BIBLIOTHECA AUGUSTANA

 

Oppianos

floruit 180 p. Chr. n.

 

Ἁλιευτικὰ

 

Βιβλίον βʹ

 

___________________________________________________

 

 

 

 

δε μὲν ἰχθύβοτοί τε νομαὶ καὶ φῦλα θαλάσσης

πλάζονται· τοιῶιδε γάμωι, τοιῆιδε γενέθληι

τέρπονται· τὰ δέ πού τις ἐπιχθονίοισιν ἅπαντα

ἀθανάτων σήμηνε· τί γὰρ μερόπεσσιν ἀνυστὸν

 5

νόσφι θεῶν; οὐδ' ὅσσον ὑπὲκ ποδὸς ἴχνος ἀεῖραι,

οὐδ' ὅσον ἀμπετάσαι βλεφάρων περιφαέα κύκλα·

ἀλλ' αὐτοὶ κρατέουσι καὶ ἰθύνουσιν ἕκαστα,

τηλόθεν ἐγγὺς ἐόντες· ἀναγκαίη δ' ἀτίνακτος

πείθεσθαι· τὴν δ' οὔτι πέλει σθένος οὐδέ τις ἀλκὴ

10

τρηχείαις γενύεσσιν ὑπερφιάλως ἐρύσαντα

ἐκφυγέειν, ἅτε πῶλον ἀποπτυστῆρα χαλινῶν·

ἀλλ' αἰεὶ μάκαρες πανυπέρτατοι ἡνία πάντη

κλίνουσ', ἧι κ' ἐθέλωσιν, ὁ δ' ἕσπεται ὅστε σαόφρων,

πρὶν χαλεπῆι μάστιγι καὶ οὐκ ἐθέλων ἐλάηται.

15

κεῖνοι καὶ τέχνας πολυκερδέας ἀνθρώποισιν

δῶκαν ἔχειν καὶ πᾶσαν ἐπιφροσύνην ἐνέηκαν.

ἄλλος δ' ἀλλοίοισιν ἐπώνυμος ἔπλετο δαίμων

ἔργοις, οἷσιν ἕκαστος ἐπίσκοπον ἤρατο τιμήν.

Δηὼ μὲν ζεύγλης τε βοῶν ἀρότοιό τε γαίης

20

πυρῶν τ' εὐκάρποιο φέρει γέρας ἀμητοῖο.

δοῦρα δὲ τεκτήνασθαι ἀναστῆσαί τε μέλαθρα,

φάρεά τ' ἀσκῆσαι μήλων εὐανθέϊ καρπῶι

Παλλὰς ἐπιχθονίους ἐδιδάξατο· δῶρα δ' Ἄρηος

φάσγανα χάλκειοί τε περὶ μελέεσσι χιτῶνες

25

καὶ κόρυθες καὶ δοῦρα καὶ οἷς ἐπιτέρπετ' Ἐνυώ.

δῶρα δὲ Μουσάων τε καὶ Ἀπόλλωνος ἀοιδαί.

Ἑρμείης δ' ἀγορήν τε καὶ ἀλκήεντας ἀέθλους

ὤπασεν. Ἡφαίστωι δὲ μέλει ῥαιστήριος ἱδρώς.

καὶ τάδε τις πόντοιο νοήματα καὶ τέλος ἄγρης

30

πληθύν θ' ὑγροπόρων θεὸς ὤπασε τεκμήρασθαι

ἀνδράσιν, ὃς καὶ πρῶτα μεσορραγέας κενεῶνας

γαίης ἀγρομένοισιν ἐνιπλήσας ποταμοῖσι

πευκεδανὴν ἀνέχευε καὶ ἐξέστεψε θάλασσαν,

ὀφρύσι καὶ ῥηγμῖσι περίδρομον ἀμφιπεδήσας,

35

εἴτε μιν εὐρυμέδοντα Ποσειδάωνα καλέσσαι,

εἴτ' ἄρα καὶ Νηρῆα παλαίφατον, εἴτ' ἄρα Φόρκυν

βέλτερον, εἴτε τιν' ἄλλον ἁλὸς θεὸν ἰθυντῆρα.

ἀλλ' οἱ μὲν μάλα πάντες, ὅσοι τ' Οὔλυμπον ἔχουσι

δαίμονες οἵ τε θάλασσαν ὅσοι τ' ἐΰδωρον ἄρουραν

40

ἠέρα τ' ἐνναίουσι, πανίλαον ἦτορ ἔχοιεν

σοί τε, μάκαρ σκηπτοῦχε, καὶ ἀγλαόπαιδι γενέθληι

καὶ λαοῖς σύμπασι καὶ ἡμετέρηισιν ἀοιδαῖς.

Ἰχθύσι δ' οὔτε δίκη μεταρίθμιος οὔτε τις αἰδώς,

οὐ φιλότης· πάντες γὰρ ἀνάρσιοι ἀλλήλοισι

45

δυσμενέες πλώουσιν· ὁ δὲ κρατερώτερος αἰεὶ

δαίνυτ' ἀφαυροτέρους, ἄλλωι δ' ἐπινήχεται ἄλλος

πότμον ἄγων, ἕτερος δ' ἑτέρωι πόρσυνεν ἐδωδήν.

οἱ μὲν γὰρ γενύεσσι καὶ ἠνορέηι βιόωνται

χειροτέρους· τοῖς δ' ἰὸν ἔχει στόμα· τοῖσι δ' ἄκανθαι

50

τύμμασι λευγαλέοισιν ἀμυνέμεναι πεφύασι,

πικραί τ' ὀξεῖαί τε χόλου πυρόεντος ἀκωκαί.

ὅσσοις δ' οὔτε βίην θεὸς ὤπασεν οὔτε τι κέντρον

θήγεται ἐκ μελέων, τοῖς δ' ἐκ φρενὸς ὅπλον ἔφυσε

βουλὴν κερδαλέην, πολυμήχανον, οἵ τε δόλοισι

55

πολλάκι καὶ κρατερὸν καὶ ὑπέρτερον ὤλεσαν ἰχθύν.

Οἷον καὶ νάρκηι τερενόχροϊ φάρμακον ἀλκῆς

ἕσπεται αὐτοδίδακτον ἐν οἰκείοισι μέλεσσιν.

ἡ μὲν γὰρ μαλακή τε δέμας καὶ πᾶσ' ἀμενηνὴ

νωθής τε βραδυτῆτι βαρύνεται, οὐδέ κε φαίης

60

νηχομένην ὁράαν· μάλα γὰρ δύσφραστα κέλευθα

εἱλεῖται πολιοῖο δι' ὕδατος ἑρπύζουσα·

ἀλλά οἱ ἐν λαγόνεσσιν ἀναλκείης δόλος ἀλκή·

κερκίδες ἐμπεφύασι παρὰ πλευραῖς ἑκάτερθεν

ἀμφίδυμοι· τῶν εἴ τις ἐπιψαύσειε πελάσσας,

65

αὐτίκα οἱ μελέων σθένος ἔσβεσεν, ἐν δέ οἱ αἷμα

πήγνυται, οὐδ' ἔτι γυῖα φέρειν δύνατ', ἀλλά οἱ ἀλκὴ

ἦκα μαραινομένοιο παρίεται ἄφρονι νάρκηι.

ἡ δ' εὖ γινώσκουσα θεοῦ γέρας οἷον ἔδεκτο,

ὕπτιον ἀγκλίνασα μένει δέμας ἐν ψαμάθοισι·

70

κεῖται δ' ἀστεμφὴς οἵη νέκυς· ὃς δέ κεν ἰχθὺς

ἐγχρίμψηι λαγόνεσσιν, ὁ μὲν λύτο, κάππεσε δ' αὕτως

ἀδρανίης βαθὺν ὕπνον, ἀμηχανίηισι πεδηθείς·

ἡ δὲ θοῶς ἀνόρουσε καὶ οὐ κραιπνή περ ἐοῦσα,

γηθοσύνη, ζωὸν δὲ κατεσθίει ἶσα θανόντι.

75

πολλάκι καὶ κατὰ λαῖτμα μετ' ἰχθύσιν ἀντιάσασα

νηχομένοις κραιπνὴν μὲν ἐπειγομένων σβέσεν ὁρμὴν

ἐγγὺς ἐπιψαύσασα καὶ ἐσσυμένους ἐπέδησεν·

ἔσταν δ' αὐαλέοι καὶ ἀμήχανοι, οὔτε κελεύθων

δύσμοροι οὔτε φυγῆς μεμνημένοι· ἡ δὲ μένουσα

80

οὐδὲν ἀμυνομένους καταδαίνυται οὐδ' ἀΐοντας.

οἷον δ' ὀρφναίοισιν ἐν εἰδώλοισιν ὀνείρων

ἀνδρὸς ἀτυζομένοιο καὶ ἱεμένοιο φέβεσθαι

θρώσκει μὲν κραδίη, τὰ δὲ γούνατα παλλομένοιο

ἀστεμφὴς ἅτε δεσμὸς ἐπειγομένοιο βαρύνει,

85

τοίην γυιοπέδην τεχνάζεται ἰχθύσι νάρκη.

