BIBLIOTHECA AUGUSTANA

 

Oppianos

floruit 180 p. Chr. n.

 

Ἁλιευτικὰ

 

Βιβλίον γʹ

 

___________________________________________________

 

 

 

 

Νῦν δ' ἄγε μοι, σκηπτοῦχε, παναίολα δήνεα τέχνης

ἰχθυβόλου φράζοιο καὶ ἀγρευτῆρας ἀέθλους,

θεσμόν τ' εἰνάλιον ξυμβάλλεο, τέρπεο δ' οἴμηι

ἡμετέρηι· σοῖς μὲν γὰρ ὑπὸ σκήπτροισι θάλασσα

 5

εἰλεῖται καὶ φῦλα Ποσειδάωνος ἐναύλων,

ἔργα δέ τοι ξύμπαντα μετ' ἀνδράσι πορσύνονται,

σοὶ δ' ἐμὲ τερπωλήν τε καὶ ὑμνητῆρ' ἀνέηκαν

δαίμονες ἐν Κιλίκεσσιν ὑφ' Ἑρμαίοις ἀδύτοισι.

Ἑρμεία, σὺ δέ μοι πατρώϊε, φέρτατε παίδων

10

Αἰγιόχου, κέρδιστον ἐν ἀθανάτοισι νόημα,

φαῖνέ τε καὶ σήμαινε καὶ ἄρχεο, νύσσαν ἀοιδῆς

ἰθύνων· βουλὰς δὲ περισσονόων ἁλιήων

αὐτός, ἄναξ, πρώτιστος ἐμήσαο καὶ τέλος ἄγρης

παντοίης ἀνέφηνας, ἐπ' ἰχθύσι κῆρας ὑφαίνων.

15

Πανὶ δὲ Κωρυκίωι βυθίην παρακάτθεο τέχνην,

παιδὶ τεῶι, τὸν φασὶ Διὸς ῥυτῆρα γενέσθαι,

Ζηνὸς μὲν ῥυτῆρα, Τυφαόνιον δ' ὀλετῆρα.

κεῖνος γὰρ δείπνοισιν ἐπ' ἰχθυβόλοισι δολώσας

σμερδαλέον Τυφῶνα παρήπαφεν, ἔκ τε βερέθρου

20

δύμεναι εὐρωποῖο καὶ εἰς ἁλὸς ἐλθέμεν ἀκτήν·

ἔνθα μιν ὀξεῖαι στεροπαὶ ῥιπαί τε κεραυνῶν

ζαφλεγέες πρήνιξαν· ὁ δ' αἰθόμενος πυρὸς ὄμβροις

κρᾶθ' ἑκατὸν πέτρηισι περιστυφελίζετο πάντηι

ξαινόμενος· ξανθαὶ δὲ παρ' ἠϊόνεσσιν ἔτ' ὄχθαι

25

λύθρωι ἐρευθιόωσι Τυφαονίων ἀλαλητῶν.

Ἑρμεία κλυτόβουλε, σὲ δ' ἔξοχον ἱλάσκονται

ἰχθυβόλοι· τῶι καί σε σὺν ἀγροίοισιν ἀΰσας

δαίμοσιν εὐθήροιο μετὰ κλέος ἔρχομαι οἴμης.

Πρῶτα μὲν ἀσπαλιῆϊ δέμας καὶ γυῖα παρείη

30

ἀμφότερον καὶ κραιπνὰ καὶ ἄλκιμα, μήτε τι λίην

πίονα μήτε τι σαρκὶ λελειμμένα· δὴ γὰρ ἀνάγκη

πολλάκι μιν κρατεροῖσιν ἀνελκομένοισι μάχεσθαι

ἰχθύσιν, οἷς ὑπέροπλον ἔνι σθένος, εἰσόκεν ἅλμης

μητρὸς ἐν ἀγκοίνηισιν ἑλισσόμενοι δονέονται.

35

χρειὼ δ' ἐκ πέτρης τε θορεῖν πέτρην τ' ἀνοροῦσαι

ῥηϊδίως· χρειὼ δὲ πόνου βυθίοιο ταθέντος

ῥίμφα διϊχνεῦσαι δολιχὸν πόρον ἔς τε βάθιστα

δῦναι καὶ μίμνοντα μετ' οἴδμασιν ὡς ἐπὶ γαίης

δηθύνειν ἔργοισι πονεύμενον, οἷς ἐνὶ πόντωι

40

ἄνδρες ἀεθλεύουσι ταλάφρονα θυμὸν ἔχοντες.

ψυχὴν δ' ἀσπαλιεὺς πολυπαίπαλος ἠδὲ νοήμων

εἴη· ἐπεὶ μάλα πολλὰ καὶ αἰόλα μηχανόωνται

ἰχθύες ἐγκύρσαντες ἀνωΐστοισι δόλοισι.

τολμήεις δὲ μάλιστα καὶ ἄτρομος ἠδὲ σαόφρων

45

εἴη, μηδ' ὕπνου φιλέοι κόρον· ὀξὺ δὲ λεύσσοι

ἐγρήσσων κραδίηι τε καὶ ὄμμασι πεπταμένοισιν.

εὖ δὲ φέροι καὶ χεῖμα Διὸς καὶ δίψιον ὥρην

Σειρίου· ἱμείροι δὲ πόνων, ἐράοι δὲ θαλάσσης·

ὧδε γὰρ εὐάγρης τε καὶ Ἑρμείαι φίλος εἴη.

50

Θήρη δ' ἑσπερίη μὲν ὀπωρινῆισιν ἐν ὥραις

καρτίστη τελέθει καὶ ἑωσφόρος εὖτ' ἀνατέλληι·

χείματι δ' ἠελίοιο βολαῖς ἅμα κιδναμένηισι

στέλλεσθαι· πᾶν δ' ἦμαρ ἐν εἴαρι τηλεθόωντι

ἄγραις παντοίηισιν ὀφέλλεται, ἦμος ἅπαντες

55

ἔλλοπες ἠϊόνεσσιν ἐφέστιοι ἐγγύθι γαίης

ἕλκονται τοκετῶν τε μόγωι δίψηι τ' Ἀφροδίτης.

αἰεὶ δ' εἰς ἄνεμον παπταινέμεν, ὅς κεν ἄηισιν

ἤπιος, εὐδιόων, μαλακὴν ἅλα κοῦφα κυλίνδων·

λάβρους γὰρ τρομέουσι καὶ ἐχθαίρουσιν ἀήτας

60

ἰχθύες, οὐδ' ἐθέλουσιν ὑπεὶρ ἅλα δινεύεσθαι·

εὐκραεῖ δ' ἀνέμωι περιδέξιος ἵσταται ἄγρη.

πάντες δὲ πνοιῆισιν ἐναντία καὶ ῥοθίοισι

πλῶτες ἁλὸς θύνουσιν, ἐπεὶ σφίσιν ὧδε κέλευθος

ῥηϊτέρη στείχουσιν ἐπ' ἠιόνας, οὐδ' ὑπ' ἀνάγκης

65

ἐξόπιθε ῥιπῆισιν ἐλαυνόμενοι μογέουσιν.

ἀλλ' ἁλιεὺς στέλλοιτο λίνον πνοιῆισι πετάσσας

οὔριον, ἐς Βορέην μέν, ἐπὴν Νότος ὑγρὸς ἄηισιν·

ἐς Νοτίην δὲ θάλασσαν ἐπειγομένου Βορέαο·

Εὔρου δ' ἱσταμένοιο ποτὶ Ζεφύροιο κέλευθα·

70

πρὸς δ' Εὖρον Ζέφυρος φορέοι σκάφος· ὧδε γὰρ ἑσμοὶ

ἄσπετοι ἀντήσουσι καὶ εὔβολος ἔσσεται ἄγρη.

Τέτραχα δ' εἰναλίης θήρης νόμον ἐφράσσαντο

ἰχθυβόλοι· καὶ τοὶ μὲν ἐπ' ἀγκίστροισι γάνυνται,

τῶν δ' οἱ μὲν δονάκεσσιν ἀναψάμενοι δολιχοῖσιν

75

ὁρμιὴν ἵππειον ἐΰπλοκον ἀγρώσσουσιν·

οἱ δ' αὔτως θώμιγγα λινόστροφον ἐκ παλαμάων

δησάμενοι πέμπουσιν· ὁ δ' ἢ καθέτοισι γέγηθεν

ἢ πολυαγκίστροισιν ἀγάλλεται ὁρμιῆισι.

