BIBLIOTHECA AUGUSTANA

 

Enchiridion Sexti

ca. 190 p. Chr. n.

 

Σέξτου γνώμαι

 

Appendix 1

 

________________________________________________________

 

 

452

Ἀγωνιζόμενος ὑπὲρ οὗ ἀδίκως ἔπραξας δὶς ἀδικήσεις. 

453

ἄρχων μὲν ἐπιτήδευε πραῢς εἶναι, ἀρχόμενος δὲ μεγαλόφρων. 

454

βασιλεῖ συμβούλευε τὰ συμφέροντα τῆι ἀρχῆι. 

455

βασιλεῖ μὴ ἐπιχείρει συγγίνεσθαι μὴ δυνάμενος δυσωπεῖν βασιλέα. 

456

βασιλεῖ καλῶς χρώμενος ἄρξεις βασιλέως. 

457

βασιλέα φρόνησις οὐ διάδημα ποιεῖ. 

458

νοῦς ἐστι τὸ ἄρχον. 

459

ὁ βασιλεύων ἀνθρώπων καλῶς βασιλεύεται ὑπὸ θεοῦ. 

460

βασιλεῖ πιστὸς ὢν βασιλεὺς ἔσηι. 

461

κυνικοῦ ἀνδρὸς ἄσκησις μὲν ἀγαθή, βίος δὲ οὐ προηγούμενος. 

462

κυνικοῦ μὴ τὸ σχῆμα ἀποδέχου ἀλλὰ τὴν μεγαλοψυχίαν ζήλου. 

463

κυνικὸς ἀληθὴς βασιλεὺς ἀνεπίφθονος. 

464

κυνικὸς ἀληθὴς τὸν κόσμον οἶκον ἡγεῖται. 

465

ὧι ἂν ἕληι βίωι πρᾶττε τὰ ἀκόλουθα. 

466

πρὸς τὴν ἄκραν εὐδαιμονίαν αὐτάρκης ἀρετή. 

467

πλούσιον μόνον νόμιζε τὸν σοφόν. 

468

ὧν ἀρετὴ αἰτία, τούτων οὐδενὶ φαῦλον πρόσεστιν. 

469

ὧν κακία αἰτία, τούτων καθαρεύσει σοφὸς ἀνήρ. 

470

τὰ καλὰ ποιεῖν μὲν καλόν, ὑπισχνεῖσθαι δὲ αὔθαδες. 

471

ἃ δεῖ πράττειν ἐν περιστάσει, μὴ πράξηις προηγουμένως. 

472

ὑπὲρ ὧν θέλεις ζῆν, ὑπὲρ τούτων καὶ ἀπόθανε. 

473

οὐχ ὁ θάνατος κακόν, ἀλλὰ τὸ μὴ δύνασθαι γενναίως ἀποθανεῖν. 

474

μηδὲν τῶν μεταξὺ ἀρετῆς καὶ κακίας ἀγαθὸν ἡγοῦ. 

475

οὐδὲν κακόν, ὃ μὴ αἰσχρόν. 

476

ὀργὴ λογισμὸν ἐκπλήττει. 

477

ὁ φθονῶν ἑαυτὸν ζημιοῖ. 

478

ἀνθρώποις χρῶ ὡς κοινωνοῖς καὶ πολίταις θεοῦ. 

479

μᾶλλον τοῖς μὴ δυναμένοις σε ἀμείβεσθαι χαρίζου. 

480

οὐδεὶς ἂν γένοιτο εὔλογος, ὅπου λογισμὸς τοῦ ποιῆσαι αἰσχρόν. 

481

ἀρχὴ πατρίδος ἐπιμελείας ἀρίστη ἡ ἑαυτοῦ ἐπιμέλεια. 

482

μεγάλως εὐεργετεῖ πατρίδα ὁ σπουδάσας ἀγαθὸς εἶναι πολίτης. 

483

ἀναθημάτων ἄριστον ἐν πόλει πολιτῶν ἀνδραγαθία. 

