισιν μεθύοντες·δύσμοροι, οὔτε βορὴν ἑλέειν, οὐ φέγγος ἰδέσθαι·φωλειοῖσι δ' ἑοῖς ὕπνον τοσσοῦτον ἔχουσιν,ἧις νέκυες κεῖνται, δυσχείμερον οἶτον ἑλόντες. |
580 | αὐτὰρ ἐπὴν ἔαρος πρῶται γελάσωσιν ὀπωπαί,ἄνθεά τ' ἐν λειμῶσι νέον γε μὲν ἡβήσειαν,νωθρὸν κινήσαντο δέμας μυχάτης ἀπὸ λόχμης,φάεά τ' ἀμπετάσαντο καὶ ἔδρακον ἠελίου φῶς,καὶ γλυκερῆς νεοτερπὲς ἐδητύος ἐμνήσαντο, |
585 | αὖθις δὲ ζωοί τε πάλιν τ' ἐγένοντο μυωξοί.
|
|
|
Λείπω καὶ λάσιον γένος οὐτιδανοῖο σκιούρου,ὅς ῥά νύ τοι θέρεος μεσάτου φλογερῆισιν ἐν ὥραιςοὐρὴν ἀντέλλει σκέπας αὐτορόφοιο μελάθρου·οἷον δή νυ ταῶνες ἑὸν δέμας ἀγλαόμορφον | |
590 | γραπτὸν ἐπισκιάουσιν ἀριπρεπὲς αἰολόνωτον·τῶν οὐδὲν μερόπεσσι Διὸς τεχνήσατο μῆτιςτερπνότερον φαιδροῖσιν ἐν ὄμμασιν εἰσοράασθαι,οὐδ' ὅσα πανδώτειραν ἐπὶ χθόνα μητέρα βαίνει,οὐδ' ὁπόσα πτερύγεσσιν ἐπ' ἠέρα πουλὺν ὁδεύει, |
595 | οὐδὲ μὲν ὅσσα βυθοῖσιν ἐπ' ἄγρια κύματα τέμνει·
|
|
|
τοῖον ἐπ' ὀρνίθεσσιν ἀριζήλοις ἀμαρύσσειχρυσῶι πορφύροντι μεμιγμένον αἰθόμενον πῦρ.Οὐκ ἐρέω κρυερὸν γένος ὀκριόεντος ἐχίνουμείονος· ἀμφίδυμοι γὰρ ἐχίνοις ὀξυκόμοισιν | |
600 | ἀργαλέαι μορφαὶ κρυερόν τε περίδρομον ἕρκος·οἱ μὲν γὰρ βαιοί τε καὶ οὐτιδανοὶ τελέθουσι,τυτθῆισι φρίσσοντες ἐπὶ προβλῆσιν ἀκάνθαις·οἱ δ' ἄρα καὶ μεγέθει πολὺ μείζονες, ἠδ' ἑκάτερθενὀξέα πεφρίκασιν ἀρειοτέρηισιν ἀκωκαῖς.
|
605 | Λείπω τρισσὰ γένεθλα, κακὸν μίμημα, πιθήκων·τίς γὰρ ἂν οὐ στυγέοι τοῖον γένος, αἰσχρὸν ἰδέσθαι,ἀβληχρόν, στυγερόν, δυσδέρκετον, αἰολόβουλον;κεῖνοι καὶ φίλα τέκνα δυσειδέα δοιὰ τεκόντεςοὐκ ἀμφοῖν ἀτάλαντον ἑὴν μερίσαντο ποθητύν, |
610 | ἀλλὰ τὸ μὲν φιλέουσι, τὸ δ' ἐχθαίρουσι χόλοισιν·αὐταῖς δ' ἀγκαλίδεσσιν ἑῶν τέθνηκε τοκήων.Οὐ μὲν θὴν οὐδ' ἀσπαλάκων αὐτόχθονα φῦλαποιοφάγων, ἀλαῶν, μέλπειν ἐθέλουσιν ἀοιδαί,εἰ καὶ βάξις ἄπιστος ἐπ' ἀνθρώπους ἐπέρησεν |
615 | ἀσπάλακας βασιλῆος ἀφ' αἵματος εὐχετάασθαιΦινέος, ὅν ῥ' ἀτίτηλε κλυτὴ Θρήϊσσα κολώνη·Φινέϊ γάρ ποτε δὴ Φαέθων ἐκοτέσσατο Τιτάν,μαντιπόλου Φοίβοιο χολωσάμενος περὶ νίκης,καί οἱ φέγγος ἄμερσεν, ἀναιδέα φῦλα δ' ἔπεμψεν |
620 | ἁρπυίας, πτερόεντα παρέστια πικρὰ γένεθλα.
|
|
|
ἀλλ' ἐπεὶ οὖν περόωντο μετὰ χρύσειον ἄεθλονἈργώης ἐπὶ νηὸς Ἰήσονι συμπονέοντεςπαῖδε Βορειόνεω Ζήτης Κάλαΐς τε κλεεννώ,οἰκτείραντε γέροντα κατέκτειναν τότε φῦλα, | |
625 | καὶ γλυκερὴν μελέοισι δόσαν στομάτεσσιν ἐδητύν.ἀλλ' οὐδ' ὣς Φαέθων χόλον εὔνασεν, ἀλλά μιν αἶψαἀσπαλάκων ποίησε γένος μὴ πρόσθεν ἐόντων·τοὔνεκα νῦν ἀλαόν τε μένει καὶ λάβρον ἐδωδαῖς. |