Oppianos
floruit 180 p. Chr. n.
Ἁλιευτικὰ
Βιβλίον αʹ
|
|
___________________________________________________
|
|
Ἔθνεά τοι πόντοιο πολυσπερέας τε φάλαγγαςπαντοίων νεπόδων, πλωτὸν γένος Ἀμφιτρίτης,ἐξερέω, γαίης ὕπατον κράτος, Ἀντωνῖνε·ὅσσα τε κυματόεσσαν ἔχει χύσιν, ἧιχί θ' ἕκαστα | |
5 | ἐννέμεται, διερούς τε γάμους διεράς τε γενέθλαςκαὶ βίον ἰχθυόεντα καὶ ἔχθεα καὶ φιλότηταςκαὶ βουλάς, ἁλίης τε πολύτροπα δήνεα τέχνηςκερδαλέης, ὅσα φῶτες ἐπ' ἰχθύσι μητίσαντοἀφράστοις· ἀΐδηλον ἐπιπλώουσι θάλασσαν |
10 | τολμηρῆι κραδίηι, κατὰ δ' ἔδρακον οὐκ ἐπίοπταβένθεα καὶ τέχνηισιν ἁλὸς διὰ μέτρα δάσαντοδαιμόνιοι. χλούνην μὲν ὀρίτροφον ἠδὲ καὶ ἄρκτονθηρητὴρ ὁράαι τε καὶ ἀντιόωντα δοκεύειἀμφαδίην, ἕκαθέν τε βαλεῖν σχεδόθεν τε δαμάσσαι· |
15 | ἄμφω δ' ἀσφαλέως γαίης ἔπι θήρ τε καὶ ἀνὴρμάρνανται, σκύλακες δὲ συνέμποροι ἡγεμονῆεςκνώδαλα σημαίνουσι καὶ ἰθύνουσιν ἄνακταςεὐνὴν εἰς αὐτὴν καὶ ἀρηγόνες ἐγγὺς ἕπονται.οὐδ' ἄρα τοῖς οὐ χεῖμα τόσον δέος, οὐ μὲν ὀπώρη |
20 | φλέγμα φέρει· πολλαὶ γὰρ ἐπακτήρων ἀλεωραὶλόχμαι τε σκιεραὶ καὶ δειράδες ἄντρα τε πέτρηςαὐτορόφου· πολλοὶ δὲ τιταινόμενοι κατ' ὄρεσφινἀργύρεοι ποταμοί, δίψης ἄκος ἠδὲ λοετρῶνἀέναοι ταμίαι· παρὰ δὲ χλοάουσι ῥέεθροις |
25 | ποῖαί τε χθαμαλαί, μαλακὴ κλίσις ὕπνον ἑλέσθαιεὔδιον ἐκ καμάτοιο, καὶ ὥρια δόρπα πάσασθαιὕλης ἀγρονόμοιο, τά τ' οὔρεσι πολλὰ φύονται.τερπωλὴ δ' ἕπεται θήρηι πλέον ἠέ περ ἱδρώς.ὅσσοι δ' οἰωνοῖσιν ἐφοπλίζονται ὄλεθρον, |
30 | ῥηϊδίη καὶ τοῖσι πέλει καὶ ὑπόψιος ἄγρη·τοὺς μὲν γὰρ κνώσσοντας ἐληΐσσαντο καλιῆςκρύβδην· τοὺς δὲ δόναξιν ὑπέσπασαν ἰξοφόροισιν·οἱ δὲ τανυπλέκτοισιν ἐν ἕρκεσιν ἤριπον αὐτοὶεὐνῆς χρηΐζοντες, ἀτερπέα δ' αὖλιν ἔκυρσαν. |
35 | τλησιπόνοις δ' ἁλιεῦσιν ἀτέκμαρτοι μὲν ἄεθλοι,ἐλπὶς δ' οὐ σταθερὴ σαίνει φρένας ἠΰτ' ὄνειρος·οὐ γὰρ ἀκινήτου γαίης ὕπερ ἀθλεύουσιν,ἀλλ' αἰεὶ κρυερῶι τε καὶ ἄσχετα μαργαίνοντιὕδατι συμφορέονται, ὃ καὶ γαίηθεν ἰδέσθαι |
40 | δεῖμα φέρει καὶ μοῦνον ἐν ὄμμασι πειρήσασθαι·δούρασι δ' ἐν βαιοῖσιν ἀελλάων θεράποντεςπλαζόμενοι, καὶ θυμὸν ἐν οἴδμασιν αἰὲν ἔχοντες,αἰεὶ μὲν νεφέλην ἰοειδέα παπταίνουσιν,αἰεὶ δὲ τρομέουσι μελαινόμενον πόρον ἅλμης· |
