Oppianos
floruit 180 p. Chr. n.
Ἁλιευτικὰ
Βιβλίον δʹ
|
|
___________________________________________________
|
|
Ἄλλους δ' ἀγρευτῆρσιν ὑπήγαγε ληΐδα θήρηςὑγρὸς ἔρως· ὀλοῶν δὲ γάμων, ὀλοῆς τ' Ἀφροδίτηςἠντίασαν, σπεύδοντες ἑὴν φιλοτήσιον ἄτην.ἀλλὰ σύ μοι, κάρτιστε πολισσούχων βασιλήων, | |
5 | αὐτός τ', Ἀντωνῖνε, καὶ υἱέος ἠγάθεον κῆρ,πρόφρονες εἰσαΐοιτε καὶ εἰναλίηισι γάνυσθετερπωλαῖς, οἵηισιν ἐμὸν νόον ἠπιόδωροιΜοῦσαι κοσμήσαντο καὶ ἐξέστεψαν ἀοιδῆςδώρωι θεσπεσίωι καί μοι πόρον ὑμετέροισι |
10 | κίρνασθαι γλυκὺ νᾶμα καὶ οὔασι καὶ πραπίδεσσι.Σχέτλι' Ἔρως, δολομῆτα, θεῶν κάλλιστε μὲν ὄσσοιςεἰσιδέειν, ἄλγιστε δ' ὅτε κραδίην ὀροθύνεις,ἐμπίπτων ἀδόκητος, ὑπὸ φρένα δ' ὥστε θύελλαμίσγεαι, ἀσθμαίνεις δὲ πυρὸς δριμεῖαν ὁμοκλήν, |
15 | παφλάζων ὀδύνηισι καὶ ἀκρήτοισιν ἀνίαις·δάκρυ δέ σοι προβαλεῖν λαρὸν γάνος ἠδ' ἐσακοῦσαιβυσσόθεν οἰμωγὴν σπλάχνοις θ' ὑπὸ θερμὸν ἔρευθοςφοινίξαι χρωτός τε παράτροπον ἄνθος ἀμέρσαιὄσσε τε κοιλῆναι παρά τε φρένα πᾶσαν ἀεῖραι |
20 | μαινομένην· πολλοὺς δὲ καὶ ἐς μόρον ἐξεκύλισας,ὅσσοις χειμέριός τε καὶ ἄγριος ἀντεβόλησαςλύσσαν ἄγων· τοίαις γὰρ ἀγάλλεαι εἰλαπίνηισιν.εἴτ' οὖν ἐν μακάρεσσι παλαίτατος ἐσσὶ γενέθληι,ἐκ Χάεος δ' ἀνέτειλας ἀμειδέος, ὀξέϊ πυρσῶι |
25 | λαμπόμενος, πρῶτος δὲ γάμων ἐζεύξαο θεσμούς,πρῶτος δ' εὐναίοις ἀρότοις ἐπεθήκαο τέκμωρ·εἴτε σε καὶ πτερύγεσσιν ἀειρόμενον θεὸν ὄρνιντίκτε Πάφου μεδέουσα πολυφράδμων Ἀφροδίτη,εὐμενέοις, πρηΰς τε καὶ εὔδιος ἄμμιν ἱκάνοις |
30 | μέτρον ἄγων· οὐ γάρ τις ἀναίνεται ἔργον ἔρωτος.πάντηι μὲν κρατέεις, πάντηι δέ σε καὶ ποθέουσικαὶ μέγα πεφρίκασιν· ὁ δ' ὄλβιος, ὅστις ἔρωταεὐκραῆ κομέει τε καὶ ἐν στέρνοισι φυλάσσει·σοὶ δ' οὔτ' οὐρανίης γενεῆς ἅλις οὔτε τι φύτλης |
35 | ἀνδρομέης· οὐ θῆρας ἀναίνεαι οὐδ' ὅσα βόσκειἀὴρ ἀτρύγετος, νεάτης δ' ὑπὸ κεύθεσι λίμνηςδύνεις, ὁπλίζηι δὲ καὶ ἐν νεπόδεσσι κελαινοὺςἀτράκτους, ὡς μή τι τεῆς ἀδίδακτον ἀνάγκηςλείπηται, μηδ' ὅστις ὑπόβρυχα νήχεται ἰχθύς. |
40 | Οἵην μὲν φιλότητα μετ' ἀλλήλοισι ῥύονταικαὶ πόθον ὀξυβελῆ στικτοὶ σκάροι, οὐδ' ἐνὶ μόχθοιςἀλλήλους λείπουσιν, ἀλεξητῆρι δὲ θυμῶιπολλάκι μὲν πληγέντος ὑπ' ἀγκίστροιο δαφοινοῦἄλλος ἐπαΐξας πρόμαχος σκάρος ἰχθὺς ὀδοῦσιν |
45 | ὁρμιὴν ἀπέκερσε καὶ ἐξεσάωσεν ἑταῖρονκαὶ δόλον ἠμάλδυνε καὶ ἀσπαλιῆ' ἀκάχησεν.ἤδη δ' ἐν κύρτοισι παλιμπλεκέεσσιν ἁλόνταἄλλος ὑπεξέκλεψε καὶ ἐξείρυσσεν ὀλέθρου·εὖτε γὰρ ἐς κύρτοιο πέσηι λόχον αἰόλος ἰχθύς, |
50 | αὐτίκ' ἐπεφράσθη τε καὶ ἐκδῦναι κακότητοςπειρᾶται, τρέψας δὲ κάτω κεφαλήν τε καὶ ὄσσεἔμπαλιν εἰς οὐρὴν ἀνανήχεται ἕρκος ἀμείβων·ταρβεῖ γὰρ σχοίνους ταναηκέας, αἳ πυλεῶνιἀμφιπεριφρίσσουσι καὶ οὐτάζουσιν ὀπωπὰς |
55 | ἀντίον ἐρχομένοιο, φυλακτήρεσσιν ὁμοῖαι.οἱ δέ μιν εἰσορόωντες ἀμήχανα δινεύονταἔκτοθεν ἀντιόωσιν ἀρηγόνες, οὐδ' ἐλίποντοτειρόμενον· καί πού τις ἑὴν ὤρεξε διασχὼνοὐρὴν ἠΰτε χεῖρα λαβεῖν ἔντοσθεν ἑταίρωι· |
60 | αὐτὰρ ὀδὰξ μὲν ἔρεισεν, ὁ δ' ἔσπασεν ἄϊδος ἔξωοὐρὴν ἡγήτειραν ὑπὸ στόμα δεσμὸν ἔχοντα.πολλάκι δὲ προβαλόντος ἑὴν ἔντοσθεν ἁλόντοςοὐρὴν ἄλλος ἔμαρψε καὶ ἐξείρυσσε θύραζεἑσπόμενον· τοιοῖσδε νοήμασι πότμον ἄλυξαν. |
65 | ὡς δ' ὅτε παιπαλόεσσαν ἀναστείχωσι κολώνηνφῶτες ὑπὸ σκιερῆς νυκτὸς κνέφας, ἡνίκα μήνηκέκρυπται, νεφέων δὲ κελαινιόωσι καλύπτραι,οἱ δ' ὄρφνηι μογέουσι καὶ ἀτρίπτοισι κελεύθοιςπλαζόμενοι, χεῖράς τε μετ' ἀλλήλοισιν ἔχουσιν, |
70 | ἑλκόμενοί θ' ἕλκουσι, πόνων ἐπίκουρον ἀμοιβήν·ὣς οἵ γ' ἀλλήλοισιν ἀμοιβαίηι φιλότητιἀλκτῆρες γεγάασι· τὸ δέ σφισι μήσατ' ὄλεθρονδειλαίοις, ὀλοοῦ δὲ καὶ ἀλγινόεντος ἔρωτοςἠντίασαν, βλαφθέντες ἐπιφροσύναις ἁλιήων. |
75 | τέσσαρες ἐμβεβάασι θοὸν σκάφος ἀγρευτῆρες,τῶν ἤτοι δοιοὶ μὲν ἐπηρέτμοισι πόνοισιμέμβλονται, τρίτατος δὲ δολόφρονα μῆτιν ὑφαίνει.θῆλυν ἀναψάμενος σύρει σκάρον ἀκροτάτοιοχείλεος ἐν δίνηισι λινοζεύκτωι ὑπὸ δεσμῶι· |
80 | ζωὴν μὲν κέρδιστον ἀνελκέμεν· ἢν δὲ θάνηισι,δελφῖνος μολίβοιο μετὰ στόμα δέξατο τέχνην.μηρίνθου δ' ἑτέρωθεν ἐλήλαται ἄλλος ὄπισθενδινωτὸς μολίβοιο βαρὺς κύβος ἅμματος ἄκρου·καί ῥ' ἡ μὲν ζωῆι ἐναλίγκιος ἐν ῥοθίοισιν |
