BIBLIOTHECA AUGUSTANA

 

Oppianos

floruit 180 p. Chr. n.

 

Ἁλιευτικὰ

 

Βιβλίον εʹ

 

___________________________________________________

 

 

 

 

νθεν ἔπειτ' ἀΐων τεκμαίρεο, κοίρανε γαίης,

ὡς οὐδὲν μερόπεσσιν ἀμήχανον, οὐκ ἐνὶ γαίηι

μητρὶ καμεῖν, οὐ κόλπον ἀν' εὐρώεντα θαλάσσης·

ἀλλά τις ἀτρεκέως ἰκέλην μακάρεσσι γενέθλην

 5

ἀνθρώπους ἀνέφυσε, χερείονα δ' ὤπασεν ἀλκήν,

εἴτ' οὖν Ἰαπετοῖο γένος, πολυμῆτα Προμηθεύς,

ἀντωπὸν μακάρεσσι κάμεν γένος, ὕδατι γαῖαν

ξυνώσας, κραδίην δὲ θεῶν ἔχρισεν ἀλοιφῆι,

εἴτ' ἄρα καὶ λύθροιο θεορρύτου ἐκγενόμεσθα

10

Τιτήνων· οὐ γάρ τι πέλει καθυπέρτερον ἀνδρῶν

νόσφι θεῶν· μούνοισι δ' ὑπείξομεν ἀθανάτοισιν.

ὅσσους μὲν κατ' ὄρεσφι βίην ἄτρεστον ἔχοντας

θῆρας ὑπερφιάλους βροτὸς ἔσβεσεν· ὅσσα δὲ φῦλα

οἰωνῶν νεφέληισι καὶ ἠέρι δινεύοντα

15

εἷλε, χαμαίζηλόν περ ἔχων δέμας· οὐδὲ λέοντα

ῥύσατ' ἀγηνορίη δμηθήμεναι, οὐδ' ἐσάωσεν

αἰετὸν ἠνεμόεις πτερύγων ῥόθος, ἀλλὰ καὶ Ἰνδὸν

θῆρα κελαινόρινον ὑπέρβιον ἄχθος ἀνάγκηι

κλῖναν ἐπιβρίσαντες, ὑπὸ ζεύγληισι δ' ἔθηκαν

20

οὐρήων ταλαεργὸν ἔχειν πόνον ἑλκυστῆρα.

κήτεα δ' ὅσσα πέλωρα Ποσειδάωνος ἐναύλοις

ἐντρέφεται, τὰ μὲν οὔτι χερείονα φημὶ θάλασσαν

τίκτειν ὠμοφάγων τεκέων χθονός, ἀλλὰ καὶ ἀλκὴν

καὶ μέγεθος προβέβηκεν ἀναιδέα δείματα πόντου.

25

ἔστιν ἐν ἠπείρωι χελύων γένος, οὐδέ τιν' ἀλκὴν

οὐδ' ἄτην ἴσασι· θαλασσαίηι δὲ χελώνηι

οὐ μάλα θαρσαλέος τις ἐν οἴδμασιν ἀντιβολήσει.

εἰσὶ δ' ἐνὶ τραφερῆι λάβροι κύνες, ἀλλὰ κύνεσσιν

εἰναλίοις οὐκ ἄν τις ἀναιδείην ἐρίσειε.

30

πορδαλίων γαίης ὀλοὸν δάκος, ἀλλὰ θαλάσσης

αἰνότερον. χέρσον μὲν ἐπιστείχουσιν ὕαιναι,

πολλῶι δ' ἐν ῥοθίοις κρυερώτεραι. οἱ μὲν ἔασι

κριοὶ μηλονόμων τιθασὸν βοτόν, οὐ δὲ θαλάσσης

κριοῖς μειλιχίοισι συνοίσεται, ὅς κε πελάσσηι.

35

τίς δὲ τόσον χλούνης φορέει σθένος, ὅσσον ἄαπτοι

λάμναι; τίς δὲ λέοντος ἐνὶ φρεσὶν αἴθεται ἀλκή,

ὅσση ῥιγεδανῆισιν ἀνισώσαιτο ζυγαίναις;

φώκην δὲ βλοσυρὴν καὶ ἐπὶ χθονὶ χαιτήεσσαι

ἄρκτοι πεφρίκασι καὶ ἐς μόθον ἀντιόωσαι

40

δάμνανται· τοίοισι μέλει θήρεσσι θάλασσα.

ἀλλ' ἔμπης καὶ τοῖσιν ἐπεφράσσαντο βαρεῖαν

ἄτην ἡμερίων ἄμαχον γένος, ἐκ δ' ἁλιήων

ὄλλυνται, κήτειον ὅτ' ἐς μόθον ὁρμήσωνται.

τῶν ἐρέω θήρης βριθὺν πόνον· ἀλλ' ἀΐοιτε

45

εὐμενέται βασιλῆες, Ὀλύμπια τείχεα γαίης.

Κήτεα μεσσοπόροις μὲν ἐνιτρέφεται πελάγεσσι

πλεῖστά τε καὶ περίμετρα· τὰ δ' οὐκ ἀναδύεται ἅλμης

δηθάκις, ἀλλ' ὑπένερθεν ἔχει κρηπῖδα θαλάσσης

βριθοσύνηι, μαιμᾶι δὲ βορῆς ἀζηχέϊ λύσσηι

50

αἰεὶ πεινώοντα καὶ οὔποτε νηδύος αἰνῆς

μαργοσύνην ἀνιέντα· τί γὰρ τόσον ἔσσεται εἶδαρ,

ὅσσον ἐνιπλῆσαι γαστρὸς χάος, ὅσσον ἄαπτον

ἐς κόρον ἀμπαῦσαι κείνων γένυν; οἱ δὲ καὶ αὐτοὶ

ἀλλήλους ὀλέκουσι, χερείονα φέρτερος ἀλκῆι

55

πέφνων, ἀλλήλοις δὲ βορὴ καὶ δαῖτες ἔασι.

πολλάκι καὶ νήεσσιν ἄγει δέος ἀντιόωντα

ἑσπέριον κατὰ πόντον Ἰβηρικόν, ἔνθα μάλιστα

γείτονος Ὠκεανοῖο λελοιπότ' ἀθέσφατον ὕδωρ

εἰλεῖται, νήεσσιν ἐεικοσόροισιν ὁμοῖα.

60

πολλάκι δὲ πλαγχθέντα καὶ ἠιόνος ἐγγὺς ἱκάνει

ἀγχιβαθοῦς, ὅτε κέν τις ἐπί σφισιν ὁπλίζοιτο.

Πᾶσι δ' ὑπερφυέεσσι πέλει θήρεσσι θαλάσσης

νόσφι κυνῶν βαρύγυια καὶ οὐκ εὔπρηκτα κέλευθα·

οὔτε γὰρ εἰσορόωσιν ἀπόπροθεν οὔτε θάλασσαν

65

πᾶσαν ἐπιστείχουσι βαρυνόμενοι μελέεσσιν

ἠλιβάτοις, μάλα δ' ὀψὲ κυλινδόμενοι φορέονται.

τοὔνεκα καὶ πάντεσσιν ὁμόστολος ἔρχεται ἰχθὺς

φαιὸς ἰδεῖν δολιχός τε δέμας, λεπτὴ δέ οἱ οὐρή,

ἔξοχος ὃς προπάροιθεν ἁλὸς πόρον ἡγεμονεύει

70

σημαίνων· τῶι καί μιν ἐφήμισαν Ἡγητῆρα.

κήτει δ' ἐκπάγλως κεχαρισμένος ἐστὶν ἑταῖρος

πομπός τε φρουρός τε· φέρει δέ μιν ἧι κ' ἐθέληισι

ῥηϊδίως· κείνωι γὰρ ἐφέσπεται ἰχθύϊ μούνωι

πιστῶι πιστὸν ἔχων αἰεὶ νόον· ἐγγύθι δ' αὐτοῦ

75

στρωφᾶται, τανύει δὲ παρασχεδὸν ὀφθαλμοῖσιν

οὐρήν, ἥ οἱ ἕκαστα πιφαύσκεται, εἴτε τιν' ἄγρην

ἐστὶν ἑλεῖν, εἴτ' οὖν τι κορύσσεται ἐγγύθι πῆμα,

εἴτ' ὀλίγη πόντοιο πέλει χύσις, ἣν ἀλεείνειν

βέλτερον· αὐδήεσσα δ' ὅπως ἐνδείκνυται οὐρὴ

80

πάντα μάλ' ἀτρεκέως· τὸ δὲ πείθεται ὕδατος ἄχθος·

κεῖνος γὰρ πρόμαχός τε καὶ οὔατα καὶ φάος ἰχθὺς

θηρὶ πέλει· κείνωι δ' ἀΐει, κείνωι δὲ δέδορκεν,

ἡνί' ἐπιτρέψας σφετέρου βιότοιο φυλάσσειν.