δίκτυα δ' αὖτ' ἄλλοισι μέλει πλέον ἐντύνεσθαι·

80

τῶν τὰ μὲν ἀμφίβληστρα, τὰ δὲ γρῖφοι καλέονται,

γάγγαμά τ' ἠδ' ὑποχαὶ περιηγέες ἠδὲ σαγῆναι·

ἄλλα δὲ κικλήσκουσι καλύμματα, σὺν δὲ σαγήναις

πέζας καὶ σφαιρῶνας ὁμοῦ σκολιόν τε πάναγρον·

μυρία δ' αἰόλα τοῖα δολορραφέων λίνα κόλπων.

85

ἄλλοι δ' αὖ κύρτοισιν ἐπὶ φρένα μᾶλλον ἔχουσι,

κύρτοις, οἳ κνώσσοντας ἑοὺς ηὔφρηναν ἄνακτας

εὐκήλους· βαιῶι δὲ πόνωι μέγα κέρδος ὀπηδεῖ.

ἄλλοι δ' οὐτάζουσι τανυγλώχινι τριαίνηι

ἔλλοπας ἐκ χέρσου τε καὶ ἐκ νεός, ὡς ἐθέλουσι.

90

τῶν πάντων καὶ μέτρον ὅσον καὶ κόσμον ἑκάστου

ἀτρεκέως ἴσασιν, ὅσοι τάδε τεκταίνονται.

Ἰχθύσι δ' οὐκ ἄρα μοῦνον ἐπ' ἀλλήλοισι νόημα

πυκνὸν ἔην καὶ μῆτις ἐπίκλοπος, ἀλλὰ καὶ αὐτοὺς

πολλάκις ἐξεπάφησαν ἐπίφρονας ἀγρευτῆρας

95

καὶ φύγον ἀγκίστρων τε βίας λαγόνας τε πανάγρων,

ἤδη ἐνισχόμενοι, παρὰ δὲ φρένας ἔδραμον ἀνδρῶν,

βουλῆι νικήσαντες, ἄχος δ' ἁλιεῦσι γένοντο.

Κεστρεὺς μὲν πλεκτῆισιν ἐν ἀγκοίνηισι λίνοιο

ἑλκόμενος δόλον οὔτι περίδρομον ἠγνοίησεν,

100

ὕψι δ' ἀναθρώσκει, λελιημένος ὕδατος ἄκρου,

ὀρθὸς ἄνω σπεύδων ὅσσον σθένος ἅλματι κούφωι

ὁρμῆσαι, βουλῆς δὲ σαόφρονος οὐκ ἐμάτησε·

πολλάκι γὰρ ῥιπῆισι καὶ ὕστατα πείσματα φελλῶν

ῥηϊδίως ὑπερᾶλτο καὶ ἐξήλυξε μόροιο.

105

ἢν δ' ὅ γ' ἀνορμηθεὶς πρῶτον στόλον αὖτις ὀλίσθηι

ἐς βρόχον, οὐκέτ' ἔπειτα βιάζεται οὐδ' ἀνορούει

ἀχνύμενος, πείρηι δὲ μαθὼν ἀποπαύεται ὁρμῆς.

ὡς δ' ὅτε τις νούσωι πολυκηδέϊ δηρὸν ἀλύων

πρῶτα μὲν ἱμείρων τε καὶ ἱέμενος βιότοιο

110

πάντα μάλ' ἰητῆρσιν ἐφέσπεται, ὅσσα κέλονται

ῥέζων· ἀλλ' ὅτε κῆρες ἐπικρατέωσιν ἄφυκτοι

Ἄϊδος, οὐκέτ' ἔπειτα μέλει βίου, ἀλλὰ τανυσθεὶς

κεῖται ἐπιτρέψας θανάτωι κεκαφηότα γυῖα,

ἤδη λοίσθιον ἦμαρ ὁρώμενος ἐγγύθι πότμου·

115

ὣς ἄρα καὶ κεστρεὺς ἐδάη τέλος οἷον ἱκάνει,

κεῖται δὲ προπεσών, μίμνων μόρον ἀγρευτῆρος.

Μύραιναι δ' ὅτε κέν ποτ' ἐνιπλήξωσι λίνοισι,

διζόμεναι βρόχον εὐρὺν ἐν ἕρκεϊ δινεύονται,

τοῦ δὲ διαΐγδην ὀφίων νόμον ὁρμηθεῖσαι

120

πᾶσαι ὀλισθηροῖσι διεξέπεσον μελέεσσι.

Λάβραξ δὲ πτερύγεσσι διὰ ψαμάθοιο λαχήνας

βόθρον ὅσον δέξασθαι ἑὸν δέμας ἠΰτ' ἐς εὐνὴν

ἐκλίνθη· καὶ τοὶ μὲν ἐπ' ἠϊόνας κατάγουσι

δίκτυον ἀσπαλιῆες, ὁ δ' ἰλύϊ κείμενος αὔτως

125

ἀσπασίως ἤλυξε καὶ ἔκφυγεν ἄρκυν ὀλέθρου.

Τοῖα δὲ τεχνάζει καὶ μορμύρος· εὖτ' ἂν ἐς ἄγρην

φράσσηται προπεσών, ὁ δὲ δύεται ἐν ψαμάθοισι.

Λάβραξ δ' ἀγκίστροιο τυπεὶς εὐκαμπέος αἰχμῆι

ὑψόσ' ἀναθρώσκων κεφαλὴν ἀζηχὲς ἐρείδει

130

αὐτῆι ἐν ὁρμιῆι βεβιημένος, ὄφρα οἱ ἕλκος

εὐρύτερόν τε γένοιτο καὶ ἐκφυγέηισιν ὄλεθρον.

Τοῖα καὶ ὄρκυνοι μεγακήτεες ἐφράσσαντο·

εὖτε γὰρ ἁρπάξωσι γένυν γναμπτοῖο δόλοιο,

ῥίμφα τιταινόμενοι νεάτην ὑπὸ βύσσαν ἵενται,

135

χεῖρα βιαζόμενοι θηρήτορος· ἢν δ' ἀνύσωσιν

ἐς πέδον, αὐτίκ' ἔπειτα κάρη θείνοντες ἐς οὖδας

ὠτειλὴν ἔρρηξαν, ἀποπτύουσι δ' ἀκωκήν.

Ἀλλ' ὁπόταν καθέτοισι πελώριοι ἀμφιχάνωσιν

ἰχθύες, οἷα βοῶν τε πέλει προβάτων τε γένεθλα

140

ἢ βατὶς ἢ καὶ ὄνων νωθρὸν γένος, οὐκ ἐθέλουσιν

ἕσπεσθαι, ψαμάθοισι δ' ἐπὶ πλατὺ σῶμα βαλόντες

ἀθρόοι ἐμβαρύθουσι, μόγον θ' ἁλιεῦσιν ἔθηκαν.

πολλάκι δ' ἐξώλισθον ἀπ' ἀγκίστροιο λυθέντες.

Λαιψηραὶ δ' ἀμίαι καὶ ἀλώπεκες εὖτ' ἂν ἔχωνται,

145

εὐθὺς ἄνω σπεύδουσιν ὑποφθαδόν, αἶψα δὲ μέσσην

ὁρμιὴν ὑπ' ὀδοῦσι διέτμαγον ἠὲ καὶ ἄκρας

χαίτας· τοὔνεκα τῆισιν ἐχαλκεύσανθ' ἁλιῆες

καυλὸν ἐπ' ἀγκίστρωι δολιχώτερον, ἄρκος ὀδόντων.

Ναὶ μὴν καὶ νάρκη σφέτερον νόον οὐκ ἀπολείπει

150

πληγῆι ἀνιάζουσα· τιταινομένη δ' ὀδύνηισιν

ὁρμιῆι λαγόνας προσπτύσσεται· αἶψα δὲ χαίτης

ἱππείης δόνακός τε διέδραμεν ἔς θ' ἁλιῆος

δεξιτερὴν ἔσκηψε φερώνυμον ἰχθύος ἄλγος·

πολλάκι δ' ἐκ παλάμης κάλαμος φύγεν ὅπλα τε θήρης.

155

τοῖος γὰρ κρύσταλλος ἐνίζεται αὐτίκα χειρί.

Σηπίαι αὖ τοίηισι δολοφροσύνηισι μέλονται.

ἔστι τις ἐν μήκωσι θολὸς κείνηισι πεπηγὼς

κυάνεος, πίσσης δνοφερώτερος, ἀχλύος ὑγρῆς

φάρμακον ἀπροτίοπτον, ὅ τε σφίσιν ἄλκαρ ὀλέθρου

160

ἐντρέφεται· τὰς δ' εὖτ' ἂν ἕληι φόβος, αὐτίκα κείνου

ὀρφναίας ῥαθάμιγγας ἀνήμεσαν, ἀμφὶ δὲ πόντου

πάντα πέριξ ἐμίηνε καὶ ἠμάλδυνε κέλευθα

ἰχὼρ ἀχλυόεις, ἀνὰ δ' ἔτραπε πᾶσαν ὀπωπήν·

αἱ δὲ διὰ θολόεντος ἄφαρ φεύγουσι πόροιο

165

ῥηϊδίως καὶ φῶτα καὶ εἴ ποθι φέρτερον ἰχθύν.