45 | οὐδέ τι φοιταλέων ἀνέμων σκέπας, οὐδέ τιν' ὄμβρωνἀλκήν, οὐ πυρὸς ἄλκαρ ὀπωρινοῖο φέρονται.πρὸς δ' ἔτι καὶ βλοσυρῆς δυσδερκέα δείματα λίμνηςκήτεα πεφρίκασι, τά τε σφίσιν ἀντιόωσιν,εὖτ' ἂν ὑποβρυχίης ἄδυτον περόωσι θαλάσσης· |
50 | οὐ μέν τις σκυλάκων ἁλίην ὁδὸν ἡγεμονεύειἰχθυβόλοις· ἴχνη γὰρ ἀείδελα νηχομένοισιν·οὐδ' οἵ γ' εἰσορόωσιν ὅπηι σχεδὸν ἵξεται ἄγρηςἀντιάσας, οὐ γάρ τι μίην ὁδὸν ἔρχεται, ἰχθύς·θριξὶ δ' ἐν ἠπεδανοῖσι παλιγνάμπτοιό τε χαλκοῦ |
55 | χείλεσι καὶ δονάκεσσι λίνοισί τε κάρτος ἔχουσιν.Οὐ μὴν τερπωλῆς ἀπολείπεαι, αἴ κ' ἐθέληισθατέρπεσθαι, γλυκερὴ δὲ πέλει βασιλήϊος ἄγρη.νῆα μὲν εὐγόμφωτον, ἐΰζυγον, ἔξοχα κούφην,αἰζηοὶ κώπηισιν ἐπειγομένηις ἐλόωσι, |
60 | νῶτον ἁλὸς θείνοντες· ὁ δ' ἐν πρύμνηισιν ἄριστοςἰθυντὴρ ἀλίαστον ἄγει καὶ ἀμεμφέα νῆαχῶρον ἐς εὐρύαλόν τε καὶ εὔδια πορφύροντα·ἔνθα δὲ δαιτυμόνων νεπόδων ἀπερείσια φῦλαφέρβεται, οὓς θεράποντες ἀεὶ κομέουσιν, ἐδωδῆι |
65 | πολλῆι πιαίνοντες, ἑτοιμότατον χορὸν ἄγρηςσοί τε, μάκαρ, καὶ παιδὶ μεγαυχέϊ, πώεα θήρης.αὐτίκα γὰρ χειρὸς μὲν ἐΰπλοκον εἰς ἅλα πέμπειςὁρμιήν, ὁ δὲ ῥίμφα γένυν κατεδέξατο χαλκοῦἰχθὺς ἀντιάσας, τάχα δ' ἕλκεται ἐκ βασιλῆος |
70 | οὐκ ἀέκων, σέο δ' ἦτορ ἰαίνεται, ὄρχαμε γαίης·πολλὴ γὰρ βλεφάροισι καὶ ἐν φρεσὶ τέρψις ἰδέσθαιπαλλόμενον καὶ ἑλισσόμενον πεπεδημένον ἰχθύν.Ἀλλά μοι ἱλήκοις μὲν ἁλὸς πόρωι ἐμβασιλεύωνεὐρυμέδων Κρονίδης γαιηόχος, ἠδὲ Θάλασσα |
75 | αὐτή, καὶ ναετῆρες ἐριγδούποιο θαλάσσηςδαίμονες, ὑμετέρας τ' ἀγέλας καὶ ἁλίτροφα φῦλαεἰπέμεν αἰνήσαιτε· σὺ δ' ἰθύνειας ἕκαστα,πότνα Θεά, καὶ πατρὶ καὶ υἱέϊ παμβασιλῆοςθυμήρη τάδε δῶρα τεῆς πόρσυνον ἀοιδῆς. |
80 | Μυρία μὲν δὴ φῦλα καὶ ἄκριτα βένθεσι πόντουἐμφέρεται πλώοντα· τὰ δ' οὔ κέ τις ἐξονομήναιἀτρεκέως· οὐ γάρ τις ἐφίκετο τέρμα θαλάσσης·ἀλλὰ τριηκοσίων ὀργυιῶν ἄχρι μάλισταἀνέρες ἴσασίν τε καὶ ἔδρακον Ἀμφιτρίτην. |
85 | πολλὰ δ' (ἀπειρεσίη γὰρ ἀμετροβαθής τε θάλασσα,)κέκρυπται, τά κεν οὔ τις ἀείδελα μυθήσαιτοθνητὸς ἐών· ὀλίγος δὲ νόος μερόπεσσι καὶ ἀλκή.οὐ μὲν γὰρ γαίης πολυμήτορος ἔλπομαι ἅλμηνπαυροτέρας ἀγέλας οὔτ' ἔθνεα μείονα φέρβειν. |