85 | ἑλκομένη θήλεια τιταίνεται ἐξ ἁλιῆος.τέτρατος αὖ κύρτοιο βαθὺν δόλον ἀντίον ἕλκειἐγγύθεν· οἱ δ' ὁρόωντες ἀολλέες ἰθὺς ἵενταικραιπνὸν ἐπειγόμενοι βαλιοὶ σκάροι, ὄφρα ῥύωνταιἑλκομένην, ἀπάτην δὲ περιπροθέουσιν ἁπάντηι, |
90 | οἴστρωι θηλυμανεῖ βεβιημένοι· οἱ δ' ἐλάτηισινῆα κατασπέρχουσιν ὅσον σθένος· οἱ δ' ἐφέπονταιἐσσυμένως· τάχα δέ σφι πανύστατος ἔπλετ' ἀρωγή.εὖτε γὰρ ἀγρομένους τε καὶ ἄσχετα μαιμώονταςθηλείης ἐπὶ λύσσαν ἴδηι νόος ἀσπαλιῆος, |
95 | ἐν κύρτωι κατέθηκεν ὁμοῦ λίνον ἠδὲ μόλιβδον,ὃς σκάρον ἐμβαρύθων εἴσω σπάσεν· οἱ δ' ἄρ' ὁμαρτῆ,ὡς ἴδον, ὡς ἐκέχυντο παραφθαδόν, Ἄϊδος ἕρκοςπλεκτὸν ἐπισπεύδοντες, ἐπειγομένοις δὲ λόχοισιστείνονται προβολαί τε λύγων καὶ χάσμα πυλάων |
100 | ἀργαλέον· τοῖοι γὰρ ἐπισπέρχουσι μύωπες.ὡς δὲ ποδωκείης μεμελημένοι ἄνδρες ἀέθλων,στάθμης ὁρμηθέντες ἀπόσσυτοι, ὠκέα γυῖαπροπροτιταινόμενοι, δολιχὸν τέλος ἐγκονέουσινἐξανύσαι· πᾶσιν δὲ πόθος νύσσηι τε πελάσσαι |
105 | νίκης τε γλυκύδωρον ἑλεῖν κράτος ἔς τε θύρετραἀΐξαι καὶ κάρτος ἀέθλιον ἀμφιβαλέσθαι·τόσσος ἔρως καὶ τοῖσιν ἐς Ἄϊδος ἡγεμονεύειἐσθορέειν κευθμῶνας ἀνοστήτοιο λόχοιο.κύντατα δ' ἐς φιλότητα καὶ ὕστατον οἶστρον ἔχοντες |
110 | αὐτόμολοι πιμπλᾶσιν ἐφίμερον ἀνδράσιν ἄγρην.Ἄλλοι δ' αὖ θήλειαν ἔσω κύρτοιο κελαινοῦζωὴν ἐγκαθιέντες ὑπὸ σπιλάδεσσι τίθενταικείναις, ἧισι μέλει γλαγόεις σκάρος· οἱ δ' ὑπ' ἔρωτοςαὔρηι θελγόμενοι φιλοτησίηι ἀμφαγέρονται, |
115 | ἀμφί τε λιχμάζουσι καὶ ἐξερέουσιν ἁπάντηιμαιόμενοι κύρτοιο κατήλυσιν· αἶψα δ' ἵκοντοεἰσίθμην εὐρεῖαν ἀνέκβατον ἕρκος ἔχουσαν,ἐς δ' ἔπεσον ἅμα πάντες ὁμιλαδόν, οὐδέ τι μῆχοςἐκδῦναι, στυγερὴν δὲ πόθων εὕροντο τελευτήν. |
120 | ὡς δέ τις οἰωνοῖσι μόρον δολόεντα φυτεύωνθήλειαν θάμνοισι κατακρύπτει λασίοισινὄρνιν, ὁμογλώσσοιο συνέμπορον ἠθάδα θήρης·ἡ δὲ λίγα κλάζει ξουθὸν μέλος, οἱ δ' ἀΐοντεςπάντες ἐπισπέρχουσι, καὶ ἐς βρόχον αὐτοὶ ἵενται, |
125 | θηλυτέρης ἐνοπῆισι παραπλαγχθέντες ἰωῆς·τοῖς κεῖνοι κύρτοιο πέσον λαγόνεσσιν ὁμοῖοι.Τοίην δ' αὖ κεφάλοισιν ἔρως περιβάλλεται ἄτην·καὶ γὰρ τοὺς θήλεια παρήπαφεν ἐν ῥοθίοισινἑλκομένη· θαλερὴ δὲ πέλοι λιπόωσά τε γυῖα· |
130 | ὧδε γὰρ εἰσορόωντες ἀπείρονες ἀμφαγέρονται·κάλλεϊ δ' ἐκπάγλως βεβιημένοι οὐκ ἐθέλουσιλείπεσθαι, πάντηι δὲ πόθων ἴϋγγες ἄγουσιθαλπομένους, εἰ καί σφιν ἀνάρσιον ἡγεμονεύοιςχέρσον ὑπεξερύων θῆλυν δόλον· οἱ δ' ἐφέπονται |
135 | ἀθρόοι, οὔτε δόλων μεμνημένοι οὔθ' ἁλιήων·ἀλλ' ὥστ' ἠΐθεοι περικαλλέος ὄμμα γυναικὸςφρασσάμενοι πρῶτον μὲν ἀποσταδὸν αὐγάζονται,εἶδος ἀγαιόμενοι πολυήρατον, ἄγχι δ' ἔπειταἤλυθον, ἐκ δ' ἐλάθοντο καὶ οὐκέτι κεῖνα κέλευθα |
140 | ἔρχονται τὰ πάροιθεν, ἐφεσπόμενοι δὲ γάνυνταιθελγόμενοι λιαρῆισιν ὑπὸ ῥιπῆις Ἀφροδίτης·ὣς κείνων οἰστρηδὸν ἐπόψεαι ὑγρὸν ὅμιλονεἰλομένων· τάχα δέ σφιν ἀπεχθέες ἦλθον ἔρωτες·αἶψα γὰρ ἀμφίβληστρον ἀνὴρ εὐεργὲς ἀείρας |
145 | κόλπον ἐπιπροέηκε καὶ ἄσπετον ἔσπασε θήρην,ῥηϊδίως ἁψῖσι περίσχετον ἀμφικαλύψας.Σηπίαι αὖ δυσέρωτες ἐπὶ πλέον ἔδραμον ἄτης·οὐ γὰρ τοῖς οὐ κύρτον ὀλέθριον οὔτε λίνοιοἀμφιβολὰς ἐφέηκαν ἁλίστονοι ἀγρευτῆρες, |
150 | ἀλλ' αὔτως ἐρύουσιν ἀναψάμενοι μίαν οἴηνἐν ῥοθίοις· αἱ δ' εὖτ' ἂν ἀπόπροθεν ἀθρήσωσιν,αἶψα μάλ' ἀντιόωσι, περιπλέγδην δ' ἐνέχονταιἐμφύμεναι σπείρηισιν, ἅτε ξείνηθεν ἰδοῦσαιπαρθενικαὶ δηναιὸν ἀδελφεὸν ἢ γενετῆρα |
155 | ἤπιον ἐν μεγάροισιν ἀπήμονα νοστήσαντα·ἠὲ νέον ζεύγληισιν ὑπ' εὐναίης Ἀφροδίτηςκούρη ληϊσθεῖσα γάμων εὐαγρέϊ δεσμῶινυμφίον ἀμφέπλεξεν, ἐπ' αὐχένι πάννυχα δεσμὰἀργεννοῖς ἑκάτερθε βραχίοσι γυρώσασα· |
160 | ὣς τότε κερδαλέαι περὶ σηπίαι εἱλίσσονταιἀλλήλαις· οὐδέ σφι μεθίεται ἔργον ἔρωτος,εἰσόκεν ἐξερύσωσιν ἐπὶ σκάφος ἀσπαλιῆες·αἱ δ' ἔτι συμπεφύασι, πόθωι δ' ἅμα πότμον ἕλοντο.Τὰς μὲν καὶ κύρτοισι παρήπαφον εἴαρος ὥρηι· |
165 | κύρτους γὰρ σκιάσαντες ὑπὸ πτόρθοισι μυρίκηςἢ κομάρου πετάλοισι τεθηλόσιν ἠὲ καὶ ἄλληιλάχνηι, ἐπ' ἠϊόνεσσι πολυψαμάθοισιν ἔθηκαν·αἱ δ' ἅμα μὲν γενεῆς κεχρημέναι ἠδὲ καὶ εὐνῆςκύρτον ἔσω σπεύδουσι καὶ ἥμεναι ἐν πετάλοισιν |
170 | αὐτοῦ μὲν παύσαντο πόθου, παύσαντο δὲ δειλῆςζωῆς, ἀγρευτῆρσιν ἀνελκόμεναι πινυτοῖσιν.Ἔξοχα δ' ἐκ πάντων νεπόδων ἀλγεινὸν ἔρωτακόσσυφος ἀθλεύει, κίχληις δ' ἐπιδαίεται ἦτορ,οἴστρωι τε ζήλωι τε, βαρύφρονι δαίμονι, θύων. |
