Enchiridion Sexti
ca. 190 p. Chr. n.
Σέξτου γνώμαι
|
|
________________________________________________________
|
|
1 | Πιστὸς ἄνθρωπος ἐκλεκτός ἐστιν ἄνθρωπος. |
2 | ἐκλεκτὸς ἄνθρωπος ἄνθρωπός ἐστι θεοῦ. |
3 | θεοῦ ἄνθρωπος ὁ ἄξιος θεοῦ. |
4 | θεοῦ ἄξιος ὁ μηδὲν ἀνάξιον θεοῦ πράττων. |
5 | ἐπιτηδεύων οὖν πιστὸς εἶναι μηδὲν ἀνάξιον θεοῦ πράξηις. |
6 | ὀλιγόπιστος ἐν πίστει ἄπιστος. |
7a | πιστὸς ἐν δοκιμῆι πίστεως θεὸς ἐν ἀνθρώπου σώματι ζῶντι. |
7b | ἄπιστος ἐν πίστει νεκρὸς ἄνθρωπος ἐν σώματι ζῶντι. |
8 | πιστὸς ἀληθείαι ὁ ἀναμάρτητος. |
9 | μέχρι καὶ τῶν ἐλαχίστων ἀκριβῶς βίου. |
10 | οὐ γὰρ μικρὸν ἐν βίωι τὸ παρὰ μικρόν. |
11 | πᾶν ἁμάρτημα ἀσέβημα ἡγοῦ. |
12 | οὐκ ὀφθαλμὸς οὐδὲ χεὶρ ἁμαρτάνει οὐδέ τι τῶν ὁμοίων, ἀλλ᾽ ὁ κακῶς χρώμενος χειρὶ καὶ ὀφθαλμῶι. |
13 | πᾶν μέλος τοῦ σώματος ἀναπεῖθόν σε μὴ σωφρονεῖν ῥῖψον· ἄμεινον γὰρ χωρὶς τοῦ μέλους ζῆν σωφρόνως ἢ μετὰ τοῦ μέλους ὀλεθρίως. |
14 | ἀθανάτους σοι νόμιζε παρὰ τῆι κρίσει καὶ τὰς τιμὰς ἔσεσθαι καὶ τὰς τιμωρίας. |
15 | ὁπόσα τοῦ κόσμου ἔχεις, κἂν ἀφέληταί σού τις, μὴ ἀγανάκτει. |
16 | σεαυτὸν ἐπιλήψιμον μὴ πάρεχε τῶι κόσμωι. |
17 | χωρὶς τῆς ἐλευθερίας πάντα ἀφαιρουμένωι σε τῶι πέλας ὕπεικε. |
18 | σοφὸς ἀκτήμων ὅμοιος θεῶι. |
19 | τοῖς κοσμικοῖς πράγμασιν εἰς αὐτὰ τὰ ἀναγκαῖα χρῶ. |
20 | τὰ μὲν τοῦ κόσμου τῶι κόσμωι, τὰ δὲ τοῦ θεοῦ τῶι θεῶι ἀκριβῶς ἀποδίδου. |
21 | τὴν ψυχήν σου νόμιζε παραθήκην ἔχειν παρὰ θεοῦ. |
22 | ὅτε λέγεις περὶ θεοῦ, κρίνηι ὑπὸ θεοῦ. |
23 | ἄριστον ἡγοῦ καθαρμὸν τὸ μηδένα ἀδικεῖν. |
24 | ψυχὴ καθαίρεται λόγωι θεοῦ ὑπὸ σοφοῦ. |
25 | ἀναίσθητον οὐσίαν μὴ πεισθῆις εἶναί ποτε θεοῦ. |
26 | ὁ θεὸς καθὸ νοῦς ἐστιν αὐτοκίνητος, κατ᾽ αὐτὸ τοῦτο καὶ ὑφέστηκεν. |
27 | θεοῦ μέγεθος οὐκ ἂν ἐξεύροις πτεροῖς πετόμενος. |
28 | θεοῦ ὄνομα μὴ ζήτει, οὐ γὰρ εὑρήσεις· πᾶν τὸ ὀνομαζόμενον ὀνομάζεται ὑπὸ τοῦ κρείττονος, ἵνα τὸ μὲν καλῆι, τὸ δὲ ὑπακούηι· τίς οὖν ὁ ὀνομάσας θεόν; θεὸς οὐκ ὄνομα θεοῦ, ἀλλὰ δόξα περὶ θεοῦ. |
29 | μηθὲν οὖν ἐν θεῶι ὃ μὴ ἔστι ζήτει. |
30 | θεὸς αὐγὴ σοφὴ τοῦ ἐναντίου ἀνεπίδεκτος. |
31 | ὁ θεὸς ὅσα ἐποίησεν, ὑπὲρ ἀνθρώπων αὐτὰ ἐποίησεν. |
32 | ἄγγελος ὑπηρέτης θεοῦ πρὸς ἄνθρωπον, οὐ γὰρ δὴ πρὸς οὐδένα ἄλλον· τιμιώτερον οὖν ἄνθρωπος ἀγγέλου παρὰ θεῶι. |
33 | τὸ μὲν πρῶτον εὐεργετοῦν ὁ θεός, τὸ δὲ δεύτερον εὐεργετούμενον ἄνθρωπος. |
34 | βίου τοιγαροῦν ὡς ὢν μετὰ θεόν. |
35 | ἐκλεκτὸς ὢν ἔχεις τι ἐν τῆι συστάσει σου ὁποῖον θεός· χρῶ οὖν τῆι συστάσει σου ὡς ἱερῶι θεοῦ. |
36 | ἐξουσίαν πιστῶι ὁ θεὸς δίδωσι τὴν κατὰ θεόν· καθαρὰν οὖν δίδωσι καὶ ἀναμάρτητον. |
37 | αἰδείσθω σου τὸν βίον ὁ κόσμος. |
38 | μηδενὶ σεαυτὸν ἐπιλήψιμον δίδου. |
39 | κακῶς ζῶντα μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος εὐθύνει κακὸς δαίμων μέχρις οὗ καὶ τὸν ἔσχατον κοδράντην ἀπολάβηι. |
40 | μακάριος ἀνήρ, οὗ τῆς ψυχῆς οὐδεὶς ἐπιλήψεται εἰς θεὸν πορευομένης. |
41 | ὃ ἂν τιμήσηις ὑπὲρ πάντα, ἐκεῖνό σου κυριεύσει. |
42 | τίμα τὸ ἄριστον, ἵνα καὶ ἄρχηι ὑπὸ τοῦ ἀρίστου. |
43 | ἀρχόμενος ὑπὸ τοῦ ἀρίστου αὐτὸς ἄρξεις ὧν ἂν προαιρῆι. |
44 | τιμὴ μεγίστη θεῶι θεοῦ γνῶσις καὶ ὁμοίωμα. |
45 | ὅμοιον μὲν οὐδὲν θεῶι, προσφιλέστατον δὲ τὸ εἰς δύναμιν ἐξομοιούμενον. |
46a | ἱερὸν ἅγιον θεοῦ διάνοια εὐσεβοῦς. |
46b | ἄριστον θυσιαστήριον θεῶι καρδία καθαρὰ καὶ ἀναμάρτητος. |
47 | θυσία θεῶι μόνη καὶ προσηνὴς ἡ ἀνθρώποις εὐεργεσία διὰ θεόν. |
48 | ἄνθρωπος κεχαρισμένα θεῶι πράττει ὁ ζῶν εἰς δύναμιν κατὰ θεόν. |
49 | ὁ μὲν θεὸς οὐδενὸς δεῖται, ὁ δὲ πιστὸς μόνου θεοῦ. |