90 | ἀλλ' εἴτ' ἀμφήριστος ἐν ἀμφοτέρηισι γενέθληεἴθ' ἑτέρη προβέβηκε, θεοὶ σάφα τεκμαίρονται,ἡμεῖς δ' ἀνδρομέοισι νοήμασι μέτρα φέροιμεν.Ἰχθύσι μὲν γενεή τε καὶ ἤθεα καὶ πόρος ἅλμηςκέκριται, οὐδέ τι πᾶσι νομαὶ νεπόδεσσιν ὁμοῖαι· |
95 | οἱ μὲν γὰρ χθαμαλοῖσι παρ' αἰγιαλοῖσι νέμονται,ψάμμον ἐρεπτόμενοι καὶ ὅσ' ἐν ψαμάθοισι φύονται,ἵπποι κόκκυγές τε θοοὶ ξανθοί τ' ἐρυθῖνοικαὶ κίθαροι καὶ τρίγλα καὶ ἀδρανέες μελάνουροιτραχούρων τ' ἀγέλαι βούγλωσσά τε καὶ πλατύουροι |
100 | ταινίαι ἀβληχραὶ καὶ μορμύρος, αἰόλος ἰχθύς,σκόμβροι κυπρῖνοί τε καὶ οἳ φίλοι αἰγιαλοῖσιν.Ἄλλοι δ' αὖ πηλοῖσι καὶ ἐν τενάγεσσι θαλάσσηςφέρβονται, βατίδες τε βοῶν θ' ὑπέροπλα γένεθλατρυγών τ' ἀργαλέη καὶ ἐτήτυμον οὔνομα νάρκη, |
105 | ψῆτται καλλαρίαι καὶ τριγλίδες ἔργα τ' ὀνίσκωνσαῦροί τε σκέπανοί τε καὶ ὅσσ' ἐνιτέτροφε πηλοῖς.Θῖνα δ' ἀνὰ πρασόεσσαν ὑπὸ χλοεραῖς βοτάνηισιβόσκονται μαινῖδες ἰδὲ τράγοι ἠδ' ἀθερῖναικαὶ σμαρίδες καὶ βλέννος ἰδὲ σπάροι ἀμφότεροί τε |
110 | βῶκες ὅσοις τ' ἄλλοισι φίλον πράσον ἀμφινέμεσθαι.Κεστρέες αὖ κέφαλοί τε, δικαιότατον γένος ἅλμης,λάβρακές τ' ἀμίαι τε θρασύφρονες ἠδὲ χρέμητεςπηλαμύδες γόγγροι τε καὶ ὃν καλέουσιν ὄλισθονγείτονα ναιετάουσιν ἀεὶ ποταμοῖσι θάλασσαν |
115 | ἢ λίμναις, ὅθι λαρὸν ὕδωρ μεταπαύεται ἅλμης,πολλή τε πρόχυσις συμβάλλεται ἰλυόεσσα,ἑλκομένη δίνηισιν ἀπὸ χθονός· ἔνθα νέμονταιφορβὴν ἱμερτὴν γλυκερῆι θ' ἁλὶ πιαίνονται.λάβραξ δ' οὐδ' αὐτῶν ποταμῶν ἀπολείπεται ἔξω, |
120 | ἐκ δ' ἁλὸς ἐς προχοὰς ἀνανήχεται· ἐγχέλυες δὲἐκ ποταμῶν πλαταμῶσιν ἐνιχρίμπτουσι θαλάσσης.Πέτραι δ' ἀμφίαλοι πολυειδέες· αἱ μὲν ἔασιφύκεσι μυδαλέαι, περὶ δὲ μνία πολλὰ πέφυκε·τὰς ἦτοι πέρκαι καὶ ἰουλίδες ἀμφί τε χάννοι |
125 | φέρβονται σάλπαι τε μετὰ σφίσιν αἰολόνωτοικαὶ κίχλαι ῥαδιναὶ καὶ φυκίδες οὕς θ' ἁλιῆεςἀνδρὸς ἐπωνυμίην θηλύφρονος ηὐδάξαντο.Ἄλλαι δὲ χθαμαλαὶ ψαμαθώδεος ἄγχι θαλάσσηςλεπράδες, ἃς κίρρις τε σύαινά τε καὶ βασιλίσκοι |
130 | ἐν δὲ μύλοι τρίγλης τε ῥοδόχροα φῦλα νέμονται.Ἄλλαι δ' αὖ ποιῆισιν ἐπίχλοοι ὑγρὰ μέτωπαπέτραι σαργὸν ἔχουσιν ἐφέστιον ἠδὲ σκίαινανχαλκέα καὶ κορακῖνον ἐπώνυμον αἴθοπι χροιῆι,καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις |
135 | φθέγγεται ἰκμαλέην λαλαγὴν καὶ μοῦνος ἐδητὺνἄψορρον προΐησιν ἀνὰ στόμα, δεύτερον αὖτιςδαινύμενος, μήλοισιν ἀναπτύσσων ἴσα φορβήν.Ὅσσαι δ' αὖ χήμηισι περίπλεοι ἢ λεπάδεσσιν,ἐν δέ σφιν θαλάμαι τε καὶ αὔλια δύμεναι ἰχθῦς, |
140 | τῆισι δὲ καὶ φάγροι καὶ ἀναιδέες ἀγριόφαγροικέρκουροί τε μένουσι καὶ ὀψοφάγοι καὶ ἀνιγραὶμύραιναι σαῦροί τε καὶ ὀψιμόρων γένος ὀρφῶν,οἳ πάντων περίαλλα κατὰ χθόνα δηθύνουσιζωοὶ καὶ τμηθέντες ἔτι σπαίρουσι σιδήρωι. |
145 | Ἄλλοι δ' ἐν βένθεσσιν ὑπόβρυχα μιμνάζουσιφωλειοῖς, πρόβατόν τε καὶ ἥπατοι ἠδὲ πρέποντες,ἴφθιμοι μεγάλοι τε φυήν, νωθροὶ δὲ κέλευθαεἱλεῦνται· τὸ καὶ οὔποθ' ἑὴν λείπουσι χαράδρην,ἀλλ' αὐτοῦ λοχόωσι παραὶ μυχόν, ὅς κε πελάσσηι, |
150 | χειροτέροις ἀΐδηλον ἐπ' ἰχθύσι πότμον ἄγοντες·ἐν καὶ ὄνος κείνοις ἐναρίθμιος, ὃς περὶ πάντωνπτήσσει ὀπωρινοῖο κυνὸς δριμεῖαν ὁμοκλήν,μίμνει δ' ἐγκαταδὺς σκότιον μυχόν, οὐδὲ πάροιθενἔρχεται, ὅσσον ἄησιν ἐπὶ χρόνον ἄγριος ἀστήρ. |
155 | Ἔστι δέ τις πέτρηισιν ἁλικλύστοισι μεμηλώς,ξανθὸς ἰδεῖν, κεστρεῦσι φυὴν ἐναλίγκιος ἰχθύς,τὸν μερόπων ἕτεροι μὲν ἐπικλείουσιν ἄδωνιν,ἄλλοι δ' ἐξώκοιτον ἐφήμισαν, οὕνεκα κοίταςἐκτὸς ἁλὸς τίθεται, μοῦνος δ' ἐπὶ χέρσον ἀμείβει, |
160 | ὅσσοι γε βράγχη, στόματος πτύχας, ἀμφὶς ἔχουσιν.εὖτε γὰρ εὐνήσηι χαροπῆς ἁλὸς ἔργα γαλήνη,αὐτὰρ ὅ γ' ἐσσυμένοισι συνορμηθεὶς ῥοθίοισι,πέτραις ἀμφιταθεὶς ἀμπαύεται εὔδιον ὕπνον.ὀρνίθων δ' ἁλίων τρομέει γένος, οἵ οἱ ἔασι |
165 | δυσμενέες· τῶν ἤν τιν' ἐσαθρήσηι πελάσαντα,πάλλεται ὀρχηστῆρι πανείκελος, ὄφρα ἑ πόντουπροπροκυλινδόμενον σπιλάδων ἄπο χεῦμα σαώσηι.Οἱ δὲ καὶ ἐν πέτρηισι καὶ ἐν ψαμάθοισι νέμονται,ἀγλαΐηι χρύσοφρυς ἐπώνυμος ἠδὲ δράκοντες |
170 | σῖμοί τε γλαῦκοί τε καὶ ἀλκησταὶ συνόδοντες,σκορπίος ἀϊκτήρ, δίδυμον γένος, ἀμφότεραί τεσφύραιναι δολιχαὶ ῥαφίδες θ' ἅμα τῆισιν ἀραιαί·ἐν δὲ χάραξ κοῦφοί τε κυβιστητῆρες ἔασικωβιοί· ἐν δὲ μυῶν χαλεπὸν γένος, οἳ περὶ πάντων |
175 | θαρσαλέοι νεπόδων καί τ' ἀνδράσιν ἀντιφέρονται,οὔτι τόσοι περ ἐόντες· ἐπὶ στερεῆι δὲ μάλισταῥινῶι καὶ πυκινοῖσι πεποιθότες ἔνδον ὀδοῦσι,ἰχθύσι καὶ μερόπεσσιν ἀρειοτέροισι μάχονται.Οἱ δ' ἐν ἀμετρήτοισιν ἄλην πελάγεσσιν ἔχουσι, |