175 | κοσσύφωι οὔτ' εὐνὴ μία σύννομος, οὐ δάμαρ οἴη,οὐ θάλαμος, πολλαὶ δ' ἄλοχοι, πολλαὶ δὲ χαράδραικεκριμέναι κεύθουσιν ἐφέστια λέκτρα γυναικῶν·τῆισιν ἀεὶ πᾶν ἦμαρ ὑπὸ γλαφυροῖσι μυχοῖσικίχλαι ναιετάουσιν, ἀλίγκιαι ἀρτιγάμοισι |
180 | νύμφαις, ἃς οὐκ ἄν τις ἴδοι θαλάμοιο πάροιθενἐρχομένας· ἐν δέ σφι γαμήλιος αἴθεται αἰδώς·ὣς αἵ γ' ἐνδόμυχοι θαλάμων ἔντοσθεν ἑκάστηαἰεὶ δηθύνουσιν, ὅπηι πόσις αὐτὸς ἀνώγει.κόσσυφος αὖ πέτρηισι παρήμενος οὔποτε λείπει, |
185 | αἰὲν ἔχων φυλακὴν λεχέων ὕπερ, οὐδέ ποτ' ἄλληιτέτραπται, πᾶν δ' ἦμαρ ἑλίσσεται, ἄλλοτε δ' ἄλλουςπαπταίνει θαλάμους καί οἱ νόος οὔτ' ἐπὶ φορβὴνστέλλεται οὔτε τιν' ἄλλον ἔχει πόνον, ἀλλ' ἐπὶ νύμφαιςμοχθίζει δύσζηλος ἀειφρούροισι πόνοισι· |
190 | νυκτὶ δέ οἱ βρώμης τε μέλει καὶ παύεται ἔργωντυτθὸν ὅσον φυλακῆς ἀζηχέος· ἀλλ' ὅτε κίχλαιὃν τόκον ὠδίνωσιν, ὃ δ' ἄσχετα τῆμος ἀΐσσειἀμφιπεριτρομέων, ἐπὶ δ' ἔρχεται ἄλλοτε ἄλληνεἰς ἄλοχον, μέγα δή τι περιτρομέοντι ἐοικὼς |
195 | ὠδίνων. οἷον δὲ μετὰ φρεσὶν ἄχθος ἀλύειμήτηρ, τηλυγέτοιο θοὴν ὠδῖνα θυγατρὸςπρωτολεχοῦς φρίσσουσα· τὸ γὰρ μέγα δεῖμα γυναικῶν·αὐτὴν δ' οὔτι χέρειον ἱκάνεται Εἰλειθυίηςκῦμα πόνων, πάντηι δὲ διὲκ θαλάμων δεδόνηται |
200 | εὐχομένη, στενάχουσα, μετήορον ἦτορ ἔχουσα,εἰσόκε λυσιπόνοιο βοῆς ἔντοσθεν ἀκούσηι·ὣς ὁ περιτρομέων ἀλόχοις μέγα δαίεται ἦτορ.τοῖόν που λεχέων ἀΐω νόμον ἐντύνεσθαιἈσσυρίους, οἳ Τίγριν ὑπὲρ πόρον ἄστε' ἔχουσι, |
205 | Βάκτρων τ' ἐνναετῆρας, ἑκηβόλον ἔθνος ὀϊστῶν·καὶ γὰρ τοῖς πλέονές τε γαμήλια λέκτρα γυναῖκεςκεκριμέναι μεθέπουσι καὶ εὐνάζονται ἅπασαινύκτας ἀμειβόμεναι· μετὰ δέ σφισι κέντρον ὀπηδεῖζήλου ἀνιαροῖο, περὶ ζήλωι δ' ὀλέκονται, |
210 | αἰὲν ἐπ' ἀλλήλοισι βαρὺν θήγοντες ἄρηα.ὣς οὐδὲν ζήλοιο κακώτερον ἀνδράσιν ἄλγοςἐντρέφεται, πολλοὺς δὲ γόους, πολλὰς δὲ τίθησινοἰμωγάς· λύσσης γὰρ ἀναιδέος ἐστὶν ἑταῖρος·λύσσηι δ' ἀσπασίως ἐπιμίσγεται, ἐς δὲ βαρεῖαν |
215 | ἄτην ἐξεχόρευσε, τέλος δέ οἱ ἔπλετ' ὄλεθρος.ὃς καὶ τὸν δύστηνον ὑπήγαγε κόσσυφον ἄτηιδμηθῆναι, χαλεπῆς δὲ γάμων ἤντησεν ἀμοιβῆς.εὖτε γὰρ ἀθρήσηι σπιλάδων ἔπι δινεύονταἰχθὺν ἀσπαλιεύς, ἀλόχοις πέρι μόχθον ἔχοντα, |
220 | ἀγκίστρωι κρατερῶι περιβάλλεται ὅττι τάχιστακαρῖδα ζώουσαν, ἐπ' ἀγκίστροιο δ' ὕπερθεβριθὺς ἀνήρτηται μολίβου κύβος· αὐτὰρ ὁ λάθρηιπρὸς πέτραις ἀφέηκε βαρὺν δόλον, ἐγγύθι δ' αὐτῶνδινεύει θαλάμων· ὁ δ' ἐσέδρακεν, αἶψα δ' ὀρινθεὶς |
225 | ὡρμήθη, καρῖδα δόμων ἔντοσθεν ἱκάνεινἐλπόμενος λεχέεσσιν ἀνάρσιον ἠδ' ἀλόχοισιν·αἶψα δ' ἐπιθύσας ὁ μὲν ἔλπεται ἐν γενύεσσιτίνυσθαι καρῖδος ἐπήλυσιν, οὐδ' ἐνόησενὃν μόρον ἀμφιχανών· ἁλιεὺς δέ μιν αἶψα δοκεύσας |
230 | χαλκείαις ξυνέπειρεν ἀνακρούων γενύεσσινεἴρυσέ τ' ἀσχαλόωντα καὶ ὕστατον ἀσπαίροντα,καί πού μιν τοίοισιν ἐνίπαπε κερτομίοισι·νῦν δή, νῦν ἀλόχους τε περιφρούρευε φυλάσσων,ὦ τάλαν, ἐν θαλάμοις τε μένων ἐπιτέρπεο νύμφαις· |
235 | οὐ γάρ τοι μία Κύπρις ἐφήνδανεν οὐδὲ μί' εὐνή,ἀλλὰ μάλ' ἐν τόσσηισιν ἀγάλλεο μοῦνος ἀκοίτηςεὐναῖς· ἀλλ' ἴθι δεῦρο, γάμος δέ τοί ἐστιν ἑτοῖμος,νυμφίε, χερσαίοιο πυρὸς λευκάμπυκος αὐγή.τοιάδε που νείκεσσε καὶ οὐκ ἀΐοντι πιφαύσκων. |
240 | κίχλαι δ', εὖτε θάνηι φρουρὸς πόσις, ἐκτὸς ἰοῦσαιπλάζονται θαλάμων, ξυνὸν δ' ἕλον ἀνέρι πότμον.Καὶ μὴν δὴ φιλότητι καὶ ἀλλήλων ἐπαρωγῆιὄλλυνται γαλεοί τε κύνες καὶ φῦλα κελαινῶνκεντροφόρων· λευκὸς μὲν ἐπ' ἀγκίστρωι πεπέδηται |
245 | ἰχθύς, ἀσπαλιεὺς δὲ κιών, ὅθι πηλὸς ἀϊδνὴςἐμβύθιος δολιχῆισιν ὑφίζεται ὀργυιῆισιν,ἄγκιστρον καθέηκε, θοῶς δέ τις ἔσπασεν ἄτηνἀντιάσας· ὁ μὲν αὐτίκ' ἀνέλκεται, οἱ δέ μιν ἄλλοιφρασσάμενοι μάλα πάντες ἀολλέες ἐγγὺς ἕπονται, |
250 | ὄφρ' αὐτὴν ἐπὶ νῆα καὶ ἀγρευτῆρας ἵκωνται.δὴ τότε τοὺς μὲν ἕλοις ὑποχῆς περιηγέϊ κύκλωι,τοὺς δὲ σιδηρείοισι καταΐγδην στυφελίζωναἰχμαῖς τριγλώχισι καὶ ἀλλοίοισι δόλοισιν·οὐ γὰρ πρὶν φεύγουσιν ἀπότροποι, εἰσόχ' ἑταῖρον |
255 | ἑλκόμενον λεύσσωσιν, ὁμοῦ δ' ἐθέλουσιν ὀλέσθαι.οἷον δ' ἀρτιφάτου παιδὸς νέκυν ἐκ μεγάροιοτύμβον ἐς ἀμφίκλαυτον ἑοὶ στέλλουσι τοκῆεςτηλυγέτου, τῶι πολλὰ μάτην περιμοχθήσωσι·δρυπτόμενοι δ' ὀδύνηισι τέκος περικωκύοντες |