ὡς δὲ πάϊς γενετῆρα παλαίτερον ἀμφαγαπάζει,

85

φροντίσι γηροκόμοισιν ἀπὸ θρεπτήρια τίνων,

τὸν δ' ἤδη μελέεσσι καὶ ὄμμασιν ἀδρανέοντα

ἐνδυκέως μεθέπων προσπτύσσεται, ἔν τε κελεύθοις

χεῖρ' ὀρέγων καὶ πᾶσιν ἐν ἔργμασιν αὐτὸς ἀμύνων·

πατρὶ δὲ γηράσκοντι νέον σθένος υἷες ἔασιν·

90

ὣς κεῖνος φιλότητι περιπτύσσει δάκος ἅλμης

ἰχθύς, ἠΰτε νῆα νέμων οἴηκι χαλινῶι.

ἦ πού οἱ γενεῆς πρώτης ἄπο σύμφυτον αἷμα

ἔλλαχεν, ἠέ μιν αὐτὸς ἑλὼν ἑταρίσσατο θυμῶι.

ὣς οὔτ' ἠνορίης οὔτ' εἴδεος ἔπλετ' ὄνειαρ

95

τόσσον, ὅσον πραπίδων· ἀλκὴ δ' ἀνεμώλιος ἄφρων·

καί τε μέγα βριάοντα κατέσβεσεν ἠδ' ἐσάωσε

βαιὸς ἀνὴρ εὔμητις· ἐπεὶ καὶ κῆτος ἄαπτον

ἀπλάτων μελέων ὀλίγον προτιβάλλεται ἰχθύν.

τοὔνεκά τις πάμπρωτον ἕλοι σκοπὸν Ἡγητῆρα

100

κεῖνον, ὑπ' ἀγκίστροιο βίηι καὶ δαιτὶ δολώσας·

οὐ γάρ κε ζώοντος ἐπιβρίσας δαμάσαιο

κνώδαλον, οἰχομένου δὲ θοώτερος ἔσσετ' ὄλεθρος.

οὐ γὰρ ἔτ' οὔθ' ἅλμης ἰοειδέος οἶδε κέλευθα

ἀτρεκέως, οὐ πῆμα παρασχεδὸν ἐξαλέασθαι,

105

ἀλλ' αὔτως, ἅτε φορτὶς ὀλωλότος ἰθυντῆρος,

πλάζεται ἀπροφύλακτον, ἀμήχανον, ἧι κεν ἄγηισι

γλαυκὸν ὕδωρ, σκοτίοις δὲ καὶ ἀφράστοισι πόροισιν

ἐμφέρεται, χηρωθὲν ἀρηγόνος ἡνιόχοιο.

πολλάκι καὶ πέτρηισι καὶ ἠϊόνεσσιν ἔκελσε

110

πλαζόμενον· τοίη οἱ ἐπ' ὄμμασι πέπταται ἀχλύς.

δή ῥα τότ' ὀτρηροῖσι νοήμασιν ἐς πόνον ἄγρης

ἰχθυβόλοι σπεύδουσιν, ἐπευξάμενοι μακάρεσσι

κητοφόνοις ἀλεγεινὸν ἑλεῖν τέρας Ἀμφιτρίτης.

ὡς δ' ὅτε δυσμενέων βριαρὸς λόχος ἀντιβίοισι

115

λάθριος ἐμπελάσηι, μεσάτην ἐπὶ νύκτα δοκεύσας,

εὕδοντας δ' ἐκίχησε φυλακτῆρας πρὸ πυλάων,

Ἄρεος εὐμενέοντος, ἐνιπλήξας δ' ἐδάμασσεν·

ἔνθεν ἔπειτ' ἄκρην τε πόλιν καὶ τύρσιν ἐπ' αὐτὴν

θαρσαλέοι σπεύδουσι, πυρὸς βέλος, ἄστεος ἄτην,

120

δαλὸν ἐϋδμήτων μεγάρων ῥαιστῆρα φέροντες·

ὣς τότε θαρσαλέως ἁλιεὺς στρατὸς ἐγκονέουσιν

ἄφρακτον μετὰ θῆρα, πεφασμένου ἰθυντῆρος.

τοῦ δ' ἤτοι πρῶτον μὲν ἐνὶ φρεσὶ τεκμαίρονται

ἄχθος ὅσον μέγεθός τε· τὰ δ' ἔπλετο σήματα γυίων·

125

εἰ μὲν γὰρ πόντοιο κυλινδόμενον μετὰ δίναις

βαιὸν ὑπερτέλλοιτο ῥάχιν λοφιήν τε φαεῖνον

ἄκρην, ἦ μέγα κεῖνο καὶ ἔξοχον· οὐδὲ γὰρ αὐτὴ

ῥηϊδίως φορέει μιν ἀνοχλίζουσα θάλασσα·

εἰ δέ τι καὶ νώτοιο φαείνεται, οὐ τόσον ἄχθος

130

ἀγγέλλει· κοῦφαι γὰρ ἀφαυροτέροισι κέλευθοι.

τοῖσιν δ' ὁρμιὴ μὲν ἐπασσυτέραις ἀραρυῖα

θωμίγγων ξυνοχῆισι πολυστρεφέεσσι τέτυκται,

ὅσσος τε πρότονος νηὸς πέλει οὔτε βαθείης

οὔτ' ὀλίγης· μῆκος δὲ τιταίνεται ἄρκιον ἄγρηι·

135

ἄγκιστρον δ' εὐεργὲς ἐπημοιβαῖς κεχάρακται

γλωχίνων προβολῆισιν ἀκαχμένον ἀμφοτέρωθεν,

οἷον καὶ πέτρην ἑλέειν καὶ ῥωγάδα πεῖραι,

τόσσον ἴτυν κρυερήν, ὅσσον περὶ χάσμα καλύψαι.

δινωτὴ δ' ἅλυσις περιβάλλεται ἄκρα κελαινοῦ

140

ἀγκίστρου, στιβαρή, χαλκήλατος, ἥ κεν ὀδόντων

λευγαλέην ἀνέχοιτο βίην καὶ χάσματος αἰχμάς·

δεσμῶι δ' ἐν μεσάτωι τροχοειδέα κύκλα τέτυκται

πυκνὰ παρ' ἀλλήλοισιν, ἅ κεν στροφάλιγγας ἐρύκοι

φοιταλέας, μηδ' ἰθὺς ἀπορρήξειε σίδηρον

145

αἱμάσσων, ὀλοῆισι περισπερχὴς ὀδύνηισιν,

ἀλλὰ περιστροφάδην πλαγκτὸν δρόμον εἱλίσσοιτο.

δαῖτα δ' ἐπ' ἀγκίστρωι δυστερπέα πορσύνουσι

ταύρειον μέλαν ἧπαρ ἀπόκριτον ἠὲ καὶ ὦμον

ταύρειον γενύεσσιν ἐοικότα δαινυμένοιο.

150

πολλαὶ δ' ἀγρευτῆρσιν ὁμόστολοι ὥστ' ἐς Ἄρηα

θήγονται κρατεραί τ' ἀκίδες στιβαραί τε τρίαιναι,

ἅρπαι, βουπλῆγές τε βαρύστομοι, ὅσσα τε τοῖα

ἄκμοσι δυσκελάδοις ῥαιστήρια χαλκεύονται·

ἐσσυμένως δ' ἀκάτοισιν ἐϋσέλμοις ἐπιβάντες,

155

σιγῆι νευστάζοντες ὅ τι χρέος ἀλλήλοισι,

στέλλονται, κώπηισι δ' ὑπ' εὐκήλοισι θάλασσαν

ἀτρέμα λευκαίνουσι, φυλασσόμενοι μάλα δοῦπον,

μή τι μάθοι μέγα κῆτος ἀλευόμενόν τε νέοιτο

βυσσὸν ὑποβρυχίην, ἅλιον δέ κε μόχθον ἄροιντο.

160

ἀλλ' ὅτε οἱ πελάσωσιν ὁμαιχμήσωσί τ' ἀέθλωι,

δὴ τότε θαρσαλέως πρώρης ἄπο θηρὶ πελώρωι

πῆμα δόλου προὔθηκαν· ὁ δ' ὡς ἴδε δαῖτα βαρεῖαν,

ἆλτο καὶ οὐκ ἀμέλησεν ἀναιδέϊ γαστρὶ πιθήσας·

μάρψε δ' ἐπιθύσας γναμπτὸν μόρον, αὐτίκα δ' εἴσω

165

ἄγκιστρον κατέδυ τεθοωμένον εὐρέϊ λαιμῶι,

ἐν δ' ἐπάγη γλωχῖσιν· ὁ δ' ἕλκεϊ θυμὸν ὀρινθεὶς

πρῶτα μὲν ἀσχαλόων ὀλοὴν γένυν ἀντία πάλλει,

χαλκείην θώμιγγα διαρραῖσαι μενεαίνων·

ἀλλ' ἄρα οἱ κενεὸς τέταται πόνος· ἔνθεν ἔπειτα

170

σπερχόμενος φλογέηισιν ἐποχθίζων ὀδύνηισι

δύεται ἐν κόλποισιν ὑποβρυχίοισι θαλάσσης·

τῶι δὲ τάχ' ἀσπαλιῆες ἐπιτρωπῶσιν ἅπασαν

ὁρμιήν· οὐ μὲν γὰρ ἔνι σθένος ἀνθρώποισιν

ὅσσον τ' αὖ ἐρύσαι καὶ ἀναινόμενον δαμάσασθαι

175

βριθὺ πέλωρ· ῥέα γάρ σφε σὺν αὐτοῖς σέλμασι νηῶν

ἑλκύσει ποτὶ βυσσόν, ὅθ' ὁρμήσειε φέρεσθαι.