180 | τηλοῦ ἀπὸ τραφερῆς οὐδ' ἠιόσιν εἰσὶν ἑταῖροι,θύννοι μὲν θύνοντες, ἐν ἰχθύσιν ἔξοχοι ὁρμήν,κραιπνότατοι, ξιφίαι τε φερώνυμοι ἠδ' ὑπέροπλοςὀρκύνων γενεὴ καὶ πρημάδες ἠδὲ κυβεῖαι,καὶ κολίαι σκυτάλαι τε καὶ ἱππούροιο γένεθλα. |
185 | ἐν τοῖς καὶ κάλλιχθυς ἐπώνυμος, ἱερὸς ἰχθύς·ἐν κείνοις νέμεται καὶ πομπίλος, ὃν πέρι ναῦταιἅζονται, πομπῆι δ' ἐπεφήμισαν οὔνομα νηῶν·ἔξοχα γὰρ νήεσσι γεγηθότες ὑγρὰ θεούσαιςἕσπονται πομπῆες ὁμόστολοι, ἄλλοθεν ἄλλος |
190 | ἀμφιπερισκαίροντες ἐΰζυγον ἅρμα θαλάσσηςτοίχους τ' ἀμφοτέρους περί τε πρυμναῖα χαλινὰοἰήκων, ἄλλοι δὲ περὶ πρώρην ἀγέρονται·οὐδέ κεν αὐτόμολον κείνων πλόον, ἀλλ' ὑπὸ δεσμῶιφαίης εὐγόμφοισιν ἐνισχομένους πινάκεσσιν |
195 | ἑλκομένους ἀέκοντας ἀναγκαίηισιν ἄγεσθαι.τόσσον ἔρως γλαφυρῆισιν ἐφ' ὁλκάσιν ἑσμὸν ἀγείρει.οἷον δὴ βασιλῆα φερέπτολιν ἠέ τιν' ἄνδραἀθλοφόρον, θαλλοῖσι νεοστέπτοισι κομῶντα,παῖδές τ' ἠΐθεοί τε καὶ ἀνέρες ἀμφιέποντες |
200 | ὃν δόμον εἰσανάγουσι καὶ ἀθρόοι αἰὲν ἕπονται,εἰσόκεν εὐερκῆ μεγάρων ὑπὲρ οὐδὸν ἀμείψηι·ὣς οἵ γ' ὠκυπόροισιν ἀεὶ νήεσσιν ἕπονται,ὄφρ' οὔτις γαίης ἐλάει φόβος· ἀλλ' ὅτε χέρσονφράσσωνται, τραφερὴν δὲ μέγ' ἐχθαίρουσιν ἄρουραν, |
205 | αὖτις ἀφορμηθέντες ἀολλέες ἠΰτε νύσσηςπάντες ἀποθρώσκουσι καὶ οὐκέτι νηυσὶν ἕπονται.σῆμα τόδε πλωτῆρσιν ἐτήτυμον ἐγγύθι γαίηςἔμμεναι, εὖτε λιπόντας ὁμοπλωτῆρας ἴδωνται.πομπίλε, ναυτιλίηισι τετιμένε, σοὶ δέ τις ἀνὴρ |
210 | εὐκραεῖς ἀνέμων τεκμαίρεται ἐλθέμεν αὔρας·εὔδια γὰρ στέλληι τε καὶ εὔδια σήματα φαίνεις.Καὶ μὲν δὴ πελάγεσσιν ὁμῶς ἐχενηῒς ἑταίρη·ἡ δ' ἦτοι ταναὴ μὲν ἰδεῖν, μῆκος δ' ἰσόπηχυς,χροιὴ δ' αἰθαλόεσσα, φυὴ δέ οἱ ἐγχελύεσσιν |
215 | εἴδεται, ὀξὺ δέ οἱ κεφαλῆς στόμα νέρθε νένευκεκαμπύλον, ἀγκίστρου περιηγέος εἴκελον αἰχμῆι.θαῦμα δ' ὀλισθηρῆς ἐχενηΐδος ἐφράσσαντοναυτίλοι· οὐ μὲν δή τις ἐνὶ φρεσὶ πιστώσαιτοεἰσαΐων· αἰεὶ γὰρ ἀπειρήτων νόος ἀνδρῶν |
220 | δύσμαχος, οὐδ' ἐθέλουσι καὶ ἀτρεκέεσσι πιθέσθαι·νῆα τιταινομένην ἀνέμου ζαχρηέος ὁρμῆι,λαίφεσι πεπταμένοισιν ἁλὸς διὰ μέτρα θέουσαν,ἰχθὺς ἀμφιχανὼν ὀλίγον στόμα νέρθεν ἐρύκει,πᾶσαν ὑποτρόπιος βεβιημένος· οὐδ' ἔτι τέμνει |