50 | ζηλοῖ τὸν οὐδενὸς δεόμενον ὁ τῶν ὀλίγων ἀναγκαίως δεόμενος. |
51 | ἄσκει μέγας μὲν εἶναι παρὰ θεῶι, παρὰ δὲ ἀνθρώποις ἀνεπίφθονος. |
52 | χρηστὸς ὢν εἰς τοὺς δεομένους μέγας ἂν εἴης παρὰ θεῶι. |
53 | ἀνδρὸς σοφοῦ ζῶντος μὲν ὀλίγος ὁ λόγος παρὰ ἀνθρώποις, τελευτήσαντος δὲ τὸ κλέος ἄιδεται. |
54 | τὸν χρόνον ὃν ἂν μὴ νοήσηις τὸν θεόν, τοῦτον νόμιζέ σοι ἀπολωλέναι. |
55 | τὸ μὲν σῶμά σου μόνον ἐπιδημείτω τῆι γῆι, ἡ δὲ ψυχὴ ἀεὶ ἔστω παρὰ θεῶι. |
56 | νόει τὰ καλά, ἵνα καὶ πράττηις τὰ καλά. |
57a | ἔννοια ἀνθρώπου θεὸν οὐ λανθάνει. |
57b | ἔστω σου ἡ διάνοια καθαρὰ κακοῦ παντός. |
58 | ἄξιος ἔσο τοῦ ἀξιώσαντός σε εἰπεῖν υἱὸν καὶ πρᾶττε πάντα ὡς υἱὸς θεοῦ. |
59 | θεὸν πατέρα καλῶν ἐν οἷς πράττεις τούτου μέμνησο. |
60 | ἁγνὸς ἀνὴρ καὶ ἀναμάρτητος ἐξουσίαν ἔχει παρὰ θεῶι ὡς υἱὸς θεοῦ. |
61 | ἀγαθὴ διάνοια χῶρος θεοῦ. |
62 | κακὴ διάνοια χῶρός ἐστιν κακῶν. |
63 | τὸν ἀδικοῦντα τοῦ ἀδικεῖν ἀπαλλάττων κολάζοις ἂν κατὰ θεόν. |
64 | ἄσκει μὴ τὸ δοκεῖν ἀλλὰ τὸ εἶναι δίκαιος· τὸ δοκεῖν γὰρ ἕκαστον τοῦ εἶναι ἀφαιρεῖται. |
65 | τίμα τὸ δίκαιον δι᾽ αὐτό. |
66 | οὐκ ἂν λάθοις θεὸν πράττων ἄδικα, οὐδὲ γὰρ διανοούμενος. |
67 | σώφρων ἀνὴρ ἁγνὸς παρὰ τῶι θεῶι. |
68 | ἀκολασίαν φεῦγε. |
69 | εὐλογιστίαν ἄσκει. |
70 | κράτει τῶν ἡδονῶν. |
71a | νίκα τὸ σῶμα ἐν παντί. |
71b | ἐκ φιληδονίας ἀκολασίαν οὐκ ἐκφεύξηι. |
72 | φιληδόνου ὁ θεὸς οὐκ ἀκούει. |
73 | τρυφῆς πέρας ὄλεθρος. |
74 | ὁ λόγος σου τῶν ὁρμῶν σου προηγείσθω. |
75a | δεινότατόν ἐστιν πάθεσι δουλεύειν. |
75b | ὅσα πάθη ψυχῆς, τοσοῦτοι δεσπόται. |
76 | φιλοχρηματία φιλοσωματίας ἔλεγχος. |
77 | κτῶ τὰ τῆς ψυχῆς ὡς βέβαια. |
78 | ἀποτάττου τοῖς τοῦ σώματος, ἐφ᾽ ὅσον δυνατὸς εἶ. |
79 | μόνον οἰκεῖον ἡγοῦ τὸ ἀγαθόν. |
80 | ὁποῖος θέλεις εὐχόμενος εἶναι, ἀεὶ ἔσο. |
81 | ὅταν τὰ κάλλιστα τῶν κτημάτων εὐλόγως εἰς βόρβορον ῥίψηις, τότε καθαρὸς ὢν αἰτοῦ τι παρὰ τοῦ θεοῦ. |
82a | ὁποῖος θέλεις εἶναι παρὰ θεῶι, ἤδη ἔσο. |
82b | τῶν τοῦ κόσμου μεταδιδοὺς καταφρόνει. |
82c | μέμνησο ὢν μετὰ θεόν. |
82d | ψυχὴ ἀνθρώπου θεοσεβοῦς θεὸς ἐν σώματι. |
82e | μιαίνει τὸν θεὸν ὁ κακῶς νοῶν τὸν θεόν. |
83 | γλῶσσα βλάσφημος διανοίας ἔλεγχος κακῆς. |
84 | γλῶσσαν εὔφημον κέκτησο, μάλιστα δὲ περὶ θεοῦ. |
85 | κακῶς μὲν ποιῆσαι θεὸν δυνατὸς οὐδείς, ἀσεβέστατος δὲ ὁ βλασφημῶν· δυνατὸς γὰρ ὢν κἂν ἐποίησεν. |
86a | κρηπὶς εὐσεβείας ἐγκράτεια. |
86b | τέλος εὐσεβείας φιλία πρὸς θεόν. |
87 | χρῶ τῶι εὐσεβεῖ ὡς σαυτῶι. |
88 | εὔχου σοι γενέσθαι μὴ ἃ βούλει, ἀλλ᾽ ἃ δεῖ καὶ συμφέρει. |
89 | ὡς θέλεις χρήσασθαί σοι τοὺς πέλας, καὶ σὺ χρῶ αὐτοῖς. |
90 | ἃ ψέγεις, μηδὲ ποίει. |
91a | μηδείς σε πειθέτω ποιεῖν τι παρὰ τὸ βέλτιον. |
91b | ἃ δέδοταί σοι, κἂν ἀφέληταί σού τις, μὴ ἀγανάκτει. |
92 | ἃ δίδωσιν ὁ θεός, οὐδεὶς ἀφαιρεῖται. |
93 | σκέπτου πρὸ τοῦ πράττειν καὶ ἃ πράττεις ἐξέταζε, ἵνα μηδὲν ποιῆις ὃ μὴ δεῖ. |
94 | ὃ πράττων οὐκ ἂν θέλοις εἰδέναι τὸν θεόν, τοῦτο μὴ πράξηις. |
95a | πρὸ παντὸς οὗ πράττεις νόει τὸν θεόν. |
95b | φῶς σου τῶν πράξεων προηγείσθω. |
96 | μεγίστη ἀσέβεια εἰς θεὸν ἀνθρώπου κάκωσις. |
97 | ψυχὴ φωτίζεται ἐννοίαι θεοῦ. |
98 | αὐτάρκειαν ἄσκει. |
99 | τῶν ἀτόπων μὴ ὀρέγου. |
100 | τῶν καλῶν ἐκπόνει τὰ αἴτια. |
101 | τὰ τοῦ σώματος μὴ ἀγάπα. |
102 | ἀκάθαρτον ἄνθρωπον ποιεῖ πρᾶξις αἰσχρά. |
103 | καθαίρει ψυχὴν ἀνοήτου δόξης ἔλεγχος. |
104 | ὁ θεὸς ἀνθρώπων καλῶν πράξεων ἡγεμών ἐστιν. |
105 | μηδένα ἐχθρὸν ἡγοῦ. |
106a | ἀγάπα τὸ ὁμόφυλον. |
106b | ἀγάπα τὸν θεὸν καὶ πρὸ τῆς ψυχῆς σου. |
107 | οὐ χαλεπὸν ἁμαρτωλοὺς ἐπὶ τὸ αὐτὸ γενέσθαι μὴ ἁμαρτάνοντας. |