οἱ δέ οἱ ὁρμιῆι προσαρηρότας εὐρέας ἀσκοὺς

πνοιῆς ἀνδρομέης πεπληθότας εὐθὺς ἐς ὕδωρ

δυομένωι πέμπουσιν· ὁ δ' ὀχθίζων ὀδύνηισι

180

ῥινῶν οὐκ ἀλέγει, κατὰ δ' ἔσπασεν οὐκ ἐθέλοντας

ῥηϊδίως ἄκροιο λιλαιομένους ἁλὸς ἀφροῦ.

ἀλλ' ὁπότ' ἐς δάπεδον πελάσηι μεμογηότι θυμῶι,

στῆ ῥα μέγ' ἀφριόων, τετιημένος· ὡς δέ τις ἵππος

ἱδρῶτ' ἐξανύσας καματώδεα τέρματος ἄκρου

185

ἀφρῶι ὑφ' αἱματόεντι γένυν σκολιοῖσι χαλινοῖς

ἐμπρίει, θερμὸν δὲ διὰ στόμα κίδναται ἆσθμα,

ὣς ὁ μέγ' ἀσθμαίνων ἀμπαύεται, οὐδέ οἱ ἀσκοὶ

μίμνειν ἱεμένωι περ ἐπιτρωπῶσιν ἔνερθεν,

αἶψα δ' ἄνω σπεύδουσι καὶ ἔξαλοι ἀΐσσουσι

190

πνοιῆι ἀειρόμενοι· τῶι δ' ἵσταται ἄλλος ἄεθλος.

ἔνθ' ἤτοι πρῶτον μὲν ἐπαΐσσει γενύεσσι

ῥιπὴν μαψιδίην, λελιημένος αὖ ἐρύοντα

δέρματ' ἀμύνεσθαι· τὰ δ' ἀνίπταται οὐδέ ἑ μίμνει,

φεύγει δὲ ζωοῖσιν ἀλευομένοισιν ὁμοῖα·

195

αὐτὰρ ὅ γ' ἀσχαλόων μυχάτην πάλιν ἵεται ἅλμην,

πολλὰς δὲ στροφάλιγγας ἑλίσσεται, ἄλλοτ' ἀνάγκηι,

ἄλλοθ' ἑκών, ἕλκων τε καὶ ἑλκόμενος παλίνορσος.

ὡς δ' ὅτε δουροτόμοι ξυνὸν πόνον ἀθλεύωσι

πρίονος ἐγκονέοντες, ὅτε τρόπιν ἠέ τιν' ἄλλην

200

χρειὼ πλωτήρεσσιν ἐπισπεύδουσι τελέσσαι,

ἄμφω δὲ τρηχεῖαν ἐρειδομένοιο σιδήρου

ἀλκὴν αὖ ἐρύουσι καὶ οὔποτε ταρσὸς ὀδόντων

τέτραπται μίαν οἶμον, ἐπειγόμενος δ' ἑκάτερθεν

κλάζει τε πρίει τε καὶ ἔμπαλιν ἕλκεται αἰεί,

205

τοῖον καὶ ῥινοῖσι πέλει καὶ θηρὶ δαφοινῶι

νεῖκος ἀνελκομένωι τε βιαζομένοις θ' ἑτέρωθεν.

πολλὴν δ' αἱματόεσσαν ὑπεὶρ ἁλὸς ἔπτυσεν ἄχνην

παφλάζων ὀδύνηισιν, ὑποβρύχιον δὲ μέμυκε

μαινομένου φύσημα, περιστένεται δέ οἱ ὕδωρ

210

ἀμβολάδην· φαίης κεν ὑπ' οἴδμασι πᾶσαν ἀϋτμὴν

κευθομένην Βορέαο δυσαέος αὐλίζεσθαι.

τόσσον ἀνασθμαίνει λάβρον μένος, ἀμφὶ δὲ πυκναὶ

δίναις οἰδαλέηισιν ἑλισσόμεναι στροφάλιγγες

οἴδματα κοιλαίνουσι διϊσταμένοιο πόροιο.

215

οἷον δ' Ἰονίοιο παρὰ στόμα καὶ κελάδοντος

Τυρσηνοῦ πόντοιο μέση πορθμοῖο διαρρὼξ

εἰλεῖται, λάβροισιν ὑπ' ἄσθμασι Τυφάωνος

μαινομένη, δειναὶ δὲ τιταινόμεναι στροφάλιγγες

κῦμα θοὸν κάμπτουσι, περιστρέφεται δὲ κελαινὴ

220

ἑλκομένη δίνηισι παλιρροίβδοισι Χάρυβδις,

ὣς τότε κητείοισιν ὑπ' ἄσθμασι χῶρος ἁπάντηι

ξαινόμενος βέμβικας ἑλίσσεται Ἀμφιτρίτης.

ἔνθα τις ἰχθυβόλων γλαφυρὸν σκάφος ὠκὺς ἐρέσσων

ἐς χέρσον κατάγοιτο καὶ ἀκταίης ἀπὸ πέτρης

225

ὁρμιὴν ἅψαιτο καὶ αὐτίκα νοστήσειε,

πρυμναίοις ἅτε νῆα κατοχμάσσας ὑπὸ δεσμοῖς.

τὸν δ' ὅτε παιφάσσοντα λάβηι κόρος, ἐκ δ' ὀδυνάων

θὴρ ὀλοὸς μεθύηι, καμάτωι δέ οἱ ἄγριον ἦτορ

κλίνηται, ῥέψηι δὲ μόρου στυγεροῖο τάλαντα,

230

ἀσκὸς μὲν πρώτιστος ἀνέδραμε πείρατα νίκης

ἀγγέλλων, μέγα δ' ἦτορ ἐν ἀγρευτῆρσιν ἄειρεν.

οἷον δ' ἀλγινόεντος ἀνερχόμενον πολέμοιο

κήρυκ' ἀργυφέοισιν ἐν εἵμασιν ἠδὲ προσώπωι

φαιδρῶι καγχαλόωντες ἑοὶ μεθέπουσιν ἑταῖροι,

235

αἴσιον ἀγγελίην ποτιδεγμένοι αὐτίκ' ἀκοῦσαι,

ὣς οἱ καγχαλόωσιν ἐσαθρήσαντες ἔνερθε

ῥινὸν ἀνερχομένην εὐάγγελον· αὐτίκα δ' ἄλλοι

ἀσκοὶ ἐπαντέλλουσι καὶ ἀνδύνουσι θαλάσσης,

βριθὺ πέλωρ σύροντες· ὁ δ' ἕλκεται οὐλόμενος θὴρ

240

οὐκ ἐθέλων, μόχθωι τε καὶ ἕλκεϊ θυμὸν ἀλύων.

ἔνθα τότ' ἰχθυβόλων θράσος ἔγρεται, ἄγχι δὲ νῆας

εὐκώπους ἐλόωσιν ἐπειγομένοισιν ἐρετμοῖς·

πολλὴ δὲ σμαραγή, πολλὴ δ' ἀνὰ πόντον ἀϋτὴ

σπερχομένων τέτρηχε καὶ ἀλλήλους ἐς ἄεθλον

245

κεκλομένων· φαίης κεν ἐνυάλιον πόνον ἀνδρῶν

δέρκεσθαι· τοίη γὰρ ἐνὶ φρεσὶν ἵσταται ἀλκή,

τόσσος δὲ φλοῖσβός τε καὶ ἵμερος ἰωχμοῖο.

τῶν μέν τις καὶ τῆλε δυσηχέα δοῦπον ἀκούσας

αἰπόλος ἢ βαθύμαλλον ἐν ἄγκεσι πῶϋ κομίζων,

250

ἢ δρυτόμος πεύκης ὀλετὴρ ἢ θῆρας ἐναίρων

θαμβήσας πόντου τε καὶ ἠιόνος ἐγγὺς ἱκάνει,

στὰς δὲ κατὰ προβλῆτος ὑπερφίαλον πόνον ἀνδρῶν

φυλόπιδος βυθίης θηήσατο καὶ τέλος ἄγρης

εὐπάγλου· τοὺς δ' ὑγρὸς Ἄρης ἄσβεστος ὀρίνει.

