Klaudios Ptolemaios
ca. 85 - ca. 165 p. Chr. n.
Γεωγραφικὴ ὑφήγησις
Βιβλίον αʹ
|
|
________________________________________________________________
|
|
Κεφ. ιδʹ.Περὶ τοῦ ἀπὸ τῆς Χρυσῆς Χερσονήσουἐπὶ τὰ Καττίγαρα διάπλου.
§ 1. Τοῦ δ᾽ ἀπὸ τῆς Χρυσῆς Χερσονήσου ἐπὶ τὰ Καττίγαρα διάπλου τὸν σταδιασμὸν ὁ Μαρῖνος οὐκ ἐκτίθεται· φησὶ δὲ Ἀλέξανδρον ἀναγεγραφέναι, τὴν γῆν ἐντεῦθεν ἐναντίαν εἶναι τῆι μεσημβρίαι καὶ τοὺς πλέοντας παρ᾽ αὐτὴν ἐν ἡμέραις εἴκοσι καταλαμβάνειν πόλιν Ζάβας. Ἀπὸ δὲ τῶν Ζαβῶν πρὸς νότον διαπλεύσαντας, καὶ μᾶλλον εἰς τὰ εὐώνυμα ἡμέρας τινὰς ἐκδέχεσθαι τὰ Καττίγαρα. § 2. Μηκύνει μὲν οὖν αὐτὸς τὴν ἐκκειμένην διάστασιν, ἀκούων τινὰς ἡμέρας ἀντὶ τοῦ πολλάς· διὰ τὸ πλῆθος γάρ φησι μὴ περιληφθῆναι αὐτὰς ἀριθμῶι· γελοίως, οἶμαι, τοῦτό γε. § 3. Τίς γὰρ ἀριθμὸς ἡμερῶν ἀόριστος ἔσται, κἂν ὅλης τῆς γῆς πεπερασμένης περίοδον ἐπέχηι; τί δ᾽ ἐκώλυε τὸν Ἀλέξανδρον ἀντὶ τοῦ τινὰς εἰπεῖν πολλάς, ὡς τὸν Διόσκορον ἔφη πολλῶν ἡμερῶν ἱστορῆσαι τὸν ἀπὸ τῶν Ῥάπτων ἐπὶ τὸ Πράσον πλοῦν; εὐλογώτερον δ᾽ ἄν τις ἐκδέχοιτο τὰς τινὰς ὡς ὀλίγας· καὶ γὰρ τοῦτον εἰώθαμεν {31} κατηγορεῖν τὸν τρόπον. § 4. Ἀλλ᾽ ἵνα μὴ δόξωμεν καὶ αὐτοὶ πρὸς κείμενόν τι πλῆθος ἐφαρμόζειν τὰς τῶν ἀποχῶν εἰκασίας, παραβάλωμεν τὸν ἀπὸ τῆς Χρυσῆς Χερσονήσου μέχρι Καττιγάρων πλοῦν, συγκείμενον ἔκ τε εἴκοσιν ἡμερῶν, τῶν ἐπὶ Ζάβας, καὶ ἐξ ἄλλων τινῶν, τῶν ἐπὶ τὰ Καττίγαρα, ὥσπερ τὸν ἀπὸ τῶν Ἀρωμάτων ἐπὶ τὸ Πράσον ἄκρον, συγκειμένον καὶ αὐτὸν ἔκ τε τῶν ἴσων ἡμερῶν εἴκοσιν τῶν ἐπὶ τὰ Ῥάπτα κατὰ Θεόφιλον, καὶ ἐξ ἄλλων πολλῶν τῶν ἐπὶ τὸ Πράσον κατὰ Διόσκορον· ἵνα καὶ κατὰ τὸν Μαρῖνον ἐν ἴσωι θῶμεν τὰς τινὰς ἡμέρας ταῖς πολλαῖς εἰκάσαντα. § 5. Ἐπεὶ τοίνυν ἀπεδείξαμεν ἔκ τε τῶν εὐλόγων καὶ ἐξ αὐτῶν τῶν φαινομένων τὸ Πράσον ὑπὸ τὸν παράλληλον τὸν ἀπέχοντα πρὸς μεσημβρίαν τοῦ ἰσημερινοῦ μοίρας ις° γ' ιβ', – διέστηκε τοῦ ἰσημερινοῦ καὶ ὁ διὰ τῶν Ἀρωμάτων παράλληλος πρὸς τὰς ἄρκτους μοίρας δ° δ', ὥστε