108a | τροφαὶ πολλαὶ ἁγνείαν ἐμποδίζουσιν. |
108b | ἀκρασία σιτίων ἀκάθαρτον ποιεῖ. |
109 | ἐμψύχων ἁπάντων χρῆσις μὲν ἀδιάφορον, ἀποχὴ δὲ λογικώτερον. |
110 | οὐ τὰ εἰσιόντα διὰ τοῦ στόματος σιτία καὶ ποτὰ μιαίνει τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἀπὸ κακοῦ ἤθους ἐξιόντα. |
111 | ὃ ἂν <ἡδονῆι> ἡττώμενος σιτίον προσφέρηι μιαίνει σε. |
112 | πλήθει ἀρέσκειν μὴ ἐπιτήδευε. |
113 | παντὸς οὗ καλῶς πράττεις αἴτιον ἡγοῦ τὸν θεόν. |
114 | κακῶν θεὸς ἀναίτιος. |
115 | μὴ πλέον κτῶ ὧν τὸ σῶμα ἐπιζητεῖ. |
116 | ψυχὴν χρυσὸς οὐ ῥύεται κακῶν. |
117 | οὐ γέγονας ἐντρυφήσων τῆι τοῦ θεοῦ παρασκευῆι. |
118 | κτῶ ἃ μηδείς σου ἀφαιρεῖται. |
119 | φέρε τὰ ἀναγκαῖα ὡς ἀναγκαῖα. |
120 | μεγαλοψυχίαν ἄσκει. |
121a | ὧν καταφρονῶν ἐπαινῆι εὐλόγως, τούτων μὴ περιέχου. |
121b | ἐφ᾽ οἷς εὐλόγως μεγαλοφρονεῖς, ταῦτα κέκτησο. |
122 | εὔχου τῶι θεῶι τὰ ἄξια τοῦ θεοῦ. |
123 | τὸν ἐν σοὶ λόγον τοῦ βίου σου νόμον ποίει. |
124 | αἰτοῦ παρὰ θεοῦ ἃ μὴ λάβοις ἂν παρὰ ἀνθρώπου. |
125 | ὧν ἡγεμόνες οἱ πόνοι, ταῦτά σοι εὔχου γενέσθαι μετὰ τοὺς πόνους. |
126 | εὐχὴ ῥαιθύμου μάταιος λόγος. |
127 | ὧν τοῦ σώματος ἀπαλλαγεὶς οὐ δεήσηι, καταφρόνει. |
128 | ὃ κτησάμενος οὐ καθέξεις, μὴ αἰτοῦ παρὰ θεοῦ. |
129 | ἔθιζε τὴν ψυχήν σου μετὰ θεὸν ἐφ᾽ ἑαυτῆι μεγαλοφρονεῖν. |
130 | μηθὲν ὧν ἀφαιρήσεταί σε κακὸς ἀνὴρ τίμα. |
131 | μόνον ἀγαθὸν ἡγοῦ τὸ πρέπον θεῶι. |
132 | τὸ ἄξιον θεοῦ καὶ ἀνδρὸς ἀγαθοῦ. |
133 | ὃ οὐ συμβάλλεται πρὸς εὐδαιμονίαν θεῶι, οὐδὲ ἀνθρώπωι. |
134 | ταῦτα θέλε ἃ θέλοι ἂν καὶ ὁ θεός. |
135 | υἱὸς θεοῦ ὁ ταῦτα μόνα τιμῶν ἃ καὶ ὁ θεός. |
136 | ἐφ᾽ ὅσον ποθεῖ τὸ σῶμα, ἡ ψυχὴ τὸν θεὸν ἀγνοεῖ. |
137 | ὄρεξις κτήσεως ἀρχὴ πλεονεξίας. |
138 | ἐκ φιλαυτίας ἀδικία φύεται. |
139a | ὀλίγα πέφυκεν τῆι ψυχῆι τὸ σῶμα ἐνοχλεῖν. |
139b | φιληδονία ποιεῖ σώμα ἀφόρητον. |
140 | πᾶν τὸ πλέον ἀνθρώπωι πολέμιον. |
141 | φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ. |
142 | σπουδάζοντά σε περὶ τὰ μὴ καλὰ λήσεται τὰ καλά. |
143 | σοφοῦ διάνοια ἀεὶ παρὰ θεῶι. |
144 | σοφοῦ διανοίαι θεὸς ἐνοικεῖ. |
145 | σοφὸς ὀλίγοις γινώσκεται. |
146 | ἀπλήρωτος ἐπιθυμία, διὰ τοῦτο καὶ ἄπορος. |
147 | τὸ σοφὸν ἀεὶ ἑαυτῶι ὅμοιον. |
148 | αὔταρκες πρὸς εὐδαιμονίαν θεοῦ γνῶσις καὶ ὁμοίωμα. |
149 | κακοὶ κολακευόμενοι κακίους γίνονται. |
150 | ἀφόρητον γίνεται κακία ἐπαινουμένη. |
151 | ἡ γλῶσσά σου τῶι νοΐ σου ἑπέσθω. |
152 | αἱρετώτερον λίθον εἰκῆι βάλλειν ἢ λόγον. |
153 | σκέπτου πρὸ τοῦ λέγειν ἵνα μὴ λέγηις ἃ μὴ δεῖ. |
154 | ῥήματα ἄνευ νοῦ ψόφος. |
155 | πολυλογία οὐκ ἐκφεύγει ἁμαρτίαν. |
156 | βραχυλογίαι σοφία παρακολουθεῖ. |
157 | μακρολογία σημεῖον ἀμαθίας. |
158 | τὸ ἀληθὲς ἀγάπα. |
159 | τῶι ψεύδει χρῶ ὡς φαρμάκωι. |
160 | καιρὸς τῶν λόγων σου προηγείσθω. |
161 | λέγε ὅτε σιγᾶν οὐ καθήκει. |
162a | περὶ ὧν οὐκ οἶδας σιώπα. |
162b | περὶ ὧν οἶδας, ὅτε δεῖ λέγε. |
163a | λόγος παρὰ καιρὸν διανοίας ἔλεγχος κακῆς. |
163b | ὁπότε δεῖ πράττειν, λόγωι μὴ χρῶ. |
164a | ἐν συλλόγωι πρῶτος λέγειν μὴ ἐπιτήδευε. |
164b | ἡ αὐτὴ ἐπιστήμη ἐστὶ τοῦ λέγειν καὶ τοῦ σιωπᾶν. |
165a | ἄμεινον ἡττᾶσθαι τἀληθῆ λέγοντα τοῦ περιγενέσθαι μετὰ ἀπάτης. |
165b | ὁ νικῶν τῶι ἀπατᾶν νικᾶται ἐν ἤθει. |
165c | μάρτυρες κακῶν γίνονται λόγοι ψευδεῖς. |
165d | μεγάλη περίστασις ἧι πρέπει ψεῦδος. |
165e | ὁπότε ἁμαρτάνων εἶ τἀληθῆ λέγων, ἀναγκαίως τότε ψευδῆ λέγων οὐχ ἁμαρτήσεις. |
165f | μηδένα ἀπάτα, μάλιστα τὸν συμβουλίας δεόμενον. |
165g | μετὰ πλειόνων λέγων μᾶλλον ὄψει τὰ συμφέροντα. |
