BIBLIOTHECA AUGUSTANA

 

Enchiridion Sexti

ca. 190 p. Chr. n.

 

Σέξτου γνώμαι

 

Appendix 2b

 

________________________________________________________

 

 

578

τιμὴ μεγίστη θεῶι θεοῦ γνῶσις ἐν σιγῆι. 

579

ὁμοίωσις θεοῦ παντὸς τοὐναντίου ἀποφυγή. 

580

ἑαυτὸν αἰδοῦ μετὰ θεόν. 

581

εὐκαίρει τῶι θεῶι. 

582

δικαίου διανοίας θεὸς ἡγεμών ἐστιν. 

583

τιμῶν τὸν θεὸν τίμα ἃ καὶ ὁ θεός. 

584

εὐχῆς οὐκ ἀκούει θεὸς σπουδαίως δεομένων οὐκ ἀκούοντος. 

585

σεαυτῶι δεῖ πίστιν ἐπιφέρειν μετὰ θεὸν λόγον θεοῦ. 

586

ὡς πρέπει λέγε περὶ θεοῦ. 

587

πιστὸς ἀνὴρ ἑνὶ λατρεύει τῶι ἐπὶ πᾶσι.