Ταῖς δ' ἴσα τεχνάζουσι καὶ ἠερόφοιτα γένεθλα

τευθίδος· οὐ δ' ἄρα τῆισι μέλας θολὸς ἀλλ' ὑπερευθὴς

ἐντρέφεται, μῆτιν δὲ πανείκελον ἐντύνονται.

Τοίοις μὲν φρονέουσι νοήμασιν· ἀλλὰ καὶ ἔμπης

170

ὄλλυνται πυκινῆισιν ἐπιφροσύναις ἁλιήων.

τοὺς μὲν δὴ πελάγεσσιν ἐν ἠλιβάτοισι θέοντας

ῥηϊδίως ἐρύουσιν· ἐπεὶ σφίσιν οὔτι νόημα

ποικίλον· ἤδη γάρ τις ἐπέσπασε καὶ κρομύοισι

γυμνοῖς τ' ἀγκίστροισιν ἑλὼν πελαγοστρόφον ἰχθύν.

175

ὅσσοι δ' αὖ γαίης ἁλιερκέος ἄγχι νέμονται,

τοῖσι μὲν ὀξύτερος πέλεται νόος, ἀλλὰ καὶ αὐτῶν

βαιοὶ μὲν καρῖσιν ἀφαυροτέραις ἐρύονται,

πουλυπόδων θυσάνοις ἢ καρκίνωι ἀμφιχανόντες

καρκινάσιν τ' ὀλίγηισι καὶ εἰ κρέας ἁλμυρὸν ἅπτοις

180

πετραίαις θ' ἑλμῖσι καὶ ὅττι τοι ἄγχι παρείη

ἰχθυόεν· βαιοὺς δ' ἐπὶ μείζοσιν ὁπλίζοιο·

δείπνοις γὰρ γελόωντες ἐπισπεύδουσιν ὄλεθρον·

ἦ γὰρ ἀεὶ πλωτῶν σιφλὸν γένος ὑγρὰ θεόντων.

θύννον μὲν κορακῖνος ἄγει, λάβρακα δὲ καρὶς

185

πιαλέη, χάννος δὲ φίλον φάγροισι δέλετρον

καὶ βῶκες συνόδοντι καὶ ἱππούροισιν ἴουλοι·

τρίγλη δ' ὀρφὸν ἔπεφνε καὶ ἔσπασε κιρρίδα πέρκη,

μαινίδι δὲ χρύσοφρυς ἀνέλκεται· αὐτὰρ ἀνιγραὶ

μύραιναι μετὰ σάρκας ἐπειγόμεναι φορέονται

190

πουλυπόδων· ὅσσοι δὲ δέμας περίμετρον ἔχουσι,

θύννωι μὲν κάλλιχθυς ἰαίνεται, αὐτὰρ ὀνίσκοις

ὄρκυνος, λάβρακα δ' ἐπ' ἀνθίηι ὁπλίζοιο,

ἵππουρον ξιφίηι, γλαύκωι δ' ἔπι κεστρέα πείροις·

ἄλλωι δ' ἀλλοίην γενεὴν ἐπιτεχνάζοιο,

195

κρέσσονι χειροτέρην· ἐπεὶ ἦ μάλα πάντες ἔασιν

ἀλλήλοις φορβή τε φίλη καὶ λίχνος ὄλεθρος.

ὣς οὐδὲν λιμοῖο κακώτερον οὐδὲ βαρείης

γαστέρος, ἣ κρατέει μὲν ἐν ἀνθρώποισιν ἀπηνὴς

καὶ χαλεπὴ δέσποινα συνέστιος, οὔποτε δασμῶν

200

ληθομένη, πολλοὺς δὲ παρασφήλασα νόοιο

εἰς ἄτην ἐνέηκε καὶ αἴσχεσιν ἐγκατέδησε·

γαστὴρ δὲ θήρεσσι καὶ ἑρπυστῆρσιν ἀνάσσει

ἠερίηις τ' ἀγέληισι, τὸ δὲ πλέον ἐν νεπόδεσσι

κάρτος ἔχει· κείνοις γὰρ ἀεὶ μόρος ἔπλετο γαστήρ.

205

Ἀνθιέων δὲ πρῶτα περίφρονα πεύθεο θήρην,

οἵην ἡμετέρης ἐρικυδέος ἐντύνονται

πάτρης ἐνναετῆρες ὑπὲρ Σαρπηδόνος ἀκτῆς

ὅσσοι θ' Ἑρμείαο πόλιν, ναυσίκλυτον ἄστυ

Κωρύκιον, ναίουσι καὶ ἀμφιρύτην Ἐλεοῦσαν.

210

πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίης

ἴδρις ἀνήρ, οἵηισιν ὑπ' ἀνθίαι αὐλίζονται,

ἀντροφυεῖς, κευθμῶσι διαρρῶγας θαμέεσσι·

δουρὶ δ' ἀναπλώσας πινάκων ἐριηχέα τεύχει

δοῦπον ἐπικροτέων· πατάγωι τ' ἐπιτέρπεται ἦτορ

215

ἀνθιέων· καί πού τις ἀνέδραμεν αὐτίκα λίμνης,

παπταίνων ἄκατόν τε καὶ ἀνέρα· τῶι δ' ἄρ' ἑτοίμας

πέρκας εὐθὺς ἵησιν ἐν οἴδμασιν ἢ κορακίνους

ἀσπαλιεύς, πρώτης ὀρέγων ξεινήϊα φορβῆς.

αὐτὰρ ὅ γ' ἁρπάγδην κεχαρημένος εἰλαπινάζει

220

δαῖτα φίλην σαίνει τε δολόφρονα θηρητῆρα.

ὡς δὲ φιλοξείνοιο μετ' ἀνέρος οἰκία κέλσηι

κλεινὸς ἀνὴρ ἢ χειρὸς ἐν ἔργμασιν ἠὲ νόοιο,

ἀσπασίως δ' ὅ μιν εἶδεν ἐφέστιον, εὖ δέ ἑ δώροις

εὖ τέ μιν εἰλαπίναις τε φιλοφροσύναις τ' ἀγαπάζει

225

παντοίαις· ἄμφω δὲ γεγηθότες ἀμφὶ τραπέζηι

τέρπονται κρητῆρος ἀμοιβαίοις δεπάεσσιν·

ὣς ὁ μὲν ἀσπαλιεὺς κεχαρημένος ἐλπωρῆισι

μειδιάαι, δείπνοις δὲ νέοις ἐπιτέρπεται ἰχθύς.

ἔνθεν ἔπειθ' ὁ μὲν αἰὲν ἐπημάτιος ποτὶ πέτρην

230

στέλλεται, οὐδ' ἀνίησιν ἑὸν πόνον οὐδ' ἀπολείπει

δαῖτα φέρων· οἱ δ' αὐτίκ' ἀολλέες ἀμφαγέρονται

δαιτυμόνες κατὰ χῶρον, ἅτε κλητῆρος ἄγοντος.

αἰεὶ δὲ πλεόνεσσιν ἑτοιμοτέροις τε παρίσχει

φορβὴν ἁρπαλέην· οὐδέ σφισιν ἄλλα κέλευθα

235

οὐδ' ἄλλοι κευθμῶνες ἐνὶ φρεσίν, ἀλλὰ μένοντες

αὐτοῦ δηθύνουσιν, ἅτε σταθμοῖσι νομήων

πώεα χειμερίοισιν ἐν ἤμασιν αὐλίζονται,

οὐδ' ὀλίγον σηκοῖο λιλαιόμενα προνέεσθαι.

οἱ δ' ὅτ' ἐσαθρήσωσιν ἀειρομένην ἀπὸ χέρσου

240

σπερχομένην τ' ἐλάταις ἄκατον τρόφον, αὐτίκα πάντες

ὀρθοὶ καγχαλόωντες ὑπεὶρ ἅλα δινεύοντες

ἱμερόεν παίζουσι καὶ ἀντιόωσι τιθήνηι.