260 | ἠρίωι ἐμπεφύασι καὶ οὐκ ἐθέλουσι μέλαθρανοστῆσαι, ξυνῆι δὲ θανεῖν δυσπενθέϊ νεκρῶι·ὣς οἵ γ' οὐκ ἐθέλουσιν ἀνελκομένοιο λιπέσθαι,εἰσόκεν αὐτὸν ὄλεθρον ὑπ' ἀγρευτῆρσιν ὄλωνται.Ἄλλους δὲ ξεῖνός τε καὶ οὐκ ἐνδήμιος ἅλμης |
265 | εἷλεν ἔρως, χερσαῖον ἐπ' ἰχθύσιν οἶστρον ἐγείρωνἔξαλον· ἀλλοδαπῆς φιλίης βέλος οἷον ἱκάνειπουλύποδας σαργῶν τε γένος πέτρηισιν ἑταῖρον.ἤτοι πουλύποδες μὲν Ἀθηναίης φιλέουσινἔρνεα καὶ θαλλοῖσιν ἐπὶ γλαυκοῖσιν ἔρωτα |
270 | ἔσπασαν· ἦ μέγα θαῦμα πόθωι φρένα δενδρήεντιἕλκεσθαι λιπαροῦ τε φυτοῦ πτόρθοισι γάνυσθαι.ἔνθα γὰρ ἀγλαόκαρπος ἁλὸς σχεδόν ἐστιν ἐλαίη,γείτοσιν ἐν γουνοῖσιν ἐπακταίη τεθαλυῖα,κεῖθι δὲ πουλύποδος νόος ἕλκεται, ἠΰτ' ἐπ' ἴχνος |
275 | Κνωσίου εὐρίνοιο κυνὸς μένος, ὅστ' ἐν ὄρεσσιθηρὸς ἀνιχνεύει σκολιὴν βάσιν ἐξερεείνωνῥινὸς ὑπ' ἀγγελίηι νημερτέϊ καί τέ μιν ὦκαμάρψε καὶ οὐκ ἐμάτησεν ἑὸν δ' ἐπέλασσεν ἄνακτα·ὣς καὶ τηλεθόωσαν ἄφαρ μάθεν ἐγγὺς ἐλαίην |
280 | πούλυπος, ἐκδύνει δὲ βυθῶν καὶ γαῖαν ἀνέρπεικαγχαλόων, πρέμνοισι δ' Ἀθηναίης ἐπέλασσεν·ἔνθ' ἤτοι πρῶτον μὲν ἀγαλλόμενος περὶ ῥίζηςπυθμένας εἰλεῖται στρωφώμενος, ἠΰτε κοῦρος,ὅστε νέον προμολοῦσαν ἑὴν τροφὸν ἀμφαγαπάζει, |
285 | ἀμφὶ δέ οἱ πλέκεται, κόλποις δ' ἐπὶ χεῖρας ἀείρει,ἱμείρων δειρήν τε καὶ αὐχένα πηχύνασθαι·ὣς ὁ περὶ πρέμνοισιν ἑλίσσεται ἔρνεϊ χαίρων.ἔνθεν ἔπειτ' ἄκρηισιν ἐρειδόμενος κοτύληισινὑψόσ' ἀνερπύζει λελιημένος, ἀμφὶ δὲ χαίτας |
290 | πτύσσεται, ἄλλοτε ἄλλον ἔχων κλάδον, οἷά τις ἀνὴρνοστήσας ξείνηθεν ἑοὺς ἀσπάζεθ' ἑταίρουςἀθρόον ἀντιόωντας ἑλισσόμενος περὶ δειρήν·ἢ ὥστε βλωθρῆισιν ἑλίσσεται ἀμφ' ἐλάτηισινὑγρὸς ἕλιξ κισσοῖο, τιταινόμενος δ' ἀπὸ ῥίζης |
295 | ἑρπύζει, πάντηι δὲ περιρρέει ἀκρεμόνεσσιν·ὣς ὅ γε γηθόσυνος λιπαροὺς περιβάλλετ' ἐλαίηςὄρπηκας, κυνέοντι πανείκελος· ἀλλ' ὅτ' ἔρωτοςλωφήσηι, πάλιν αὖτις ἁλὸς μετὰ κόλπον ἀφέρπει,πλησάμενος φιλότητος ἐλαιηροῦ τε πόθοιο. |
300 | τοῦ δή μιν καὶ ἔρωτος ἕλεν δόλος, ὡς ἐδάησανἰχθυβόλοι· θαλλοὺς γὰρ ὁμοῦ δήσαντες ἐλαίηςὅττι μάλ' εὐφυέας μόλιβον μέσον ἐγκατέθηκαν,ἐκ δ' ἀκάτου σύρουσιν· ὁ δ' οὐκ ἀμέλησε νοήσαςπούλυπος ἀλλ' ἤϊξε καὶ ἀμφέπλεξεν ἑταίρους |
305 | πτόρθους· οὐδ' ἔτ' ἔπειτα καὶ ἑλκόμενός περ ἐς ἄγρηνδεσμὰ πόθων ἀνίησιν, ἕως ἔντοσθε γένηταινηός· ὁ δ' οὐκ ἤχθηρε καὶ ὀλλύμενός περ ἐλαίην.Σαργοὶ δ' αἰγείοισι πόθοις ἐπὶ θυμὸν ἔχουσιν,αἰγῶν δ' ἱμείρουσιν, ὀρειαύλοις δὲ βοτοῖσιν |
310 | ἐκπάγλως χαίρουσι καὶ εἰνάλιοί περ ἐόντες.ἦ σέβας οὐκ ἐπίελπτον, ὁμόφρονα φῦλα τεκέσθαιἀλλήλοις ὀρέων τε πάγους χαροπήν τε θάλασσαν.εὖτε γὰρ αἰγονομῆες ἐπὶ ῥηγμῖνος ἄγωσιμηκάδας, ἐν δίνηισι λοεσσομένας ἁλίηισιν |
315 | ἐνδίους, ὅτε θερμὸς Ὀλύμπιος ἵσταται ἀστήρ,οἳ δὲ τότε βληχήν τε παρακταίην ἀΐοντεςαὐδήν τ' αἰπολίων βαρυηχέα πάντες ὁμαρτῆικαὶ νωθεῖς περ ἐόντες ἐπειγόμενοι φορέονταισαργοὶ καὶ θρώσκουσιν ἐπ' ἀνδήροισι θαλάσσης, |
320 | γηθόσυνοι, κεραὸν δὲ περισαίνουσιν ὅμιλονἀμφί τε λιχμάζουσι καὶ ἀθρόοι ἀμφιχέονται,πυκνὰ κατασκαίροντες· ἔχει δ' ἄρα θαῦμα νομῆαςπρωτοδαεῖς· αἶγες δὲ φίλον χορὸν οὐκ ἀέκουσαιδέχνυνται· τοὺς δ' οὔτις ἔχει κόρος εὐφροσυνάων. |
325 | οὐ τόσον ἐν σταθμοῖσι κατηρεφέεσσι νομήωνμητέρας ἐκ βοτάνης ἔριφοι περικαγχαλόωντεςπολλῆι γηθοσύνηι τε φιλοφροσύνηι τε δέχονται,ἦμος ἅπας περὶ χῶρος ἀγαλλομένηισιν ἰωῆιςνηπιάχων κέκληγε, νόος δ' ἐγέλασσε βοτήρων, |
330 | ὣς κεῖνοι κεραῆισι περισπέρχουσ' ἀγέληισιν.εὖτ' ἂν δ' εἰναλίων ἄδδην ἴσχωσι λοετρῶν,αἱ δὲ πάλιν στείχωσιν ἐς αὔλια, δὴ τότε σαργοὶἀχνύμενοι μάλα πάντες ἀολλέες ἐγγὺς ἕπονται,κύματος ἀκροτάτοιο γέλως ὅθι χέρσον ἀμείβει. |
335 | ὡς δ' ὅτε τηλύγετον μήτηρ γόνον ἢ καὶ ἀκοίτηνεὐνέτις ἀλλοδαπὴν τηλέχθονα γαῖαν ἰόνταἀχνυμένη στέλληισι, νόος δέ οἱ ἔνδον ἀλύει,ὅσση οἱ μεσσηγὺς ἁλὸς χύσις, ὅσσα τε κύκλαμηνῶν· ἀκροτάτοισι δ' ἐπεμβαίνουσα θαλάσσης |
340 | κύμασι δακρυόεσσαν ὑπὸ στόμα γῆρυν ἵησι,σπεύδειν λισσομένη καί μιν πόδες οὐκέτ' ὀπίσσωἱεμένην φορέουσιν, ἔχει δ' ἐπὶ πόντον ὀπωπάς·ὣς κείνους καί κέν τις ὑπ' ὄμμασι δάκρυα φαίηστάζειν οἰωθέντας ἐλαυνομένων πάλιν αἰγῶν. |