Βάτραχος αὖ νωθὴς μὲν ὁμῶς καὶ μαλθακὸς ἰχθύς,

αἴσχιστος δ' ἰδέειν· στόμα δ' οἴγεται εὐρὺ μάλιστα·

ἀλλ' ἄρα καὶ τῶι μῆτις ἀνεύρατο γαστέρι φορβήν.

αὐτὸς μὲν πηλοῖο κατ' εὐρώεντος ἐλυσθεὶς

90

κέκλιται ἀτρεμέων, ὀλίγην δ' ἀνὰ σάρκα τιταίνει,

ἥ ῥά οἱ ἐκ γένυος νεάτης ὑπένερθε πέφυκε

λεπτή τ' ἀργεννή τε, κακὴ δέ οἱ ἐστὶν ἀϋτμή·

τὴν θαμὰ δινεύει, δόλον ἰχθύσι βαιοτέροισιν·

οἵ ῥά μιν εἰσορόωντες ἐφορμώωσι λαβέσθαι.

95

αὐτὰρ ὁ τὴν ἂψ αὖτις ἐφέλκεται ἀτρέμας εἴσω,

ἦκα μάλ' ἀσπαίρουσαν ὑπὸ στόμα, τοὶ δ' ἐφέπονται

οὐδὲν ὀϊόμενοι κρυπτὸν δόλον, ὄφρα λάθωσι

βατράχου εὐρείηισιν ἔσω γενύεσσι μιγέντες.

ὡς δ' ὅτε τις κούφοισι πάγην ὄρνισι τιτύσκων,

100

πυροὺς τοὺς μὲν ἔρηνε δόλου προπάροιθε πυλάων,

ἄλλους δ' ἔνδον ἔθηκεν, ὑπεστήριξε δὲ τέχνην·

τοὺς δὲ λιλαιομένους ἕλκει πόθος ὀξὺς ἐδωδῆς,

εἴσω δὲ προγένοντο, καὶ οὐκέτι νόστος ἑτοῖμος

ἐκδῦναι, δαιτὸς δὲ κακὴν εὕραντο τελευτήν·

105

ὣς κείνους ἀμενηνὸς ἐπέσπασεν ἠπεροπεύσας

βάτραχος, οὐδ' ἐνόησαν ἑὸν σπεύδοντες ὄλεθρον.

τοῖα καὶ ἀγκυλόμητιν ἐπέκλυον ἐντύνασθαι

κερδώ· ὅτ' οἰωνῶν ἀγέλην πλήθουσαν ἴδηται,

δοχμίη ἀγκλινθεῖσα, τανυσσαμένη θοὰ κῶλα,

110

ὄμματ' ἐπιμύει, σὺν δὲ στόμα πάμπαν ἐρείδει·

φαίης κ' εἰσορόων ἤ μιν βαθὺν ὕπνον ἰαύειν,

ἠὲ καὶ ἀτρεκέως κεῖσθαι νέκυν· ὧδε γὰρ ἄπνους

αἰόλα βουλεύουσα παραβλήδην τετάνυσται·

οἱ δέ μιν εἰσορόωντες ἀολλέες ἰθὺς ἵενται

115

ὄρνιθες, λάχνην δὲ διαψαίρουσι πόδεσσιν,

ἠΰτε κερτομέοντες· ἐπὴν δέ οἱ ἐγγὺς ὀδόντων

ἔλθωσιν, τότ' ἔπειτα δόλου πετάσασα θύρετρα,

ἐξαπίνης συνέμαρψε καὶ ἔσπασεν εὐρὺ χανοῦσα

ἄγρην κερδαλέην, ὅσσην ἕλεν οἰμήσασα.

120

Καὶ μὲν δὴ δολόμητις ἐπίκλοπον εὕρατο θήρην

σηπίη· ἐκ γάρ οἱ κεφαλῆς πεφύασιν ἀραιοὶ

ἀκρέμονες προτενεῖς, ὥστε πλόκοι, οἷσι καὶ αὐτὴ

ὥστε περ ὁρμιῆισιν ἐφέλκεται ἰχθύας ἄγρηι,

πρηνὴς ἐν ψαμάθοισιν ὑπ' ὀστράκωι εἰλυθεῖσα.

125

κείναις δὲ πλοκαμῖσι καὶ ἡνίκα κύματα θύει

χείματι πετράων ἀντίσχεται, ἠΰτε τις νηῦς

πείσματ' ἐπ' ἀκταίηισιν ἀναψαμένη σπιλάδεσσι.

Καρῖδες δ' ὀλίγαι μὲν ἰδεῖν, ἴση δὲ καὶ ἀλκὴ

γυίοις, ἀλλὰ δόλοισι καὶ ἄλκιμον ὤλεσαν ἰχθύν,

130

λάβρακα, σφετέρηισιν ἐπικλέα λαβροσύνηισιν.

οἱ μὲν γὰρ σπεύδουσι καὶ ἰθύουσι λαβέσθαι

καρίδων, ταῖς δ' οὔτε φυγεῖν σθένος οὔτε μάχεσθαι,

ὀλλύμεναι δ' ὀλέκουσι καὶ οὓς πέφνουσι φονῆας.

εὖτε γὰρ ἀμφιχανόντες ἔσω μάρψωσιν ὀδόντων,

135

αἵδε θαμὰ θρώσκουσι καὶ ἐς μεσάτην ὑπερώιην

ὀξὺ κέρας χρίμπτουσι, τό τε σφίσι τέλλεται ἄκρης

ἐκ κεφαλῆς· λάβραξ δὲ φίλης κεκορημένος ἄγρης

νύγματος οὐκ ἀλέγει· τὸ δέ μιν νέμεταί τε καὶ ἕρπει,

εἰσόκε τρυχόμενόν μιν ἕληι μόρος ἐξ ὀδυνάων·

140

ὀψὲ δὲ γινώσκει νέκυος δεδαϊγμένος αἰχμῆι.

Ἔστι δέ τις πηλοῖσιν ἐφέστιος ὠμοφάγος βοῦς,

εὐρύτατος πάντεσσι μετ' ἰχθύσιν· ἦ γάρ οἱ εὖρος

πολλάκις ἑνδεκάπηχυ δυωδεκάπηχύ τ' ἐτύχθη·

οὐτιδανὸς δὲ βίην καί οἱ δέμας ἄμμορον ἀλκῆς,

145

μαλθακόν· ἐν δέ οἱ εἰσὶν ἀείδελοι ἔνδον ὀδόντες

βαιοί τ' οὐ κρατεροί τε· βίηι δέ κεν οὔτι δαμάσσαι,

ἀλλὰ δόλωι καὶ φῶτας ἐπίφρονας εἷλε πεδήσας·

δαιτὶ γὰρ ἀνδρομέηι ἐπιτέρπεται, ἔξοχα δ' αὐτῶι

ἀνθρώπων κρέα τερπνὰ καὶ εὐάντητος ἐδωδή.

150

εὖτέ τιν' ἀθρήσηι νεάτην ὑπὸ βύσσαν ἰόντα

ἀνθρώπων, ὅσσοισιν ὑποβρύχιος πόνος ἅλμης

μέμβλεται, αὐτὰρ ὁ κοῦφος ὑπὲρ κεφαλῆφιν ἀερθεὶς

νήχεται ἀστεμφής, μεγάρων ὀρόφοισιν ἐοικώς,

ἄτροπος ἀμφιταθείς, σὺν δ' ἔρχεται, ἧι κεν ἴηισι

155

δειλὸς ἀνήρ, μίμνοντι δ' ἐφίσταται ἠΰτε πῶμα.

ὡς δὲ πάϊς δολόεντα μόρον λίχνοισι μύεσσιν

ἔστησεν· τὸν δ' οὔτι πάγης λόχον ὁρμαίνοντα

γαστὴρ ἔνδον ἔλασσε, θοῶς δέ οἱ ἄγγος ὕπερθε

κοῖλον ἐπεσμαράγησεν, ὁ δ' οὐκέτι πολλὰ μενοινῶν

160

ἐκφυγέειν δύναται στιβαρὸν σκέπας, ὄφρα ἑ κοῦρος

μάρψηι τε κτείνηι τε, γέλων δ' ἐπιθήσεται ἄγρηι·

ὣς ὅ γ' ὑπὲρ κεφαλῆς βροτέης ὀλοφώϊος ἰχθὺς

πέπτατ' ἐρητύων ἀναδύμεναι, εἰσόκ' ἀϋτμὴ

φῶτα λίπηι, ψυχὴν δὲ μετεκπνεύσηι ῥοθίοισιν·

165

ἔνθα ἑ τεθνηῶτα δυσώνυμος ἀμφιέπει βοῦς

δαινύμενος, τέχνηισιν ἑλὼν δυσμήχανον ἄγρην.

Καὶ μέν τις μνιαροῖσιν ἐπὶ πλαταμῶσι νοήσας

καρκίνον αἰνήσει καὶ ἀγάσσεται εἵνεκα τέχνης

κερδαλέης· καὶ τῶι γὰρ ἐπιφροσύνην πόρε δαίμων

170

ὄστρεα φέρβεσθαι, γλυκερὴν καὶ ἄμοχθον ἐδωδήν.