ὡς δ' ὁπότ' ἀπτήνεσσι φέρηι βόσιν ὀρταλίχοισι

μήτηρ, εἰαρινοῦ ζεφύρου πρωτάγγελος ὄρνις,

245

οἱ δ' ἁπαλὸν τρύζοντες ἐπιθρώσκουσι καλιῆι

γηθόσυνοι περὶ μητρὶ καὶ ἱμείροντες ἐδωδῆς

χεῖλος ἀναπτύσσουσιν, ἅπαν δ' ἐπὶ δῶμα λέληκεν

ἀνδρὸς ξεινοδόκοιο λίγα κλάζουσα νεοσσοῖς·

ὣς οἵ γε θρεπτῆρος ἐναντίον ἐρχομένοιο

250

γηθόσυνοι θρώσκουσι, χοροιτύπον ὥστ' ἀνὰ κύκλον.

τοὺς δ' ἁλιεὺς βρώμηισιν ἐπασσυτέρηισι λιπαίνων

χειρί τ' ἐπιψαύων χειρός τ' ἄπο δῶρα τιταίνων

πρηΰνει φίλον ἦτορ· ἄφαρ δέ οἱ ἠΰτ' ἄνακτι

πείθονται, καὶ χειρὸς ὅπη νεύσειε μύωπι

255

ῥίμφα διαΐσσουσιν· ὁ δ' ἄλλοτε νηὸς ὄπισθεν

ἄλλοτε δὲ πρόσσω, ποτὲ δὲ σχεδὸν ἠπείροιο

πέμπει δεξιτερήν· τοὺς δ' ὄψεαι ἠΰτε παῖδας

ἀνδρὸς ἐπιφροσύνηισι παλαισμοσύνης ἀνὰ χῶρον

τῆι καὶ τῆι θύνοντας, ἐπίσκοπος ἔνθα κελεύει.

260

ἀλλ' ὅτε οἱ κομιδῆς μὲν ἅλις, θήρη δὲ μέληται,

δή ῥα τόθ' ὁρμιὴν μὲν ἀναψάμενος χερὶ λαιῆι

ἕζεται, ἀγκίστρου δὲ βέλος κρατερόν τε θοόν τε

ὁπλίζει, καὶ τοὺς μὲν ἀπέτραπε χειρὶ κελεύων

πάντας ὁμῶς ἢ λᾶαν ἑλὼν ἔρριψε καθ' ὕδωρ·

265

οἱ δ' ἐπὶ τῶι δύνουσιν, ὀϊόμενοι βόσιν εἶναι·

τῶν δ' ἕνα μοῦνον ἔλειπεν ἀπόκριτον, ὅν κ' ἐθέληισι,

δύσμορον, ὑστατίοισι κεχαρμένον ἐν δείπνοισι·

ἄγκιστρον μὲν ὄρεξεν ὑπεὶρ ἁλός· αὐτὰρ ὅ γ' ἄτην

καρπαλίμως ἥρπαξεν, ὁ δ' ἔσπασεν ἀμφοτέρηισι

270

θερμὸς ἀνήρ, ὠκεῖαν ἑλὼν καὶ ἐπίκλοπον ἄγρην·

λήθει δ' ἀνθιέων ἄλλον χορόν· ἢν γὰρ ἴδωνται

ἢ σμαραγὴν ἀΐωσι δυσαγρέος ἑλκομένοιο,

οὐκέτι οἱ τόσα δεῖπνα παρέσσεται, ὥς κεν ἵκοιντο

αὖτις ὑποτροπάδην, ἀπὸ δ' ἔπτυσαν ἐχθήραντες

275

καὶ κομιδὴν καὶ χῶρον ὀλέθριον· ἀλλά τις εἴη

ἴφθιμος, κρατερῶς δὲ βιησάμενός μιν ἀνέλκοι,

ἢ καὶ δεύτερος ἄλλος ἐφαπτέσθω καμάτοιο·

ὧδε γὰρ οὐ φρονέοντες ἑὴν δολομήχανον ἄτην

αὐτοὶ πιανθέντες ἐοικότα πιαίνουσιν·

280

αἰεὶ δ', εὖτ' ἐθέληισθα, παρέσσεται εὔστοχος ἄγρη.

Ἄλλοι δ' ἰφθίμωι τε βίηι καὶ κάρτεϊ γυίων

πειθόμενοι μέγαν ἆθλον ἐπ' ἀνθίηι ὁπλίζονται,

οὐ φιλίην, οὐ σῖτα πονεύμενοι, ἀλλ' ἐς ἀκωκὴν

ἀγκίστρου σπεύδουσι καὶ ἠνορέηι βιόωνται.

285

χαλκοῦ μὲν σκληροῖο τετυγμένον ἠὲ σιδήρου

ἄγκιστρον πέλεται, δίχα δὲ γλωχῖνες ἔχουσιν

ἀμφίδυμοι μέγα πεῖσμα λινόστροφον· ἀμφὶ δ' ἄρ' αὐτῶι

λάβρακα ζώοντα παρήλασαν, εἴ σφι παρείη·

εἰ δὲ θάνοι, τάχα οἵ τις ὑπὸ στόμα θῆκε μόλιβδον,

290

δελφῖν' ὃν καλέουσιν· ὁ δὲ βρίθοντι μολίβδωι

κλίνει τ' ἀγκλίνει τε κάρη ζώοντι ἐοικώς.

θώμιξ δὲ κρατερή τε καὶ εὔπλοκος· ἀλλ' ὅτε δοῦπον

ἀνθίαι εἰσαΐοντες ἀναθρώξωσι θαλάσσης,

ἄλλοις μὲν μέλεται κώπης πόνος, αὐτὰρ ὅ γ' ἄκρης

295

ἐκ πρύμνης ἁλιεὺς δόλον ἀγκύλον εἰς ἅλα πέμπει,

ἦκ' ἀναδινεύων· οἱ δ' αὐτίκα πάντες ἕπονται

νηΐ τε καὶ φεύγοντι δεδορκότες εἴκελον ἰχθὺν

σπεύδοντες μετὰ δαῖτα παραφθαδὸν ἀΐσσουσιν

ἀλλήλων· φαίης κεν ἐπ' ἀνέρα δήϊον ἄνδρα

300

γούνατ' ἐλαφρίζειν πεφοβημένον· οἱ δ' ἄρα νίκης

ἐσθλῆς ἱμείρουσιν· ὁ δ' ἔξοχον ὅν κεν ἴδηται

ἀσπαλιεύς, τῶι δαῖτα παρέσχεθεν· αὐτὰρ ὁ λάβρως

δῶρα χανὼν δύσδωρα μετέδραμεν· ἔνθεν ἔπειτα

ἀλκὴν ἀμφοτέρων θηήσεαι, οἷος ἄεθλος

305

μαρναμένων ἀνδρός τε καὶ ἰχθύος ἑλκομένοιο·

τοῦ μὲν γὰρ σθεναροί τε βραχίονες ἠδὲ μέτωπα

ὦμοί τ' αὐχένιοί τε παρασφύριοί τε τένοντες

ἀλκῆι κυμαίνουσι καὶ ἠνορέηι τανύονται·

αὐτὰρ ὅ γ' ἀσχαλόων ὀδύνης ὕπο μάρναται ἰχθύς,

310

ἕλκων αὖ ἐρύοντα, βιώμενος εἰς ἅλα δῦναι,

ἄσχετα μαιμώων· ὁ δὲ κέκλεται ἄνδρας ἑταίρους

ἐμπίπτειν ἐλάτηισι· διωκομένης δ' ἀκάτοιο

ἔμπαλιν ἐκ πρύμνης ὅλος ἕλκεται ἰχθύος ὁρμῆι·

κλάζει δ' ὁρμιή, χειρὸς δ' ἀπολείβεται αἷμα

315

πριομένης· ὁ δ' ἄρ' οὔτι βαρὺν μεθίησιν ἀγῶνα.

ὡς δὲ δύω μεμαῶτες ὑπέρβιοι ἀνέρες ἀλκὴν

ἅμματ' ἐπ' ἀλλήλοισι τιταινόμενοι βιόωνται

ἑλκῦσαι, ῥιπῆισιν ὀπισθοφόροις ἐρύοντες,

δηρόν τ' ἀμφότεροι καμάτων ἴσα μέτρα φέροντες

320

ἐμμενέως ἕλκουσι καὶ ἐμμενέως ἐρύονται·

ὣς τοῖς, ἰχθυβόλωι τε καὶ ἰχθύϊ, νεῖκος ὄρωρε,

τοῦ μὲν ἀπαΐξαι, τοῦ δ' ἑλκέμεν ἱμείροντος.