345 | σαργὲ τάλαν· τάχα γάρ σε κακὸν πόθον αἰπολίοισιφημὶ συνοίσεσθαι· τοῖος νόος ἀσπαλιήωνεἰς ἀπάτην καὶ κῆρα τεοὺς ἔτρεψεν ἔρωτας.πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίηςπρῶτον ἀνὴρ διδύμοισιν ἀνισταμένας κροτάφοισιν |
350 | ἐγγύθεν, αἳ στεινωπὸν ἁλὸς διὰ χῶρον ἔχουσιν,αἰθέρος ἀκτίνεσσι διαυγέας, αἷς ἔνι σαργοὶπολλοὶ ναιετάουσιν, ὁμόκτιτον αὖλιν ἔχοντες·ἔξοχα γὰρ πυρσοῖσιν ἐπ' ἠελίοιο γάνυνται.ἐνθάδ' ἀνὴρ μελέεσσιν ἐφεσσάμενος δέρος αἰγός, |
355 | δοιὰ κέρα κροτάφοισι περὶ σφετέροισιν ἀνάψας,στέλλεται ὁρμαίνων νόμιον δόλον, ἐς δ' ἅλα βάλλεικρείασιν αἰγείοισιν ὁμοῦ κνίσσηι τε λιπήναςἄλφιτα· τοὺς δ' ὀδμή τε φίλη δολόεσσά τ' ἐσωπὴφορβή τ' εὐδώρητος ἐφέλκεται, οὐδέ τιν' ἄτην |
360 | ἐν φρεσὶν ὁρμαίνουσιν, ἀγαλλόμενοι δὲ μένουσιναἰγὶ περισαίνοντες ἐοικότα δήϊον ἄνδρα·δύσμοροι, ὡς ὀλοοῖο τάχ' ἀντιόωσιν ἑταίρου,οὐ φρεσὶν αἰγείηισιν ἀρηρότος· αὐτίκα γάρ σφινῥάβδον τε κραναὴν ὁπλίζεται ἠδὲ λίνοιο |
365 | ὁρμιὴν πολιοῖο, βάλεν δ' ὑπὲρ ἀγκίστροιοχηλῆς αἰγείης κρέας ἔμφυτον· οἱ μὲν ἐδωδὴνἐσσυμένως ἥρπαξαν, ὁ δ' ἔσπασε χειρὶ παχείηιαὖ ἐρύων· εἰ γάρ τις ὀΐσεται ἔργα δόλοιο,οὐκ ἂν ἔτ' ἐμπελάσειε καὶ εἰ λασιότριχας αὐτὰς |
370 | αἶγας ἄγοι, φεύγουσι δ' ἀποστύξαντες ὁμαρτῆικαὶ μορφὴν καὶ δαῖτα καὶ αὐτῆς ἔνδια πέτρης·εἰ δὲ λάθοι καὶ κραιπνὸν ἔχοι πόνον, οὔ κέ τις ἄγρηςλειφθείη, πάντας δὲ δαμάσσεται αἰγὸς ὀπωπή.Ἄλλος δ' αὖ σαργοῖσι μέλει πόθος εἴαρος ὥρηι |
375 | ἀλλήλων, εὐνῆς δὲ γάμων πέρι δηριόωνται·πολλαῖς δ' εἷς ἀλόχοις πέρι μάρναται· ὃς δέ κεν ἀλκῆινικήσηι, πάσηισιν ἐπάρκιος ἔπλετ' ἀκοίτης,πέτρας δ' εἰσελάει θῆλυν στόλον· ἔνθ' ἁλιῆεςκύρτον ἐτεχνήσαντο βαθύν, περιηγέα πάντηι· |
380 | τὸν δὲ φυτῶν λάχνηισι περὶ στόμα πάντα πύκασσαν,μύρτων ἢ δάφνης εὐώδεος ἠέ τευ ἄλλουπτόρθοισιν θαλεροῖσιν ἐπισταμένως σκιάσαντες.τοὺς δ' οἶστρος ποτὶ μῶλον ἐπώρορεν εὐνητῆραςμάρνασθαι, πολλὴ δὲ γαμήλιος ἵστατ' Ἐνυώ. |
385 | ἀλλ' ὅτ' ἀριστεύσας τις ἕληι κράτος, αὐτίκα πέτρηνπαπταίνει γλαφυρήν, ἀλόχοις δόμον, ἐς δ' ἴδε κύρτονκείμενον, εὐφύλλοισιν ἐπηρεφὲ ἀκρεμόνεσσιν,ἔνθ' ἐλάει νυμφεῖον ἑὸν χορόν· αἱ μὲν ἔπειτακύρτον ἔσω δύνουσιν, ὁ δ' ἔκτοθι πάντας ἐρύκει |
390 | ἄρσενας, οὐδέ τιν' ἄλλον ἐᾶι νύμφηισι πελάσσαι.ἀλλ' ὅταν ἐμπλήσηι πλεκτὸν δόλον, ὕστατος αὐτὸςἐς θάλαμον προὔτυψεν, ἀνέκβατον Ἄϊδος εὐνήν.ὡς δ' ὅτε μηλονόμος τις ἀνὴρ βοτάνηθεν ἐλαύνωνεἰροπόκους ἀγέλας ἀνάγει πάλιν, ἐν δὲ θυρέτροις |
395 | ἱστάμενος σταθμοῖο νόωι πεμπάζεται οἰῶνπληθὺν εὖ διέπων, εἴ οἱ σόα πάντα πέλονται,πώεσι δ' εἰλομένοισι περιπλήθουσα μὲν αὐλὴστείνεται, ὑστάτιος δὲ μετά σφισιν ἔσσυτο ποιμήν·ὣς αἱ μὲν προπάροιθεν ἔσω κοίλοιο μυχοῖο |
400 | θηλύτεραι κατέδυσαν, ὁ δ' ὕστερος ἔνθορ' ἀκοίτης,δειλαίηις ἅμα δειλὸς ἐπισπεύδων ἀλόχοισι.τοῖα μὲν ἐν νεπόδεσσιν ἔρως ἐστήσατ' ἄεθλα,τοίαις δ' ἐξαπάτηισιν ἐρωμανέεσσιν ὄλοντο.Ἵππουροι δ' ὅτε κέν τι μετ' οἴδμασιν ἀθρήσωσι |
405 | πλαζόμενον, τῶι πάντες ἀολλέες ἐγγὺς ἕπονται·ἔξοχα δ', ὁππότε νῆα διαραισθεῖσαν ἀέλλαις,αἰνὰ Ποσειδάωνος ἀμειλίκτοιο τυχοῦσαν,δασσάμενον μέγα κῦμα διακριδὸν ἄλλοθεν ἄλλαδοῦρα φέρηι λώβηισι πολυσχιδέεσσι λυθέντα. |
410 | τῆμος δ' ἱππούρων ἀγέλαι πινάκεσσι θεούσαιςἑσπόμεναι μεθέπουσιν· ὁ δ' ἐγκύρσας ἁλιήωνπολλὴν ῥηϊδίως ἄγρην ἕλεν ἠδ' ἀμέγαρτον.ἀλλὰ τὸ μὲν ναύτηισιν ἀλεξήσειε Κρονίωνἐμβύθιος, νῆες δὲ διὰ πλατὺ κῦμα θέοιεν |
415 | αὔραις εὐκήλοισιν ἀπήμονες ἠδ' ἀτίνακτοι,φόρτον ἀμοιβαίοισι μετερχόμεναι καμάτοισιν,ἱππούροις δ' ἀλλοῖα νοήματα τεχνήσασθαιἐστίν, ἀπημοσύνηι δὲ νεῶν μεταβαινέμεν ἄγρην.Συμφερτοὺς δονάκων φακέλους ἅμα γυρώσαντες |
420 | δίναις ἐγκατέθηκαν, ἔνερθε δὲ λᾶαν ἔδησανβριθὺν ὑφορμιστῆρα· τὰ μὲν μάλα πάντα καθ' ὕδωρἀτρέμα δινεύουσι· φιλόσκια δ' αὐτίκα φῦλαἱππούρων ἀγεληδὸν ἀγείρεται, ἀμφὶ δὲ νῶτατερπόμενοι δονάκεσσιν ἀνατρίβουσι μένοντες· |
425 | τοῖς δὲ τότ' ἀσπαλιῆες ἐπιπλώουσιν ἑτοίμηνεἰς ἄγρην, ἄγκιστρα δ' ὑπ' εἴδασιν ὁπλίσσαντεςπέμπουσ', οἱ δ' ἐρύουσιν ἅμα σπεύδοντες ὄλεθρον.ὡς δὲ κύνας βρώμηισιν ἀνὴρ ἐπὶ μῶλον ὀρίνειδινεύων μέσσοισιν ἑλώρια, τοὶ δ' ἐπὶ γαστρὶ |
430 | ἔξοχα μαργαίνοντες ὑποφθαδὸν ἅρπαγι λύσσηιἀλλήλους προθέουσι καὶ ἐς χέρα παπταίνουσινἀνδρός, ὅπηι ῥίψειεν, ἔρις δ' ἀναφαίνετ' ὀδόντων·ὣς οἵ γ' ἀγκίστροισιν ἐπαΐσσουσιν ἑτοίμως.ῥηϊδίως δ' ἀγρευτὸν ἐρύσσεαι ἄλλον ἐπ' ἄλλωι |