ὄστρεα μὲν κληῗδας ἀναπτύξαντα θυρέτρων

ἰλὺν λιχμάζουσι καὶ ὕδατος ἰσχανόωντα

πέπταται, ἀγκοίνηισιν ἐφήμενα πετραίηισι·

καρκίνος αὖ ψηφῖδα παρὰ ῥηγμῖνος ἀείρας

175

λέχριος ὀξείηισι φέρει χηλῆισι μεμαρπώς,

λάθρη δ' ἐμπελάει, μέσσωι δ' ἐνεθήκατο λᾶαν

ὀστρέωι· ἔνθεν ἔπειτα παρήμενος εἰλαπινάζει

δαῖτα φίλην· τὸ δ' ἄρ' οὔτι καὶ ἱέμενόν περ ἐρεῖσαι

ἀμφιδύμους πλάστιγγας ἔχει σθένος, ἀλλ' ὑπ' ἀνάγκης

180

οἴγεται, ὄφρα θάνηι τε καὶ ἀγρευτῆρα κορέσσηι.

Τῶι δ' ἴσα τεχνάζουσι καὶ ἀστέρες ἑρπυστῆρες

εἰνάλιοι· καὶ τοῖς γὰρ ἐπ' ὄστρεα μῆτις ὀπηδεῖ·

ἀλλ' οὐ λᾶαν ἄγουσι συνέμπορον οὐδ' ἐπίκουρον

κεῖνοι, τρηχὺ δὲ κῶλον ἐνηρείσαντο μέσοισι

185

πεπταμένοις· τὰ μὲν ὧδε πιέζεται, οἱ δὲ νέμονται.

Ὄστρακον αὖ βυθίας μὲν ἔχει πλάκας, ἐν δέ οἱ ἰχθὺς

πίννη ναιετάει κεκλημένος· ἡ μὲν ἄναλκις

οὔτε τι μητίσασθαι ἐπίσταται οὔτε τι ῥέξαι,

ἀλλ' ἄρα οἱ ξυνόν τε δόμον ξυνήν τε καλύπτρην

190

καρκίνος ἐνναίει, φέρβει δέ μιν ἠδὲ φυλάσσει·

τῶι καὶ πιννοφύλαξ κικλήσκεται· ἀλλ' ὅτε κόχλου

ἰχθὺς ἔνδον ἵκηται, ὁ δ' οὐ φρονέουσαν ἀμύξας

δήγματι κερδαλέωι πίννην ἕλεν· ἡ δ' ὀδύνηισιν

ὄστρακα συμπλατάγησε καὶ ἔνδον ἐφράσσατο ἄγρην

195

αὑτῆι τ' ἠδ' ἑτάρωι, ξυνόν θ' ἅμα δεῖπνον ἕλοντο.

ὣς ἄρα καὶ πλωτῆρσιν ἐν ὑγροπόροισιν ἔασι

τοὶ μὲν κερδαλέοι, τοὶ δ' ἄφρονες, οἷα καὶ ἡμῖν

ἀνδράσιν, οὐδέ τι πᾶσιν ἐναίσιμόν ἐστι νόημα.

Φράζεο δ' ἀφραδίηι προφερέστατον ἡμεροκοίτην

200

ἰχθύν, ὃν παρὰ πάντας ἀεργότατον τέκεν ἅλμη.

τοῦ δ' ἤτοι κεφαλῆς μὲν ἄνω τέτραπται ὕπερθεν

ὄμματα, καὶ στόμα λάβρον ἐν ὀφθαλμοῖσι μέσοισιν·

αἰεὶ δ' ἐν ψαμάθοισι πανημέριος τετάνυσται

εὕδων, νυκτὶ δὲ μοῦνον ἀνέγρεται ἠδ' ἀλάληται·

205

τοὔνεκα κέκληται καὶ νυκτερίς· ἀλλά μιν ἄτη

γαστρὸς ἀτεκμάρτοιο κακὴ λάχεν· οὐ γὰρ ἐδωδῆς

ἢ κόρον ἠέ τι μέτρον ἐπίσταται, ἀλλ' ἀτέλεστον

λυσσομανῆ βούβρωστιν ἀναιδέϊ γαστρὶ φυλάσσει·

οὐδέ ποτ' ἂν λήξειεν ἐδητύος ἐγγὺς ἐούσης,

210

εἰσόκεν οἱ νηδύς τε μέση διὰ πᾶσα ῥαγείη,

αὐτός τε προταθεὶς πέσηι ὕπτιος, ἠέ τις ἄλλος

πέφνηι μιν νεπόδων πυμάτης ἔμφορτον ἐδωδῆς.

σῆμα δέ τοι τόδε γαστρὸς ἀειμάργοιο πιφαύσκω·

εἰ γάρ τίς μιν ἑλὼν θήρης ἀποπειρήσαιτο

215

χειρὶ βορὴν ὀρέγων, ὁ δὲ δέξεται, εἰσόκεν αὐτοῦ

λαβροτάτου στόματος νηήσεται ἄχρις ἐδωδή.

κλῦτε, γοναὶ μερόπων, οἷον τέλος ἀφραδίηισι

λαιμάργοις, ὅσον ἄλγος ἀδηφαγίηισιν ὀπηδεῖ·

τῶι τις ἀεργίην δυστερπέα τῆλε διώκοι

220

καὶ κραδίης καὶ χειρός, ἔχοι δέ τι μέτρον ἐδωδῆς·

μηδ' ἐπὶ πανθοίνοισι νόον τέρποιτο τραπέζαις·

πολλοὶ γὰρ τοῖοι καὶ ἐν ἀνδράσιν, οἷσι λέλυνται

ἡνία, γαστρὶ δὲ πάντας ἐπιτρωπῶσι κάλωας·

ἀλλά τις εἰσορόων φεύγοι τέλος ἡμεροκοίτου.

225

Ἔστι καὶ ὀξυκόμοισι νόος καὶ μῆτις ἐχίνοις,

οἵ τ' ἀνέμων ἴσασι βίας ζαμενεῖς τε θυέλλας

ὀρνυμένας, νώτοισι δ' ἀνοχλίζουσιν ἕκαστος

λᾶαν, ὅσον βαρύθοντα περὶ σφετέρηισιν ἀκάνθαις

ῥηϊδίως φορέοιεν, ἵν' ἀντία κύματος ὁρμῆι

230

βριθόμενοι μίμνωσι· τὸ γὰρ τρομέουσι μάλιστα,

μὴ σφὰς ἐπ' ἠιόνεσσι κυκώμενον οἶδμα κυλίσηι.

Πουλυπόδων δ' οὔπω τιν' ὀΐομαι ἔμμεν' ἄπυστον

τέχνης, οἳ πέτρηισιν ὁμοίϊοι ἰνδάλλονται,

τήν κε ποτιπτύξωσι περὶ σπείρηις τε βάλωνται.

235

ἄνδρας δ' ἀγρευτῆρας ὁμῶς καὶ κρέσσονας ἰχθῦς

ῥηϊδίως ἀπάτηισι παραπλάγξαντες ἄλυξαν.

ἀλλ' ὅτε χειρότερός τις ἐπισχεδὸν ἀντιβολήσηι,

αὐτίκα πουλύποδές τε καὶ ἰχθύες ἐξεφάνησαν,

μορφῆς πετραίης ἐξάλμενοι, ἐκ δὲ δόλοιο

240

φορβήν τ' ἐφράσσαντο καὶ ἐξήλυξαν ὄλεθρον.

χείματι δ' οὔποτε φασὶν ἐπιστείχειν ἁλὸς ὕδωρ

πουλύποδας· ζαμενεῖς γὰρ ὑποτρομέουσιν ἀέλλας·

ἀλλ' οἵ γε γλαφυρῆισιν ἐνιζόμενοι θαλάμηισι

πτήξαντες δαίνυνται ἑοὺς πόδας, ἠΰτε σάρκας

245

ἀλλοτρίας· οἱ δ' αὖτις ἑοὺς κορέσαντες ἄνακτας

φύονται· τόδε πού σφι Ποσειδάων ἐπένευσε.

τοῖον καὶ βλοσυρῆισιν ἀειμάργοισι νόημα

ἄρκτοις· χειμερίην γὰρ ἀλυσκάζουσαι ὁμοκλήν,

δῦσαι φωλειοῖο μυχὸν κατὰ πετρήεντα

250

ὃν πόδα λιχμάζουσιν, ἐδητύος ἔργον ἄπαστον,

μαιόμεναι δαίτην ἀνεμώλιον, οὐδ' ἐθέλουσι

προβλώσκειν, εὐκραὲς ἕως ἔαρ ἡβήσειεν.

Ἔξοχα δ' ἀλλήλοισιν ἀνάρσιον ἔχθος ἔχουσι

κάραβος ἀϊκτὴρ μύραινά τε πουλύποδές τε,

255

ἀλλήλους δ' ὀλέκουσιν ἀμοιβαίοισι φόνοισιν.