οὐ μέν μιν λείπουσιν ἐν ἄλγεσιν ἰχθύες ἄλλοι

ἀνθίαι ἀλλ' ἐθέλουσιν ἀμυνέμεν, ἐν δέ οἱ αὐτῶι

325

νῶτα βίηι χρίμπτουσι καὶ ἐμπίπτουσιν ἕκαστος,

ἄφρονες, οὐδ' ἐνόησαν ἑὸν τείροντες ἑταῖρον.

πολλάκι καὶ θώμιγγα λιλαιόμενοι γενύεσσι

ῥῆξαι ἀμηχανόωσιν, ἐπεὶ στόμα τοῖσιν ἄοπλον.

ὀψὲ δέ μιν καμάτωι τε καὶ ἄλγεσι μοχθίζοντα

330

πυκναῖς τ' εἰρεσίηισι βιώμενος ἔσπασεν ἀνήρ·

εἰ δ' ἄρα οἱ καὶ τυτθὸν ὑπείξεται, οὔ μιν ἔπειτα

ἑλκύσει· τοῖον γὰρ ὑπερφίαλον σθένος αὐτῶι.

πολλάκι δ' ὀξύπρωρον ὑπὲρ ῥάχιν ἔτμαγε δάψας

ὁρμιήν, ἀπὸ δ' ἦιξε λιπὼν κενὸν ἀγρευτῆρα.

335

τοῖον καὶ κάλλιχθυς ἔχει σθένος ἠδὲ γενέθλη

ὀρκύνων ὅσσοι τε δέμας κητώδεες ἄλλοι

πλάζονται· τοίοις δὲ βραχίοσιν ἀγρώσσονται.

Ἄλλους δ' αὖ βρώμηισι καὶ εἰλαπίνηισι δολώσας

ἀγρώσσει ἁλιεύς· ἀγαθὸς δέ οἱ ἔσσεται ἰχθὺς

340

κάνθαρος, ὃς πέτρηισιν ἀεὶ λεπρῆισι γέγηθε.

κύρτον δὲ πλέξαιο περίδρομον ὅττι μέγιστον,

τεύχων ἢ σπάρτοισιν Ἰβηρίσιν ἠὲ λύγοισι,

ῥάβδους ἀμφιβαλών· λευρὴ δέ οἱ εἴσοδος ἔστω

γαστήρ τ' εὐρυχανής· δέλεαρ δέ οἱ ἔνδον ἐνείης

345

πούλυπον ἑρπυστὴν ἢ κάραβον, ἐκ πυρὸς ἄμφω

ὀπταλέους· κνίσση γὰρ ἐφέλκεται ἰχθύας εἴσω.

ὧδε μὲν ἐντύνας πλεκτὸν δόλον ἐγγύθι πέτρης

δόχμιον ἀγκλίνοις, ὕφαλον λόχον· αὐτίκα δ' ὀδμὴ

κάνθαρον ὀτρυνέει τε καὶ ἵξεται ἔνδοθι κύρτου,

350

οὐ μάλα θαρσαλέος πρώτην ὁδόν, ἀλλὰ τάχιστα

δαισάμενος παλίνορσος ἀπέδραμεν· ἔνθεν ἔπειτα

κυρτεὺς μὲν κείνοισιν ἀεὶ νεοτερπέα φορβὴν

ἐντίθεται· τοὺς δ' αἶψα δυσώνυμος ἐντὸς ἀγείρει

γαστήρ, ἄλλον δ' ἄλλος ἄγει σύνδορπον ἑταῖρον.

355

ἤδη δ' ἀτρομέοντες ἀολλέες ἔνδοθι κύρτου

ἀγρόμενοι πρόπαν ἦμαρ ἐνήμενοι, ὥστε μέλαθρον

κτησάμενοι, μίμνουσι, κακὴν δ' εὕροντο καλιήν.

ὡς δ' ὁπότ' ὀρφανικοῖο μετ' ἠιθέοιο μέλαθρον

οὔτι σαοφροσύνηισι μεμηλότες ἥλικες ἄλλοι

360

κλητοί τ' αὐτόμολοί τε πανήμεροι ἀγερέθωνται,

κτῆσιν ἀεὶ κείροντες ἀσημάντοιο δόμοιο,

οἷα νέους ἀνίησι χαλίφρονας ἄκριτος ἥβη,

ἐν δὲ κακοφροσύνηισι κακὴν εὕραντο τελευτήν·

ὣς τοῖς ἀγρομένοισι παρασχεδὸν ἵσταται ἄτη.

365

ἡνίκα γὰρ πολλοί τε καὶ εὐλιπέες τελέθωσι,

δὴ τότ' ἀνὴρ κύρτοιο περὶ στόμα πῶμα καλύπτει

εὖ ἀραρός· τοὺς δ' ἔνδον ἐν ἕρκεϊ πεπτηῶτας

ὑστάτιον κνώσσοντας ἀνείρυσεν· ὀψὲ δ' ὄλεθρον

φρασσάμενοι σπαίρουσι καὶ ἐκδῦναι μεμάασι,

370

νήπιοι, οὐδ' ἔτι κύρτον ὁμῶς εὔοικον ἔχουσιν.

Ἄδμωσιν δ' ἐπὶ κύρτον ὀπωρινὸν ὁπλίζονται

ὀΐσυνον, μέσσοισι δ' ἐν οἴδμασιν ὁρμίζουσι,

νέρθεν ἀναψάμενοι τρητὸν λίθον εὐναστῆρα·

φελλοὶ δ' ὀχμάζουσιν ἄνω δόλον· ἐν δέ οἱ αἰεὶ

375

τέσσαρας ἀκταίους διεροὺς κάχληκας ἱεῖσι·

τοῖς δὲ διαινομένοισι περιτρέφεται γλαγόεσσα

μύξα θαλασσαίη, τῆς ἵμερος ἰχθύας ἕλκει

βαιούς, οὐτιδανούς, λίχνον γένος· οἱ δ' ἀγέρονται

κύρτον ἐπιπροθέοντες ἐν ἀγκοίνηις τε μένουσιν.

380

ἄδμωες δ' ὁρόωντες ἔσω κοίλοιο μυχοῖο

ἀγρομένους τάχα πάντες ἐπί σφισιν ὡρμήθησαν,

δαιτὸς ἐελδόμενοι· τοὺς δ' οὐ κίχον, ἀλλ' ὑπόλισθον

ῥηϊδίως· οἱ δ' οὔτι καὶ ἱέμενοί περ ἔχουσιν

αὖτις ὑπεκδῦναι πλεκτὸν λόχον, ἀλλ' ἑτέροισι

385

πήματα πορσύνοντες ἐπί σφισιν εὗρον ὄλεθρον.

ὡς δέ τις ἐν ξυλόχοισιν ὀρέστερος ἀγροιώτης

θηρὶ πάγην ἤρτυνεν, ἀπηνέϊ δ' ἔνδοθι θυμῶι

δῆσε κυνὸς σφίγγων ἄπο μήδεα· τοῦ δ' ὀδύνηισιν

ἠχήεις ὀρυμαγδὸς ἀπόπροθι τειρομένοιο

390

ἔρχεται, ἀμφὶ δέ οἱ στένεται δρίος· ἡ δ' ἀΐουσα

πόρδαλις ἰάνθη τε καὶ ἔσσυται, ἴχνος ἀϋτῆς

μαιομένη· τάχα δ' ἷξε καὶ ἔνθορε· τὸν μὲν ἔπειτα

ὑψόσ' ἀναρπάζει κρυπτὸς δόλος, ἡ δ' ἐνὶ βόθρωι

εἰλεῖται προπεσοῦσα, μέλει δέ οἱ οὐκέτι δαιτός,

395

ἀλλὰ φόβου· τῆι δ' οὔτις ὑπέκδυσίς ἐστιν ἑτοίμη·

τοῖα καὶ ἄδμωες δειλοὶ πάθον, ἀντὶ δὲ φορβῆς

πότμον ἐφωρμήσαντο καὶ Ἄϊδος ἕρκος ἄφυκτον.

Καὶ μέν τις θρίσσηισιν ὁμῶς καὶ χαλκίσιν ἄγρην

φράσσατ' ὀπωρινήν, καὶ λαρινὸν εἷλε καὶ ἔθνη

400

τραχούρων, κύρτον μὲν ὑπὸ σπάρτοισιν ὑφήνας

εὐπαγέως, φρυκτῶν δ' ὀρόβων ἐνεθήκατο μάζαν,

οἴνωι μυδαλέην εὐώδεϊ, μίξε δὲ κούρης

δάκρυον Ἀσσυρίης Θειαντίδος, ἥν ποτέ φασι

πατρὸς ἐρασσαμένην δυσμήχανον ἔργον ἀνύσσαι

405

ἐλθεῖν τ' ἐς φιλότητα χολωσαμένης Ἀφροδίτης·

ἀλλ' ὅτε μιν καὶ δένδρον ἐπώνυμον ἐρρίζωσεν

αἶσα θεῶν, γοάει τε καὶ ἣν ὀλοφύρεται ἄτην,

δάκρυσι δευομένη λέκτρου χάριν· ἧς ἐνιμίσγων

θεῖον ὀπὸν κύρτον μὲν ἐνορμίζει ῥοθίοισιν,

410

ὀδμὴ δ' αἶψα θάλασσαν ἐπέδραμε λειριόεσσα,

κικλήσκουσ' ἀγέλας πολυειδέας· οἱ δ' ἐφέπονται

πνοιῆι νηδυμίηι δεδονημένοι, ὦκα δὲ κύρτος

πίμπλαται, ἀγρευτῆρι φέρων εὔθηρον ἀμοιβήν.

