BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

 

Κεφ. ιεʹ.

Περὶ τῶν ἐν τῆι κατὰ μέρος ἐκθέσει

τῶι Μαρίνωι διαπεφωνημένων.

 

§ 1. Εἰς μὲν δὴ τὰς καθόλου διαστάσεις ἐπὶ τοσοῦτον συνεστείλαμεν τοῦ τε μήκους τὸ πρὸς ἀνατολὰς {33} καὶ τοῦ πλάτους τὸ πρὸς μεσημβρίαν διὰ τὰς ἐκτεθειμένας αἰτίας καὶ τὰς κατὰ μέρος δὲ τῶν πόλεων διαθέσεις πολλαχῆι διορθώσεως ἠξιώσαμεν· ἐφ᾽ ὧν μαχομένας ἢ μὴ ἀκολούθους ἐκθέσεις πεποίηται κατὰ διαφόρους ὑπομνήσεις διὰ τὸ πολύχουν καὶ ποικίλον τῶν συντάξεων, οἷον ἐπὶ τῶν ἀντικεῖσθαι πεπιστευμένων. § 2. Ταρρακῶνα γάρ φησιν ἀντικεῖσθαι τῆι Καισαρείαι τῆι καλουμένηι Ἰὼλ, – τὸν διὰ ταύτης μεσημβρινὸν γράφων, καὶ διὰ τῶν Πυρηναίων ὀρῶν, ἅτινα Ταρρακῶνος οὐκ ὀλίγωι ἐστὶν ἀνατολικώτερα· – καὶ Πάχυνον μὲν Λέπτει τῆι μεγάληι, Θεαίναις δὲ Ἱμέραν, τῆς μὲν ἀπὸ Παχύνου διαστάσεως ἐπὶ τὴν Ἱμέραν τετρακοσίων που σταδίων συναγομένης, τῆς δ᾽ ἀπὸ Λέπτεως ἐπὶ Θεαίνας ὑπὲρ τοὺς χιλίους πεντακοσίους, ἐξ ὧν ὁ Τιμοσθένης ἀναγράφει. § 3. Καὶ πάλιν Τέργεστον μέν φησιν ἀντικεῖσθαι Ῥαβέννηι· τοῦ δὲ μυχοῦ τοῦ Ἀδρίου, τοῦ κατὰ Τιλαουέντου ποταμοῦ, τὸ μὲν Τέργεστον ἀπέχειν πρὸς θερινὰς ἀνατολὰς σταδίους τετρακοσίους ὀγδοήκοντα, τὴν δὲ Ῥαβένναν πρὸς χειμερινὰς ἀνατολὰς σταδίους χιλίους. § 4. Ὁμοίως ἀντικεῖσθαί φησι Χελιδονίας μὲν Κανώβωι, Ἀκάμαντα δὲ Πάφωι, καὶ Πάφον Σεβεννύτωι, τῶν μὲν ἀπὸ Χελιδονίων εἰς Ἀκάμαντα σταδίων χιλίων ὑπ᾽ αὐτοῦ τιθεμένων, τῶν δ᾽ ἀπὸ Κανώβου εἰς Σεβέννυτον ὑπὸ Τιμοσθένους διακοσίων ἐννενήκοντα, καίτοι ταύτης τῆς διαστάσεως, εἴπερ ὑπὸ τοὺς αὐτοὺς ἔκειτο μεσημβρινοὺς, τῶι ὄντι μείζονος ὀφειλούσης εἶναι διὰ τὸ καὶ μείζονος ὑποτείνειν παραλλήλου περιφέρειαν. § 5. Πάλιν τὴν Πίσσαν φησὶν ἀπέχειν Ῥαβέννης πρὸς Λιβόνοτον σταδίους ἑπτακοσίους· διὰ δὲ τῆς τῶν κλιμάτων {34} καὶ τῆς τῶν ὡριαίων διαιρέσεως Πίσσαν μὲν ἐν τῶι τρίτωι τίθησιν ὡριαίωι, Ῥαβένναν δὲ ἐν τῶι τετάρτωι. § 6. Καὶ Λουνδινίου τῆς Βρετανίας Νοιόμαγον εἰπὼν νοτιωτέραν μιλίοις νθʹ, βορειοτέραν αὐτὴν διὰ τῶν κλιμάτων ἀποφαίνει. § 7. Καὶ τὸν Ἄθω δὲ τάξας ἐπὶ τοῦ δι᾽ Ἑλλησπόντου παραλλήλου, τὴν Ἀμφίπολιν καὶ τὰ περὶ αὐτὴν ὑπὲρ τὸν Ἄθω καὶ τὰς τοῦ Στρυμόνος ἐκβολὰς κείμενα ἐν τῶι τετάρτωι καὶ ἐν τῶι ὑπὸ τὸν Ἑλλήσποντον κλίματι τίθησιν. § 8. Ὁμοίως δὲ καὶ τῆς Θράικης σχεδὸν ὅλης ὑπὸ τὸν διὰ Βυζαντίου παράλληλον κειμένης, τὰς μεσογείους αὐτῆς πόλεις ἁπάσας ἐν τῶι ὑπὲρ τοῦτον τὸν παράλληλον κλίματι κατέταξεν. § 9. Ἔτι «;Τραπεζοῦντα», φησὶν, «;ἱδρύσαμεν ἐπὶ τοῦ διὰ Βυζαντίου παραλλήλου.» Καὶ τὰ Σάταλα τῆς Ἀρμενίας δείξας ἀπέχοντα Τραπεζοῦντος πρὸς μεσημβρίαν μίλια ἑξήκοντα κατὰ τὴν τῶν παραλλήλων γραφὴν τὸν διὰ Βυζαντίου φέρει διὰ Σατάλων καὶ οὐ Τραπεζοῦντος. § 10. Καὶ μὴν καὶ τὸν Νεῖλον ποταμόν φησιν ἀκολούθως τῆι ἀληθείαι γραφήσεσθαι, ἐξ οὗ πρῶτον ὁρᾶται παραγινόμενος, ἀπὸ μεσημβρίας πρὸς τὰς ἄρκτους μέχρι Μερόης· ὁμοίως δὲ καὶ τὸν ἀπὸ τῶν Ἀρωμάτων ἐπὶ τὰς λίμνας, ἐξ ὧν ὁ Νεῖλος ῥεῖ, πλοῦν ἀπαρκτίαι συντελεῖσθαι, τῶν Ἀρωμάτων ἀνατολικωτέρων ὄντων τοῦ Νείλου παμπόλλωι. § 11. Πτολεμαῒς μὲν γὰρ ἡ τῶν Θηρῶν ἀνατολικωτέρα ἐστὶ Μερόης καὶ τοῦ Νείλου δέκα ἡμερῶν ὁδὸν ἢ δώδεκα, Πτολεμαΐδος δὲ καὶ τοῦ Ἀδουλικοῦ κόλπου τὰ στενὰ τὰ κατὰ Ὄκηλιν τὴν Χερσόνησον καὶ Δήρην σταδίοις τρισχιλίοις πεντακοσίοις· τούτων δ᾽ ἔτι ἀνατολικώτερον τὸ ἀκρωτήριον τῶν μεγάλων Ἀρωμάτων σταδίοις πεντακισχιλίοις.