αἰεὶ δ' ἰχθυόεσσα μετὰ σφίσιν ἵστατ' ἐνυὼ

καὶ μόθος, ἄλλου δ' ἄλλος ἑὴν ἐνεπλήσατο νηδύν.

ἡ μὲν ὑπὲκ πέτρης ἁλιμυρέος ὁρμηθεῖσα

φοιταλέη μύραινα διέσσυται οἴδματα πόντου,

260

φορβὴν μαιομένη, τάχα δ' εἴσιδε πούλυπον ἀκτῆς

ἄκρα διερπύζοντα καὶ ἀσπασίην ἐπὶ θήρην

ἔσσυτο γηθομένη· τὸν δ' οὐ λάθεν ἐγγὺς ἐοῦσα·

ἀλλ' ἤτοι πρῶτον μὲν ἀτυζόμενος δεδόνηται

ἐς φόβον, οὐδ' ἄρα μῆχος ἔχει μύραιναν ἀλύξαι

265

ἕρπων νηχομένην τε καὶ ἄσχετα μαιμώωσαν.

αἶψα δέ μιν κατέμαρψε γένυν τ' ἐνέρεισε δαφοινήν·

πούλυπος αὖτ' ἀέκων ὀλοῆς ὑπὸ μάρνατ' ἀνάγκης,

ἀμφὶ δέ οἱ μελέεσσιν ἑλίσσεται, ἄλλοτε ἄλλας

παντοίας στροφάλιγγας ὑπὸ σκολιοῖσιν ἱμᾶσι

270

τεχνάζων, εἴ πώς μιν ἐρητύσειε βρόχοισιν

ἀμφιβαλών· ἀλλ' οὔτι κακῶν ἄκος οὔτ' ἀλεωρή·

ῥεῖα γὰρ ἀμφιπεσόντος ὀλισθηροῖς μελέεσσιν

ὀτραλέη μύραινα διαρρέει οἷάπερ ὕδωρ·

αὐτὰρ ὅ γ' ἄλλοτε νῶτα παναίολα, ἄλλοτε δειρὴν

275

οὐρήν τ' ἀκροτάτην περιβάλλεται, ἄλλοτε δ' αὖτε

ἐμπίπτει στόματός τε πύλαις γενύων τε μυχοῖσιν.

ὡς δὲ παλαισμοσύνης γυιαλκέος ἴδμονες ἄνδρες

δηρὸν ἐπ' ἀλλήλοισιν ἑὴν ἀναφαίνετον ἀλκήν,

ἤδη δ' ἐκ μελέων λιαρὸς καὶ ἀθέσφατος ἱδρὼς

280

χεύεται ἀμφοτέροισι· τὰ δ' αἰόλα κέρδεα τέχνης

πλάζονται, χεῖρές τε περὶ χροῒ κυμαίνονται·

ὣς καὶ πουλύποδος κοτυληδόνες οὐ κατὰ κόσμον

πλαζόμεναι κενεῆισι παλαισμοσύναις μογέουσιν.

ἡ δέ μιν ὀξυτόμοισιν ὑπὸ ῥιπῆισιν ὀδόντων

285

δαρδάπτει· μελέων δὲ τὰ μὲν κατεδέξατο γαστήρ,

ἄλλα δ' ἔτ' ἐν γενύεσσι θοοὶ τρίβουσιν ὀδόντες,

ἄλλα δέ τ' ἀσπαίρει καὶ ἑλίσσεται ἡμιδάϊκτα,

εἰσέτι παιφάσσοντα καὶ ἐκφυγέειν ἐθέλοντα.

ὡς δ' ὅτ' ἀνὰ ξυλόχους ὀφίων στίβον ἐξερεείνων

290

βριθόκερως ἔλαφος ῥινήλατον ἴχνος ἀνεῦρε,

χειὴν δ' εἰσαφίκανε καὶ ἑρπετὸν εἴρυσεν ἔξω

δάπτει τ' ἐμμενέως· ὁ δ' ἑλίσσεται ἀμφί τε γοῦνα,

δειρήν τε στέρνον τε· τὰ δ' ἡμίβρωτα κέχυνται

ἅψεα, πολλὰ δ' ὀδόντες ὑπὸ στόμα δαιτρεύουσιν·

295

ὣς καὶ πουλύποδος δνοπαλίζεται αἰόλα γυῖα

δυσμόρου· οὐδέ ἑ μῆτις ἐπιφροσύνης ἐσάωσε

πετραίης· εἰ γάρ ποτ' ἀλευόμενος περὶ πέτρην

πλέξηται, χροιήν τε πανείκελον ἀμφιέσηται,

ἀλλ' οὐ μυραίνης ἔλαθεν κέαρ, ἀλλά ἑ μούνη

300

φράζεται, ἄπρηκτον δὲ πέλει κείνοιο νόημα.

ἔνθα μιν οἰκτείρειας ἀκοσμοτάτοιο μόροιο,

ὡς ὁ μὲν ἐν πέτρηισιν ὑφέζεται, ἡ δέ οἱ ἄγχι

ἠΰτ' ἐπεγγελόωσα παρίσταται· ὧδέ κε φαίης

μυθεῖσθαι μύραιναν ἀπηνέα κερτομέουσαν·

305

τί πτώσσεις δολομῆτα; τίν' ἔλπεαι ἠπεροπεύειν;

ἦ τάχα καὶ πέτρης πειρήσομαι, ἤν σε καὶ εἴσω

δέξηται σπιλὰς ἥδε καὶ ἠμύσασα καλύψηι.

αὐτίκα δ' ἀγκύλον ἕρκος ἐνιπλήξασα λαφύσσει,

χοιράδος αὖ ἐρύουσα περίτρομον· αὐτὰρ ὅ γ' οὔτι,

310

οὐδὲ δαϊζόμενος, λείπει πάγον οὐδ' ἀνίησιν,

ἀλλ' ἔχεται πέτρης εἱλιγμένος, εἰσόκεν αὐταὶ

λείπωνται μοῦναι κοτυληδόνες ἐμπεφυυῖαι.

ὡς δ' ὅτε περθομένης δηΐων ὑπὸ χερσὶ πόληος,

ἑλκομένων παίδων τε δορυκτήτων τε γυναικῶν,

315

κοῦρον ἀνὴρ δειρῆι τε καὶ ἀγκάσιν ἐμπεφυῶτα

γειναμένης ἐρύσηι πολέμου νόμωι, αὐτὰρ ὁ χεῖρας

πλέγδην οὐκ ἀνίησιν ἀπ' αὐχένος, οὐδέ ἑ μήτηρ

κωκυτῶι προΐησιν, ὁμοῦ δέ οἱ ἕλκεται αὐτή·

ὣς καὶ πουλύποδος δειλὸν δέμας ἑλκομένοιο

320

λισσάδι μυδαλέηι περιφύεται, οὐδ' ἀνίησι.

Κάραβος αὖ μύραιναν ἀπηνέα περ μάλ' ἐοῦσαν

ἐσθίει, αὐτοφόνοισιν ἀγηνορίηισι δαμεῖσαν.

ἦ γὰρ ὁ μὲν πέτρης σχεδὸν ἵσταται, ἧι ἔνι ναίει

ὀτραλέη μύραινα· δύω δ' ἀνὰ κέντρα τιτήνας

325

δήϊα φυσιόων προκαλίζεται ἐς μόθον ἐλθεῖν,

ἶσος ἀριστῆϊ προμάχωι στρατοῦ, ὅς ῥά τε χειρῶν

ἠνορέηι πολέμου τε δαημοσύνηισι πεποιθὼς

ἔντεσι καρτύνας βριαρὸν δέμας, ὀξέα πάλλων

ἔγχεα, δυσμενέων προκαλίζεται ὅς κ' ἐθέληισιν

330

ἀντιάαν· τάχα δ' ἄλλον ἀριστήων ὀροθύνει·

ὣς ὅ γε μυραίνης θήγει φρένας, οὐδ' ἐπὶ μῶλον

δηθύνει, θαλάμης δὲ διαΐξασα κελαινή,

αὐχένα γυρώσασα, χόλωι μέγα παιφάσσουσα

ἀντιάαι· τὸν δ' οὔτι περισπέρχουσά περ αἰνῶς

335

βλάπτει τρηχὺν ἐόντα, γένυν δ' ἀνεμώλιον αὔτως

ἐγχρίμπτει, στερεοῖσι δ' ἐτώσια μαίνετ' ὀδοῦσιν·

οἱ δὲ πάλιν γενύεσσιν ἀπηνέος ὡς ἀπὸ πέτρης

παλλόμενοι κάμνουσι καὶ ἀμβλύνονται ἐρωῆς.