484

πατρίδος εὐεργέτης ἀνὴρ σοφός. 

485

οὐ σώιζεται μέρος ἄνευ τοῦ ὅλου. 

486

ἄριστα τιμᾶι γονεῖς ὁ μάλιστα γονέων ἐπιμελούμενος. 

487

εὐχάριστος γονεῦσιν ἄνθρωπος θεοφιλής. 

488

θεραπεύει θεὸν ὁ θεραπεύων γονεῖς. 

489

οὐκ ἔστιν εὐσεβέστερον ἀνάλωμα τοῦ εἰς γονεῖς. 

490

ὁποίους ἂν ἀξιοῖς σοι παῖδας εἶναι, τοιοῦτος ἔσο τοῖς γονεῦσι. 

491

ἀχάριστος γονεῦσιν ἄνθρωπος ἀσεβής. 

492

εὐχῆς οὐκ ἀκούει θεὸς γονέων οὐκ ἀκούοντος. 

493

γονέων ὀργὰς φέρειν εὐσεβές. 

494

γονέων πείθου μὲν μᾶλλον τῶι πατρί, θεράπευε δὲ τὴν μητέρα. 

495

γονεῦσιν ἀποπιμπλᾶσι τὸν θυμὸν καλὸν ὑπείκειν. 

496

ἀναγκαιότατον τὸ φιλάδελφον ἡγοῦ. 

497

αἱ μὲν ἄλλαι φιλίαι φθονοῦνται, ἀδελφὸς δὲ ἀδελφὸν εὐθύνεται μὴ φιλῶν. 

498

καλὸν ἀδελφῶι καὶ ζωῆς καὶ θανάτου ἰσομοιρεῖν. 

499

οὐδὲν οἰκειότερον σωφροσύνης γάμωι. 

500

ὅρα τὴν γυναῖκα ὡς μέρος σεαυτοῦ. 

501

αἰδούμενος τὴν γαμετὴν σώιζεις ἀνήρ. 

502

ἀνὴρ καὶ γυνὴ ἑνὸς ζώιου τελείου μέρη. 

503

τιμάτω μὲν ὁ ἀνὴρ τὴν γυναῖκα ὡς προστάτιν, ἡ γυνὴ δὲ τὸν ἄνδρα ὡς κηδεμόνα. 

504

μηδὲν κτῆμα ἔστω τοῦ ἀνδρός, ὃ μὴ καὶ τῆς γυναικός ἐστιν. 

505

ἁμαρτήματα γυναικῶν ἀνδρῶν ἀπαιδευσίαι. 

506

ἀνὴρ ἀρχέτω γυναικός, ἀλλὰ μὴ τυραννείτω. 

507

ἀνδρὸς ἀκρασία γυναῖκα ἀπόλλυσιν. 

508

γυναικὸς ἄρχειν ἱκανὸς ὁ σώφρων ἀνήρ. 

509

οἱ δι᾽ ἡδονὴν παιδοποιούμενοι ὑβρίζουσι τὰς παιδοποιΐας. 

510

λαγνεία κόρου περίσσευμα. 

511

προὶξ πολλὴ τέκνα βελτίονα οὐ ποιεῖ. 

512

χαλεπώτερον πλουσιωτέρας ἄρξεις. 

513

γυνὴ φιλόκοσμος οὐ πιστή. 

514

γυνὴ τὸν ἑαυτῆς ἄνδρα νόμον ἡγείσθω τοῦ βίου. 

515

ὁ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα πείθεσθαι αὑτῶι ποιείτω. 

516

ὁ ἐπιγαμῶν τέκνοις μὴ εὐδοκιμείτω. 

517

ὅταν ἀρκῆι τέκνοις, ἀρκοῦ καὶ ἀφροδισίοις. 

518

ὠμότατος τεκνοκτόνος ὁ τὰ μηδὲν ἠδικηκότα τέκνα ἀναιρῶν. 

519

τοῦς παῖδας τρέφε ὡς ὑπηρέτας θεοῦ ἐσομένους. 