166 | πίστις ἁπασῶν καλῶν πράξεων ἡγεμών ἐστιν. |
167 | σοφία ψυχὴν ὁδηγεῖ πρὸς θεόν. |
168 | οὐδὲν οἰκειότερον σοφίαι ἀληθείας. |
169 | οὐ δυνατὸν τὴν αὐτὴν φύσιν πιστήν τε εἶναι καὶ φιλοψευδῆ. |
170 | δειλῆι καὶ ἀνελευθέρωι φύσει πίστις οὐκ ἂν μετείη. |
171a | τὸ λέγειν ἃ δεῖ τοῦ ἀκούειν πιστὸς ὢν μὴ προτίμα. |
171b | ἐν πιστοῖς ὢν μᾶλλον ἄκουε ἤπερ λέγε. |
172 | φιλήδονος ἀνὴρ ἄχρηστος ἐν παντί. |
173 | ἀνεύθυνος ὢν λόγοις μὴ χρῶ περὶ θεοῦ. |
174 | τὰ τῶν ἀγνοούντων ἁμαρτήματα τῶν διδαξάντων αὐτοὺς ὀνείδη. |
175 | νεκροὶ παρὰ θεῶι δι᾽ οὓς τὸ ὄνομα τοῦ θεοῦ λοιδορεῖται. |
176 | σοφὸς ἀνὴρ εὐεργέτης μετὰ θεόν. |
177 | τοὺς λόγους σου ὁ βίος βεβαιούτω παρὰ τοῖς ἀκούουσιν. |
178 | ὃ μὴ δεῖ ποιεῖν, μηδ᾽ ὑπονοοῦ ποιεῖν. |
179 | ἃ μὴ θέλεις παθεῖν, μηδὲ ποίει. |
180 | ἃ ποιεῖν αἰσχρόν, καὶ προστάττειν ἑτέρωι αἰσχρόν. |
181 | μέχρι καὶ τοῦ νοῦ καθάρευε τῶν ἁμαρτημάτων. |
182 | ἄρχων ἀνθρώπων μέμνησο ἄρχεσθαι παρὰ θεοῦ. |
183 | ὁ κρίνων ἄνθρωπον κρίνεται ὑπὸ τοῦ θεοῦ. |
184 | μείζων ὁ κίνδυνος δικαζομένου δικαστῆι. |
185 | ἅπασι μᾶλλον ἢ λόγωι βλάπτε ἄνθρωπον. |
186 | δυνατὸν ἀπατῆσαι λόγωι ἄνθρωπον, θεὸν μέντοι ἀδύνατον. |
187 | οὐ χαλεπὸν ἐπίστασθαι καὶ ἐν λόγωι νενικῆσθαι. |
188 | κακοδοξίας αἰτιώτατον ἡ ἐν πίστει φιλοδοξία. |
189 | τίμα τὸ πιστὸς εἶναι διὰ τοῦ εἶναι. |
190 | σέβου σοφὸν ἄνδρα ὡς εἰκόνα θεοῦ ζῶσαν. |
191 | σοφὸς ἀνὴρ καὶ γυμνὸς ὢν δοκείτω σοι σοφὸς εἶναι. |
192 | διὰ τὸ πολλὰ ἔχειν χρήματα <μὴ> τιμήσηις μηδένα. |
193 | χαλεπόν ἐστιν πλουτοῦντα σωθῆναι. |
194 | ψέγειν ἄνδρα σοφὸν καὶ θεὸν ἴσον ἁμάρτημα. |
195 | λόγον χειρίζων περὶ θεοῦ παραθήκην σοι δεδόσθαι νόμιζε τὰς ψυχὰς τῶν ἀκουόντων. |
196 | οὐκ ἔστιν βιῶναι καλῶς μὴ πεπιστευκότα γνησίως. |
197 | μόνον τὸ καλὸν ἀγαθὸν ἡγοῦ καὶ καλὸν μόνον τὸ πρέπον θεῶι. |
198 | ποίει μεγάλα μὴ μεγάλα ὑπισχνούμενος. |
199 | οὐ γενήσηι σοφὸς οἰόμενος εἶναι πρὸ τοῦ εἶναι. |
200 | μεγάλη περίστασις πιστὸν ἄνδρα δείκνυσι. |
201 | τέλος ἡγοῦ βίου τὸ ζῆν κατὰ θεόν. |
202 | μηδὲν ἡγοῦ κακόν, ὃ μή ἐστιν αἰσχρόν. |
203 | κόρου πέρας ὕβρις, ὕβρεως δὲ ὄλεθρος. |
204 | οὐκ ἀναβήσεται πάθος ἐπὶ καρδίαν πιστοῦ. |
205 | πᾶν πάθος ψυχῆς λόγωι πολέμιον. |
206 | ὃ ἂν πράξηις ἐν πάθει ὤν, μετανοήσεις. |
207 | πάθη νοσημάτων ἀρχαί. |
208a | κακία νόσος ψυχῆς. |
208b | ἀδικία ψυχῆς θάνατος. |
209 | τότε δόκει πιστὸς εἶναι, ὅταν τῶν τῆς ψυχῆς παθῶν ἀπαλλαγῆις. |
210a | ἀνθρώποις χρῶ τοῖς ἅπασιν ὡς κοινὸς ἀνθρώπων εὐεργέτης. |
210b | ὡς θέλεις χρήσασθαί σοι τοὺς πέλας, καὶ σὺ χρῶ αὐτοῖς. |
211 | ἀνθρώποις κακῶς χρώμενος σεαυτῶι κακῶς χρήσηι. |
212 | οὐδένα κακῶς ποιήσει ὁ πιστός. |
213 | εὔχου τοὺς ἐχθροὺς δύνασθαι εὐεργετεῖν. |
214 | φαύλοις φαίνεται ἄχρηστος σοφὸς ἀνήρ. |
215 | οὐκ ἄνευ θεοῦ καλῶς ζήσεις. |
216 | ὑπὲρ τοῦ κατὰ θεὸν ζῆν πάντα ὑπόμενε. |
217 | εὐχῆς οὐκ ἀκούει θεὸς τοῦ ἀνθρώπων δεομένων οὐκ ἀκούοντος. |
218 | φιλόσοφος φιλοσόφωι δῶρον παρὰ θεοῦ. |
219 | τιμῶν φιλόσοφον τιμήσεις σεαυτόν. |
220 | πιστὸς ὢν ἴσθι. |
221 | ὅταν υἱόν σε λέγηι τις, μέμνησο τίνος σε λέγει υἱόν. |
222 | θεὸν πατέρα καλῶν ἐν οἷς πράττεις τούτου μέμνησο. |
223 | τὰ ῥήματά σου τὰ πιστὰ πολλῆς εὐσεβείας μεστὰ ἔστω. |
224 | ἐν οἷς πράττεις πρὸ ὀφθαλμῶν ἔχε τὸν θεόν. |
225 | δεινόν ἐστιν θεὸν πατέρα ὁμοολογοῦντα πρᾶξαί τι ἄσχημον. |
226 | σοφὸν ὁ μὴ φιλῶν, οὐδὲ ἑαυτόν. |
227 | μηθὲν ἴδιον κτῆμα νομιζέσθω φιλοσόφωι. |
228 | ὧν κοινὸς ὁ θεὸς καὶ ταῦτα ὡς πατήρ, τούτων μὴ κοινὰ εἶναι τὰ κτήματα οὐκ εὐσεβές. |