τῆς δὲ μέγα φλεγέθει καὶ ὀρίνεται ἄγριον ἦτορ,

340

εἰσόκε μιν χηλῆισιν ἐπαΐξας δολιχῆισιν

κάραβος αὐχενίοιο λάβηι μέσσοιο τένοντος·

ἴσχει δ' ἐμπεφυὼς χαλκείηι ὥστε πυράγρηι,

νωλεμές, οὐδ' ἀνίησι καὶ ἐσσυμένην περ ἀλύξαι·

ἡ δὲ βίηι μογέουσα καὶ ἀσχαλόωσ' ὀδύνηισι,

345

πάντηι δινεύει σκολιὸν δέμας, αἶψα δὲ νῶτα

καράβου ὀξυβελῆ περιβάλλεται ἀμφιχυθεῖσα,

ἐν δ' ἐπάγη σκώλοισι καὶ ὀξείηισιν ἀκωκαῖς

ὀστράκου, ὠτειλαῖς δὲ περιπλήθουσα θαμειαῖς

ὄλλυται αὐτοδάϊκτος, ὑπ' ἀφραδίηισι θανοῦσα.

350

ὡς δ' ὅτε θηροφόνων τις ἀνὴρ δεδαημένος ἔργων,

λαῶν ἀμφιδόμοισιν ἐναγρομένων ἀγορῆισι,

πόρδαλιν οἰστρηθεῖσαν ἐνὶ ῥοίζοισιν ἱμάσθλης

ἐγχείηι δέχεται ταναήκεϊ δοχμὸς ὑποστάς·

ἡ δὲ καὶ εἰσορόωσα γένυν θηκτοῖο σιδήρου

355

ἄγρια κυμαίνουσα κορύσσεται, ἐν δ' ἄρα λαιμῶι

ἠΰτε δουροδόκηι χαλκήλατον ἔσπασεν αἰχμήν·

ὣς ἄρα καὶ μύραιναν ἕλεν χόλος ἀφραδίηισι

δύσμορον, αὐτοτύποισιν ὑπ' ὠτειλῆισι δαμεῖσαν.

τοίην που τραφερῆς γαίης ἔπι δῆριν ἔθεντο

360

ἄμφω ἐνὶ ξυλόχοισιν ὄφις καὶ τρηχὺς ἐχῖνος

ἀντόμενοι· καὶ τοῖς γὰρ ἀνάρσιος αἶσα μέμηλεν.

ἤτοι ὁ μὲν προϊδὼν ὀλοφώϊον ἑρπυστῆρα,

φραξάμενος πυκινῆισιν ὑπὸ προβλῆσιν ἀκάνθαις

εἱλεῖται σφαιρηδόν, ὑφ' ἕρκεϊ γυῖα φυλάσσων,

365

ἔνδοθεν ἑρπύζων· ὁ δέ οἱ σχεδὸν αὐτίκα θύνων

πρῶτα μὲν ἰοτόκοισιν ἐπισπέρχει γενύεσσιν,

ἀλλ' αὔτως μογέει κενεὸν πόνον· οὐ γὰρ ἱκάνει

χρωτὸς ἔσω μαλεροῖσι καὶ ἱέμενός περ ὀδοῦσι·

τοίη μιν λάχνη δυσπαίπαλος ἀμφιβέβηκεν·

370

αὐτὰρ ὁ κυκλοτερὴς ὁλοότροχος αἰόλα γυῖα

δινεύων, πυκινῆισι κυλινδόμενος στροφάλιγξιν,

ἐμπίπτει σπείρηισι καὶ οὐτάζει βελέεσσι

χαίτης ὀξυτόμοισιν· ὁ δ' ἄλλοθεν εἴβεται ἄλλος

ἰχὼρ αἱματόεις, τὸν δ' ἕλκεα πόλλ' ἀνιάζει.

375

ἔνθα μιν ἀμφιβαλὼν περιηγέϊ πάντοθεν ὁλκῶι

ὑγρὸς ὄφις χαλεποῖσι περιπλέγδην ὑπὸ δεσμοῖς

ἴσχει τ' ἐμπρίει τε χόλωι τ' ἐνερείδεται ἀλκήν.

τοῦ δ' εἴσω τάχα πᾶσαι ὀλισθαίνουσιν ἄκανθαι

ὀξέα πεφρικυῖαι· ὁ δ' ἐν σκολόπεσσι πεπηγὼς

380

οὔτε βίην ἀνίησι καὶ οὐκ ἐθέλων πεπέδηται,

ἀλλὰ μένει γόμφοισιν ἅτε κρατεροῖσιν ἀρηρώς,

ὄφρα θάνηι, σὺν δ' αὐτὸν ἀπέφθισε θῆρα πιέζων

πολλάκις, ἀλλήλοις δὲ μόρος καὶ πῆμα γένοντο·

πολλάκι δ' ἐξήλυξε καὶ ἔκφυγε δεινὸς ἐχῖνος,

385

ἐκδὺς ἑρπυστῆρος ἀλυκτοπέδης τε κελαινῆς,

εἰσέτι τεθνηῶτος ἔχων περὶ σάρκας ἀκάνθαις.

τοίη καὶ μύραινα κακόφρονι δάμναται ἄτηι,

καράβωι ἁρπαλέη τε καὶ εὐάντητος ἐδωδή.

Κάραβον αὖ καὶ τρηχὺν ὁμῶς καὶ κραιπνὸν ἐόντα

390

δαίνυτ' ἀφαυρότερός περ ἐὼν καὶ νωθρὸς ἐρωὴν

πούλυπος· ἡνίκα γάρ μιν ὑπὸ σπιλάδεσσι νοήσηι

αὔτως ἀτρεμέοντα καὶ ἥμενον, αὐτὰρ ὁ λάθρη

νῶτον ἐπαΐξας περιβάλλεται αἰόλα δεσμά,

ἰφθίμων δολιχῆισι ποδῶν σειρῆισι πιέζων,

395

σὺν δέ οἱ ἀκραίηις κοτυληδόσι θερμὸν ἐρείδει

αὐλὸν ἐπισφίγγων στόματος μέσον, οὐδ' ἀνίησι

πνοιὴν ἠερίην οὔτ' ἔνδοθεν οὔθ' ἑτέρωθεν·

καὶ γὰρ καὶ νεπόδεσσι παλίρροος ἕλκεται ἀήρ·

ἀλλ' ἔχει ἀμφιπεσών· ὁ δὲ νήχεται, ἄλλοτε μίμνει,

400

ἄλλοτε δ' ἀσπαίρει, ποτὲ δὲ προβλῆσιν ὑπ' ἄκραις

ῥήγνυται· αὐτὰρ ὅ γ' οὔτι βίης μεθίησιν ἄεθλον,

ὄφρα ἑ τεθνηῶτα λίπηι ψυχή τε καὶ ἀλκή.

δὴ τότε μιν προπεσόντα παρήμενος ἐν ψαμάθοισι

δαίνυται, ἠΰτε κοῦρος ὑπὲκ μαζοῖο τιθήνης

405

χείλεσιν αὖ ἐρύει λαρὸν γλάγος· ὣς ὅ γε σάρκας

λάπτων ὀξυπόροιο κατέσπασεν ἄγγεος ἔξω

μυζήσας, γλυκερῆς δὲ βορῆς ἐνεπλήσατο νηδύν.

ὡς δέ τις ἡμερόκοιτος ἀνὴρ ληΐστορι τέχνηι

ὁρμαίνων ἀΐδηλα, δίκης σέβας οὔποτ' ἀέξων,

410

ἑσπέριος στεινῆισι καταπτήξας ἐν ἀγυιαῖς,

ἄνδρα παραστείχοντα μετ' εἰλαπίνην ἐλόχησε·

καί ῥ' ὁ μὲν οἰνοβαρὴς ἕρπει πάρος, ὑγρὸν ἀείδων,

οὐ μάλα νηφάλιον κλάζων μέλος· αὐτὰρ ὁ λάθρη

ἐξόπιθε προὔτυψε καὶ αὐχένα χερσὶ δαφοιναῖς

415

εἷλεν ἐπιβρίσας, κλῖνέν τέ μιν ἄγριον ὕπνον

οὐ τηλοῦ θανάτοιο καὶ εἵματα πάντ' ἐναρίξας

ὤιχετο, δυσκερδῆ τε φέρων καὶ ἀνέστιον ἄγρην·

τοιάδε καὶ πινυτοῖσι νοήματα πουλυπόδεσσιν.

Οἵδε μὲν ἀντίβιοι καὶ ἀνάρσιοι ἔξοχ' ἔασιν

420

εἰναλίων· μοῦνοι δὲ μετ' ἰχθύσιν αἰολοφύλοις

ποινητῆρες ἔασι καὶ ἀλλήλων ὀλετῆρες.

Ἄλλοι δ' ἰοφόροι νεπόδων, στομάτεσσι δ' ἀεικὴς

ἰὸς ἐνιτρέφεται στυγερός τ' ἐπὶ δήγμασιν ἕρπει.

τοῖον καὶ σκολόπενδρα, δυσώνυμον ἑρπετὸν ἅλμης,

425

ἶσον ἐπιχθονίωι δέμας ἑρπετῶι· ἀλλὰ τό γ' ἄτην

κύντερον· εἰ γάρ οἱ τις ἐπιψαύσειε πελάσσας,

αὐτίκα οἱ κνῆστις μὲν ἐπὶ χροῒ θερμὸν ἔρευθος

φοινίσσει, σμώδιξ δὲ διατρέχει ἠΰτε ποίης,

τὴν κνίδα κικλήσκουσιν, ἐπωνυμίην ὀδυνάων.

