BIBLIOTHECA AUGUSTANA

 

Enchiridion Sexti

ca. 190 p. Chr. n.

 

Σέξτου γνώμαι

 

Appendix 2a

 

________________________________________________________

 

 

556

ἓν τὸ σοφώτατον ἐν τοῖς οὖσι καὶ ἄριστον· εἷς οὖν καὶ θεός. 

557

τὸ μοναρχοῦν δεύτερον εἶναι οὐ πέφυκε. 

558

μόνον αὐτῆς μονάδος ἐστὶν ὁ θεός. 

559

ὁ τοῦ θεοῦ νοῦς αὐτοκίνητος καὶ ἀεικίνητος. 

560

θεός ἐστιν οὐσία ἀΐδιος, μακάριος θεός, ἔστι τε πρὸ παντὸς χρόνου καὶ πάσης γενέσεως μακάριον. 

561

πηγὴ πάντων καλῶν ὁ θεός ἐστιν. 

562

ὁ θεὸς καθὸ νοῦς ἐστιν αὐτοκίνητος, κατ᾽ αὐτὸ δὴ τοῦτο καὶ ὑφέστηκεν. 

563

ὁ τοῦ θεοῦ νοῦς ὁ πρὸ πάντων σοφός. 

564

τὸν αἵματος καὶ κνίσσης δεόμενον μὴ τόλμα λέγειν θεόν. 

565

θεοῦ γνώμηι σώιζεται τὰ σύμπαντα, θεοῦ δυνάμει δυνατὰ πάντα. 

566

οὐσία θεοῦ δύναμις τῶν ὄντων τοῦ παθεῖν ἀνεπίδεκτος. 

567

ἀπειρία θεοῦ πλῆθος ἐποίησε θεῶν. 

568

βλὰξ ἄνθρωπος θεὸν ἀγνοῶν ξύλα καὶ λίθους τιμᾶι. 

569

ἀδικοῦντα μὲν λαθεῖν δυνατόν, πίστιν δὲ λαβεῖν ὑπὲρ τοῦ λαθεῖν ἀδύνατον. 

570

φυλάττου τὸν παρὰ τῶν ἀπίστων ἔπαινον. 

571

ἐπαινεθέντες πόσοι ἀπώλοντο. 

572

κρῖνε σεαυτὸν ὡς μηδὲν ἁμαρτεῖν καὶ οὐ μὴ κριθῆις. 

573

ἀγὼν ὁ βίος ἔστω σοι περὶ τοῦ σεμνοῦ. 

574

οὐκ ἔστιν ἅμα δουλεύειν ἡδονῆι καὶ θεῶι. 

575

κατ᾽ ἀξίαν δουλεύων ἄρξεις τῶν τοῦ θεοῦ. 

576

ὁποῖον ἂν ἦι σου τὸ ἄρχον, τοιοῦτος ἔσηι. 

577

γνῶθι θεόν, ἵνα γνῶις καὶ σαυτόν.