229 | ἀχαριστεῖ θεῶι ὁ μὴ περὶ πολλοῦ ποιούμενος φιλόσοφον. |
230a | γάμον γὰρ δίδωσίν σοι παραιτεῖσθαι ἵνα ζήσηις ὡς πάρεδρος θεῶι. |
230b | γάμει καὶ παιδοποιοῦ χαλεπὸν εἰδὼς ἑκάτερον· εἰ δὲ καθάπερ εἰδὼς πόλεμον ὅτι χαλεπὸν ἀνδρίζοιο, καὶ γάμει καὶ παιδοποιοῦ. |
231 | μοιχὸς τῆς ἑαυτοῦ γυναικὸς πᾶς ὁ ἀκόλαστος. |
232 | μηδὲν ἕνεκα ψιλῆς ἡδονῆς ποίει. |
233 | ἴσθι μοιχὸς εἶναι κἂν νοήσηις μοιχεῦσαι· καὶ περὶ παντὸς ἁμαρτήματος ὁ αὐτὸς ἔστω σοι λόγος. |
234 | πιστὸν εἰπὼν σεαυτὸν ὡμολόγησας μηδὲ ἁμαρτεῖν θεῶι. |
235 | πιστῆι γυναικὶ κόσμος σωφροσύνη νομιζέσθω. |
236 | ἀνὴρ γυναῖκα ἀποπέμπων ὁμολογεῖ μηδὲ γυναικὸς ἄρχειν δύνασθαι. |
237 | γυνὴ σώφρων ἀνδρὸς εὔκλεια. |
238 | αἰδούμενος γαμετὴν αἰδουμένην ἕξεις. |
239 | ὁ τῶν πιστῶν γάμος ἀγὼν ἔστω περὶ ἐγκρατείας. |
240 | ὡς ἂν γαστρὸς ἄρξηις, καὶ ἀφροδισίων ἄρξεις. |
241 | φυλάττου τὸν παρὰ τῶν ἀπίστων ἔπαινον. |
242 | ἃ προῖκα λαμβάνεις παρὰ θεοῦ, καὶ δίδου προῖκα. |
243 | πλῆθος πιστῶν οὐκ ἂν ἐξεύροις· σπάνιον γὰρ τὸ ἀγαθόν. |
244 | σοφὸν τίμα μετὰ θεόν. |
245 | ἐλεγχόμενος ἵνα γένηι σοφὸς χάριν ἴσθι τοῖς ἐλέγχουσιν. |
246 | ὁ τὸν σοφὸν οὐ δυνάμενος φέρειν τὸ ἀγαθὸν οὐ δύναται φέρειν. |
247 | πιστὸς εἶναι θέλων μάλιστα μὲν μὴ ἁμάρτηις, εἰ δέ τι, μὴ δισσῶς τὸ αὐτό. |
248 | ὃ μή ἐστι μάθημα θεοῦ ἄξιον, μὴ μάθηις. |
249 | πολυμαθία περιεργία ψυχῆς νομιζέσθω. |
250 | ὁ τὰ τοῦ θεοῦ ἀξίως εἰδὼς σοφὸς ἀνήρ. |
251 | χωρὶς μαθήματος οὐκ ἔσηι θεοφιλής· ἐκείνου περιέχου ὡς ἀναγκαίου. |
252 | φείδεται χρόνου σοφὸς ἀνήρ. |
253a | παρρησίαν ἄγε μετὰ αἰδοῦς. |
253b | ἔστιν σοφοῦ καὶ ὕπνος ἐγκράτεια. |
254 | ἀνιάτω σε μᾶλλον τέκνα κακῶς ζῶντα τοῦ μὴ ζῆν. |
255 | τὸ γὰρ ζῆν μὲν οὐκ ἐφ᾽ ἡμῖν, καλῶς δὲ ζῆν καὶ ἐφ᾽ ἡμῖν. |
256 | τέκνα μὴ πιστὰ οὐ τέκνα. |
257 | πιστὸς ἀνὴρ εὐχαρίστως φέρει τέκνων ἀποβολήν. |
258 | μὴ κρίνηις φιλόσοφον ὧι μὴ πάντα πιστεύεις. |
259 | διαβολὰς κατὰ φιλοσόφου μὴ παραδέχου. |
260 | ἐπιτήδευε κοινὸς ἀνθρώποις εὐεργέτης εἶναι. |
261 | ἀπευκτὸν ἡγοῦ καὶ τὸ δικαίως τινὰ κολάζειν. |
262 | μετ᾽ εὐθυμίας εἰ θέλεις ζῆν, μὴ πολλὰ πρᾶττε· πολυπραγμονῶν γὰρ κακοπραγμονῶν ἔσηι. |
263 | ὃ μὴ κατέθου, μηδ᾽ ἀνέληις, οὐ γὰρ κατὰ τὸν αὐτάρκη πολιτεύηι. |
264a | ἀφεὶς ἃ κέκτησαι ἀκολούθει τῶι ὀρθῶι λόγωι. |
264b | ἐλεύθερος ἔσηι ἀπὸ πάντων δουλεύων θεῶι. |
265 | ἀπαλλάττου τροφῆς ἔτι θέλων. |
266 | τροφῆς παντὶ κοινώνει. |
267 | ὑπὲρ τοῦ πτωχὸν τραφῆναι καὶ νηστεῦσαι καλόν. |
268 | ποτόν σοι πᾶν ἡδὺ ἔστω. |
269 | μέθην δὲ ὁμοίως μανίαι φυλάττου. |
270 | ἄνθρωπος γαστρὸς ἡττώμενος ὅμοιος θηρίωι. |
271 | οὐδὲν φύεται ἐκ σαρκὸς ἀγαθόν. |
272 | αἰσχρᾶς ἡδονῆς τὸ μὲν ἡδὺ ταχέως ἄπεισιν, τὸ δὲ ὄνειδος παραμένει. |
273 | ἀνθρώπους ἴδοις ἂν ὑπὲρ τοῦ τὸ λοιπὸν τοῦ σώματος ἔχειν ἐρρωμένον ἀποκόπτοντας ἑαυτῶν καὶ ῥίπτοντας μέλη· πόσωι βέλτιον ὑπὲρ τοῦ σωφρονεῖν; |
274a | μεγάλην νόμιζε παιδείαν τὸ ἄρχειν σώματος· |
274b | οὐ γὰρ παύσει ἐπιθυμίαν κτημάτων ἡ χρημάτων κτῆσις. |
275 | φιλόσοφον οὐδέν ἐστιν ὃ τῆς ἐλευθερίας ἀφαιρεῖται. |
276 | ἡδονὰς ἡγοῦ τὰς ἀναγκαίας ὡς ἀναγκαίας. |
277 | τὰ ἀγαθὰ μὲν ἔχειν πάντες εὔχονται, κτῶνται δὲ οἱ γνησίως τοῦ θείου λόγου μετέχοντες. |
278 | φιλόσοφος ὢν σεμνὸς ἔσο μᾶλλον ἢ φιλοσκώπτης. |
279 | σπάνιόν σου ἔστω σκῶμμα καὶ τὸ εὔκαιρον. |
280a | ἄμετρος γέλως σημεῖον ἀπροσεξίας. |
280b | σεαυτῶι διαχεῖσθαι πέρα τοῦ μειδιᾶν μὴ ἐπιτρέψηις. |
281 | σπουδῆι πλείονι ἢ διαχύσει χρῶ. |
282 | ἀγὼν ὁ βίος ἔστω σοι περὶ τοῦ σεμνοῦ. |
283 | ἄριστον μὲν τὸ μὴ ἁμαρτεῖν, ἁμαρτάνοντα δὲ γινώσκειν ἄμεινον ἢ ἀγνοεῖν. |
