Klaudios Ptolemaios
ca. 85 - ca. 165 p. Chr. n.
Γεωγραφικὴ ὑφήγησις
Βιβλίον αʹ
|
|
________________________________________________________________
|
|
Κεφ. ιζʹ.Περὶ τῶν διαπεφωνημένων αὐτῶι πρὸςτὰ ὑπὸ τῶν καθ᾽ ἡμᾶς ἱστορηθέντα.
§ 1. Τούτοις μὲν οὖν καὶ τοῖς τοιούτοις οὐκ ἐπέστησεν ὁ Μαρῖνος, ἤτοι διὰ τὸ πολύχουν καὶ κεχωρισμένον τῶν συντάξεων, ἢ διὰ τὸ μὴ φθάσαι καὶ κατὰ τὴν τελευταίαν ἔκδοσιν, ὡς αὐτός φησι, πίνακα καταγράψαι. § 2. Δι᾽ οὗ καὶ τὴν τῶν κλιμάτων καὶ τῶν ὡριαίων μόνως ἐποιήσατο διόρθωσιν· ἔνια δὲ ἤδη καὶ τοῖς νῦν ἱστορουμένοις οὐκ ἔχει συμφώνως· ὡς ὁ Σαχαλίτης κόλπος ἀπὸ δυσμῶν ὑπ᾽ αὐτοῦ τιθέμενος τοῦ Συάγρου ἀκρωτηρίου. § 3. Πάντες γὰρ ἡμῖν ἁπαξαπλῶς ὁμολογοῦσιν οἱ τοὺς τόπους τούτους διαπλέοντες, ἀπ᾽ ἀνατολῶν τοῦ Συάγρου καὶ τὴν Σαχαλῖτιν εἶναι χώραν {36} τῆς Ἀραβίας καὶ τὸν ὁμώνυμον αὐτῆς κόλπον, καὶ πάλιν τὰ Σίμυλλα τὸ τῆς Ἰνδικῆς ἐμπόριον μὴ μόνον τοῦ Κομαρέως ἀκρωτηρίου δυτικώτερον ὑπ᾽ αὐτοῦ τιθέμενον, ἀλλὰ καὶ τοῦ Ἰνδοῦ ποταμοῦ· § 4. μόνον γὰρ μεσημβρινώτερον ὁμολογεῖται τῶν στομάτων εἶναι τοῦ ποταμοῦ παρά τε τῶν ἐντεῦθεν εἰσπλευσάντων καὶ χρόνον πλεῖστον ἐπελθόντων τοὺς τόπους, καὶ παρὰ τῶν ἐκεῖθεν ἀφικομένων πρὸς ἡμᾶς, καλούμενον ὑπὸ τῶν ἐγχωρίων Τίμουλα· § 5. παρ᾽ ὧν καὶ τά τε ἄλλα περὶ τὴν Ἰνδικὴν μερικώτερον καὶ κατὰ τὰς ἐπαρχίας ἐμάθομεν καὶ τὰ ταύτης τῆς χώρας ἐνδοτέρω μέχρι τῆς Χρυσῆς Χερσονήσου καὶ ἐντεῦθεν ἕως τῶν Καττιγάρων, τὸ μὲν, ὅτι πρὸς ἀνατολάς ἐστιν ὁ πλοῦς εἰσπλεόντων καὶ πάλιν ἐξιόντων πρὸς δυσμὰς, συνιστορούντων, τὸ δ᾽ ἄτακτον καὶ ἀνώμαλον τοῦ χρόνου τῶν διανύσεων προσομολογούντων· καὶ ὅτι ὑπέρκειται τῶν Σινῶν ἥ τε τῶν Σηρῶν χώρα καὶ ἡ μητρόπολις, καὶ τὰ ἀνατολικώτερα τούτων ἄγνωστός ἐστι γῆ, λίμνας ἔχουσα ἑλώδεις, ἐν αἷς κάλαμοι μεγάλοι φύονται, καὶ συνεχεῖς οὕτως, ὥστε ἐχομένους αὐτῶν ποιεῖσθαι τὰς διαπεραιώσεις, καὶ ὅτι οὐ μόνον ἐπὶ τὴν Βακτριανὴν ἐντεῦθέν ἐστιν ὁδὸς διὰ Λιθίνου Πύργου, ἀλλὰ καὶ ἐπὶ τὴν Ἰνδικὴν διὰ Παλιμβόθρων· ἡ δὲ ἀπὸ τῆς μητροπόλεως τῶν Σινῶν ἐπὶ τὸν ὅρμον τὰ Καττίγαρα πρὸς δυσμάς ἐστι καὶ μεσημβρίαν· ὡς