435 | κραιπνὸς ἐών· αὐτοὶ γὰρ ἐπισπεύδουσ' ἁλιήωνμᾶλλον, ὑπ' ἀφραδίηισιν ἑὸν μόρον ἐγκονέοντες.Τοίηι ἐπιφροσύνηι καὶ πομπίλον ἀγρώσσονται·καὶ γὰρ τοῖς ἴσον ἦτορ ἐπὶ σκιεροῖσι πόθοισι.Τευθίσι δ' ἄτρακτόν τις ἀνὴρ ἐπιμηχανόωιτο, |
440 | ἐντύνων κλωστῆρι πανείκελον· ἀμφὶ δ' ἄρ' αὐτῶιπυκνὰ καταζεύξειεν ἀνακλίνων γενύεσσινἄγκιστρ' ἀλλήλοισι παρασχεδόν, οἷς ἔπι σῶμαποικίλον ἐμπείρειεν ἰουλίδος, ὕπτια χαλκοῦδήγματ' ἐπικρύπτων, γλαυκοῖς δ' ἐνὶ βένθεσι λίμνης |
445 | τοῖον ἀναψάμενος σύροι δόλον· ἡ δ' ἐσιδοῦσατευθὶς ἐφωρμήθη τε καὶ ἀμφιέπουσα πιέζειἰκμαλέοις θυσάνοις, ἐπάγη δ' ἐνὶ χείλεσι χαλκοῦ·οὐδ' ἔτι καὶ μεμαυῖα λιπεῖν δύνατ', ἀλλ' ἀέκουσαἕλκεται, αὐτόπλεκτον ἑὸν δέμας ἀμφιβαλοῦσα. |
450 | Καὶ μέν τις λιμένεσσι παρ' ἀκλύστοισι θαλάσσηςἄγρην ἐγχελύων τεχνήσατο κοῦρος ἀθύρων.ἔντερον οἰὸς ἑλὼν περιμήκετον ἧκε καθ' ὕδωρἐκτάδιον, δολιχῆισιν ἀλίγκιον ὁρμιῆισιν·ἡ δ' ἐσιδοῦσ' ἐπόρουσε καὶ ἔσπασε· τὴν δὲ χανοῦσαν |
455 | ἔγνω καὶ μήλειον ἄφαρ κύρτωσεν ἀϋτμῆιἔγκατον ἐμπνείων· τὸ δ' ἀνίσταται ἄσθματι λάβρωιοἰδαλέον, πλῆσεν δὲ τιταινόμενον στόμα δειλῆςἐγχέλυος· πνοιῆι δὲ περιστένεται μογέουσαἀνδρομέηι, δέδεται δὲ καὶ ἱεμένη περ ἀλύξαι, |
460 | εἰσόκεν οἰδαίνουσα καὶ ἄσχετον ἀσθμαίνουσαὑψόσ' ἀναπλώσηι καὶ ὑπ' ἀγρευτῆρι γένηται.ὡς δ' ὅτε τις πλείου πειρώμενος ἀμφιφορῆοςαὐλὸν ἔχων ἤρεισεν ὑπὸ στόμα φυσητῆρα,ἄσθματι δ' αὖ ἐρύει μέθυος ποτὸν ἔμπαλιν ἕλκων |
465 | χείλεσιν ἀκροτάτοις, τὸ δ' ἀνατρέχει ἀνδρὸς ἀϋτμῆι·ὣς αἵ γ' ἐγχέλυες πνοιῆς ὕπο κυμαίνουσαιἕλκονται δολίοιο ποτὶ στόμα φυσητῆρος.Ἔστι δέ τις νεπόδων δειλὸς καὶ ἄκικυς ὅμιλος,ἀβληχρῆς ἀφύης ἀδινὸν γένος, αἳ καλέονται |
470 | ἐγγραύλεις· ἀγαθὴ δὲ βόσις πάντεσσιν ἔασινἰχθύσιν· αἰεὶ δέ σφιν ἐνὶ φρεσὶ φῦζα δέδηε,πάντα δ' ὑποτρομέουσι, σὺν ἀλλήλαις δὲ χυθεῖσαισωρηδὸν μίμνουσι καὶ ἀθρόαι ἐμπεφύασιν,ἠΰτ' ἀναγκαίοιο βίην δεσμοῖο φέρουσαι· |
475 | οὐδέ κε μητίσαιο διάκρισιν εὐρέος ἐσμοῦοὐδὲ λύσιν· τοῖον γὰρ ἐν ἀλλήληισιν ἔχονται.πολλάκι μὲν καὶ νῆες ἐν ἕρμασιν ἠΰτ' ἔκελσανκείναις, πολλάκι δέ σφιν ἐνιπλήσσουσιν ἐρετμοῖςκληΐδων ἐλατῆρες, ἐνέσχετο δ' ἱεμένη περ |
480 | κώπη, πετραίης ἅτε χοιράδος ἀντιτυχοῦσα·καί πού τις βουπλῆγα βαρύστομον ἰθὺς ἀείραςἐγγραύλεις ἐτίναξε καὶ οὐ διέκερσε σιδήρωιστῖφος ἅπαν, βαιὴν δ' ἀγέλης ἀπεδάσσατο μοῖραν·καὶ τῆς μὲν κεφαλὴν πέλεκυς τάμε, τὴν δ' ἐκόλουσεν |
485 | οὐρῆς, τὴν δ' ἤμησε μέσην, τὴν δ' εἷλεν ἅπασαν.οἰκτρὸν ἰδεῖν μογεροῖσιν ἐοικότα σώματα νεκροῖς.αἱ δ' οὐδ' ὣς ἐλάθοντο καὶ οὐκ ἀνέηκαν ἔχουσαιδεσμὸν ἑόν· τοῖός τις ἐπί σφισι γόμφος ἄρηρε.καί κέν τις παλάμηισιν ἅτε ψαμάθοιο βαθείης |
490 | ἀντιάσας κείνηισιν ἐπ' ἰχθύσιν ἀμήσαιτο.τὰς δ' ὁπότε φράσσωνται ἐπί σφισι πεπτηυίαςἰχθυβόλοι, κοίληισι περιπτύσσουσι σαγήναιςἀσπασίως, πολλὴν δὲ ποτὶ ῥηγμῖνας ἄγουσινἄγρην νόσφι πόνοιο καὶ ἄγγεα πάντ' ἀφύηισιν |
495 | ἔν τ' ἀκάτους ἔπλησαν, ἐπ' ἠϊόσι δὲ βαθείαιςθημῶνας νήησαν, ἀπειρεσίην χύσιν ἄγρης.οἷον δ' ἐργατίναι Δηοῦς πόνον ἐκτελέσαντες,πνοιῆις χερσαίοις τε διακρίναντες ἐρετμοῖςκαρπόν, ἐϋτροχάλοιο μέσον κατὰ χῶρον ἀλωῆς |
500 | πολλὸν ἐνηήσαντο, περιπλήθουσα δὲ πάντηιπυροδόκος στεφάνη λευκαίνεται ἔνδον ἀλωῆς·ὣς τότ' ἀπειρεσίηισι περιπληθὴς ἀφύηισινὀφρὺς ἀγχιάλου λευκαίνεται αἰγιαλοῖο.Φῦλα δὲ πηλαμύδων ἐκ μὲν γένος εἰσὶ θαλάσσης |
505 | Εὐξείνου, θύννης δὲ βαρύφρονος εἰλείθυιαι·κεῖναι γάρ, Μαιῶτις ὅπηι ξυμβάλλεται ἅλμηι,ἀγρόμεναι λιμναῖον ὑπὸ στόμα καὶ δονακῆαςὑδρηλοὺς ὠδῖνος ἐπαλγέος ἐμνήσαντο·καὶ τὰ μὲν ὅσσα κίχωσι μεταδρομάδην κατέδουσιν |
510 | ὠά, τὰ δ' ἐν δονάκεσσι καὶ ἐν σχοίνοισι μένονταπηλαμύδων ἀγέλας ὥρηι τέκεν· αἱ δ' ὅτε κῦμαπρῶτον ἐπιψαίρωσι πόροιο τε πειρήσωνται,ξεῖνον ἁλὸς σπεύδουσι μετὰ πλόον, οὐδ' ἐθέλουσιμίμνειν ἔνθ' ἐγένοντο καὶ ἠβαιαί περ ἐοῦσαι. |
515 | Θρηΐκιος δέ τίς ἐστιν ἁλὸς πόρος, ὅντε βάθιστονφασὶ Ποσειδάωνος ἐνὶ κλήροισι τετύχθαι·ἐκ τοῦ καί τε Μέλας κικλήσκεται, οὐδέ ἑ λάβροιλίην οὐδ' ὑπέροπλοι ἐπιθρώσκουσιν ἀῆται·ἐν δ' ἄρα οἱ κευθμῶνες ὑποβρύχιοι πεφύασι |