255

ἔνθ' ὁ μὲν ἐν παλάμηισι τανυγλώχινα τρίαιναν

πάλλει, ὁ δ' ὀξείης ἀκίδος βέλος, οἱ δὲ φέρουσιν

εὐκαμπῆ δρεπάνην, ὁ δέ τις βουπλῆγα τιταίνει

ἀμφιτόμον· πᾶσιν δὲ πόνος, πᾶσιν δὲ σιδήρου

χεῖρας ἐφοπλίζει βριαρὴ γένυς, ἄγχι δὲ θῆρα

260

βάλλουσ', οὐτάζουσι, καταΐγδην ἐλόωντες.

αὐτὰρ ὅ γ' ἠνορέης μὲν ὑπερφιάλοιο λέλησται,

οὐδ' ἔτ' ἔχει γενύεσσι καὶ ἱέμενός περ ἐρύκειν

νῆας ἐπεσσυμένας, πτερύγων δ' ὑπεραχθέϊ ῥιπῆι

ἄκρηι τ' ἀλκαίηι βύθιον διὰ κῦμα λαχαίνων

265

ἔμπαλιν ἐς πρύμνας ὠθεῖ νέας, ἔργα δ' ἐρετμῶν

ἀνδρῶν τ' ἠνορέην γνάμπτει πάλιν, ἠΰτ' ἀήτης

ἀντίβιος πρώρηισιν ἐναντία κῦμα κυλίνδων·

τῶν δ' ἐνοπὴ κέκληγεν ἐφιεμένων πονέεσθαι,

κῦμα δ' ἅπαν λύθροιο φορύσσεται ἐκχυμένοιο

270

ὠτειλαῖς ὀλοῆισι· τὸ δὲ ζέει ἄπλετον ὕδωρ

αἵματι κητείωι, γλαυκὴ δ' ἐρυθαίνεται ἅλμη.

ὡς δ' ὅτε χειμερίοιο κατερχομένου ποταμοῖο

κόλπον ἐς οἰδματόεντα λόφων ἀπὸ μιλτοκαρήνων

ἰλὺς αἱματόεσσα κυλίνδεται ὕδατος ὁρμῆι,

275

κιρναμένη δίνηισιν· ἑκὰς δ' ἐρυθαίνεται ὕδωρ

ξανθῆς ἐκ κονίης, λύθρος δ' ἔχει ὥστε θάλασσαν,

ὣς τότε κητείοιο πόρος λύθροιο πέφυρται

φοίνιος ἐν προχοῆισι δαϊζομένου βελέεσσιν.

ἐν δέ οἱ ὠτειλῆισιν ἀφυσσάμενοι ῥόον ἄντλου

280

πευκεδανὸν στάζουσ'· ἡ δ' ἕλκεσι μισγομένη ἃλς

ἠΰτε πυρκαϊὴ ὀλοώτατον ἧψεν ὄλεθρον.

ὡς δὲ Διὸς μάστιγι βαλεῖ τρόπιν αἰθέριον πῦρ

πόντον ἀμειβομένην, νέμεται δέ μιν αἰθαλόεσσα

ῥιπή, τὴν δ' ἔτι μᾶλλον ἐποτρύνουσα κορύσσει

285

μισγομένη δίοισιν ὁμοῦ πυρσοῖσι θάλασσα,

ὣς κείνου χαλεπάς τε βολὰς ὀδύνας τε κορύσσει

ἄντλου πυθομένοιο δυσαέος ἄγριον ὕδωρ.

ἀλλ' ὅτε μιν δμηθέντα πολυτμήτοις ὀδύνηισιν

ἤδη λευγαλέοιο παρὰ προθύροις θανάτοιο

290

μοῖρα φέρηι, τότε δή μιν ἀναψάμενοι ποτὶ χέρσον

γηθόσυνοι σύρουσιν· ὁ δ' ἕλκεται οὐκ ἐθέλων περ,

πολλῆισι γλωχῖσι πεπαρμένος ἠΰτε γόμφοις,

νευστάζων ὀλοοῖο μόρου τέλος οἰνοβαρείων·

οἱ δὲ μέγαν νίκης παιήονα κυδαίνοντες,

295

εἰρεσίηι σπέρχοντες ἐπικλάζουσι θαλάσσηι,

ὀξὺν ἐπειγομέναις ἐλάταις νόμον ἀείδοντες.

ὡς δ' ὁπότ' εἰναλίοιο διακρινθέντος Ἄρηος

νῆας ἀναψάμενοι νηῶν ἐπιβήτορας ἄνδρας

δυσμενέας ποτὶ χέρσον ἐπειγόμενοι κατάγωσι

300

γηθόσυνοι, νίκης δὲ διαπρύσιον βοόωσι

ναυμάχον εἰρεσίης παιήονα· τοὶ δ' ἀέκοντες

ἀχνύμενοι δηΐοισιν ἀναγκαίηι ξυνέπονται,

ὣς οἵ γ' αἰνοπέλωρον ἀναψάμενοι δάκος ἅλμης

γηθόσυνοι κατάγουσιν ἐπ' ἠιόνας· ἀλλ' ὅτε χέρσωι

305

ἐμπελάσηι, τότε δή μιν ἐτήτυμος ὦρσεν ὄλεθρος

λοίσθιος ἀσπαίρει τε διαξαίνει τε θάλασσαν

σμερδαλέαις πτερύγεσσιν, ἅτ' εὐτύκτωι περὶ βωμῶι

ὄρνις ἑλισσομένη θανάτου στροφάλιγγι κελαινῆι,

δύσμορος· ἦ μάλα πολλὰ λιλαίεται οἴδμαθ' ἱκέσθαι,

310

ἀλλά οἱ ἠνορέης λέλυται σθένος, οὐδέ τι γυῖα

πείθεται, ἐς χέρσον δὲ καθέλκεται αἰνὸν ἀΐσθων,

φορτὶς ὅπως εὐρεῖα πολύζυγος, ἥν τε θαλάσσης

ἀνέρες ἐξερύουσιν ἐπὶ τραφερὴν ἀνάγοντες

χείματος ἱσταμένοιο μεταπνεῦσαι καμάτοιο

315

ποντοπόρου· βριθὺς δὲ πόνος ναύτηισι μέμηλεν·

ὣς οἵ γ' ὀβριμόγυιον ἐπὶ χθόνα κῆτος ἄγουσι·

πλῆσεν δ' ἠιόνα πᾶσαν ὑπ' ἀπλάτοις μελέεσσι

κεκλιμένοις, τέταται δὲ νέκυς ῥίγιστος ἰδέσθαι.

τοῦ μέν τις φθιμένοιο καὶ ἐν χθονὶ πεπταμένοιο

320

εἰσέτι δειμαίνει πελάσαι δυσδερκέϊ νεκρῶι

ταρβεῖ τ' οὐκέτ' ἐόντα καὶ οἰχομένοιό περ ἔμπης

πεφρικὼς αὐτοῖσιν ἐνὶ γναθμοῖσιν ὀδόντας.

ὀψὲ δὲ θαρσήσαντες ἀολλέες ἀμφαγέρονται,

θάμβεϊ παπταίνοντες ἐρείπιον ὠμηστῆρος.

325

ἔνθ' οἱ μὲν γενύων ὀλοὰς στίχας ἠγάσσαντο,

δεινοὺς χαυλιόδοντας, ἀναιδέας, ἠΰτ' ἄκοντας

τριστοιχεὶ πεφυῶτας ἐπασσυτέρηισιν ἀκωκαῖς·

ἄλλοι δ' ὠτειλὰς πολυδηρίτοιο πελώρου

χαλκοτόρους ἀφόωσιν· ὁ δ' ὀξύπρωρον ἄκανθαν

330

θηεῖται σμερδνοῖσιν ἀνισταμένην σκολόπεσσιν·

ἄλλοι δ' ἀλκαίην, ἕτεροι πολυχανδέα νηδὺν

καὶ κεφαλὴν ἀπέλεθρον ὁρώμενοι ἠγάσσαντο.

καί τις ἀνὴρ ὁρόων βλοσυρὸν δάκος Ἀμφιτρίτης

ἤθεσιν ἐν τραφεροῖσι πολὺ πλέον ἠὲ νέεσσι

335

δηθύνων ἑτάροισι μετέννεπεν ἐγγὺς ἐοῦσι·

Γαῖα, φίλη θρέπτειρα, σὺ μὲν τέκες ἠδ' ἐκόμισσας

φορβῆι χερσαίηι· κόλποις δ' ἐνὶ σεῖο θάνοιμι,

ἦμαρ ὅτ' ἀντήσειε τὸ μόρσιμον· ἔργα δὲ πόντου

εὐμενέοι, χέρσωι δὲ Ποσειδάωνα σέβοιμι·

340

μηδέ μ' ἐν ἀργαλέοις ὀλίγον δόρυ κύμασι πέμποι,

μηδ' ἀνέμους νεφέλας τε κατ' ἠέρα παπταίνοιμι·

οὐ γὰρ ἁλὸς ῥοθίων τόσσος φόβος οὐδ' ἀλεγεινῆς

ἀνδράσι ναυτιλίης καὶ ὀϊζύος ἣν μογέουσιν,

αἰεὶ δυσκελάδοισι συνιππεύοντες ἀέλλαις,

345

οὐδ' ἅλις ὀλλυμένοις διερὸς μόρος, ἀλλ' ἔτι τοίους

δαιτυμόνας μίμνουσιν, ἀτυμβεύτου δὲ τάφοιο

θηρείου λαιμοῖο μυχοὺς πλήσαντο τυχόντες·

δειμαίνω τοίων ἀχέων τροφόν· ἀλλά, θάλασσα,

χαῖρέ μοι ἐκ γαίης, ἕκαθεν δ' ἐμοὶ ἤπιος εἴης.