430

ἐχθρὴ δὲ σκολόπενδρα πανέξοχον ἀσπαλιεῦσι

ἐμπελάαν· εἰ γάρ ποτ' ἐπιψαύσειε δελέτρου,

οὐκ ἄν τις νεπόδων κείνου πέλας ἀγκίστροιο

ἔλθοι· τοῖον γάρ οἱ ἀπεχθέα μίσγεται ἰόν.

Τοίη καὶ βαλιῆισιν ἰουλίσι τέτροφεν ἄτη

435

ἂν στόμα· τὰς δὲ μάλιστα βυθῶν διφήτορες ἄνδρες

δύπται σπογγοτόμοι τε δυηπαθέες στυγέουσιν·

εὖτε γὰρ ἀθρήσωσιν ἐρευνητῆρα θαλάσσης

σπερχόμενον ποτὶ βυσσὸν ὑποβρυχίοισι πόνοισιν,

αἳ δ' ἀπὸ πετράων μάλα μυρίαι ὁρμηθεῖσαι

440

ἄνδρα περιπροθέουσι καὶ ἀθρόαι ἀμφιχέονται

καί μιν ὁδοῦ βλάπτουσι πονεύμενον, ἄλλοθεν ἄλλαι

κνίζουσαι στομάτεσσιν ἀναιδέσιν· αὐτὰρ ὁ κάμνει

ὕδατι καὶ στυγερῆισιν ἰουλίσιν ἀντιβολήσας,

χερσὶ δ', ὅσον σθένος ἐστίν, ἐπειγομένοις τε πόδεσσι

445

σεύει ἀμυνόμενος διερὸν στρατόν· αἱ δ' ἐφέπονται

ἀστεμφεῖς, μυίαις ἐναλίγκιοι, αἵ ῥά τ' ἐπ' ἔργοις

ἀνέρας ἀμητῆρας ὀπωρινὸν μογέοντας

πάντοσ' ἀνιηραὶ θέρεος στίχες ἀμφιπέτονται.

οἱ δ' ἅμα μὲν καμάτωι τε καὶ ἀκρήτοισι βολῆισιν

450

ἠέρος ἱδρώουσιν, ἀνιάζουσί τε μυίαις

ἐκπάγλως· αἱ δ' οὐδὲν ἀναιδείης χαλόωσι,

πρὶν θανέειν ἢ ξουθὸν ἀπ' ἀνέρος αἷμα πάσασθαι.

τόσσος ἔρως καὶ τοῖσιν ἐν ἰχθύσιν αἵματος ἀνδρῶν.

Οὐ μὴν θὴν ἀβληχρὸν ἔχει δάκος εὖτε χαράξηι

455

πούλυπος ἑρπυστὴρ ἢ σηπίη, ἀλλὰ καὶ αὐτοῖς

ἐντρέφεται βαιὸς μὲν ἀτὰρ βλαπτήριος ἰχώρ.

κέντρα δὲ πευκήεντα μετ' ἰχθύσιν ὡπλίσσαντο

κωβιός, ὃς ψαμάθοισι, καὶ ὃς πέτρηισι γέγηθε

σκορπίος, ὠκεῖαί τε χελιδόνες ἠδὲ δράκοντες

460

καὶ κύνες οἳ κέντροισιν ἐπώνυμοι ἀργαλέοισι,

πάντες ἀταρτηροῖς ὑπὸ νύγμασιν ἰὸν ἱέντες.

Τρυγόνι δὲ ξιφίηι τε θεὸς κρατερώτατα δῶρα

γυίοις ἐγκατέθηκεν, ὑπέρβιον ὅπλον ἑκάστωι

καρτύνας· καὶ τῶι μὲν ὑπὲρ γένυν ἐστήριξεν

465

ὄρθιον, αὐτόρριζον, ἀκάχμενον, οὔτι σιδήρου

φάσγανον, ἀλλ' ἀδάμαντος ἰσόσθενες ὄβριμον ἆορ.

οὐ κείνου κρυόεσσαν ἐπιβρίσαντος ἀκωκὴν

οὐδὲ μάλα στερεὴ τλαίη λίθος οὐτηθεῖσα·

τοίη οἱ ζαμενής τε πέλει πυρόεσσά τ' ἐρωή.

470

Τρυγόνι δ' ἐκ νεάτης ἀνατέλλεται ἄγριον οὐρῆς

κέντρον ὁμοῦ χαλεπόν τε βίηι καὶ ὀλέθριον ἰῶι.

οὐδέ κεν οὐ ξιφίαι, οὐ τρυγόνες ἐν γενύεσσι

φορβὴν πρόσθε πάσαιντο, πάρος βελέεσσι δαφοινοῖς

οὐτῆσαι ζωόν τε καὶ ἄπνοον ὅττι παρείη.

475

ἀλλ' ἤτοι ξιφίην μὲν ἐπὴν προλίπηισιν ἀϋτμή,

αὐτίκα οἱ κἀκεῖνο συνέφθιτο καρτερὸν ἆορ,

αὐτῶι δ' ὅπλον ἄνακτι συνέσβετο, καδδὲ λέλειπται

ὀστέον οὐδενόσωρον, ἀμήχανον ὅσσον ἰδέσθαι

φάσγανον· οὐδέ κεν ἄν τι καὶ ἱέμενος τελέσειας.

480

τρυγονίου δ' οὔπω τι κακώτερον ἔπλετο πῆμα

τρώματος, οὐδ' ὅσα χεῖρες ἀρήϊα τεχνήσαντο

χαλκήων, οὐδ' ὅσσα φερεπτερύγων ἐπ' ὀϊστῶν

Πέρσαι φαρμακτῆρες ὀλέθρια μητίσαντο·

τρυγόνι γὰρ ζωῆι τε βέλος ῥίγιστον ὀπηδεῖ

485

ζαφλεγές, οἷόν πού τις ἀνὴρ πέφρικεν ἀκούων,

ζώει τε φθιμένης καὶ ἀτειρέα ῥύεται ἀλκὴν

ἄτροπον· οὐδ' ἄρα μοῦνον ἐνὶ ζώιοις ἀΐδηλον

ἄτην, ὅσσα βάληισιν, ἐρεύγεται, ἀλλὰ καὶ ἔρνος

καὶ πέτρην ἐκάκωσε, καὶ εἴ ποθι κεῖνο πελάσσηι.

490

εἰ γάρ τίς κ' ἐριθηλὲς ἀεξόμενον φυτὸν ὥραις,

θαλλοῖς τ' εὐφυέεσσι καὶ εὐκάρποισι γονῆισι,

νέρθεν ὑπὸ ῥίζηισιν ἀναιδέϊ τύμματι κείνωι

οὐτήσηι, τόδ' ἔπειτα κακῆι βεβολημένον ἄτηι

λήγει μὲν πετάλων, κατὰ δὲ ῥέει ἠΰτε νούσωι·

495

πρῶτον ἀπ' ἀγλαΐης δὲ μαραίνεται, οὐδέ τι τηλοῦ

αὖόν τ' οὐτιδανόν τε καὶ ἄχλοον ὄψεαι ἔρνος.

Κεῖνό ποτ' αἰγανέηι δολιχήρεϊ κωπηέσσηι

Κίρκη Τηλεγόνωι πολυφάρμακος ὤπασε μήτηρ,

αἰχμάζειν δηΐοις ἅλιον μόρον· αὐτὰρ ὁ νήσωι

500

αἰγιβότωι προσέκελσε, καὶ οὐ μάθε πώεα πέρθων

πατρὸς ἑοῦ, γεραρῶι δὲ βοηδρομέοντι τοκῆϊ

αὐτῶι, τὸν μάστευε, κακὴν ἐνεμάξατο κῆρα.

ἔνθα τὸν αἰολόμητιν Ὀδυσσέα, μυρία πόντου

ἄλγεα μετρήσαντα πολυκμήτοισιν ἀέθλοις,

505

τρυγὼν ἀλγινόεσσα μιῆι κατενήρατο ῥιπῆι.

Θύννωι δὲ ξιφίηι τε συνέμπορον αἰὲν ὀπηδεῖ

πῆμα· τὸ δ' οὔποτ' ἔχουσιν ἀπότροπον οὔτε μεθέσθαι

οὔτε φυγεῖν, πτερύγεσσιν ἐνήμενον ἄγριον οἶστρον,

ὅς σφισι, καυστηροῖο κυνὸς νέον ἱσταμένοιο,

510

κέντρου πευκεδανοῖο θοὴν ἐνερείδεται ἀλκήν,

ὀξὺ μάλ' ἐγχρίμπτων, χαλεπὴν δ' ἐπὶ λύσσαν ὀρίνει,

θωρήξας ὀδύνηισιν· ἐπισπέρχει δ' ἀέκοντας

φοιταλέηι μάστιγι χορευέμεν· οἱ δὲ κελαινῶι

τύμματι παιφάσσουσι μεμηνότες, ἄλλοτε δ' ἄλληι

515

κῦμα καθιππεύουσιν, ἀνήνυτον ἄλγος ἔχοντες.