520 | κοῖλοι, πηλώεντες, ἀθέσφατοι, οἷς ἔνι πολλὰτίκτεται, ἠβαιοῖσιν ὅσ' ἰχθύσι δαῖτας ὀφέλλει.ἔνθα καὶ ἀρτιγόνοισι πέλει πρώτιστα κέλευθαπηλαμύδων ἑσμοῖσιν, ἐπεὶ περιώσιον ἄλλωνεἰναλίων φρίσσουσι δυσαέα χείματος ὁρμήν· |
525 | χεῖμα δὲ πηλαμύδεσσιν ἀπαμβλύνει φάος ὄσσων.ἔνθα δ' ἐν εὐρωποῖσιν ἁλὸς λαγόνεσσι πεσοῦσαιαὔτως δηθύνουσιν, ἀεξόμεναι δὲ μένουσιλαρὸν ἔαρ· τῆι δέ σφι καὶ ἵμερος ἄνεται εὐνῆς·πλησάμεναι δὲ τόκοιο παλίμποροι αὖτις ἵενται |
530 | πατρῶιον μετὰ κῦμα, μόγον δ' ἀπὸ γαστρὸς ἔθεντο.Τὰς δ' ἤτοι Μέλανος μὲν ὑπὲρ βαθὺ λαῖτμα πόροιοΘρήϊκες ἀγρώσσουσιν ἀπηνέϊ χείματος ὥρηι,θήρην ἀργαλέην καὶ ἀτερπέα, δηϊοτῆτοςθεσμὸν ὑφ' αἱματόεντα καὶ ἄγριον αἶσαν ὀλέθρου. |
535 | ἔστι τις οὐ δολιχὴ μὲν ἀτὰρ πάχος ὅττι μεγίστη,μῆκος ὅσον πῆχυς, στιβαρὴ δοκίς· ἐν δέ οἱ ἄκρηιπολλὴ μὲν μολίβοιο χύσις, πολλαὶ δὲ σιδήρουαἰχμαὶ τριγλώχινες ἐπασσύτεραι πεφύασι·πεῖσμα δέ μιν περίμηκες ἐΰπλοκον ἀμφιβέβηκε. |
540 | δουρὶ δ' ἀναπλώσαντες, ἁλὸς πόρος ἔνθα βάθιστος,ἐς βυθὸν ἠερόεντα περικρατὲς ἧκαν ἔνερθεπυθμένος εἰλατίνου κρατερὸν σθένος· αἶψα δὲ ῥιπῆισπερχόμενον, μολίβωι τε καταρρεπὲς ἠδὲ σιδήρωι,σεύεται ἐς νεάτας ῥίζας ἁλός, ἔνθ' ἀμενηναῖς |
545 | πηλαμύσι προὔτυψεν ἐν ἰλύσι πεπτηυίαις·σὺν δ' ἕλε σύν τ' ἐτόρησεν ὅσον κίχε δειλὸν ὅμιλον.οἱ δὲ θοῶς ἀνέρυσσαν ἐληλαμένας περὶ χαλκῶιπαλλομένας ἐλεεινὰ σιδηρείηις ὀδύνηισι.τὰς δέ τις εἰσορόων καί κεν θρασυκάρδιος ἀνὴρ |
550 | οἰκτείραι θήρης τε δυσαγρέος ἠδὲ μόροιο·τῆς μὲν γὰρ λαγόνεσσιν ἐλήλατο δουρὸς ἀκωκή,τῆς δὲ κάρη ξυνέπειρε θοὸν βέλος, ἡ δ' ὑπὲρ οὐρὴνοὔτασται, νηδὺν δ' ἑτέρης, ἄλλης δ' ἕλε νῶταδριμὺς ἄρης, ἄλλη δὲ μέσον κενεῶνα πέπαρται. |
555 | ὡς δ' ὁπότε, κρινθέντος ἐνυαλίοιο κυδοιμοῦ,δουριφάτους κονίης τε καὶ αἵματος ἐξανελόντεςεὐνὴν ἐς πυρόεσσαν ἑοὶ στέλλωσιν ἑταῖροιμυρόμενοι· τὰ δὲ πολλὰ καὶ αἰόλα σώμασι νεκρῶνἕλκεα παντοῖαί τε βολαὶ πλήθουσιν Ἄρηος· |
560 | ὣς καὶ πηλαμύδεσσιν ἐπιπρέπει ἕλκεα πάντηι,εἴδωλον πολέμοιο, φίλον γε μὲν ἀσπαλιεῦσιν.Ἄλλοι δ' αὖ κούφοισι λίνοις ἕλον ἔθνε' ἀφαυρῶνπηλαμύδων· αἰεὶ γὰρ ἀνὰ κνέφας, ὅττι κεν ἅλμηιἐμπίπτηι, τρομέουσι, φόβον δ' ὀρφναῖον ἔχουσιν· |
565 | ὄρφνηι δ' ἀγρώσσονται, ἀτυζόμεναι κατὰ βένθος.δίκτυα γὰρ μάλα κοῦφα λίνων στήσαντες ἐλαφρῶνκυκλόσε δινεύουσι, βίηι θείνοντες ἐρετμοῖςνῶτον ἁλός, κοντοῖς τε καταΐγδην κτυπέουσιν·αἱ δ' ὑπὸ μαρμαρυγῆς ταχυήρεος ἠδ' ὁμάδοιο |
570 | φυζαλέαι θρώσκουσι, λίνου δ' εἰς κόλπον ἵενταιἀτρέμας ἑστηῶτος, ὀιόμεναι σκέπας εἶναι,νήπιαι, αἳ δούποιο φόβωι μόρον εἰσεπέρησαν.ἔνθ' οἱ μὲν σχοίνοισιν ἐπισπέρχουσ' ἑκάτερθε,δίκτυον ἐξερύοντες ἐπ' ἠιόνας· αἱ δ' ὁρόωσαι |
575 | σχοίνους κινυμένας, ἀνεμώλια δείματ' ἔχουσαι,εἰλόμεναι πτήσσουσι καὶ ἀθρόαι ἐσπείρηνται.πολλά κεν ἀγραίοισι τότ' ἀρήσαιτο θεοῖσιδικτυβόλος, μήτ' οὖν τι θορεῖν ἔκτοσθε λίνοιο,μήτε τι κινύμενον δεῖξαι πόρον· ἢν γὰρ ἴδωνται |
580 | πηλαμύδες, τάχα πᾶσαι ὑπὲρ κούφοιο λίνοιοἐς βυθὸν ἀΐσσουσι καὶ ἄπρηκτον λίπον ἄγρην.εἰ δ' οὔ σφι μακάρων τις ἁλιπλάγκτων νεμεσήσει,πολλάκι καὶ τραφερῆς ὑπὲρ ἠιόνος ἑλκυσθεῖσαιἔξαλοι οὐκ ἐθέλουσι λιπεῖν λίνον, ἀλλ' ἐνέχονται, |
585 | αὐτὴν μήρινθον πολυδινέα πεφρικυῖαι.ὧδε καὶ ἐν ξυλόχοισιν ὀρέστεροι ἀγρευτῆρεςεἷλον ἀναλκείην ἐλάφων εὐαγρέϊ τέχνηι,μηρίνθωι στέψαντες ἅπαν δρίος· ἀμφὶ δὲ κούφωνὀρνίθων δήσαντο θοὰ πτερά· ταὶ δ' ἐσορῶσαι |
590 | ἠλέματα πτώσσουσι κενὸν φόβον, οὐδὲ πελάσσαιμαψιδίως πτερύγεσσιν ἀτυζόμεναι μεμάασιν,εἰσόκε θηρητῆρες ἐπαΐξαντες ἕλωσι.Καὶ μέν τις δύπτης ἁλίων εὐμήχανος ἔργωννόσφι δόλου παλάμηισιν ἐπαΐξας ἕλεν αὐταῖς |
595 | ἰχθῦς, ἠΰτε χέρσον ἀμειβόμενος πόρον ἅλμης,σαργόν τε τρέσσαντα φόβωι δειλήν τε σκίαιναν.σαργοὶ μὲν δείσαντες ἀολλέες ἐς μυχὸν ἅλμηςεἰλόμενοι πτήσσουσιν, ἐπ' ἀλλήλαις δὲ κέχυνται,δόχμιαι ἀμφιπεσόντες, ἀναφρίσσουσι δ' ἀκάνθαις |
600 | νῶτα μετακλίνοντες, ἅτε σκολόπεσσιν ἁπάντηιφραξάμενοι πυκινῆισι περίδρομον ἕρκος ἀλωῆςἀγρονόμοι, σίντηισι μέγαν πόνον· οὐδέ κεν ἄν τιςἐσβαίη· σκῶλοι γὰρ ἐρητύουσι κέλευθα·ὣς κείνοις οὐκ ἄν τις ἐνιχρίμψειεν ἑτοίμως, |