συνάγεσθαι τὴν ἀπὸ τῶν Ἀρωμάτων ἐπὶ τὸ Πράσον διάστασιν μοιρῶν κ° καὶ διμοίρου – τῶν ἴσων ἂν εἰκότως θείημεν, καὶ τὴν ἀπὸ τῆς Χρυσῆς Χερσονήσου ἐπὶ Ζάβας, κἀκεῖθεν ἐπὶ τὰ Καττίγαρα. § 6. Τὴν μὲν οὖν ἀπὸ τῆς Χρυσῆς Χερσονήσου ἐπὶ Ζάβας οὐδέν τι δεῖ μειοῦν, παράλληλον οὖσαν τῶι ἰσημερινῶι, διὰ τὸ τὴν μεταξὺ χώραν ἐναντίαν ἐκτετάσθαι τῆι μεσημβρίαι· τὴν δ᾽ ἀπὸ Ζαβῶν ἐπὶ τὰ Καττίγαρα προσήκει συνελεῖν διὰ τὸ τὸν πλοῦν εἶναι πρὸς νότον καὶ πρὸς ἀνατολὰς, ἵνα τὴν παράλληλον τῶι ἰσημερινῶι λάβωμεν θέσιν. § 7. Εἰ δὴ τὸ ἥμισυ τῶν μοιρῶν προσνείμαιμεν ἑκατέραι τῶν διαστάσεων διὰ τὸ ἄδηλον αὐτῶν τῆς ὑπεροχῆς καὶ τῶν ἀπὸ Ζαβῶν ἐπὶ τὰ Καττίγαρα μοιρῶν ι° γ' τὸ τρίτον πάλιν ὑπολογίσαιμεν ὑπὲρ τῆς {32} ἐγκλίσεως· ἕξομεν καὶ τὴν ἀπὸ τῆς Χρυσῆς Χερσονήσου ἐπὶ τὰ Καττίγαρα διάστασιν, ὡς ἐπὶ παραλλήλου τῶι ἰσημερινῶι θέσεως μοιρῶν ιζ° ἕκτου ἔγγιστα. § 8. Ἐδέδεικτο δὲ καὶ ἡ ἀπὸ τοῦ Κῶρυ ἀκρωτηρίου μέχρι τῆς Χρυσῆς Χερσονήσου μοιρῶν λδ° καὶ τεσσάρων πέμπτων. Πᾶσα ἄρα ἡ ἀπὸ τοῦ Κῶρυ μέχρι Καττιγάρων μοιρῶν ἐστιν ἔγγιστα νβ°. § 9. Ἀλλ᾽ ὁ μὲν διὰ τῆς ἀρχῆς τοῦ Ἰνδοῦ ποταμοῦ μεσημβρινὸς ὀλίγωι δυτικώτερός ἐστι τοῦ βορείου τῆς Ταπροβάνης ἀκρωτηρίου κατὰ τὸν Μαρῖνον, ὅπερ ἀντίκειται τῶι Κῶρυ· τούτου δ᾽ ἀφέστηκεν ὁ διὰ τῶν ἐκβολῶν τοῦ Βαίτιος ποταμοῦ ὡριαῖα διαστήματα ηʹ, μοίρας δὲ ρκ°, καὶ ἔτι τούτου ὁ διὰ τῶν Μακάρων νήσων μοίρας ε°, ὥστε καὶ ὁ μὲν διὰ τοῦ Κῶρυ μεσημβρινὸς ἀπέχει τοῦ διὰ τῶν Μακάρων νήσων μικρῶι πλέον ρκε° μοίρας· ὁ δὲ διὰ Καττιγάρων τοῦ διὰ τῶν Μακάρων νήσων μικρῶι πλέον τῶν ἐπὶ τὸ αὐτὸ ροζ° μοιρῶν, κατὰ τὴν αὐτὴν σχεδὸν διάστασιν τοῖς ἐπὶ τοῦ διὰ τῆς Ῥοδίας παραλλήλου συλλελογισμένοις. § 10. Ἀλλ᾽ ὑποκείσθω τὸ μέχρι τῆς μητροπόλεως τῶν Σινῶν μῆκος ὅλων ρπ° μοιρῶν, ὡριαίων δὲ διαστημάτων δώδεκα, διὰ τὸ πάντας ὁμολογεῖν, ἀνατολικωτέραν αὐτὴν εἶναι τῶν Καττιγάρων, ὥστε συνάγεσθαι καὶ τοῦ διὰ τῆς Ῥοδίας μήκους, σταδίους ἑπτακισμυρίους καὶ δισχιλίους ἔγγιστα. |