πολλάκι καὶ νήεσσιν ἐϋκραίροις ἐνόρουσαν

ῥιπῆι ἐλαυνόμενοι δυσκραέϊ· πολλάκι δ' ἅλμης

ἔκθορον ἐς γαῖάν τε κατέδραμον ἀσπαίροντες

καὶ μόρον ἠμείψαντο πολυκμήτων ὀδυνάων·

520

τοῖον γὰρ δάκος αἰνὸν ἐπιρρέπει οὐδ' ἀνίησι.

καὶ γάρ τοι καὶ βουσὶν ἀνάρσιος εὖτε πελάσσηι

οἶστρος, ἐνιχρίμψηι δὲ βέλος λαγόνεσσιν ἀραιαῖς,

οὔτε τι βουφόρβων μέλεται σέβας οὔτε νομοῖο,

οὔτ' ἀγέλης ποίην δὲ καὶ αὔλια πάντα λιπόντες

525

σεύονται λύσσηι τεθοωμένοι· οὐδέ τις αὐτοῖς

οὐ ποταμῶν, οὐ πόντος ἀνέμβατος, οὐδὲ χαράδραι

ῥωγάδες, οὐ πέτρη τις ἀφοίτητος κατερύκει

ῥιπὴν ταυρείην, ὅτ' ἐπιζέσηι ὀξὺ κελεύων

βουτύπος, ὀτρηρῆισιν ἐπισπέρχων ὀδύνηισι·

530

πάντηι δὲ βρυχή, πάντηι δέ οἱ ἅλματα χηλῆς

εἱλεῖται· τοίη μιν ἄγει δριμεῖα θύελλα.

καὶ τὸ μὲν ἰχθύσιν ἄλγος ὁμοίϊον ἠδὲ βόεσσι.

Δελφῖνες δ' ἀγέληισιν ἁλὸς μέγα κοιρανέουσιν,

ἔξοχον ἠνορέηι τε καὶ ἀγλαΐηι κομόωντες

535

ῥιπῆι τ' ὠκυάλωι· διὰ γὰρ βέλος ὥστε θάλασσαν

ἵπτανται· φλογόεν δὲ σέλας πέμπουσιν ὀπωπαῖς

ὀξύτατον· καί πού τιν' ὑποπτήσσοντα χαράδραις

καί τιν' ὑπὸ ψαμάθοις εἰλυμένον ἔδρακον ἰχθύν.

ὅσσον γὰρ κούφοισι μετ' οἰωνοῖσιν ἄνακτες

540

αἰετοὶ ἢ θήρεσσι μετ' ὠμηστῆισι λέοντες,

ὅσσον ἀριστεύουσιν ἐν ἑρπυστῆρσι δράκοντες,

τόσσον καὶ δελφῖνες ἐν ἰχθύσιν ἡγεμονῆες.

τοῖς δ' οὔτ' ἐρχομένοις πελάσαι σχεδὸν οὔτε τις ἄντην

ὄσσε βαλεῖν τέτληκεν, ὑποπτώσσουσι δ' ἄνακτος

545

τηλόθεν ἅλματα δεινὰ καὶ ἄσθματα φυσιόωντος.

οἱ δ' ὁπότ' ἰθύσωσι λιλαιόμενοι μετὰ φορβήν,

πάντ' ἄμυδις κλονέουσιν ἀθέσφατα πώεα λίμνης,

παμφύγδην ἐλόωντες· ἐνέπλησαν δὲ φόβοιο

πάντα πόρον· σκιεροὶ δὲ μυχοὶ χθαμαλαί τε χαράδραι

550

στείνονται λιμένες τε καὶ ἠϊόνων ἐπιωγαὶ

πάντοθεν εἰλομένων· ὁ δὲ δαίνυται ὅν κ' ἐθέληισι,

κρινάμενος τὸν ἄριστον ἀπειρεσίων παρεόντων.

Ἀλλ' ἔμπης καὶ τοῖσιν ἀνάρσιοι ἀντιφέρονται

ἰχθύες, οὓς ἀμίας κικλήσκομεν· οὐδ' ἀλέγουσι

555

δελφίνων, μοῦναι δὲ κατ' ἀντία δηριόωνται.

ταῖς μὲν ἀφαυρότερον θύννων δέμας, ἀμφὶ δὲ σάρκες

ἀβληχραί, θαμέες δὲ διὰ στόμα λάβρον ὀδόντες

ὀξέα πεφρίκασι· τὸ καὶ μέγα θάρσος ἔχουσιν,

οὐδὲ καταπτώσσουσιν ὑπέρβιον ἡγητῆρα.

560

εὖτε γὰρ ἀθρήσωσιν ἀπόσσυτον οἶον ἀπ' ἄλλων

δελφίνων ἀγέλης, αἱ δ' ἀθρόαι ἄλλοθεν ἄλλαι,

ἠΰθ' ὑπ' ἀγγελίης στρατὸς ἄσπετος, εἰς ἕν' ἰοῦσαι

στέλλονται ποτὶ μῶλον ἀθαμβέες, ὥστ' ἐπὶ πύργον

δυσμενέων θύνοντες ἀρήϊοι ἀσπιστῆρες.

565

δελφὶς δ' ἠϋγένειος ὑπαντιόωντος ὁμίλου

πρῶτα μὲν οὐκ ἀλέγει, μετὰ δ' ἔσσυται, ἄλλοτε ἄλλην

ἁρπάγδην ἐρύων, μενοεικέα δαῖτα κιχήσας.

ἀλλ' ὅτε μιν πολέμοιο περιστέψωσι φάλαγγες

πάντοθεν, ἀμφὶ δέ μιν στῖφος μέγα κυκλώσωνται,

570

δὴ τότε οἱ καὶ μόχθος ὑπὸ φρένα δύεται ἤδη·

ἔγνω δ' αἰπὺν ὄλεθρον ἀπειρεσίοις ἔνι μοῦνος

ἑρχθεὶς δυσμενέεσσι· πόνος δ' ἀναφαίνεται ἀλκῆς.

αἱ μὲν γὰρ λυσσηδὸν ἀολλέες ἀμφιχυθεῖσαι

δελφῖνος μελέεσσι βίην ἐνέρεισαν ὀδόντων·

575

πάντηι δὲ πρίουσι καὶ ἄτροποι ἐμπεφύασι,

πολλαὶ μὲν κεφαλῆς δεδραγμέναι, αἱ δὲ γενείων

γλαυκῶν, αἱ δ' αὐτῆισιν ἐνὶ πτερύγεσσιν ἔχονται,

πολλαὶ δ' ἐν λαγόνεσσι γένυν πήξαντο δαφοινήν,

ἄλλαι δ' ἀκροτάτην οὐρὴν ἕλον, αἱ δ' ὑπένερθε

580

νηδύν, αἱ δ' ἄρ' ὕπερθεν ὑπὲρ νώτοιο νέμονται,

ἄλλαι δ' ἐκ λοφιῆς, αἱ δ' αὐχένος ἠιώρηνται.

αὐτὰρ ὁ παντοίοισι περιπληθὴς καμάτοισι

πόντον ἐπαιγίζει, σφακέλωι δέ οἱ ἔνδον ὀρεχθεῖ

μαινομένη κραδίη, φλεγέθει δέ οἱ ἦτορ ἀνίηι,

585

πάντηι δὲ θρώσκει καὶ ἑλίσσεται ἄκριτα θύων,

παφλάζων ὀδύνηισι· κυβιστητῆρι δ' ἐοικὼς

ἄλλοτε μὲν βαθὺ κῦμα διατρέχει ἠΰτε λαίλαψ,

ἄλλοτε δ' ἐς νεάτην φέρεται βρύχα, πολλάκι δ' ἅλμης

ἀφρὸν ὑπερθρώσκων ἀναπάλλεται, εἴ ἑ μεθείη

590

ἐσμὸς ὑπερφιάλων νεπόδων θρασύς· αἱ δ' ἀλίαστοι

οὔτι βίης μεθιᾶσιν, ὁμῶς δέ οἱ ἐμπεφύασι,

καί οἱ δυομένωι τε μίαν δύνουσι κέλευθον,

αὖτις δ' ἀνθρώσκοντι σὺν ἔξαλοι ἀΐσσουσιν

ἑλκόμεναι· φαίης κε νέον τέρας Ἐννοσιγαίωι

595

τίκτεσθαι δελφῖσι μεμιγμένον ἠδ' ἀμίηισιν·

ὧδε γὰρ ἀργαλέηι ξυνοχῆι πεπέδηται ὀδόντων.

ὡς δ' ὅταν ἰητὴρ πολυμήχανος, ἕλκος ἀφύσσων

οἰδαλέον, τῶι πολλὸν ἀνάρσιον ἔνδοθεν αἷμα

ἐντρέφεται, διεράς τε γονάς, κυανόχροα λίμνης

600

ἑρπετά, τειρομένοιο κατὰ χροὸς ἐστήριξε,

δαίνυσθαι μέλαν αἷμα· τὰ δ' αὐτίκα γυρωθέντα

κυρτοῦται καὶ λύθρον ἐφέλκεται οὐδ' ἀνίησιν,

εἰσόκεν αἱμοβαρῆ ζωρὸν πότον αὖ ἐρύσαντα

ἐκ χροὸς αὐτοκύλιστα πέσηι μεθύουσιν ὁμοῖα·

605

ὣς ἀμίαις οὐ πρόσθε χαλᾶι μένος, εἰσόκε σάρκα

κείνην, ἥν ποτ' ἔμαρψαν, ὑπὸ στόμα δαιτρεύσωνται.