605 | οὐδ' ἐπὶ χεῖρα βάλοι· περὶ γὰρ φρίσσουσι κελαιναὶπρόκροσσαι πυκινῆισιν ὑπὸ σταλίκεσσιν ἄκανθαι.ἀλλά τις ἰδμοσύνηισιν ἀνὴρ ὑπὸ κεύθεα πόντουἐσσυμένως δύοιτο, περιφράζοιτο δὲ πάντηισαργούς, ἔνθα κάρη τε καὶ οὐραίη κλίσις αὐτῶν· |
610 | χεῖρα δ' ὑπὲρ κεφαλῆισι βαλὼν καθύπερθεν ἀκάνθαςἦκα καταρρέξειεν ἐπικλίνοι τε πιέζων·οἱ δ' αὔτως μίμνουσιν ἀρηρότες ἀλλήλοισινἀστεμφεῖς, προβολῆισι πεποιθότες ὀξείηισιν·ἔνθα δύω παλάμηισιν ἀνὴρ ἑκάτερθεν ἀείρας |
615 | αὖτις ἀναπλώει τελέσας πανεπίκλοπον ἔργον.Πετραίην δὲ σκίαιναν ἐπὴν φόβος ἦτορ ἵκηται,ἐσσυμένως σπιλάδεσσιν ἐπέσσυτο καί τινα κοίληνχειὴν εἰσεπέρησε περίδρομον ἠὲ χαράδρην,ἢ ποίαις ἁλίηισιν ὑπέδραμεν, ἠὲ καὶ ὑγροῖς |
620 | φύκεσιν· οὐ γάρ οἵ τι μέλει σκέπας, οἷον ἅπασανδεξάμενον ῥύσαιτο, κάρη δ' ἄρα δίζεται οἶονφράξασθαι, κεφαλὴν δὲ κατακρύψασα καὶ ὄσσεἔλπεται οὐχ ὁρόωσα λαθεῖν ὁρόωντος ἐφορμήν.ὡς δέ τις ὠμηστῆρος ἐπεσσυμένοιο λέοντος |
625 | βουβαλὶς ἐν λόχμηισι κάτω τρέψασα κάρηνονμαψιδίην φυλακὴν προτιβάλλεται, οὔθ' ὁράασθαιἔλπεται, εἰσόκε δή μιν ἐπαΐξας ὀλοὸς θὴρδαρδάψηι· τῆς δ' ἦτορ ὁμοίϊον, οὐδὲ κάρηνονἀγκλίνει, δοκέει δὲ καὶ ὀλλυμένη περ ἀλύξαι. |
630 | τοῖα δὲ καὶ Λιβύης πτερόεν βοτὸν ἀγκυλόδειροννήπια τεχνάζει· μελέη δέ οἱ ἔπλετο τέχνη·ὣς ἀταλὴ μελέηισιν ὑπ' ἐλπωρῆισι σκίαινακέκρυπται· τάχα γάρ μιν ἐρυσσάμενος παλάμηισινἀγρευτὴρ ἀνέδυ τε καὶ ἀφραίνουσαν ἔφηνε. |
635 | Τόσσα μὲν ἰχθυβόλων ἐδάην ἁλιεργέα τέχνηςδήνεα, καὶ τόσσοισιν ἐπ' ἰχθύσι πικρὸν ὄλεθρον·τοὺς δ' ἄλλους ξύμπαντας ὁμοίϊος αἶσα κιχάνεικύρτων τ' ἀγκίστρων τε βαθυπλεκέος τε λίνοιοῥιπῆς τε τριόδοντος, ὅσ' ἀνδράσιν ἔντεα τέχνης. |
640 | τοὺς μὲν ὑπηματίους, τοὺς δ' ἕσπερος εἷλε δαμέντας,εὖτ' ἂν ὑπὸ πρῶτον νυκτὸς κνέφας ἀσπαλιῆεςπυρσὸν ἀναψάμενοι, γλαφυρὸν σκάφος ἰθύνοντες,ἰχθύσιν ἀτρεμέουσιν ἀείδελον αἶσαν ἄγωσιν.ἔνθ' οἱ μὲν πεύκης λιπαρῆι φλογὶ καγχαλόωντες |
645 | ἀμφ' ἀκάτωι θύνουσι, κακὸν δ' ἴδον ἑσπέριον πῦρ,ῥιπῆς τριγλώχινος ἀμειλίκτοιο τυχόντες.Ἔστι δέ τις θήρης ἕτερος νόμος ἰχθυβόλοισιφαρμάκταις, οἳ λυγρὸν ἐπ' ἰχθύσι μητίσαντοφάρμακον, ὠκύμορον δὲ τέλος νεπόδεσσιν ἔθηκαν. |
650 | οἱ δ' ἤτοι πρῶτον μὲν ἐπασσυτέραις βολίδεσσικοντῶν τε ῥιπῆισι καὶ αἰκίηισιν ἐρετμῶνεἱλεῦσιν νεπόδων δειλὰς στίχας εἰς ἕνα χῶρονκοιλοφυῆ, κευθμῶσιν ὑπαγνύμενον θαμέεσσιν·ἔνθ' οἱ μὲν δύνουσιν ὑπὸ γλαφυρῆις σπιλάδεσσι, |
655 | τοὶ δὲ περιστήσαντο λίνων εὐερκέα πάντηιδίκτυα κυκλώσαντες, ἅτ' ἀνδράσι δυσμενέεσσιδιπλὰ περιπροβαλόντες ἀνάρσια τείχεα πέτρης.καὶ τότ' ἀνὴρ ἄργιλον ὁμοῦ πίειραν ἀείραςῥίζαν θ', ἣν κυκλάμινον ἐφήμισαν ἰητῆρες, |
660 | μίξας ἐν παλάμηισι δύω φυρήσατο μάζας·πόντωι δ' ἐγκατέπαλτο λίνων ὕπερ, ἀμφὶ δ' ἄρ' αὐταῖςκοιλάσι καὶ θαλάμηισι δυσαέα φάρμακ' ἄλειψεχρίσματος ἐχθοδοποῖο καὶ ἐξεμίηνε θάλασσαν.καὶ τὸν μὲν παλίνορσον ὀλέθρια φαρμάξαντα |
665 | δέξατο ναῦς· τοὺς δ' αἶψα κακὴ καὶ ἀνάρσιος ὀδμὴπρῶτα μὲν ἐν θαλάμηισιν ἱκάνεται· ἀχλύϊ δ' ὄσσεκαὶ κεφαλὴ καὶ γυῖα βαρύνεται, οὐδὲ δύνανταιμίμνειν ἐν κευθμῶσιν, ἀτυζόμενοι δὲ χέονταιἐκτὸς ἀπὸ σπιλάδων· ἡ δέ σφισι πουλὺ θάλασσα |
670 | πικροτέρη· τοῖον γὰρ ἐν οἴδμασι πῆμα πέφυρται.οἱ δ' ὥστ' οἰνοβαρεῖς, ὀλοῆι μεθύοντες ἀϋτμῆι,πάντηι δινεύουσι καὶ οὔποθι χῶρον ἔχουσιλειπόμενον κακότητος, ἐπαΐγδην δὲ λίνοισισπερχόμενοι πίπτουσι, διεκθορέειν μεμαῶτες· |
675 | ἀλλ' οὔ τις χαλεπῆς ἄτης λύσις οὐδ' ἀλεωρή·πολλῆι δὲ ῥιπῆι τε καὶ ἅλματι κυμαίνονταιτειρόμενοι· τὸ δὲ πολλὸν ἐπιτρέχει Ἀμφιτρίτηιὀλλυμένων φύσημα, τό τ' ἰχθύσιν ἔπλετο δειλοῖςοἰμωγή· τοὶ δ' ἐκτὸς ἐπ' ἄλγεσιν ἀσπαλιῆες |
680 | τερπόμενοι μίμνουσιν ἀκηδέες, εἰσόκε σιγὴπόντον ἕληι, φλοίσβου τε καὶ ἀργαλέοιο κυδοιμοῦπαύσωνται, στονόεσσαν ἀποπνεύσαντες ἀϋτμήν.καὶ τότ' ἀπειρέσιον νεκύων ἐρύουσιν ὅμιλονξυνῶι τεθνηῶτας ὁμοῦ λωβήτορι πότμωι. |
685 | ὡς δ' ὅτε δυσμενέεσσιν ἐπιστήσωνται Ἄρηα,φροῦδον ἐελδόμενοι ῥαῖσαι πόλιν, οὐδ' ἀνιεῖσιπήματα βουλεύοντες ἐπί σφισιν, ἀλλὰ καὶ ὕδωρκρηνάων φάρμαξαν ὀλέθριον· οἱ δ' ἐπὶ πύργοιςλιμῶι τ' ἀργαλέωι καὶ ὀϊζύϊ μοχθίζοντες |
690 | ὕδατί τ' ἐχθοδοπῶι στυγερὸν καὶ ἀεικέα πότμονὄλλυνται, νεκύων δὲ πόλις πέπληθεν ἅπασα·ὣς οἱ λευγαλέωι τε μόρωι καὶ ἀδευκέϊ πότμωιἀνδράσι φαρμάκτηισιν ὑποδμηθέντες ὄλοντο. |