284 | ἀλαζὼν φιλόσοφος οὐκ ἔστιν. |
285 | μεγάλην σοφίαν νόμιζε δι᾽ ἧς δυνήσηι φέρειν ἀγνοούντων ἀπαιδευσίαν. |
286 | αἰσχρὸν ἡγοῦ λόγον ἔχων διὰ στόμα ἐπαινεῖσθαι. |
287 | σοφῶν ψυχαὶ ἀκόρεστοι θεοσεβείας. |
288 | ἀρχόμενος ἀπὸ θεοῦ πρᾶττε ὃ ἂν πράττηις. |
289 | συνεχέστερον νόει τὸν θεὸν ἢ ἀνάπνει. |
290 | ἃ μαθόντα δεῖ ποιεῖν, ἄνευ τοῦ μαθεῖν μὴ ἐπιχείρει. |
291 | σαρκὸς μὴ ἔρα. |
292 | ψυχῆς ἀγαθῆς ἔρα μετὰ θεόν. |
293 | οἰκείων ὀργὰς δύνασθαι φέρειν κατὰ φιλόσοφον. |
294 | πιστοῦ πλοῦτος ἐγκράτεια. |
295 | ὅπερ μεταδιδοὺς ἄλλοις αὐτὸς οὐχ ἕξεις, μὴ κρίνηις ἀγαθὸν εἶναι. |
296 | οὐδὲν ἀκοινώνητον ἀγαθόν. |
297a | μὴ νόμιζε μικρότερον ἁμάρτημα ἄλλο ἄλλου. |
297b | [πᾶν ἁμάρτημα ἀσέβημα ἡγοῦ.] |
298 | ὡς ἐπὶ τοῖς κατορθώμασιν τιμᾶσθαι θέλεις, καὶ ἐπὶ τοῖς ἁμαρτήμασιν ψεγόμενος ἀνέχου. |
299 | ὧν τῶν ἐπαίνων καταφρονεῖς, καὶ τῶν ψόγων ὑπερόρα. |
300 | θησαυρὸν κατατίθεσθαι μὲν οὐ φιλάνθρωπον, ἀναιρεῖσθαι δὲ οὐ κατὰ φιλόσοφον. |
301 | ὅσα πονεῖς διὰ τὸ σῶμα, καὶ διὰ τὴν ψυχὴν πονέσας σοφὸς ἂν εἴης. |
302 | σοφὸν οὐδέν ἐστιν ὃ βλάπτει. |
303 | ὧν ἂν πράττηις θεὸν ἐπικαλοῦ μάρτυρα. |
304 | ὁ θεὸς ἀνθρώπων βεβαιοῖ καλὰς πράξεις. |
305 | κακῶν πράξεων κακὸς δαίμων ἡγεμών ἐστιν. |
306 | οὐκ ἀναγκάσεις σοφὸν πρᾶξαι ὃ μὴ βούλεται μᾶλλον ἤπερ θεόν. |
307 | σοφὸς ἀνὴρ θεὸν ἀνθρώποις συνιστᾶι. |
308 | ὁ θεὸς τῶν ἰδίων ἔργων μέγιστον φρονεῖ ἐπὶ σοφῶι. |
309 | οὐδὲν οὕτως ἐλεύθερον μετὰ θεὸν ὡς σοφὸς ἀνήρ. |
310 | ὅσα θεοῦ κτήματα, καὶ σοφοῦ. |
311 | κοινωνεῖ βασιλείας θεοῦ σοφὸς ἀνήρ. |
312 | κακὸς ἀνὴρ πρόνοιαν θεοῦ εἶναι οὐ θέλει. |
313 | ψυχὴ κακὴ θεὸν φεύγει. |
314 | πᾶν τὸ φαῦλον θεῶι πολέμιον. |
315 | τὸ ἐν σοὶ φρονοῦν τοῦτο νόμιζε εἶναι ἄνθρωπον. |
316 | ὅπου σου τὸ φρονοῦν, ἐκεῖ σου τὸ ἀγαθόν. |
317 | ἀγαθὸν ἐν σαρκὶ μὴ ἐπιζήτει. |
318 | ὃ μὴ βλάπτει ψυχήν, οὐδὲ ἄνθρωπον. |
319 | φιλόσοφον ἄνθρωπον ὡς ὑπηρέτην θεοῦ τίμα μετὰ θεόν. |
320 | τὸ σκήνωμα τῆς ψυχῆς σου βαρύνεσθαι μὲν ὑπερήφανον, ἀποθέσθαι δὲ πραέως ὁπότε χρὴ δύνασθαι μακάριον. |
321 | θανάτου μὲν σαυτῶι παραίτιος μὴ γένηι, τῶι δὲ ἀφαιρουμένωι σε τοῦ σώματος μὴ ἀγανάκτει. |
322 | σοφὸν ὁ τοῦ σώματος ἀφαιρούμενος τῆι ἑαυτοῦ κακίαι εὐεργετεῖ, λύεται γὰρ ὡς ἐκ δεσμῶν. |
323 | ἄνθρωπον θανάτου φόβος λυπεῖ ἀπειρίαι ψυχῆς. |
324 | σίδηρον ἀνδροφόνον ἄριστον μὲν ἦν μὴ γενέσθαι, γενόμενον δὲ σοὶ μὴ νόμιζε εἶναι. |
325 | οὐδεμία προσποίησις ἐπὶ πολὺν χρόνον λανθάνει, μάλιστα δὲ ἐν πίστει. |
326a | οἷον ἂν ἦι σου τὸ ἦθος, τοιοῦτος ἔσται σου καὶ ὁ βίος. |
326b | ἦθος θεοσεβὲς ποιεῖ βίον μακάριον. |
327 | ὁ βουλευόμενος κατ᾽ ἄλλου κακῶς, φθάνει κακῶς πάσχων. |
328 | μή σε παύσηι τοῦ εὐεργετεῖν ἀχάριστος ἄνθρωπος. |
329 | μηθὲν ὧν παραχρῆμα αἰτούμενος δῶις, πλείονος ἄξιον κρίνηις τοῦ λαμβάνοντος. |
330 | κάλλιστα οὐσίαι χρήσηι τοῖς δεομένοις προθύμως μεταδιδούς. |
331 | ἀδελφὸν ἀγνωμονοῦντα πεῖθε μὴ ἀγνωμονεῖν καὶ ἀνιάτως ἔχοντα συντήρει. |
332 | εὐγνωμοσύνηι πάντας ἀνθρώπους νικᾶν ἀγωνίζου. |
333 | νοῦν οὐ πρότερον ἕξεις πρὶν ἢ γνῶις οὐκ ἔχων. |
334 | αὐτάρκειαν ἄσκει. |
335 | τὰ μέλη τοῦ σώματος τοῖς οὐ χρωμένοις φορτία. |
336 | ὑπηρετεῖν κρεῖττον ἑτέροις ἢ πρὸς ἄλλων ὑπηρετεῖσθαι. |
337 | ὃν οὐκ ἀπαλλάττει ὁ θεὸς τοῦ σώματος μὴ βαρυνέσθω. |
338 | δόγμα ἀκοινώνητον οὐ μόνον ἔχειν ἀλλὰ καὶ ἀκούειν χαλεπὸν ἡγοῦ. |
339 | ὁ διδοὺς ὁτιοῦν μετ᾽ ὀνείδους ὑβρίζει. |
340 | κηδόμενος ὀρφανῶν πατὴρ ἔσηι πλειόνων τέκνων θεοφιλής. |
341 | ὧι ἂν ὑπουργήσηις ἕνεκα δόξης, μισθοῦ ὑπούργησας. |