ἀλλ' ὅτε μιν προλίπωσιν, ἀναπνεύσηι δὲ πόνοιο

δελφίς, δὴ τότε λύσσαν ἐσόψεαι ἡγητῆρος

χωομένου· κρυερὴ δ' ἀμίαις ἀναφαίνεται ἄτη.

610

αἱ μὲν γὰρ φεύγουσιν, ὁ δ' ἐξόπιθεν κεραΐζων,

εἰδόμενος πρηστῆρι δυσηχέϊ, πάντ' ἀμαθύνει,

δάπτων ἐμμενέως, κατὰ δ' αἵματι πόντον ἐρεύθει

αἰχμάζων γενύεσσι, παθὼν δ' ἀπετίσατο λώβην.

ὧδε καὶ ἐν ξυλόχοισιν ἔχει φάτις ἀγρευτήρων

615

θῶας ὑπερφιάλους ἔλαφον πέρι ποιπνύεσθαι

ἀγρομένους· οἱ μὲν γὰρ ἐπαΐγδην γενύεσσι

σάρκας ἀφαρπάζουσι καὶ ἀρτιχύτοιο φόνοιο

θερμὸν ἔαρ λάπτουσιν· ὁ δ' αἱμάσσων ὀδύνηισι,

βεβρυχὼς ὀλοῆισι περίπλεος ὠτειλῆισιν,

620

ἄλλοτ' ἐπ' ἀλλοίων ὀρέων διαπάλλεται ἄκρας·

οἱ δέ μιν οὐ λείπουσιν, ἀεὶ δέ οἱ ἐγγὺς ἕπονται

ὠμησταί, ζωὸν δὲ διαρταμέοντες ὀδοῦσι

ῥινὸν ἀποσχίζουσι, πάρος θανάτοιο κυρῆσαι,

δαῖτα κελαινοτάτην τε καὶ ἀλγίστην πονέοντες.

625

ἀλλ' ἤ τοι θῶες μὲν ἀναιδέες οὔτιν' ἔτισαν

ποινήν, ἐκ δ' ἐγέλασσαν ἐπὶ φθιμένοις ἐλάφοισιν,

θαρσαλέαι δ' ἀμίαι τάχα κύντερα δηρίσαντο.

Δελφίνων κἀκεῖνο πανέξοχον ἔργον ἀκούων

ἠγασάμην· τοῖς εὖτ' ἂν ὀλέθριος ἐγγὺς ἵκηται

630

νοῦσος ἀταρτηρή, τοὺς δ' οὐ λάθεν, ἀλλ' ἐδάησαν

τέρμα βίου· πέλαγος δὲ καὶ εὐρέα βένθεα λίμνης

φεύγοντες κούφοισιν ἐπ' αἰγιαλοῖσιν ἔκελσαν·

ἔνθα δ' ἀποπνείουσι καὶ ἐν χθονὶ μοῖραν ἕλοντο,

ὄφρα τις ἢ μερόπων ἱερὸν τρόχιν Ἐννοσιγαίου

635

κείμενον αἰδέσσαιτο χυτῆι τ' ἐπὶ θινὶ καλύψαι,

μνησάμενος φιλότητος ἐνηέος, ἠὲ καὶ αὐτὴ

βρασσομένη ψαμάθοισι δέμας κρύψειε θάλασσα,

μηδέ τις εἰναλίων ἐσίδοι νέκυν ἡγητῆρα,

μηδέ τις οἰχομένωι περ ἐνὶ χροῒ λωβήσαιτο

640

δυσμενέων· ἀρετὴ δὲ καὶ ὀλλυμένοισιν ὀπηδεῖ

καὶ κράτος, οὐδ' ἤισχυναν ἑὸν κλέος οὐδὲ θανόντες.

Κεστρέα δ' ἐν πάντεσσιν ἁλὸς νεπόδεσσιν ἀκούω

φέρβειν πρηΰτατόν τε δικαιότατόν τε νόημα·

μοῦνοι γὰρ κεστρῆες ἐνηέες οὔθ' ὁμόφυλον

645

οὔτέ τιν' ἀλλοίης γενεῆς ἄπο πημαίνουσιν·

οὐδέ ποτε ψαύουσιν ὑπὸ στόμα σαρκὸς ἐδωδῆς,

οὐδὲ φόνου λάπτουσιν, ἀπημοσύνηι δὲ νέμονται,

αἵματος ἄχραντοι καὶ ἀκηδέες, ἁγνὰ γένεθλα·

φέρβονται δ' ἢ χλωρὸν ἁλὸς μνίον ἠὲ καὶ αὐτὴν

650

ἰλύν, ἀλλήλων τε δέμας περιλιχμάζουσι.

τοὔνεκα καί τιν' ἔχουσι μετ' ἰχθύσι τίμιον αἰδῶ·

οὐ γάρ τις κείνων νεαρὸν τόκον οἷα καὶ ἄλλων

σίνεται, ὠμοφάγων δὲ βίην ἀπέχουσιν ὀδόντων.

ὣς αἰεὶ μετὰ πᾶσι Δίκης πρεσβήϊα κεῖται

655

αἰδοίης, πάντηι δὲ γεράσμιον ἤρατο τιμήν.

οἱ δ' ἄλλοι μάλα πάντες ὀλέθριοι ἀλλήλοισιν

ἔρχονται· τὸ καὶ οὔποτ' ἐσόψεαι ὑπνώοντας

ἔλλοπας, ἀλλ' ἄρα τοῖσι καὶ ὄμματα καὶ νόος αἰὲν

ἐγρήσσει πανάϋπνος· ἐπεὶ τρομέουσι μὲν αἰεὶ

660

φέρτερον ἀντιόωντα, χερειότερον δ' ὀλέκουσι.

μοῦνον δ' οὔποτε φασὶν ἀνὰ κνέφας ἀσπαλιῆες

εἰς ἄγρην πεσέειν ἁπαλὸν σκάρον, ἀλλά που ὕπνον

ἐννύχιον κοίλοισιν ὑπὸ κευθμῶσιν ἰαύειν.

Οὐ μέντοι τό γε θαῦμα Δίκην ἀπάτερθε θαλάσσης

665

ναιετάειν· οὐ γάρ τι πάλαι πρέσβειρα θεάων

οὐδὲ μετὰ θνητοῖσιν ἔχε θρόνον, ἀλλὰ κυδοιμοὶ

δυσκέλαδοι καὶ θοῦρος Ἄρευς φθισήνορος ἄτη

μαῖά τ' ἐρικλαύστων πολέμων Ἔρις ἀλγεσίδωρος

ἔφλεγον ἡμερίων δειλὸν γένος· οὐδέ τι θηρῶν

670

κεκριμένοι πολέες μερόπων ἔσαν, ἀλλὰ λεόντων

αἰνότεροι πύργους τ' εὐτείχεας ἠδὲ μέλαθρα

νηούς τ' ἀθανάτων εὐώδεας αἵματι φωτῶν

καπνῶι τ' αἰθαλόεντι κατείνυον Ἡφαίστοιο,

εἰσόκε ῥαιομένην γενεὴν ὤικτειρε Κρονίων,

675

ὑμῖν δ' Αἰνεάδηισιν ἐπέτραπε γαῖαν ἀνάψας.

ἀλλ' ἔτι καὶ προτέροισιν ἐν Αὐσονίων βασιλεῦσι

θῦνεν Ἄρης, Κελτούς τε καὶ αὐχήεντας Ἴβηρας

θωρήσσων Λιβύης τε πολὺν πόρον ἔργα τε Ῥήνου

Ἴστρον τ' Εὐφρήτην τε· τί μοι τάδε δούρατος ἔργα

680

μεμνῆσθαι; νῦν γάρ σε, Δίκη θρέπτειρα πολήων,

γινώσκω μερόπεσσι συνέστιον ἠδὲ σύνοικον,

ἐξ οὗ μοι κραίνουσι μέγαν θρόνον ἐμβεβαῶτες

ἄμφω θεσπέσιός τε πατὴρ καὶ φαίδιμος ὄρπηξ·

ἐκ τῶν μοι γλυκὺς ὅρμος ἀνακτορίης πεπέτασται.

685

τούς μοι καὶ ῥύοισθε καὶ ἔμπεδον ἰθύνοιτε

πολλαῖς ἐν δεκάδεσσιν ἑλισσομένων ἐνιαυτῶν,

Ζεῦ τε καὶ Οὐρανίδαι, Ζηνὸς χορός, εἴ τις ἀμοιβὴ

εὐσεβίης· σκήπτρωι δὲ τελεσφόρον ὄλβον ἄγοιτε.