Σάλπαι δ' ἰκμαλέοις μὲν ἀεὶ φύκεσσι μάλιστα

415

τέρπονται, κείνηι δὲ καὶ ἀγρώσσονται ἐδωδῆι.

πλώει μὲν προτέροισιν ἐν ἤμασιν εἰς ἕνα χῶρον

ἀσπαλιεύς, αἰεὶ δὲ μετ' οἴδμασι λᾶας ἵησι

χερμάδας, ἁψάμενος πέρι φύκια τηλεθόωντα.

ἀλλ' ὅτε δὴ πέμπτη μὲν ἴδηι πόνον ἠριγένεια

420

σάλπαι δ' ἀγρόμεναι κεῖνον πόρον ἀμφινέμωνται,

τῆμος ἐπεντύνει κύρτου δόλον· ἐν δέ οἱ εἴσω

φύκεσιν εἰλομένους λᾶας βάλεν, ἀμφὶ δὲ ποίας

εἰναλίας στομίοισιν ἐδήσατο, τῆισι γάνυνται

σάλπαι τ' ἠδ' ὅσσοι βοτανηφάγοι ἰχθύες ἄλλοι·

425

οἳ τότ' ἀγειρόμενοι ποίας φάγον, αὐτὰρ ἔπειτα

ἐς μυχὸν ἠΐχθησαν· ὁ δ' αὐτίκα κύρτον ἀνέλκει

ῥίμφα μεταπλώσας· σιγῆι δέ οἱ ἄνυται ἔργον,

ἀνδράσι τ' ἀφθόγγοισι καὶ ἀσμαράγοις ἐλάτηισι·

σιγὴ γὰρ πάσαις μὲν ὀφέλσιμος ἔπλετο θήραις,

430

ἔξοχα δ' ἐν σάλπηισιν· ἐπεὶ μάλα τῆισι νόημα

πτοιαλέον· πτοίη δὲ πόνον δύσθηρον ἔθηκε.

Τρίγλης δ' οὔτινα, φημί, χερειοτέρηισιν ἐδωδαῖς

τέρπεσθαι· πᾶσαν γὰρ ἄσιν ἁλός, ἥν κε κίχηισι,

φέρβεται· ἱμείρει δὲ δυσαέος ἔξοχα δαιτός·

435

σώμασι δ' ἐκπάγλως ἐπιτέρπεται ἀνδρομέοισι

πυθομένοις, εὖτ' ἄν τιν' ἕληι στονόεσσα θάλασσα.

τῶι καί μιν δελέασσιν ἀποπνείουσιν ἀϋτμὴν

ῥηϊδίως ἕλκουσιν, ὅσα πνέει ἐχθρὸν ἄημα.

εἴκελα δὲ τρίγληισιν ὕεσσί τε, φημί, τετύχθαι

440

ἤθεα, φυρομένοισιν ἀεὶ περὶ γαστέρος ὁρμήν·

ἄμφω δ' αἱ μὲν ἔασι διάκριτοι ἐν νεπόδεσσιν,

οἱ δ' ἐνὶ χερσαίηισιν ἀριστεύουσ' ἀγέληισιν.

Οὐ μὲν δὴ μελάνουρον ἀποίσεαι οὔτ' ἐνὶ κύρτωι

ῥηϊδίως ἀπαφῶν οὔτ' ἐν λινοεργέϊ κύκλωι·

445

ἔξοχα γὰρ μελάνουρος ἐν ἰχθύσιν ἠμὲν ἄναλκις

ἠδὲ σαοφρονέων, λίχνη δέ οἱ οὔποτ' ἐδωδὴ

θυμήρης· αἰεὶ δὲ γαληναίης μὲν ἐούσης

κέκλιται ἐν ψαμάθοισι καὶ οὐκ ἀναδύεται ἅλμης·

ἀλλ' ὅτε κυμαίνουσα περισπέρχηισι θάλασσα

450

λάβρων ἐξ ἀνέμων, τότε δὴ μοῦνοι μελάνουροι

κῦμα διαΐσσουσιν ἀολλέες, οὔτε τιν' ἀνδρῶν

οὔτε τιν' εἰναλίων πεφρικότες· οἱ μὲν ἅπαντες

ἐς νεάτην κρηπῖδα φόβωι δύνουσι θαλάσσης,

οἱ δὲ τότ' ἠϊόνας τε πολυφλοίσβους ἐφέπουσι

455

πέτραις τ' ἐμπελάουσιν ἀλήμονες, εἴ τιν' ἐδητὺν

κοπτομένη δείξειεν ὑπὸ ῥιπῆισι θάλασσα·

νήπιοι, οὐδ' ἐδάησαν ὅσον πινυτώτεροι ἄνδρες,

οἳ κείνους καὶ πάμπαν ἀλευομένους ἕλον ἄγρηι.

χειμερίη πλημμυρὶς ὅταν ζέηι Ἀμφιτρίτης,

460

ἵστατ' ἐπὶ προὔχουσαν ἀνὴρ ἁλιηγέα πέτρην,

ὀξύτατον τόθι κῦμα περὶ σπιλάδεσσι μέμυκεν·

εἴδατα δ' ἀγνυμένοισιν ἐπισπείρει ῥοθίοισι,

τυρὸν ὁμοῦ Δήμητρι μεμιγμένον· οἱ δ' ἐπὶ φορβὴν

ἀσπασίην θρώσκουσιν ἐπειγόμενοι μελάνουροι.

465

ἀλλ' ὅτε οἱ παρέασιν ἀολλέες ἐς βόλον ἄγρης,

αὐτὸς μὲν τρέπεται λοξὸν δέμας, ὄφρα οἱ ὕδωρ

μήτι κατασκιάοιτο καὶ ἰχθύσι τάρβος ἐνείη·

ἔστι δέ οἱ λεπτός τε δόναξ μετὰ χερσὶν ἑτοῖμος

λεπτή θ' ὁρμιὴ κούφης τριχός, ἄπλοκος αὔτως·

470

λεπτοῖς δ' ἀγκίστροισιν ἀναπλέκεται θαμέεσσι·

τοῖς ἐπέθηκε δέλετρον, ὃ καὶ πάρος ἧκε καθ' ὕδωρ,

πέμπει δ' ἐς βαθὺ κῦμα κυκώμενον· οἱ δ' ὁρόωντες

αὐτίκ' ἐπιθρώσκουσι καὶ ἁρπάζουσιν ὄλεθρον.

οὐδ' ἁλιεὺς εὔκηλον ἔχει χέρα, πυκνὰ δ' ἀνέλκει

475

ἐκ δίνης ἄγκιστρα, καὶ εἰ κενὰ πολλάκις εἴη·

οὐ γὰρ βρασσομένης κεν ἐπιφράσσαιτο θαλάσσης

ἀτρεκέως, εἴτ' οὖν τις ἐνίσχεται εἴτε μιν αὔτως

κύματ' ἀνακλονέουσιν· ἐπὴν δέ τις ἀμφιχάνηισι,

ῥίμφα μιν ἐξείρυσσε πάρος δόλον ἐν φρεσὶ θέσθαι,

480

πρὶν φόβον οὐτιδανοῖσιν ἐνιπλῆξαι μελανούροις.

τοίην χειμερίην πανεπίκλοπον ἤνυσεν ἄγρην.