342 | ἐάν τι δῶις ἐπὶ τὸ αὐτὸ γνωσθῆναι, οὐκ ἀνθρώπωι δέδωκας, ἰδίαι δὲ ἡδονῆι. |
343 | ὀργὴν πλήθους μὴ παρόξυνε. |
344 | μάθε τοίνυν τί δεῖ ποιεῖν τὸν εὐδαιμονήσοντα. |
345 | κρεῖττον ἀποθανεῖν λιμῶι ἢ διὰ γαστρὸς ἀκρασίαν ψυχὴν ἀμαυρῶσαι. |
346 | ἐκμαγεῖον τὸ σῶμά σου νόμιζε τῆς ψυχῆς· καθαρὸν οὖν τήρει. |
347 | ὁποῖα δ᾽ ἂν ἐπιτηδεύσηι ψυχὴ ἐνοικοῦσα τῶι σώματι, τοιαῦτα μαρτύρια ἔχουσα ἄπεισιν ἐπὶ τὴν κρίσιν. |
348 | ἀκαθάρτου ψυχῆς ἀκάθαρτοι δαίμονες ἀντιποιοῦνται. |
349 | πιστὴν ψυχὴν καὶ ἀγαθὴν ἐν ὁδῶι θεοῦ κακοὶ δαίμονες οὐκ ἐμποδίζουσιν. |
350 | λόγου περὶ θεοῦ μὴ παντὶ κοινώνει. |
351 | οὐκ ἀσφαλὲς ἀκούειν περὶ θεοῦ τοῖς ὑπὸ δόξης διεφθαρμένοις. |
352 | περὶ θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός. |
353 | περὶ θεοῦ μηδὲν εἴπηις μὴ μαθὼν παρὰ θεοῦ. |
354 | ἀθέωι δὲ περὶ θεοῦ μηδὲν εἴπηις. |
355 | περὶ θεοῦ λόγον ἀληθῆ ὡς θεὸν τίμα. |
356 | μὴ καθαρεύων ἀνοσίων ἔργων μὴ φθέγξηι περὶ θεοῦ λόγον. |
357 | λόγος ἀληθὴς περὶ θεοῦ λόγος ἐστὶν θεοῦ. |
358 | πεισθεὶς πρότερον θεοφιλὴς εἶναι πρὸς οὓς ἂν πεισθῆις λέγε περὶ θεοῦ. |
359 | τὰ ἔργα σου θεοφιλῆ προηγείσθω παντὸς λόγου περὶ θεοῦ. |
360 | ἐπὶ πλήθους λέγειν περὶ θεοῦ μὴ ἐπιτήδευε. |
361 | λόγου περὶ θεοῦ φείδου μᾶλλον ἢ ψυχῆς. |
362 | ψυχὴν αἱρετώτερον ἢ λόγον εἰκῆ προέσθαι περὶ θεοῦ. |
363a | θεοφιλοῦς ἀνδρὸς σώματος μὲν ἄρξεις, λόγου δὲ οὐ κυριεύσεις. |
363b | σοφοῦ σώματος καὶ λέων ἄρχει, τούτου δὴ μόνου καὶ τύραννος. |
364 | ὑπὸ τυράννου γινομένης ἀπειλῆς τίνος εἶ τότε μάλιστα μέμνησο. |
365 | λόγον οἶς οὐ θέμις ὁ λέγων περὶ θεοῦ προδότης θεοῦ νομιζέσθω. |
366 | λόγον περὶ θεοῦ σιγᾶν ἄμεινον ἢ προπετῶς διαλέγεσθαι. |
367 | ὁ λέγων ψευδῆ περὶ θεοῦ καταψεύδεται θεοῦ. |
368 | ἄνθρωπος μηδὲν ἔχων λέγειν περὶ θεοῦ ἀληθὲς ἔρημός ἐστιν θεοῦ. |
369 | θεὸν οὐκ ἔστιν γινώσκειν μὴ σεβόμενον. |
370 | οὐκ ἔστιν ὅπως ἀδικῶν τις ἄνθρωπον σέβοι τὸν θεόν. |
371 | κρηπὶς θεοσεβείας φιλανθρωπία. |
372 | ὁ προνοῶν ἀνθρώπων εὐχόμενός τε ὑπὲρ πάντων οὗτος ἀληθείαι θεοῦ νομιζέσθω. |
373 | θεοῦ μὲν ἴδιον τὸ σώζειν οὓς ἂν προαιρῆται. |
374 | εὐσεβοῦς δὲ τὸ εὔχεσθαι θεῶι σώζειν. |
375 | ὁπόταν εὐξαμένωι σοι γένηται ὑπὸ τοῦ θεοῦ, τότε ἐξουσίαν ἔχειν ἡγοῦ παρὰ θεῶι. |
376a | ἄξιος ἄνθρωπος θεοῦ θεὸς ἐν ἀνθρώποις. |
376b | θεὸς καὶ υἱὸς θεοῦ τὸ μὲν ἄριστον, τὸ δὲ ἐγγυτάτω τοῦ ἀρίστου. |
377 | ἀκτήμονα κρεῖττον ἢ ἀκοινώνητον εἶναι πολυκτήμονα. |
378 | μὴ διδοὺς δεομένοις δυνατὸς ὢν οὐ λήψηι δεόμενος παρὰ θεοῦ. |
379 | τροφῆς δεομένωι μεταδιδόντος ἐξ ὅλης ψυχῆς δόμα μέν τι βραχύ, προθυμία δὲ μεγάλη παρὰ θεῶι. |
380 | θεὸν οὐ νομίζοντος ὁ νομίζων καὶ οὐδὲν εἶναι πρὸς αὐτὸν ἡγούμενος οὐχ ἧττον ἄθεος. |
381 | τιμᾶι θεὸν ἄριστα ὁ τὴν ἑαυτοῦ διάνοιαν ἐξομοιώσας θεῶι εἰς δύναμιν. |
382 | θεὸς δεῖται μὲν οὐδαμῆι οὐδενός, χαίρει δὲ τοῖς μεταδιδοῦσι τοῖς δεομένοις. |
383 | πιστῶν ὀλίγοι μὲν ἔστωσαν οἱ λόγοι, ἔργα δὲ πολλά. |
384 | πιστὸς φιλομαθὴς ἐργάτης ἀληθείας. |
385 | ἁρμόζου πρὸς τὰς περιστάσεις ἵνα εὐθυμῆις. |
386 | μηδένα ἀδικῶν οὐδένα φοβηθήσηι. |
387 | τύραννος εὐδαιμονίαν οὐκ ἀφαιρεῖται. |
388 | ὃ δεῖ ποιεῖν, ἑκὼν ποίει. |
389a | ὃ μὴ δεῖ ποιεῖν, μηδενὶ τρόπωι ποίει. |
389b | πάντα μᾶλλον ἢ τὸ σοφὸς εἶναι ὑπισχνοῦ. |
390 | οὗ καλῶς πράττεις τὴν αἰτίαν ἀνάφερε εἰς θεόν. |
391 | οὐδεὶς σοφὸς ἀνὴρ κάτω που βλέπων εἰς γῆν καὶ τραπέζας. |
392 | τὸν φιλόσοφον οὐ τὸν χρηματισμὸν ἐλευθεροῦν δεῖ, ἀλλὰ τὴν ψυχήν. |
393 | ψεύδεσθαι φυλάττου· ἔστιν γὰρ ἀπατᾶν καὶ ἀπατᾶσθαι. |