225 | κῦμα καὶ ἱεμένη, κατὰ δ' ἔμπεδον ἐστήρικται,ἠΰτ' ἐν ἀκλύστοισιν ἐεργομένη λιμένεσσι.καὶ τῆς μὲν λίνα πάντα περὶ προτόνοισι μέμυκε,ῥοχθεῦσιν δὲ κάλωες, ἐπημύει δὲ κεραίη,ῥιπῆι ἐπειγομένη, πρύμνηι δ' ἔπι πάντα χαλινὰ |
230 | ἰθυντὴρ ἀνίησιν, ἐπισπέρχων ὁδὸν ἅλμης·ἡ δ' οὔτ' οἰήκων ἐμπάζεται οὔτ' ἀνέμοισιπείθεται, οὐ ῥοθίοισιν ἐλαύνεται, ἀλλὰ παγεῖσαμίμνει τ' οὐκ ἐθέλουσα καὶ ἐσσυμένη πεπέδηται,ἰχθύος οὐτιδανοῖο κατὰ στόμα ῥιζωθεῖσα· |
235 | ναῦται δὲ τρομέουσιν, ἀείδελα δεσμὰ θαλάσσηςδερκόμενοι καὶ θάμβος ἴσον λεύσσοντες ὀνείρωι.ὡς δ' ὅτ' ἐνὶ ξυλόχοισιν ἀνὴρ λαιψηρὰ θέουσανθηρητὴρ ἔλαφον δεδοκημένος ἄκρον ὀϊστῶικῶλον ὑπὸ πτερόεντι βαλὼν ἐπέδησεν ἐρωῆς· |
240 | ἡ δὲ καὶ ἐσσυμένη περ ἀναγκαίηις ὀδύνηισινἀμφιπαγεῖσ' ἀέκουσα μένει θρασὺν ἀγρευτῆρα·τοίην νηῒ πέδην περιβάλλεται αἰόλος ἰχθὺςἀντιάσας· τοίων δὲ φερωνυμίην λάχεν ἔργων.Χαλκίδες αὖ θρίσσαι τε καὶ ἀβραμίδες φορέονται |
245 | ἀθρόαι, ἄλλοτε δ' ἄλλον ἁλὸς πόρον, ἢ περὶ πέτραςἢ πελάγη, δολιχοῖσί τ' ἐπέδραμον αἰγιαλοῖσιν,αἰὲν ἀμειβόμεναι ξείνην ὁδὸν ἠΰτ' ἀλῆται.Ἀνθιέων δὲ μάλιστα νομαὶ πέτρηισι βαθείαιςἔμφυλοι· ταῖς δ' οὔτι παρέστιοι αἰὲν ἔασι, |
250 | πάντηι δὲ πλάζονται, ὅπηι γένυς, ἔνθα κελεύειγαστὴρ καὶ λαίμαργος ἔρως ἀκόρητος ἐδωδῆς·ἔξοχα γὰρ παρὰ πάντας ἀδηφάγος οἶστρος ἐλαύνεικείνους καὶ νωδόν περ ὑπὸ στόμα χῶρον ἔχοντας.τέσσαρα δ' ἀνθιέων μεγακήτεα φῦλα νέμονται, |
255 | ξανθοί τ' ἀργεννοί τε τὸ δὲ τρίτον αἷμα κελαινοί·ἄλλους δ' εὐωπούς τε καὶ αὐλωποὺς καλέουσιν,οὕνεκα τοῖς καθύπερθεν ἑλισσομένη κατὰ κύκλονὀφρὺς ἠερόεσσα περίδρομος ἐστεφάνωται.Δοιοὶ δὲ σκληροῖσιν ἀρηρότα γυῖα χιτῶσι |
260 | φραξάμενοι κόλποισιν ἐνιπλώουσι θαλάσσης,κάραβος ὀξυπαγὴς ἠδ' ἀστακός· οἱ δὲ καὶ ἄμφωπέτραις ἐνναίουσι καὶ ἐν πέτρηισι νέμονται.ἄστακος αὖ πέρι δή τι καὶ οὐ φατὸν οἷον ἔρωταοἰκείης θαλάμης κεύθει φρεσίν, οὐδέ ποτ' αὐτῆς |
265 | λείπεθ' ἑκών, ἀλλ' εἴ μιν ἀναγκαίηι τις ἐρύσσαςτῆλε φέρων ἑτέρωσε πάλιν πόντονδε μεθείη,αὐτὰρ ὅγ' οὐ μετὰ δηρὸν ἑὴν νόστησε χαράδρηνσπεύδων, οὐδ' ἐθέλει ξεῖνον μυχὸν ἄλλον ἑλέσθαι,οὐδ' ἑτέρης πέτρης ἐπιβάλλεται, ἀλλὰ διώκει |
