BIBLIOTHECA AUGUSTANA

 

Enchiridion Sexti

ca. 190 p. Chr. n.

 

Σέξτου γνώμαι

 

Appendix 3

 

________________________________________________________

 

 

588

γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα μὴ κρατῶν οὐδὲ εἷς πιστός. 

589

σοφὸς ἀνὴρ καὶ σιγῶν θεὸν τιμᾶι. 

590

καθαρὰν τὴν ψυχὴν ἔχων ἀνοσίων ἔργων λέγε περὶ θεοῦ καὶ ἄκουε. 

591

ψυχὴν ἀγαθὴν καὶ πιστὴν ἐν ἐννοίαις θεοῦ οὖσαν κακοὶ δαίμονες οὐκ ἐμποδίζουσιν. 

592

φίλον ἡγοῦ τὸ ὅμοιον τῶι ὁμοίωι. 

593

μόνον οἰκεῖον ἡγοῦ τὸ ἀγαθόν. 

594

μηδὲν ἴδιον κτῆμα νομιζέσθω φιλοσόφου. 

595

ἄριστον μὲν τὸ μὴ ἁμαρτάνειν, ἁμαρτόντα δὲ ἄμεινον μηνύειν ἢ κρύπτειν. 

596

νομιζέσθω σοι ἁμάρτημα εἶναι καὶ τὸ διανοηθῆναι ἁμαρτεῖν. 

597

πᾶν ὃ ἂν διανοηθῆις ὥστε ποιῆσαι, πεποίηκας αὐτὸ τῆι ψυχῆι. 

598

οὐκ ἐκφεύξηι ἁμαρτίαν ἀναλώμασι. 

599

πολύθεος ἄνθρωπος ἄθεος. 

600

ὧν ἂν ἐπιθυμήσηις, τούτων νόμιζε δοῦλος εἶναι. 

601

αἰσχρὸν νόμιζε τὸ διανοηθῆναι τὸ αἰσχρόν. 

602

μὴ πλείονα κτῶ ὧν τὸ σῶμα ἐπιζητεῖ. 

603

οὐ γέγονας ἐντρυφήσων τῆι τοῦ κόσμου παρασκευῆι. 

604

ἄνθρωπος δουλεύων ἡδονῆι δουλεύει κακῶι δαίμονι. 

605

κακοὺς ἀνθρώπους μένει ὁπόσα οὐ προσδοκήσουσι. 

606

δικαιοσύνην ἔργωι μᾶλλον ἢ λόγωι ἄσκει. 

607

τὰ δίκαια ποίει καὶ πρὸς τοὺς ἀδικεῖν σε πειρωμένους. 

608

μηδένα ἀδικῶν οὐδένα φοβηθήσηι. 

609

ὑπὸ τῶν πλησίον ἀνέχου ψευδόμενος. 

610

σπουδὴ πλειόνων ἐπιμεμφὴς γίνεται.