394 | τίς θεὸς γνῶθι· μάθε τὸ νοοῦν ἐν σοί. |
395 | θεοῦ καλὸν ἔργον ἀγαθὸς ἄνθρωπος. |
396 | ἄθλιοι δι᾽ οὓς ὁ λόγος ἀκούει κακῶς. |
397 | ψυχὴν θάνατος οὐκ ἀπόλλυσιν ἀλλὰ κακὸς βίος. |
398 | πρὸς ὃ γέγονας εἰδὼς γνώσηι σαυτόν. |
399 | οὐκ ἔστιν κατὰ θεὸν ζῆν ἄνευ τοῦ σωφρόνως καὶ καλῶς καὶ δικαίως πράττειν. |
400 | ἀνθρώπων ἀπίστων βίος ὄνειδος. |
401 | μήποτε λάθηις σαυτὸν ἀγενεῖ φύσει μεταδιδοὺς λόγου θεοῦ. |
402 | ψυχὴν ἀπὸ γῆς πίστις ἀνάγει παρὰ θεόν. |
403 | σοφοῦ ψυχῆς μέγεθος οὐκ ἂν ἐξεύροις μᾶλλον ἤπερ καὶ θεοῦ. |
404 | ὅσα δίδωσιν ὁ θεὸς οὐδεὶς ἀφαιρεῖται. |
405 | ὃ παρέχει κόσμος βεβαίως οὐ τηρεῖ. |
406 | θεία σοφία ἡ τοῦ θεοῦ γνῶσις. |
407 | ἀκαθάρτωι ψυχῆι μὴ τόλμα λέγειν περὶ θεοῦ. |
408 | ἀνδρὸς πεῖραν πρότερον ἔργων ἢ λόγων ποίει. |
409 | τὰ ὦτά σου μὴ παντὶ πίστευε. |
410 | οἴεσθαι μὲν περὶ θεοῦ εὐμαρές, λέγειν δὲ ἀληθὲς μόνωι τῶι δικαίωι συγκεχώρηται. |
411 | μὴ βασανίσηις σου τῆι ψυχῆι τὸ σῶμα μηδὲ τὴν ψυχήν σου βασανίσηις ταῖς τοῦ σώματος ἡδοναῖς. |
412 | ἔθιζε σεαυτὸν τῶι μὲν σώματι παρέχειν τὰ τοῦ σώματος σωφρόνως, τῆι δὲ ψυχῆι θεοσεβῶς. |
413 | τρέφε σου τὴν μὲν ψυχὴν λόγωι θείωι, τὸ δὲ σῶμα σιτίοις λιτοῖς. |
414 | χαίρειν ἔθιζέ σου τὴν ψυχὴν ἐφ᾽ οἷς καλὸν χαίρειν. |
415a | ψυχὴ χαίρουσα ἐπὶ μικροῖς ἄτιμος παρὰ θεῶι. |
415b | σοφοῦ ψυχὴ ἀκούει θεοῦ. |
416 | σοφοῦ ψυχὴ ἁρμόζεται πρὸς θεὸν ὑπὸ θεοῦ. |
417 | σοφοῦ ψυχὴ ἀεὶ θεὸν ὁρᾶι. |
418 | ψυχὴ σοφοῦ σύνεστιν ἀεὶ θεῶι. |
419 | καρδία θεοφιλοῦς ἐν χειρὶ θεοῦ ἵδρυται. |
420 | ψυχῆς ἄνοδος πρὸς θεὸν διὰ λόγου θεοῦ. |
421 | σοφὸς ἕπεται θεῶι καὶ ὁ θεὸς ψυχῆι σοφοῦ. |
422 | χαίρει τῶι ἀρχομένωι τὸ ἄρχον, καὶ ὁ θεὸς οὖν σοφῶι χαίρει. |
423 | ἀχώριστόν ἐστιν τοῦ ἀρχομένου τὸ ἄρχον, καὶ θεὸς οὖν τοῦ σοφοῦ προνοεῖ καὶ κήδεται. |
424 | ἐπιτροπεύεται σοφὸς ἀνὴρ ὑπὸ θεοῦ, διὰ τοῦτο καὶ μακάριος. |
425 | ψυχὴ σοφοῦ δοκιμάζεται διὰ σώματος ὑπὸ θεοῦ. |
426 | οὐχ ἡ γλῶττα τοῦ σοφοῦ τιμία παρὰ θεῶι, ἀλλ᾽ ἡ φρόνησις. |
427 | σοφὸς ἀνὴρ καὶ σιγῶν τὸν θεὸν τιμᾶι εἰδὼς διὰ τίνα σιγᾶι. |
428 | γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα ὁ μὴ κρατῶν οὐδεὶς πιστός. |
429 | ἄνθρωπος ἀκρατὴς μιαίνει τὸν θεόν. |
430 | ἄνθρωπον θεοῦ γνῶσις βραχύλογον ποιεῖ. |
431 | πολλοὺς λόγους περὶ θεοῦ ἀπειρία ποιεῖ. |
432 | θεὸν ἄνθρωπος εἰδὼς οὐ πολλὰ κομπάζει. |
433 | ἐκλεκτὸς ἄνθρωπος ποιεῖ μὲν πάντα κατὰ θεόν, εἶναι δὲ οὐχ ὑπισχνεῖται. |
434 | – – – – – – – – – – – – – – – |
435 | ἄνθρωπος δὶς ἐμπιπλώμενος τροφῆι καὶ μηδέποτε μόνος κοιμώμενος νύκτωρ συνουσίας οὐ φεύγει. |
436a | εἱμαρμένη πιστὸν οὐ ποιεῖ. |
436b | εἱμαρμένη θεοῦ χάριτος οὐκ ἄρχει· εἰ δὲ μή, καὶ θεοῦ. |
437 | – – – – – – – – – – – – – – – |
438 | πιστὸς ἀνὴρ τρέφεται ἐγκρατείαι. |
439 | γνῶθι ῥήματα καὶ κτίσματα θεοῦ καὶ τίμα κατ᾽ ἀξίαν τὸν θεόν. |
440 | – – – – – – – – – – – – – – – |
441 | ψυχὴ πιστὴ ἁγνὴ καὶ σοφὴ καὶ προφῆτις ἀληθείας θεοῦ. |
442 | οὐκ ἀγαπήσεις κύριον τὸν θεὸν οὐκ ἔχων ἐν ἑαυτῶι οἷον ὁ θεὸς θέλει. |
443 | φίλον ἡγοῦ τὸ ὅμοιον τῶι ὁμοίωι. |
444 | οὐκ ἀγαπῶν τὸν θεὸν οὐκ ἔσηι παρὰ θεῶι. |
445 | ἔθιζε σεαυτὸν ἀεὶ ἀφορᾶν πρὸς τὸν θεόν. |
446 | ὁρῶν τὸν θεὸν ὄψηι σεαυτόν. |
447 | ὁρῶν τὸν θεὸν ποιήσεις τὸ ἐν σοὶ φρονοῦν ὁποῖον ὁ θεός. |
448 | σέβου τὸ ἐν σοὶ καὶ ταῖς τοῦ σώματος ἐπιθυμίαις μὴ καθυβρίσηις. |
449 | ἀσπίλωτόν σου τὸ σῶμα τήρει ὡς ἔνδυμα τῆς ψυχῆς παρὰ θεοῦ, ὡς καὶ τὸν χιτῶνά σου τηρεῖς ἀσπίλωτον ἔνδυμα ὄντα τῆς σαρκός. |
450 | σοφοῦ διάνοια θεοῦ ἔνοπτρον. |
451 | ἀκολάστωι ψυχῆι μὴ τόλμα λέγειν περὶ θεοῦ. |