Ναὶ μὴν καὶ κεστρῆα, καὶ οὐ λίχνον περ ἐόντα,

ἤπαφον, ἀγκίστροισι περὶ στεινοῖσιν ἕσαντες

εἶδαρ ὁμοῦ Δήμητρι μεμιγμένον ἠδὲ γάλακτος

485

πηκτοῖσι δώροισιν· ἐφυρήσαντο δὲ ποίην

τοῖσιν ὁμοῦ μίνθην εὐώδεα, τήν ποτε κούρην

φασὶν ὑπουδαίην ἔμεναι, Κωκυτίδα Νύμφην·

κλίνατο δ' εἰς εὐνὴν Ἀϊδωνέος· ἀλλ' ὅτε κούρην

Περσεφόνην ἥρπαξεν ἀπ' Αἰτναίοιο πάγοιο,

490

δὴ τότε μιν κλάζουσαν ὑπερφιάλοις ἐπέεσσι,

ζήλωι μαργαίνουσαν ἀτάσθαλα, μηνίσασα

Δημήτηρ ἀμάθυνεν ἐπεμβαίνουσα πεδίλοις·

φῆ γὰρ ἀγαυοτέρη τε φυὴν καὶ κάλλος ἀμείνων

Περσεφόνης ἔμεναι κυανώπιδος, ἐς δέ μιν αὐτὴν

495

εὔξατο νοστήσειν Ἀϊδωνέα, τὴν δὲ μελάθρων

ἐξελάσειν· τοίη οἱ ἐπὶ γλώσσης θόρεν ἄτη.

ποίη δ' οὐτιδανὴ καὶ ἐπώνυμος ἔκθορε γαίης,

τὴν ἐνιφυρήσαντες ἐπ' ἀγκίστροισι βάλοντο.

κεστρεὺς δ' οὐ μετὰ δηρόν, ἐπεί ῥά μιν ἷξεν ἀϋτμή,

500

ἀντιάσας πρῶτον μὲν ἀποσταδὸν ἀγκίστροιο

λοξὸν ὑπ' ὀφθαλμοῖς ὁράαι δόλον, εἴκελος ἀνδρὶ

ξείνωι, ὃς ἐν τριόδοισι πολυτρίπτοισι κυρήσας

ἔστη ἐφορμαίνων, κραδίη τέ οἱ ἄλλοτε λαιήν,

ἄλλοτε δεξιτερὴν ἐπιβάλλεται ἀτραπὸν ἐλθεῖν·

505

παπταίνει δ' ἑκάτερθε, νόος δέ οἱ ἠΰτε κῦμα

εἱλεῖται, μάλα δ' ὀψὲ μιῆς ὠρέξατο βουλῆς·

ὣς ἄρα καὶ κεστρῆϊ παναίολα μερμηρίζει

θυμὸς ὀϊομένωι τε δόλον καὶ ἀπήμονα φορβήν·

ὀψὲ δέ μιν νόος ὦρσε καὶ ἤγαγεν ἐγγύθι πότμου·

510

αὐτίκα δὲ τρέσσας ἀνεχάσσατο· πολλάκι δ' ἤδη

εἷλε φόβος ψαύοντα καὶ ἔμπαλιν ἔτραπεν ὁρμήν.

ὡς δ' ὅτε νηπίαχος κούρη πάϊς, ἐκτὸς ἐούσης

μητέρος, ἢ βρώμης λελιημένη ἠέ τευ ἄλλου,

ψαῦσαι μὲν τρομέει μητρὸς χόλον, οὐδ' ἀναδῦναι

515

ἐλδομένη τέτληκεν· ἐφερπύζουσα δὲ λάθρηι

αὖτις ὑποτρέπεται, κραδίηι δέ οἱ ἄλλοτε θάρσος,

ἄλλοτε δ' ἐμπίπτει δεινὸς φόβος· ὄμματα δ' αἰὲν

ὀξέα παπταίνοντα ποτὶ προθύροισι τέτανται·

ὣς τότ' ἐπεμβαίνων ἀνελίσσεται ἤπιος ἰχθύς.

520

ἀλλ' ὅτε θαρσήσας πελάσηι σχεδόν, οὐ μάλ' ἑτοίμως

ψαῦσε βορῆς, οὐρῆι δὲ πάρος μάστιξεν ἐγείρων

ἄγκιστρον, μή πού τις ἐνὶ χροῒ θέρμετ' ἀϋτμή·

ζωοῦ γὰρ κεστρεῦσιν ἀπώμοτόν ἐστι πάσασθαι.

ἔνθεν ἔπειτ' ἄκροισι διακνίζει στομάτεσσι

525

δαῖτα περιξύων· ἁλιεὺς δέ μιν αὐτίκα χαλκῶι

πεῖρεν ἀνακρούων, ὥστε θρασὺν ἵππον ἐέργων

ἡνίοχος σκληρῆισιν ἀναγκαίηισι χαλινοῦ,

ἂν δ' ἔρυσε, σπαίροντα δ' ἐπὶ χθονὶ κάββαλεν ἐχθρῆι.

Καὶ ξιφίην ὀλοοῖσι παρήπαφον ἀγκίστροισιν.

530

ἀλλ' οὐ μὲν ξιφίηι τοῖος μόρος, οὐδ' ἴσος ἄλλοις·

οὐ γὰρ ἐπ' ἀγκίστροισι κατεντύνουσιν ἐδωδήν,

ἀλλὰ τὸ μὲν γυμνόν τε καὶ ἄκλοπον ἠιώρηται,

μηρίνθου διπλῆισιν ἀκαχμένου ἔμπαλιν αἰχμαῖς·

τοῦ δ' ὅσσον τριπάλαιστον ἀναψάμενοι καθύπερθε

535

μαλθακὸν ἀργεννῶν νεπόδων ἕνα χείλεος ἄκρου

δῆσαν ἐπισταμένως· ξιφίης δ' ὅτε θοῦρος ἵκηται,

αὐτίκα δαιτρεύει δέμας ἰχθύος ἄορι λάβρωι·

τοῦ δὲ δαϊζομένοιο καταρρέει ἅψεα δεσμοῦ,

αὐταῖς δ' ἀγκίστροιο περιστρέφεται γενύεσσιν·

540

αὐτὰρ ὅ γ' οὐκ ἐδάη γναμπτὸν δόλον, ἀλλὰ βαρεῖαν

δαῖτα χανὼν ἀγρευτὸς ἀνέλκεται ἀνέρος ἀλκῆι.

Πολλὰ δ' ἐπὶ ξιφίηι θηρήτορες ὁπλίζονται,

ἔξοχα δ' οἳ Τυρσηνὸν ἁλὸς πόρον ἀγρώσσουσιν

ἀμφί τε Μασσαλίην, ἱερὴν πόλιν, ἀμφί τε Κελτούς·

545

κεῖθι γὰρ ἔκπαγλοί τε καὶ ἰχθύσιν οὐδὲν ὁμοῖοι

ἄπλατοι ξιφίαι μεγακήτεες ἐννεμέθονται.

οἱ δ' ἀκάτους αὐτοῖσιν ἐϊσκομένας ξιφίηισι

καὶ δέμας ἰχθυόεν καὶ φάσγανα τεκτήναντες

ἀντίον ἰθύνουσι· ὁ δ' οὐκ ἀναδύεται ἄγρην,

550

ἐλπόμενος μὴ νῆας ἐϋσέλμους ὁράασθαι,

ἀλλ' ἑτέρους ξιφίας, ξυνὸν γένος, ὄφρα μιν ἄνδρες

πάντηι κυκλώσωνται· ὁ δ' ἐφράσαθ' ὕστερον ἄτην,

αἰχμῆι τριγλώχινι πεπαρμένος, οὐδέ οἱ ἀλκὴ

φεύγειν ἱεμένωι περ, ἀναγκαίηι δὲ δαμῆναι.

555

πολλάκι μὲν καὶ νηὸς ἀμυνόμενος κενεῶνα

φασγάνωι ἀντετόρησε διαμπερὲς ἄλκιμος ἰχθύς,

οἱ δὲ θοῶς βουπλῆγος ὑπ' εὐχάλκοιο τυπῆισιν

ἐκ γενύων ἤραξαν ἅπαν ξίφος· ἐν δ' ἄρα νηὸς

ἕλκεϊ γόμφος ἄρηρεν· ὁ δ' ἕλκεται ὀρφανὸς ἀλκῆς.

560

ὡς δ' ὅτε δυσμενέεσσι δόλον τεύχοντες ἄρηος,

ἱέμενοι πύργων τε καὶ ἄστεος ἔνδον ἱκέσθαι,

ἔντεα συλήσαντες ἀρηϊφάτων ἀπὸ νεκρῶν

αὐτοὶ θωρήξαντο καὶ ἔδραμον ἄγχι πυλάων·

οἱ δ' ὥστε σφετέροισιν ἐπειγομένοις πολιήταις

565

ἀγκλίνουσι θύρετρα καὶ οὐ γήθησαν ἑταίροις·

ὣς ἄρα καὶ ξιφίην ἴκελον δέμας ἤπαφε νηῶν.