270 | καὶ δόμον ὃν κατέλειπε καὶ ἤθεα καὶ νομὸν ἅλμηςκείνης ἥ μιν ἔφερβε καὶ οὐκ ἤχθηρε θάλασσαν,τῆς μιν ἀπεξείνωσαν ἁλίπλοοι ἀγρευτῆρες.ὣς ἄρα καὶ πλωτοῖσιν ἑὸς δόμος ἠδὲ θάλασσαπατρώιη καὶ χῶρος ἐφέστιος, ἔνθ' ἐγένοντο, |
275 | στάζει ἐνὶ κραδίηι γλυκερὸν γάνος, οὐδ' ἄρα μούνοιςπατρὶς ἐφημερίοισι πέλει γλυκερώτατον ἄλλων·οὐδ' ἀλεγεινότερον καὶ κύντερον, ὅς κεν ἀνάγκηιφυξίπολιν πάτρης τελέσηι βίον ἀλγινόεντα,ξεῖνος ἐν ἀλλοδαποῖσιν ἀτιμίης ζυγὸν ἕλκων. |
280 | Ἐν κείνηι γενεῆι καὶ καρκίνοι εἰσὶν ἀλῆταικαρίδων τε νομαὶ καὶ ἀναιδέα φῦλα παγούρων,οἵτε καὶ ἀμφιβίοις ἐναρίθμιον αἶσαν ἔχουσι.Πάντες δ' οἷσί τε κῶλον ὑπ' ὀστράκωι ἐστήρικται,ὄστρακον ἐκδύνουσι γεραίτερον, ἄλλο δ' ἔνερθε |
285 | σαρκὸς ὑπὲκ νεάτης ἀνατέλλεται· οἱ δὲ πάγουροι,ἡνίκα ῥηγνυμένοιο βίην φράσσωνται ἐλύτρου,πάντηι μαιμώωσιν ἐδητύος ἰσχανόωντες,ῥηϊτέρη ῥινοῖο διάκρισις ὄφρα γένηταιπλησαμένων· εὖτ' ἂν δὲ διατμαγὲν ἕρκος ὀλίσθηι, |
290 | οἱ δ' ἦτοι πρῶτον μὲν ἐπὶ ψαμάθοισι τέτανταιαὔτως, οὔτε βορῆς μεμνημένοι οὔτε τευ ἄλλου,ἐλπόμενοι φθιμένοισι μετέμμεναι οὐδ' ἔτι θερμὸνἐμπνείειν, ῥινῶι δὲ περιτρομέουσιν ἀραιῆιἀρτιφύτωι· μετὰ δ' αὖτις ἀγειρόμενοι νόον ἤδη |
295 | βαιὸν θαρσήσαντες ἀπὸ ψαμάθοιο πάσαντο·τόφρα δὲ θυμὸν ἔχουσιν ἀμήχανον ἀδρανέοντες,ὄφρα περὶ μελέεσσι νέον σκέπας ἀμφιπαγείη.ὡς δέ τις ἰητὴρ νουσαχθέα φῶτα κομίζωνἤμασι μὲν πρώτοισι βορῆς ἀπόπαστον ἐρύκει, |
300 | πήματος ἀμβλύνων μαλερὸν σθένος, αὐτὰρ ἔπειτατυτθὰ βορῆς ὤρεξε νοσήλια, μέχρις ἅπασανἄτην γυιοβόρους τε δύας ὀδύνας τε καθήρηι·ὣς οἵγ' ἀρτιφύτοισιν ἀναΐσσουσιν ἐλύτροιςδειδιότες νούσοιο κακὰς ὑπὸ κῆρας ἀλύξαι. |
305 | Ἄλλοι δ' ἑρπυστῆρες ἁλὸς ναίουσιν ἐναύλους,πουλύποδες σκολιοὶ καὶ κορδύλος ἠδ' ἁλιεῦσινἐχθομένη σκολόπενδρα καὶ ὀσμύλος· οἱ δὲ καὶ αὐτοὶἀμφίβιοι· καί πού τις ἀνὴρ ἴδεν ἀγροιώτηςγηπόνος, ἀγχιάλοισι φυτηκομίηισι μεμηλώς, |
310 | ὀσμύλον εὐκάρποις ἢ πούλυπον ἀμφὶ κράδηισιπλεγνύμενον γλυκερόν τε φυτῶν ἀπὸ καρπὸν ἔδοντα.τοῖς δὲ μεθ' ἑρπυστῆρσιν ἴσον λάχεν οἶμα δολόφρωνσηπίη· ἄλλα δὲ φῦλα μετ' οἴδμασιν ὀστρακόρινα,πολλὰ μὲν ἐν πέτρηισι, τὰ δ' ἐν ψαμάθοισι νέμονται, |