350

Κήτεα μὲν τοίοισιν ἐδηιώσαντο πόνοισιν

ὅσσα δέμας προβέβηκεν ὑπερφυές, ἄχθεα πόντου.

ὅσσα δὲ βαιοτέρων μελέων λάχε, τοῖσι καὶ ἄγρη

βαιοτέρη, θήρεσσι δ' ἐοικότα τεύχε' ἔασι,

μείονες ὁρμιαί, μείων γένυς ἀγκίστροιο,

355

φορβὴ παυροτέρη, γενύων δόλος, ἀντὶ δὲ ῥινῶν

αἰγοδόρων ἁψῖδες ἀναπτόμεναι κολοκύντης

ἀζαλέης θήρειον ἄνω δέμας αὖ ἐρύουσι.

Λάμνης δὲ σκύμνοισιν ὅτ' ἀντήσωσ' ἁλιῆες,

πολλάκι καὶ τροπὸν αὐτόν, ἐπαρτέα δεσμὸν ἐρετμοῦ,

360

λυσάμενοι προὔτειναν ἐν οἴδμασιν· ἡ δ' ἐσιδοῦσα

ἔσσυτο καὶ γενύων προΐει μένος, αἶψα δὲ σειρῆι

ἐνσχόμενοι μίμνουσιν ἅτ' ἐν δεσμοῖσιν ὀδόντες

ἀγκύλοι· ἔνθεν ἔπειτα πόνος ῥήϊστος ὀλέσσαι

λάμνην τριγλώχινος ὑπὸ ῥιπῆισι σιδήρου.

365

Ἔξοχα δ' ἐχθοδοποῖς ἐνὶ κήτεσι μαργαίνουσι

λαιμῶι λαβροσύνηι τε κυνῶν ὑπέροπλα γένεθλα·

ἔξοχα δ' ὑβρισταὶ καὶ ἀγήνορες, οὐδέ κεν ἄν τι

ἀντόμενοι τρέσσειαν, ἀναιδείην ἀχάλινον

αἰεὶ κυμαίνουσαν ἐπὶ φρεσὶ λύσσαν ἔχοντες·

370

πολλάκι δ' ἰχθυβόλοισι καὶ ἐς λίνον ἀΐξαντες

κύρτοις τ' ἐμπελάσαντες ἐδηλήσανθ' ἁλιεῦσιν

ἄγρην ἰχθυόεσσαν, ἑὴν φρένα πιαίνοντες.

τοὺς δέ τις ἀσπαλιεὺς δεδοκημένος ἰχθύσιν αὐτοῖς,

πείρας ἀγκίστρωι, μενοεικέα ληΐδα θήρης,

375

ῥηϊδίως ἐρύσει περὶ γαστέρα μαιμώοντας.

Φώκηι δ' οὐκ ἄγκιστρα τετεύχαται οὔτε τις αἰχμὴ

τρίγλυφος ἥ κεν ἕλοι κείνης δέμας· ἔξοχα γάρ μιν

ῥινὸς ὑπὲρ μελέων στερεὴ λάχεν, ὄβριμον ἕρκος·

ἀλλ' ὅτ' ἐϋπλεκέεσσι λίνοις περικυκλώσωνται

380

φώκην ἀσπαλιῆες ἐν ἰχθύσιν οὐκ ἐθέλοντες,

δὴ τότε τοῖς κραιπνοί τε πόνοι σπουδή τε καθέλκειν

δίκτυον ἐς ῥηγμῖνας, ἐπεὶ φώκην μεμαυῖαν

οὐκ ἂν ἐρητύσειε καὶ εἰ μάλα πολλὰ παρείη

δίκτυα, ῥηϊδίως δὲ βίηι τ' ὀνύχων θ' ὑπ' ἀκωκαῖς

385

ῥήξει τ' ἀΐξει τε καὶ ἔσσεται ἰχθύσιν ἄλκαρ

εἰλομένοις, μέγα δ' ἄλγος ἐνὶ φρεσὶν ἀσπαλιήων.

ἀλλ' ἤν μιν καθέλωσιν ὑποφθαδὸν ἐγγύθι γαίης,

ἔνθα δὲ καὶ τριόδοντι καὶ ἰφθίμοις ῥοπάλοισι

δούρασί τε στιβαροῖσι καταΐγδην ἐλόωντες

390

ἐς κροτάφους πέφνουσιν· ἐπεὶ φώκηισιν ὄλεθρος

ὀξύτατος κεφαλῆφιν ἱκάνεται οὐταμένηισι.

Ναὶ μὴν καὶ χέλυες μάλα πολλάκις ἀντιόωσαι

θήρην λωβήσαντο καὶ ἀνδράσι πῆμα γένοντο.

τάων δ' ἔπλετο μόχθος ἑλεῖν ῥήϊστος ἁπάντων

395

ἀνέρι θαρσαλέωι καὶ ἀταρβέα θυμὸν ἔχοντι·

εἰ γάρ τις καταδὺς κραναὴν χέλυν ἐν ῥοθίοισιν

ὕπτιον ἀνστρέψειεν ἐπ' ὄστρακον, οὐκέτι κείνη

πολλὰ καὶ ἱεμένη δύναται μόρον ἐξαλεείνειν·

ὕψι δ' ἀναπλώει κοῦφον πλόον ἀσπαίρουσα

400

ποσσίν, ἁλὸς μεμαυῖα· γέλως δ' ἔχει ἀγρευτῆρας.

τὴν δ' ὁτὲ μὲν θείνουσι σιδηρείηισι βολῆισιν,

ἄλλοτε δ' ἐν βροχίδεσσιν ἀναψάμενοι μεθέπουσιν.

ὡς δ' ὅτε νηπίαχα φρονέων πάϊς οὐρεσίφοιτον

ἀνστρέψηι τρηχεῖαν ἑλὼν χέλυν, ἡ δ' ἐπὶ νῶτα

405

κεκλιμένη μάλα πολλὰ λιλαίεται οὖδας ἱκέσθαι,

ῥικνὰ ποδῶν σείουσα καὶ ἀγκύλα γούνατα, μόχθωι

πυκνὸν ἐπασπαίρουσα, γέλως δ' ἔχει ὅς κεν ἴδηται,

ὣς κείνης ὁμόφυλον ἁλὸς δάκος ὕπτιον ἅλμηι

ἐμφέρεται λωβητὸν ὑπ' ἀνδράσιν ἰχθυβόλοισι.

410

Πολλάκι δ' ἐς τραφερὴν ἀνανίσσεται, ἐκ δὲ βολάων

ἠελίου φολίδας περιδαίεται, αὖα δὲ γυῖα

ἐς πόντον φορέει, τὴν δ' οὐκέτι καὶ μεμαυῖαν

κῦμα μέλαν δέχεται, φορέει δέ μιν ἠδὲ κυλίνδει

ὕψι μάλ' ἱεμένην νεάτης ἁλός· οἱ δ' ἐσιδόντες

415

ἰχθυβόλοι μάλα ῥεῖα καὶ ἀσπασίως ἐδάμασσαν.

Δελφίνων δ' ἄγρη μὲν ἀπότροπος, οὐδὲ θεοῖσι

κεῖνος ἔτ' ἐμπελάσειε θυτὴρ φίλος οὐδέ κε βωμῶν

εὐαγέως ψαύσειεν, ὁμωροφίους δὲ μιαίνει,

ὅς κεν ἑκὼν δελφῖσιν ἐπιφράσσηται ὄλεθρον.

420

ἶσα γὰρ ἀνδρομέοισιν ἀπεχθαίρουσι φόνοισι

δαίμονες εἰναλίων ὀλοὸν μόρον ἡγητήρων·

ἶσα γὰρ ἀνθρώποισι νοήματα καὶ προπόλοισι

Ζηνὸς ἁλιγδούποιο· τὸ καὶ φιλότητι γενέθλης

κέχρηνται, μέγα δ' εἰσὶ συνάρθμιοι ἀλλήλοισιν.