520

εὔχου σοι μὴ γίνεσθαι τέκνα ἢ κακὰ γίνεσθαι. 

521

ὁποία ἂν ἦι σου ἡ γυνή, τοιοῦτος ἔσται σου καὶ ὁ οἶκος. 

522

οὐ σεαυτῶι μόνωι τέκνα γεννήσας μέμνησο ὅτι θνητὰ γεννᾶις. 

523

μὴ δυνάμενος φέρειν τέκνων ἀποβολὴν μὴ παιδοποιοῦ. 

524

φύσις μεγάλη ἐπιμελουμένη βελτίων γίνεται, ἀμελουμένη δὲ χείρων. 

525

μεγάλη φύσις μεγάλης δεῖται καὶ τῆς ἐπιμελείας. 

526

μεγάλη φύσις ἡ πρὸς ἀρετὴν εὖ πεφυκυῖα. 

527

ἡ ἐπ᾽ ἄκρον εὐφυΐα σφαλερά. 

528

ὁ κακῶς εὐφυΐαι χρησάμενος ἀχάριστος τῆι φύσει νομιζέσθω. 

529

ἀσφαλὴς φύσις μεγάλων οὔτε ἀγαθῶν οὔτε κακῶν αἰτία. 

530

χαλεπώτερον σοφιστοῦ εἰς τὸ διαφθεῖραι νέου ψυχὴν ὄχλος ἐπαινῶν. 

531

φυλάττου φαύλων ἐπαίνους. 

532

οὐδὲν ὤνιον μέγα ἀνάθημα. 

533

λόγος ὀρθὸς ὅμοιος θεῶι, διὰ τοῦτο καὶ ἄπρατος. 

534

ὁ τοῖς πολλοῖς πειρώμενος ἀρέσκειν πολλοῖς ὅμοιος. 

535

πλῆθος φιλοσόφων οὐκ ἂν ἐξεύροις. 

536

γονέων διδάσκαλοι μείζους εὐεργέται. 

537

ἐν παντὶ τοῦ δοκεῖν τὸ εἶναι λυσιτελέστερον. 

538

ὃν οὐκ οἶδας πῶς ποτ᾽ ἔχει παιδείας, τοῦτον μήποτε τολμήσηις λέγειν εὐδαίμονα. 

539

οὐκ ἔστιν εὐγενῶς φιλοσοφεῖν πόνων μὴ καταφρονήσαντα. 

540

παίδευε σαυτόν, εἶτα τοὺς ἄλλους. 

541

ἀνεύθυνος ὢν μὴ ἐπιχείρει νέων ἄρχειν. 

542

παιδευτικὸς ἀνὴρ οὗτος εὐεργέτης μετὰ θεόν. 

543

ἐλέγχων σεαυτὸν ὑπ᾽ ἄλλων οὐκ ἐλεγχθήσηι. 

544

ἀνεξέταστος βίος οὐ βιωτὸς ἀνθρώπωι. 

545

παιδευτικὸς θέλων εἶναι ἄσκει πραΰτητα. 

546

ὁ βίος σου τοῖς παιδευομένοις ὑπόθεσις τῶν λόγων σου ἔστω. 

547

τῶν δογμάτων σου τὰ ἔργα ἀπόδειξις ἔστω. 

548

πλεονέκτει τῶν ἀρχομένων ἐν ἅπασι τοῖς πόνοις. 

549

αἰσχρὸν προστάττειν ἃ μὴ ποιεῖς. 

550

σαυτοῦ μὴ κρατῶν ἄλλων μὴ θέλε κρατεῖν. 

551

κάλλιστον ἐφόδιον πρὸς ἀρχὴν τὸ ἄρχειν ἑαυτοῦ. 

552

ἄρχε ἑκόντων. 

553

χαλεπώτερον εὐγενῶν νέων ἄρχειν ἢ λεόντων. 

554

ἐπιστάμενος ἄρχειν καὶ γυμνὸς ὢν ἄρξεις. 

555

ἐν παντὶ ἀρχικώτατος ὁ φρονιμώτατος.