BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

 

Κεφ. ιηʹ.

Περὶ τῆς ἀπὸ τῶν τοῦ Μαρίνου συντάξεων κατὰ

τὴν καταγραφὴν τῆς οἰκουμένης δυσχρηστίας.

 

§ 1. Τὰ μὲν οὖν κατ᾽ αὐτὴν τὴν ἱστορίαν ὀφείλοντα τυχεῖν τινος ἐπιστάσεως ὑποτετυπώσθω μέχρι τοσούτων. Ἀλλ᾽ ἵνα μὴ καὶ δόξωμέν τισιν ἔνστασιν προχειρίσασθαι καὶ μὴ διόρθωσιν, ἔσται ἡμῖν ἕκαστα δι᾽ αὐτῆς τῆς κατὰ μέρος ὑφηγήσεως δῆλα· λοιπὸν δ᾽ ἂν εἴη τὰ κατὰ τὴν ἔφοδον τῆς καταγραφῆς ἐπισκέψασθαι. § 2. Διπλῆς δὴ τῆς τοιαύτης οὔσης ἐπιβολῆς, καὶ πρώτης μέν, τῆς ἐν μέρει σφαιρικῆς ἐπιφανείας ποιουμένης τὴν τῆς οἰκουμένης διάθεσιν, δευτέρας δέ, τῆς ἐν ἐπιπέδωι, κοινὸν μὲν ἐπ᾽ ἀμφοτέρων ἐστὶ προκείμενον τὸ εὔχρηστον, τουτέστι τὸ δεῖξαι, πῶς ἂν καὶ μὴ προϋποκειμένης εἰκόνος ἀπὸ μόνης τῆς διὰ τῶν ὑπομνημάτων παραθέσεως εὐμεταχείριστον ὡς ἔνι μάλιστα ποιώμεθα τὴν καταγραφήν· τό τε γὰρ ἀεὶ μεταφέρειν ἀπὸ τῶν προτέρων παραδειγμάτων ἐπὶ τὰ ὕστερα διὰ τῆς κατὰ μικρὸν παραλλαγῆς εἰς ἀξιόλογον εἴωθεν ἐξάγειν ἀνομοιότητα τὰς μεταβολάς. § 3. Κἂν μὴ τὴν μέθοδον ταύτην τὴν ἐκ τῆς ὑπομνήσεως αὐτάρκη πρὸς ἔνδειξιν τῆς ἐκθέσεως εἶναι συμβαίνηι, τοῖς οὐκ εὐποροῦσι τῆς εἰκόνος ἀμήχανον ἔσται τοῦ προκειμένου {39} δεόντως τυχεῖν· ὃ συμβαίνει καὶ νῦν τοῖς πλείστοις ἐπὶ τοῦ κατὰ τὸν Μαρῖνον πίνακος, οὐκ ἐπιτυχοῦσι μὲν ἀπὸ τῆς ὑστάτης συντάξεως παραδείγματος, ἀποσχεδιάσασι δὲ ἐκ τῶν ὑπομνημάτων καὶ διαμαρτοῦσιν ἐν τοῖς πλείστοις τῆς ὁμολογουμένης συναγωγῆς διὰ τὸ δύσχρηστον καὶ διεσπαρμένον τῆς ὑφηγήσεως, ὡς ἐξέσται παντὶ τῶι πειρωμένωι σκοπεῖν. § 4. Ἐφ᾽ ἑκάστου γὰρ τῶν σημαινομένων τόπων ἀναγκαίου τυγχάνοντος ἔχειν καὶ τὴν κατὰ μῆκος καὶ τὴν κατὰ πλάτος θέσιν τῶι μέλλοντι κατατάξειν αὐτὸν ὅπου δεῖ, τοῦτο μὲν οὐκ ἔστιν εὐθὺς εὑρεῖν ἐν ταῖς συντάξεσιν, κεχωρισμένως δὲ ἐνταῦθα μὲν εἰ τύχοι τὰ πλάτη μόνον ὡς ἐπὶ τῆς παραλλήλων ἐκθέσεως, ἀλλαχόθι δὲ τὰ μήκη μόνον, καθάπερ ἐπὶ τῆς τῶν μεσημβρινῶν ἀναγραφῆς, καὶ οὐδὲ τῶν αὐτῶν ἐν ἑκατέρωι μέρει κατὰ τὸ πλεῖστον, ἀλλὰ δι᾽ ἄλλων μὲν τοὺς παραλλήλους γραφομένους, δι᾽ ἄλλων δὲ τοὺς μεσημβρινοὺς, ὥστε ἐνδεῖν τοῖς τοιούτοις τῆς ἑτέρας τῶν θέσεων, ὅλως τε καθ᾽ ἓν ἕκαστον τῶν κατατασσομένων πάντων σχεδὸν δεῖ πρὸς τὴν ἐπίσκεψιν τῶν ὑπομνημάτων, ἐπειδήπερ ἐν ἅπασι λέγεταί τι ἄλλο περὶ τῶν αὐτῶν. § 5. Κἂν μὴ καθ᾽ ἓν ἐπιζητῶμεν τὰ καθ᾽ ἕκαστον εἶδος ἐκτιθέμενα περὶ αὐτοῦ, λήσομεν αὑτοὺς διαμαρτάνοντες ἐν πολλοῖς τῶν ὀφειλόντων παρατηρήσεως τυχεῖν. § 6. Ἔτι δὲ ἐπὶ τῆς τῶν πόλεων καταταγῆς τὰς μὲν παραλίους προχειρότερον ἄν τις ὑπογράφοι, τάξεώς τινος ὡς ἐπίπαν τηρηθείσης ἐπ᾽ αὐτῶν, τὰς δὲ μεσογείους οὐκέτι, μηδαμῆ σημαινομένης τῆς πρὸς ἀλλήλας αὐτῶν ἢ πρὸς ἐκείνας σχέσεως, πλὴν ὀλίγων, ἐφ᾽ ὧν ἔτυχέ πως, πὴι μὲν τὸ μῆκος, πὴι δὲ τὸ πλάτος προσδιωρισμένον.