425

ἤδη γὰρ δελφῖνες ἐνηέες ἀνδράσιν οἵην

ἄγρην εὐθήρητον ἐπ' ἰχθύσιν ὡπλίσσαντο

νήσωι ἐν Εὐβοίηι μετὰ κύμασιν Αἰγαίοισιν·

εὖτε γὰρ ἑσπερίης θήρης πόνον ἐγκονέωσιν

ἰχθυβόλοι, νεπόδεσσι πυρὸς φορέοντες ὁμοκλήν,

430

ἴπνου χαλκείοιο θοὸν σέλας, οἱ δ' ἐφέπονται

δελφῖνες, σύνθηρον ἐπισπεύδοντες ὄλεθρον.

ἔνθ' οἱ μὲν τρομέοντες ἀποτροπάδην ἀλέονται

ἰχθύες, οἱ δ' ἔκτοσθεν ἐπαΐσσοντες ὁμαρτῆ

δελφῖνες φοβέουσι καὶ ἱεμένους ἐπὶ βύσσαν

435

τρωπᾶσθαι ποτὶ χέρσον ἀνάρσιον ἐξελόωσι,

πυκνὸν ἐπιθρώσκοντες, ἅτ' ἀνδράσι θηρητῆρσι

θῆρα κύνες σεύοντες ἀμοιβαίηις ὑλακῆισι.

τοὺς δ' ἀγχοῦ ποτὶ χέρσον ἀτυζομένους ἁλιῆες

ῥηϊδίως βάλλουσιν ἐϋγλώχινι τριαίνηι.

440

τοῖσι δ' ἄφυκτα κέλευθα, διορχεῦνται δ' ἐνὶ πόντωι,

καὶ πυρὶ καὶ δελφῖσιν ἐλαυνόμενοι βασιλεῦσιν.

ἀλλ' ὁπόταν θήρης εὐαγρέος ἔργον ἄνηται,

δὴ τότ' ἀπαιτίζουσι παρασχεδὸν ἐμπελάσαντες

μισθὸν ὁμοφροσύνης, θήρης ἀποδάσμιον αἶσαν·

445

οἱ δ' οὐκ ἠνήναντο, πόρον δ' εὐαγρέα μοῖραν

ἀσπασίως· ἢν γάρ τις ὑπερφιάλως ἀλίτηται,

οὐκέτι οἱ δελφῖνες ἀρηγόνες εἰσὶν ἐπ' ἄγρην.

Καὶ μέν τις Λέσβοιο παλαίφατον ἔργον ἀοιδοῦ

ἔκλυεν, ὡς δελφῖνος ὀχησάμενος περὶ νώτωι

450

κῦμα μέλαν περάασκε καθήμενος, ἄτρομος ἦτορ,

ἀείδων, καὶ πότμον ὑπέκφυγε ληϊστήρων

Ταιναρίηι τ' ἐπέλασσεν ἐπὶ προβολῆισι Λακώνων.

καί πού τις Λίβυος κούρου πόθον οἶδεν ἀκούων,

τοῦ ποτε ποιμαίνοντος ἐράσσατο θερμὸν ἔρωτα

455

δελφίς, σὺν δ' ἤθυρε παρ' ἠιόσι, καὶ κελαδεινῆι

τερπόμενος σύριγγι λιλαίετο πώεσιν αὐτοῖς

μίσγεσθαι πόντον τε λιπεῖν ξυλόχους τ' ἀφικέσθαι.

ἀλλ' οὐδ' ἠϊθέοιο πόθους ἐπὶ πᾶσα λέλησται

Αἰολίς· οὔτι παλαιόν, ἐφ' ἡμετέρηι δὲ γενέθληι·

460

δελφὶς ὥς ποτε παιδὸς ἐράσσατο νησαίοιο·

νήσωι δ' ἐνναίεσκεν, ἀεὶ δ' ἔχε ναύλοχον ὅρμον,

ἀστὸς ὅπως, ἕταρον δὲ λιπεῖν ἠναίνετο θυμῶι,

ἀλλ' αὐτοῦ μίμναζε παρέστιος ἐξέτι τυτθοῦ,

σκύμνος ἀεξηθείς, ὀλίγον βρέφος, ἤθεσι παιδὸς

465

σύντροφος· ἀλλ' ὅθ' ἵκοντο τέλος γυιαλκέος ἥβης,

καί ῥ' ὁ μὲν ἠϊθέοισι μετέπρεπεν, αὐτὰρ ὁ πόντωι

ὠκύτατος δελφὶς ἑτέρων προφερέστατος ἦεν,

δή ῥα τότ' ἔκπαγλόν τε καὶ οὐ φατὸν οὐδ' ἐπίελπτον

θάμβος ἔην ξείνοισι καὶ ἐνναέτηισιν ἰδέσθαι·

470

πολλοὺς δ' ὤρορε φῆμις ἰδεῖν σέβας ὁρμηθέντας,

ἠΐθεον δελφῖνι συνηβώοντας ἑταίρους·

πολλαὶ δ' ἠϊόνων ἀγοραὶ πέλας ἦμαρ ἐπ' ἦμαρ

ἱεμένων ἵσταντο σέβας μέγα θηήσασθαι.

ἔνθ' ὁ μὲν ἐμβεβαὼς ἄκατον κοίλοιο πάροιθεν

475

ὅρμου ἀναπλώεσκε, κάλει δέ μιν οὔνομ' ἀΰσας

κεῖνο, τό μιν φήμιξεν ἔτι πρώτης ἀπὸ φύτλης·

δελφὶς δ' ἠΰτ' ὀϊστός, ἐπεὶ κλύε παιδὸς ἰωήν,

κραιπνὰ θέων ἀκάτοιο φίλης ἄγχιστος ἵκανε,

σαίνων τ' οὐραίηι κεφαλήν τ' ἀνὰ γαῦρος ἀείρων,

480

παιδὸς ἐπιψαῦσαι λελιημένος· αὐτὰρ ὁ χερσὶν

ἦκα καταρρέζεσκε, φιλοφροσύνηισιν ἑταῖρον

ἀμφαγαπαζόμενος, τοῦ δ' ἵετο θυμὸς ἱκέσθαι

αὐτὴν εἰς ἄκατον παιδὸς πέλας· ἀλλ' ὅτ' ἐς ἅλμην

κοῦφα κυβιστήσειεν, ὃ δ' ἐγγύθι νήχετο κούρου,

485

αὐτῆισι πλευρῆισιν ἀνὰ πλευρὰς παρενείρων,

αὐτῆισι γενύεσσι πέλας γένυν, ἠδὲ καρήνωι

ἐγχρίμπτων κεφαλήν· φαίης κέ μιν ἱμείροντα

κῦσσαι καὶ στέρνοισι περιπτύξαι μενεαίνειν

ἠΐθεον· τοίηι γὰρ ὀπάονι νήχετο ῥιπῆι.

490

ἀλλ' ὅτε καὶ πελάσειε παρ' ἠιόσιν, αὐτίκα κοῦρος

ἁψάμενος λοφιῆς διερῶν ἐπεβήσατο νώτων·

αὐτὰρ ὅ γ' ἀσπασίως παιδὸς δέμας ἔμφρονι θυμῶι

δεξάμενος φοίτασκεν, ὅπηι νόος ἠϊθέοιο

ἤλαεν, εἴτ' ἄρα πόντον ἐπ' εὐρέα τῆλε κελεύοι

495

στέλλεσθ', εἴθ' αὔτως λιμένος διὰ χῶρον ἀμείβειν,

ἢ χέρσωι πελάειν, ὁ δ' ἐπείθετο πᾶσαν ἐφετμήν.

οὔτε τις ἡνιόχωι πῶλος τόσον ἐν γενύεσσι

μαλθακὸς εὐγνάμπτοισιν ἐφέσπεται ὧδε χαλινοῖς,

οὔτε τις ἀγρευτῆρι κύων ἐθὰς ὀτρύνοντι

500

τόσσον ὑπεικαθέων ἐπιπείθεται, ἧι κεν ἄγηισιν,

οὔτ' ἔτι κεκλομένοιο τόσον θεράποντες ἄνακτος

πειθόμενοι ῥέζουσιν ἑκούσιον ἔργον ἑκόντες,

ὅσσον ὑπ' ἠϊθέωι δελφὶς φίλος ὀτρύνοντι

πείθετ' ἄνευ ζεύγλης τε βιαζομένων τε χαλινῶν.

505

οὐ μέν μιν μοῦνον φορέειν θέλεν, ἀλλὰ καὶ ἄλλωι

πείθετο, τῶι μιν ἄνωγεν ἄναξ ἑός, ἂν δ' ἐκόμιζε

νώτοις, οὔτινα μόχθον ἀναινόμενος φιλότητι.