διὰ τοῦτο μὴ πίπτειν αὐτὴν κατὰ τὸν διὰ τῆς Σήρας καὶ τῶν Καττιγάρων μεσημβρινὸν, ἐξ ὧν φησιν ὁ Μαρῖνος, ἀλλὰ κατά τινα τῶν ἀνατολικωτέρων. § 6. Καὶ μὴν παρὰ τῶν ἀπὸ τῆς Ἀραβίας τῆς εὐδαίμονος διαπεραιουμένων ἐμπόρων ἐπὶ τὰ Ἀρώματα, καὶ τὴν Ἀζανίαν, καὶ τὰ Ῥαπτά, {37} ταῦτα δὲ πάντα Βαρβαρίαν ἰδίως καλούντων, μανθάνομεν τόν τε πλοῦν μὴ ἀκριβῶς εἶναι πρὸς μεσημβρίαν, ἀλλὰ τοῦτον μὲν πρὸς δυσμὰς καὶ μεσημβρίαν, τὴν δ᾽ ἀπὸ τῶν Ῥαπτῶν ἐπὶ τὸ Πράσον διαπεραίωσιν πρὸς ἀνατολὰς καὶ μεσημβρίαν, καὶ τὰς λίμνας δέ, ἀφ᾽ ὧν ὁ Νεῖλος ῥεῖ, μὴ παρ᾽ αὐτὴν εἶναι τὴν θάλασσαν, ἀλλ᾽ ἐνδοτέρω συχνῶι· § 7. καὶ τὴν τάξιν τὴν ἐπὶ τὸ Ῥαπτὸν ἀκρωτήριον ἀπὸ τοῦ τῶν Ἀρωμάτων αἰγιαλῶν καὶ Ἀποκόπων, ἑτέραν εἶναι τῆς κατὰ τὸν Μαρῖνον, καὶ μὴ πολλῶν συνάγεσθαι σταδίων ἐκεῖ τὸν ἐξ ἡμέρας καὶ νυκτὸς πλοῦν, διὰ τὸ ταχυμετάβολον τῶν ὑπὸ τὸν ἰσημερινὸν πνευμάτων, ἀλλ᾽ ὡς ἐπίπαν τετρακοσίων ἢ πεντακοσίων σταδίων· § 8. εἶναι δὲ συνεχῆ μὲν τοῖς Ἀρώμασι πρῶτον κόλπον, ἐν ὧι μετὰ μιᾶς ἡμέρας ὁδὸν ἀπὸ τῶν Ἀρωμάτων Πανὼ κώμην καὶ Ὀπώνην ἐμπόριον, ἀπέχουσαν τῆς κώμης ὁδὸν ἡμερῶν ἕξ· § 9. μετὰ δὲ τοῦτο τὸ ἐμπόριον συνάπτειν ἄλλον κόλπον ἀρχὴν τῆς Ἀζανίας· οὗ κατὰ τὴν ἀρχὴν ἐκκεῖσθαι Ζίγγιν ἄκραν, καὶ Φαλαγγίδα ὄρος ηʹ κεφαλῶν, καλεῖσθαι δὲ τοῦτον μόνον τὸν κόλπον Ἀπόκοπα, καὶ διάπλουν ἔχειν δύο νυχθημέρων· § 10. παρήκειν δ᾽ ἀπ᾽ αὐτοῦ τὸν μικρὸν αἰγιαλὸν ἐν διάπλωι τριῶν διαστημάτων, εἶτα τὸν μέγαν αἰγιαλὸν ἐν διάπλωι πέντε διαστημάτων· ἀμφοτέρους δὲ ἐπὶ τὸ αὐτὸ τεσσάρων ἔχειν διάπλουν νυχθημέρων· § 11. συνῆφθαι δὲ τούτοις ἄλλον κόλπον, ἐν ὧι ἐμπόριον τὸ καλούμενον Ἔσσινα, μετὰ δύο νυχθημέρων πλοῦν· εἶτα Σαραπίωνος ὅρμον μετὰ μιᾶς ἡμέρας πλοῦν· § 12. ἐντεῦθεν ἄρχεσθαι τὸν ἐπὶ τὰ Ῥαπτὰ φέροντα κόλπον τριῶν νυχθημέρων ἔχοντα διάπλουν· οὗ κατὰ μὲν τὰς ἀρχὰς ἐμπόριον {38} εἶναι τὸ καλούμενον Νίκι· παρὰ δὲ τὸ Ῥαπτὸν ἄκρον ποταμὸν Ῥαπτόν, καὶ μητρόπολιν ὁμώνυμον αὐτῶι, μικρὸν ἀπέχουσαν τῆς θαλάσσης· τὸν δ᾽ ἀπὸ τῶν Ῥαπτῶν μέχρι τοῦ Πράσου ἀκρωτηρίου κόλπον μέγιστον ὄντα καὶ μὴ βαθὺν περιοικεῖν βαρβάρους ἀνθρωποφάγους. |