Καὶ μὲν δὴ σκολιῆισιν ἐν ἀγκοίνηισι λίνοιο

κυκλωθεὶς ξιφίης μέγα νήπιος ἀφροσύνηισιν

ὄλλυται, ὃς θρώσκει μὲν ὑπεκδῦναι μενεαίνων,

570

ἐγγύθι δὲ τρομέων πλεκτὸν δόλον αὖτις ὀπίσσω

χάζεται· οὐδέ οἱ ὅπλον ἐνὶ φρεσίν, οἷον ἄρηρεν

ἐκ γενύων, δειλὸς δὲ μένει κεκαφηότι θυμῶι,

ὄφρα μιν ἐξερύσωσιν ἐπ' ἠιόνας· ἔνθα δὲ δούροις

ἄνδρες ἐπασσυτέροισι καταΐγδην ἐλόωντες

575

κρᾶτα συνηλοίησαν, ὁ δ' ὄλλυται ἄφρονι πότμωι.

Ἀφροσύνη καὶ σκόμβρον ἕλεν καὶ πίονα θύννον

καὶ ῥαφίδας καὶ φῦλα πολυσπερέων συνοδόντων.

σκόμβροι μὲν λεύσσοντες ἐν ἕρκεϊ πεπτηῶτας

ἄλλους ἠράσσαντο λίνου πολύωπον ὄλεθρον

580

ἐσδῦναι· τοίη τις ἐσέρχεται εἰσορόωντας

τερπωλή· παίδεσσιν ἀπειρήτοισιν ὁμοῖοι,

οἵ τε πυρὸς λεύσσοντες ἀναιθομένοιο φαεινὴν

μαρμαρυγὴν ἀκτῖσιν ἰαινόμενοι γελόωσι

ψαῦσαί θ' ἱμείρουσι καὶ ἐς φλόγα χεῖρ' ὀρέγουσι

585

νηπιέην· τάχα δέ σφιν ἀνάρσιον ἐξεφάνη πῦρ·

ὣς οἵ γ' ἱμείρουσιν ἀνοστήτοιο λόχοιο

ἐσπεσέειν κευθμῶνα, κακοῦ δ' ἤντησαν ἔρωτος.

ἔνθ' οἱ μὲν κέλσαντες ἐν εὐρυτέροισι βρόχοισι

ἔκθορον, οἱ δ' ἑρχθέντες ἐνὶ στεινοῖσι πόροισι

590

πικρὸν ἀνέτλησαν σφιγκτὸν μόρον ἐξανύσαντες.

πολλοὺς δ' ἠϊόνεσσιν ἐφελκομένοιο λίνοιο

ὄψεαι ἀμφοτέρωθεν ἀρηρότας ἠΰτε γόμφοις,

τοὺς μὲν ἔτι φρονέοντας ἐσελθέμεν ἄρκυν ὀλέθρου,

τοὺς δ' ἤδη μεμαῶτας ὑπεκδῦναι κακότητος,

595

ἔνδοθεν ἰκμαλέηισιν ἐνισχομένους βροχίδεσσι.

Θύννοι δ' αὖ σκόμβροις μὲν ἴσον πόνον ἀθλεύουσιν

ἀφροσύνηι· καὶ τοῖς γὰρ ὁμοίιος ἵμερος ἄτης

ἐμπίπτει δολίοιο λίνου λαγόνεσσι μιγῆναι·

ἀλλ' οὐ μὲν κείνοισιν ὑπόβρυχα γαστέρος εἴσω

600

ἐσδύνειν, σκολιοῖσι δ' ἐπαΐσσουσιν ὀδοῦσι,

σώματι μηδόμενοι πόρον ἄρκιον· ἐν δ' ἄρ' ὀδοῦσιν

ὑγρὸν ἐρειδομένοις τέταται λίνον· οὐδέ τι μῆχος

ἐκφυγέειν, δεσμῶι δὲ περιστομίωι μογέοντες

ἕλκονται ποτὶ χέρσον ὑπ' ἀφραδίηισιν ἁλόντες.

605

Καὶ μὲν δὴ ῥαφίδων τοῖος νόος· αἳ δ' ὅτε κόλπον

δικτύου ἐκπροφύγωσι, πόνου δ' ἔκτοσθε γένωνται,

αὖτις ἐπιστρωφῶσι, λίνωι δ' ἐπιμηνίουσαι

δήγματ' ἐνιπρίουσι· τὸ δέ σφισι δύεται εἴσω

ἴσχει τ' ἐμμενέως πυκινοὺς ἔντοσθεν ὀδόντας.

610

Αὐτὰρ τοὶ συνόδοντες ἴσοι στείχουσι λόχοισι

κεκριμένοι· τοῖς δ' εὖτ' ἂν ἀνὴρ ἄγκιστρον ἐφείη,

οἱ μὲν ἀποτροπάδην λοξὸν φάος ἀλλήλοισι

πάντες ἐπικλίνουσι καὶ οὐκ ἐθέλουσι πελάσσαι·

ἀλλ' ὅτε τις προθορὼν ἑτέρης στιχὸς αἶψα δέλετρον

615

ἁρπάξηι, τότε καί τις ἐνὶ φρεσὶ θάρσος ἔδεκτο

ἀγκίστρωι τ' ἐπέλασσε καὶ ἕλκεται· οἱ δ' ὁρόωντες

ἀλλήλους, περὶ δαιτὶ γεγηθότες, ἰαίνονται

ἑλκόμενοι, σπεύδουσι δ' ὑποφθαδόν, ὅς κε θάνηισι

πρῶτος ἁλούς, ἅτε παῖδες ἀθύρμασι καγχαλόωντες.

620

Θύννων δ' αὖ γενεὴ μὲν ἀπ' εὐρυπόροιο τέτυκται

Ὠκεανοῦ· στείχουσι δ' ἐς ἡμετέρης ἁλὸς ἔργα

εἰαρινοῦ μετὰ λύσσαν ὅτ' οἰστρήσωσι γάμοιο.

τοὺς δ' ἤτοι πρῶτον μὲν Ἰβηρίδος ἔνδοθεν ἅλμης

ἀνέρες ἀγρώσσουσι βίηι κομόωντες Ἴβηρες·

625

δεύτερα δὲ Ῥοδανοῖο παρὰ στόμα θηρητῆρες

Κελτοὶ Φωκαίης τε παλαίφατοι ἐνναετῆρες·

τὸ τρίτον ἀγρώσσουσιν ὅσοι Τρινακρίδι νήσωι

ἐνναέται πόντου τε παρ' οἴδμασι Τυρσηνοῖο.

ἔνθεν ἀπειρεσίοις ἐνὶ βένθεσιν ἄλλοθεν ἄλλος

630

κίδνανται καὶ πᾶσαν ἐπιπλώουσι θάλασσαν.

πολλὴ δ' ἔκπαγλός τε παρίσταται ἰχθυβόλοισιν

ἄγρη, ὅτ' εἰαρινὸς θύννων στρατὸς ὁρμήσωνται.

χῶρον μὲν πάμπρωτον ἐπεφράσσαντο θαλάσσης

οὔτε λίην στεινωπὸν ἐπηρεφέεσσιν ὑπ' ὄχθαις

635

οὔτε λίην ἀνέμοισιν ἐπίδρομον, ἀλλὰ καὶ αἴθρηι

καὶ σκεπανοῖς κευθμῶσιν ἐναίσιμα μέτρα φέροντα.

ἔνθ' ἤτοι πρῶτον μὲν ἐπ' ὄρθιον ὕψι κολωνὸν

ἴδρις ἐπαμβαίνει θυννοσκόπος, ὅστε κιούσας

παντοίας ἀγέλας τεκμαίρεται, αἵ τε καὶ ὅσσαι,

640

πιφαύσκει δ' ἑτάροισι· τὰ δ' αὐτίκα δίκτυα πάντα

ὥστε πόλις προβέβηκεν ἐν οἴδμασιν· ἐν δὲ πυλωροὶ

δικτύωι, ἐν δὲ πύλαι, μύχατοί τ' αὐλῶνες ἔασιν.

οἱ δὲ θοῶς σεύονται ἐπὶ στίχας, ὥστε φάλαγγες

ἀνδρῶν ἐρχομένων καταφυλαδόν· οἱ μὲν ἔασιν

645

ὁπλότεροι, τοὶ δ' εἰσὶ γεραίτεροι, οἱ δ' ἐνὶ μέσσηι

ὥρηι· ἀπειρέσιοι δὲ λίνων ἔντοσθε ῥέουσιν,

εἰσόκεν ἱμείρωσι καὶ ἀγρομένους ἀνέληται

δίκτυον· ἀφνειὴ δὲ καὶ ἔξοχος ἵσταται ἄγρη.