τοίη μὲν ζωῶι φιλίη πέλεν· ἀλλ' ὅτε παῖδα

πότμος ἕλε, πρῶτον μὲν ὀδυρομένωι ἀτάλαντος

510

δελφὶς ἠϊόνεσσιν ἐπέδραμεν, ἥλικα κοῦρον

μαστεύων· φαίης κεν ἐτήτυμον ὄσσαν ἀκούειν

μυρομένου· τοῖόν μιν ἀμήχανον ἄμπεχε πένθος·

οὐδ' ἔτι κικλήσκουσιν ἐπείθετο πολλάκις ἀστοῖς

νησαίοις, οὐ βρῶσιν ὀρεγνυμένην ἐθέλεσκε

515

δέχνυσθαι, μάλα δ' αἶψα καὶ ἐξ ἁλὸς ἔπλετ' ἄϊστος

κείνης, οὐδέ τις αὐτὸν ἐπεφράσατ', οὐδ' ἔτι χῶρον

ἵκετο· τὸν μέν που παιδὸς πόθος οἰχομένοιο

ἔσβεσε, σὺν δὲ θανόντι θανεῖν ἔσπευσεν ἑταίρωι.

Ἀλλ' ἔμπης καὶ τόσσον ἐνηείηι προφέροντας

520

καὶ τόσον ἀνθρώποισιν ὁμόφρονα θυμὸν ἔχοντας

Θρήϊκες ὑβρισταὶ καὶ ὅσοι Βύζαντος ἔχουσιν

ἄστυ σιδηρείοισι νοήμασιν ἀγρώσσουσιν·

ἦ μέγ' ἀταρτηροὶ καὶ ἀτάσθαλοι· οὐδέ κε παίδων,

οὐ πατέρων φείσαιντο, κασιγνήτους τ' ὀλέκοιεν

525

ῥηϊδίως· τοῖος δὲ νόμος δυστερπέος ἄγρης.

μητρὶ μὲν αἰνοτόκωι δίδυμον γένος ἐγγὺς ὀπηδεῖ

δελφίνων, ἀταλοῖσιν ἀλίγκιον ἠϊθέοισι·

Θρήϊκες αὖ ἐπὶ τοῖσιν ἀπηνέες ἐντύνονται,

στειλάμενοι δόρυ κοῦφον ἀτάσθαλον ἐς πόνον ἄγρης.

530

οἱ μὲν δὴ λεύσσοντες ἐπειγόμενον σκάφος ἄντην

ἀτρεμέες μίμνουσι καὶ ἐς φόβον οὐχ ὁρόωσιν,

οὔ τιν' ὀϊόμενοι μερόπων δόλον, οὐδέ τιν' ἄτην

ἵξεσθαι, σαίνουσι δ' ἐνηέας ἠΰθ' ἑταίρους

γηθόσυνοι, χρίμπτοντες ἑὸν χαίροντες ὄλεθρον.

535

οἱ δὲ θοῶς ἐλάσαντες ἀκοντιστῆρι τριαίνηι

τήν τ' ἀκίδα κλείουσι, βέλος κρυερώτατον ἄγρης,

δελφίνων ἕνα κοῦρον ἀνωΐστωι βάλον ἄτηι·

αὐτὰρ ὅ γ' ἰδνωθείς, ὀδύνης ὕπο πικρὸν ἀχεύων,

αὐτίχ' ὑποβρυχίης εἴσω καταδύεται ἅλμης,

540

ὀχθίζων σφακέλωι τε καὶ ἀργαλέηισιν ἀνίαις·

οἱ δέ μιν οὐκ ἐρύουσι βιώμενοι· ἦ γὰρ ἂν ἄγρης

μαψιδίως ἅλιον καὶ ἐτώσιον ἔργον ἄροιντο·

ἀλλά οἱ ἱεμένωι δολιχὴν ἐφιᾶσιν ἄγεσθαι

μήρινθον καὶ νῆα κατασπέρχουσιν ἐρετμοῖς,

545

ἑσπόμενοι δελφῖνος ἀτυζομένοιο κελεύθοις.

ἀλλ' ὅτε λευγαλέηισι κακηπελέων ὀδύνηισι

κάμνηι καὶ γλωχῖσι περισκαίρηισι σιδήρου,

δή ῥα τότ' ἀδρανέων ἀναδύεται, ἄλκιμα γυῖα

κεκμηκώς, κούφοισιν ἀειρόμενος ῥοθίοισιν,

550

ὕστατα φυσιόων· μήτηρ δέ μιν οὔποτε λείπει,

ἀλλ' αἰεὶ μογέοντι συνέσπεται, ἔκ τ' ἀνιόντι

βυσσόθεν, ἀχνυμένηι τε καὶ αἰνότατον στεναχούσηι

εἰδομένη· φαίης κεν ὀδυρομένην ὁράασθαι

μητέρα περθομένης πόλιος περὶ δυσμενέεσσι

555

παίδων θ' ἑλκομένων ὑπὸ ληΐδα δουρὸς ἀνάγκηι·

ὣς ἥ γ' αἴν' ἀχέουσα δαϊζομένωι περὶ παιδί,

ὥστ' αὐτὴ μογέουσα καὶ οὐτηθεῖσα σιδήρωι,

δινεύει· τὸν δ' ἄλλον ἑῆς ἀπὸ παῖδα κελεύθου

στέλλει ἐπεμπίπτουσα καὶ ὀτρύνουσα διώκει·

560

φεῦγε, τέκος· μέροπες γὰρ ἀνάρσιοι, οὐκέθ' ἑταῖροι

ἡμῖν, ἀλλὰ σίδηρον ἐφοπλίζουσι καὶ ἄγρην·

ἤδη καὶ δελφῖσιν ἐπεντύνουσιν Ἄρηα,

σπονδάς τ' ἀθανάτων καὶ ὁμοφροσύνην ἀλιτόντες

ἡμετέρην, τὴν πρόσθεν ἐπ' ἀλλήλοις ἐθέμεσθα.

565

τοῖα καὶ ἄφθογγός περ ὅμως τεκέεσσιν ἑοῖσι

μυθεῖται· καὶ τὸν μὲν ἀπέτρεπε τῆλε φέβεσθαι,

τῶι δ' ἑτέρωι κρυερῶς μεμογηότι συμμογέουσα

αὐτῆς ἄγχ' ἀκάτοιο συνέσπεται, οὐδ' ἀπολείπει·

οὐδέ τις ἱέμενός περ ἀποτρέψειε τεκοῦσαν

570

οὔτε βαλὼν οὔτ' ἄλλο φέρων δέος· ἀλλ' ἅμα παιδὶ

ἑλκομένωι δύστηνος ἀνέλκεται, ὄφρα πελάσσηι

δυσμενέων ὑπὸ χεῖρας· ἀνάρσιοι, ἦ μέγ' ἀλιτροὶ

οἵδ', οὔτ' οἰκτείρουσιν ἀτυζομένην ὁρόωντες

οὔτε νόον γνάμπτουσι σιδήρεον, ἀλλὰ καὶ αὐτὴν

575

χαλκείαις ἀκίδεσσι καταΐγδην ἐλάσαντες

παῖδά τε καὶ γενέτειραν ὁμῆι συναπέφθισαν ἄτηι·

ἔφθισαν οὐκ ἀέκουσαν, ἐπεὶ περὶ παιδὶ θανόντι

μήτηρ καὶ φρονέουσα καὶ ἱεμένη δεδάϊκται.

ὡς δ' ὁπότ' ὀρταλίχοισι χελιδόσι νηπιάχοισι

580

νέρθεν ὑπὲξ ὀρόφοιο τυχὼν ὄφις ἄγχι πελάσσηι,

καὶ τοὺς μὲν κατέπεφνε καὶ ἔσπασεν ἔνδον ὀδόντων,

μήτηρ δὲ πρῶτον μὲν ἀτυζομένη δεδόνηται

λοίγια τετριγυῖα φόνου γόον· ἀλλ' ὅτε παῖδας

ἀθρήσηι φθιμένους, ἣ δ' οὐκέτι φύξιν ὀλέθρου

585

δίζεται, ἀλλ' αὐτῆισιν ὑπαὶ γενύεσσι δράκοντος

εἱλεῖται, μέσφ' ὄρνιν ἕληι παιδοκτόνος ἄτη·

ὣς ἄρα καὶ δελφῖνι νέωι συναπέφθιτο μήτηρ,

χεῖρας ἐς ἰχθυβόλων αὐτάγρετος ἀντήσασα.

Ἔθνεα δ' ὀστρακόρινα, τά θ' ἑρπύζουσι θαλάσσηι,

590

πάντα φάτις μήνης μὲν ἀεξομένης κατὰ κύκλον

σαρκὶ περιπλήθειν καὶ πίονα ναιέμεν οἶκον·

φθινούσης δ' ἐξαῦτις ἀφαυροτέροις μελέεσσι

ῥικνοῦσθαι· τοίη τις ἐνί σφισιν ἐστὶν ἀνάγκη.

τῶν δὲ τὰ μὲν δύνοντες ὑπόβρυχα χερσὶ λέγονται

595

ἀνέρες ἐκ ψαμάθοιο, τὰ δ' ἐκ σπιλάδων ἐρύουσι

νωλεμὲς ἐμπεφυῶτα, τὰ δ' ἠιόσιν ἔπτυσαν αὐταῖς

κύματα καὶ βόθροισι λαχαινομένης ψαμάθοιο.

Πορφύραι αὖ πέρι δή τι μετ' ὀστρείοισιν ἔασι

λίχναι· τοίη δέ σφιν ἐτήτυμος ἵσταται ἄγρη.

600

κυρτίδες ἠβαιαὶ ταλάροις γεγάασιν ὁμοῖαι,

πυκνῆισι σχοίνοισι τετυγμέναι· ἐν δ' ἄρα τῆισι

στρόμβους συγκέλσαντες ὁμοῦ χήμηισι τίθενται·

αἱ δ' ὅταν ἐμπελάσωσι βορῆς μεθύουσαι ἔρωτι,

γλῶσσαν ὑπὲκ θαλάμης δολιχὴν βάλον· ἡ δὲ τέτυκται

605

λεπτή τ' ὀξείη τε, διὰ σχοίνων δ' ἐτάνυσσαν

φορβῆς ἱέμεναι, χαλεπῆς δ' ἤντησαν ἐδωδῆς·

γλῶσσα γὰρ ἐν σχοίνοισιν ἐρειδομένη πυκινῆισιν

οἰδάνεται, στείνει δὲ λύγων βρόχος, οὐδ' ἔτ' ὀπίσσω

ἀνδύνει μεμαυῖα, μένει δ' ὀδύνηισι ταθεῖσα,

610

εἰσόκεν αὖ ἐρύσωσι περὶ γλώσσηι μεμαυίας,

πορφυρέοις κάλλιστον ὑφάσμασιν ἄνθος ἄγοντες.

Σπογγοτόμων δ' οὔ φημι κακώτερον ἄλλον ἄεθλον

ἔμμεναι, οὐδ' ἄνδρεσσιν ὀϊζυρώτερον ἔργον.

οἱ δ' ἤτοι πρῶτον μέν, ὅτ' ἐς πόνον ὁπλίζωνται,

615

βρώμηι τ' ἠδὲ ποτοῖσιν ἀφαυροτέροισι μέλονται,

ὕπνωι τ' οὐχ ἁλιεῦσιν ἐοικότι μαλθάσσονται.

ὡς δ' ὅτ' ἀνὴρ εὔγηρυν ἐφοπλίζητ' ἐς ἀγῶνα,

μολπῆς εὐφόρμιγγος ἔχων Φοιβήϊον εὖχος,

πᾶσα δέ οἱ μέλεται κομιδή, πάντηι δὲ φυλάσσει,

620

πιαίνων ἐς ἄεθλα λιγυφθόγγου μέλος αὐδῆς,

ὣς οἵ γ' ἐνδυκέως κομιδὴν εὔφρουρον ἔχουσι,

ὄφρα σφι πνοιή τε μένηι ποτὶ βυσσὸν ἰοῦσιν

ἀσκηθής, προτέροιο δ' ἀναψύξωσι πόνοιο.

ἀλλ' ὅτ' ἀεθλεύωσι μέγαν πόνον ἐξανύοντες,

625

εὐχόμενοι μακάρεσσιν ἁλὸς μεδέουσι βαθείης

ἀρῶνται κήτειον ἀλεξῆσαί σφισι πῆμα,

μήτε τιν' ἀντιάσαι λώβην ἁλός· ἢν δ' ἐσίδωνται

κάλλιχθυν, τότε δή σφι νόον μέγα θάρσος ἱκάνει·

οὐ γάρ πω κείνηισι νομαῖς ἔνι κῆτος ἄαπτον,

630

οὐ δάκος, οὐδέ τι πῆμα θαλάσσιον ἄλλο φαάνθη,

ἀλλ' αἰεὶ καθαροῖσιν ἀπημάντοις τε πόροισι

τέρπονται· τῶι καί μιν ἐφήμισαν ἱερὸν ἰχθύν.

τῶι δ' ἐπιγηθήσαντες ἐπισπεύδουσι πόνοισι.

πείσματι μηκεδανῶι μεσάτης ὑπὲρ ἰξύος ἀνὴρ

635

ἔζωσται, παλάμηισι δ' ἐν ἀμφοτέρηισιν ἀείρει

τῆι μὲν ἐριβριθῆ μολίβου χύσιν ἀμφιμεμαρπώς,

δεξιτερῆι δ' ἅρπην εὐήκεα χειρὶ τιταίνει·

φρουρεῖ δ' ἐν γενύεσσιν ὑπὸ στόμα λευκὸν ἄλειφαρ·

στὰς δ' ἄρ' ὑπὲρ πρώρης ἐσκέψατο πόντιον οἶδμα

640

ὁρμαίνων βριθύν τε πόνον καὶ ἀθέσφατον ὕδωρ.

οἱ δέ μιν ὀτρύνουσιν ἐπισπέρχουσί τε μύθοις

θαρσαλέοις ἐπὶ μόχθον, ἅτ' ἐν νύσσηι βεβαῶτα

ἄνδρα ποδωκείης δεδαημένον· ἀλλ' ὅτε θυμῶι

θαρσήσηι, δίναις μὲν ἐνήλατο, τὸν δὲ καθέλκει

645

ἱέμενον πολιοῦ μολίβου βεβριθότος ὁρμή.

αὐτὰρ ὅ γ' ἐς βυσσὸν προμολὼν ἐξέπτυσ' ἀλοιφήν·

ἡ δὲ μέγα στίλβει τε καὶ ὕδατι μίσγεται αὐγή,

ὄρφνης ἠΰτε πυρσὸς ἀνὰ κνέφας ὄμμα φαείνων·

πέτραις δ' ἐμπελάσας σπόγγους ἴδεν· οἱ δὲ φύονται

650

ἐν νεάτοις πλαταμῶσιν, ἀρηρότες ἐν σπιλάδεσσι·

καί σφισι καὶ πνοιὴν φάτις ἔμμεναι, οἷα καὶ ἄλλοις,

ὅσσα πολυρραθάγοισιν ἐνὶ σπιλάδεσσι φύονται.

αἶψα δ' ἐπαΐξας δρεπάνηι τάμε χειρὶ παχείηι

ὥστε τις ἀμητὴρ σπόγγων δέμας, οὐδέ τι μέλλει

655

δηθύνων, σχοῖνον δὲ θοῶς κίνησεν, ἑταίροις

σημαίνων κραιπνῶς μιν ἀνελκέμεν· αἷμα γὰρ ἐχθρὸν

αὐτίκ' ἀπὸ σπόγγων ῥαθαμίζεται, ἀμφὶ δ' ἄρ' ἀνδρὶ

εἱλεῖται, πνοιῆι δὲ δυσαέϊ πολλάκι φῶτα

ἔσβεσε μυκτήρεσσιν ἐνισχόμενος βαρὺς ἰχώρ.

660

τοὔνεκα λαιψηρῶς ἀναδύεται ὥστε νόημα

ἑλκόμενος· τὸν μέν τις ἰδὼν προφυγόντα θαλάσσης

ἄμφω γηθήσειε καὶ οἰκτείρων ἀκάχοιτο·

ὧδε γὰρ ἠπεδανοῖσι παριεμένου μελέεσσι

δείματι καὶ καμάτωι θυμαλγέϊ γυῖα λέλυνται.

665

πολλάκι δ' ἐχθίστης τε τυχὼν καὶ ἀπηνέος ἄγρης

ἅλμενος ἐς πόντοιο βαθὺν πόρον οὐκέτ' ἀνέσχε,

δύσμορος, ἀντιάσας δυσδερκέϊ θηρὶ πελώρωι·

καί ῥ' ὁ μὲν οἷς ἑτάροισιν ἐπισείων θαμὰ δεσμὸν

κέκλεται αὖ ἐρύειν, τὸ δέ οἱ δέμας ἡμιδάϊκτον

670

κητείη τε βίη καὶ ὁμόστολοι ἔσπασαν ἄνδρες,

οἰκτρὸν ἰδεῖν, ἔτι νηὸς ἐφιέμενον καὶ ἑταίρων·

οἱ δὲ θοῶς κεῖνόν τε πόρον καὶ λυγρὸν ἄεθλον

ἀχνύμενοι λείπουσι καὶ ἐς χέρσον κατάγονται

λείψανα δυστήνοιο περικλαίοντες ἑταίρου.

675

Τόσσ' ἐδάην, σκηπτοῦχε διοτρεφές, ἔργα θαλάσσης.

σοὶ δ' αἰεὶ νῆες μὲν ἀπήμονες ἰθύνοιντο,

πεμπόμεναι λιαροῖσι καὶ ἰθυπόροισιν ἀήταις,

αἰεὶ δ' ἰχθυόεσσα περιπλήθοιτο θάλασσα,

γαίης δ' ἀστυφέλικτα Ποσειδάων ἐρύοιτο

680

Ἀσφάλιος ῥιζοῦχα θεμείλια νέρθε φυλάσσων.