315 | νηρῖται στρόμβων τε γένος καὶ πορφύραι αὐταὶκήρυκές τε μύες τε καὶ ἀτρεκὲς οὔνομα σωλὴνὄστρεά θ' ἑρσήεντα καὶ ὀκριόεντες ἐχῖνοι·τοὺς εἴ τις καὶ τυτθὰ διατμήξας ἐνὶ πόντωιῥίψηι, συμφυέες τε παλίνζωοί τε νέμονται. |
320 | Καρκινάσιν δ' αὐταῖς μὲν ἐπ' ὄστρακον οὔτι πέφυκενἐκ γενετῆς, γυμναὶ δὲ καὶ ἀσκεπέες καὶ ἀφαυραὶτίκτονται, κτητοὺς δὲ δόμους ἐπιμηχανόωνται,ἀβληχροῖς μελέεσσι νόθον σκέπας ἀμφιβαλοῦσαι·εὖτε γὰρ ἀθρήσωσι λελειμμένον ὀρφανὸν αὔτως |
325 | ὄστρακον, οἰκητῆρος ἀνέστιον οἰχομένοιο,αἵδ' εἴσω καταδῦσαι ὑπ' ἀλλοτρίοισιν ἐλύτροιςἑζόμεναι ναίουσι καὶ ὃν κτήσαντο μέλαθρον·τῶι δὲ συνερπύζουσι καὶ ἔνδοθεν ἕρκος ἄγουσιν,εἴτε τι νηρίτης ἔλιπε σκέπας εἴτε τι κῆρυξ |
330 | ἢ στρόμβος· στρόμβων δὲ δύσεις φιλέουσι μάλιστα,οὕνεκεν εὐρεῖαί τε μένειν κοῦφαί τε φέρεσθαι.ἀλλ' ὅτ' ἀεξομένη πλήσηι μυχὸν ἔνδον ἐοῦσακαρκινάς, οὐκέτι κεῖνον ἔχει δόμον, ἀλλὰ λιποῦσαδίζεται εὐρύτερον κόχλου κύτος ἀμφιβαλέσθαι. |
335 | πολλάκι δὲ γλαφυρῆς κύμβης πέρι καρκινάδεσσινἀλκὴ καὶ μέγα νεῖκος ἐγείρεται, ἐκ δ' ἐλάσασακρείττων χειροτέρην δόμον ἄρμενον ἀμφέθετ' αὐτή.Ἔστι δέ τις γλαφυρῶι κεκαλυμμένος ὀστράκωι ἰχθύς,μορφὴν πουλυπόδεσσιν ἀλίγκιος, ὃν καλέουσι |
340 | ναυτίλον, οἰκείηισιν ἐπικλέα ναυτιλίηισι·ναίει μὲν ψαμάθοις, ἀνὰ δ' ἔρχεται ἄκρον ἐς ὕδωρπρηνής, ὄφρα κε μή μιν ἐνιπλήσειε θάλασσα·ἀλλ' ὅτ' ἀναπλώσηι ῥοθίων ὕπερ Ἀμφιτρίτης,αἶψα μεταστρεφθεὶς ναυτίλλεται, ὥστ' ἀκάτοιο |
345 | ἴδρις ἀνήρ· δοιοὺς μὲν ἄνω πόδας ὥστε κάλωαςἀντανύει, μέσσος δὲ διαρρέει ἠΰτε λαῖφοςλεπτὸς ὑμήν, ἀνέμωι τε τιταίνεται· αὐτὰρ ἔνερθεδοιοὶ ἁλὸς ψαύοντες, ἐοικότες οἰήκεσσι,πομποί τ' ἰθύνουσι δόμον καὶ νῆα καὶ ἰχθύν. |
350 | ἀλλ' ὅτε ταρβήσηι σχεδόθεν κακόν, οὐκέτ' ἀήταιςφεύγει ἐπιτρέψας, σὺν δ' ἔσπασε πάντα χαλινά,ἱστία τ' οἴηκάς τε, τὸ δ' ἀθρόον ἔνδον ἔδεκτοκῦμα βαρυνόμενός τε καθέλκεται ὕδατος ὁρμῆι.ὦ πόποι, ὃς πρώτιστος ὄχους ἁλὸς εὕρατο νῆας, |
355 | εἴτ' οὖν ἀθανάτων τις ἐπεφράσατ' εἴτε τις ἀνὴρτολμήεις πρώτιστος ἐπεύξατο κῦμα περῆσαι,ἦ που κεῖνον ἰδὼν πλόον ἰχθύος εἴκελον ἔργονδουροπαγὲς τόρνωσε, τὰ μὲν πνοιῆισι πετάσσαςἐκ προτόνων, τὰ δ' ὄπισθε χαλινωτήρια νηῶν. |
360 | Κήτεα δ' ὀβριμόγυια, πελώρια, θαύματα πόντου,ἀλκῆι ἀμαιμακέτωι βεβριθότα, δεῖμα μὲν ὅσσοιςεἰσιδέειν, αἰεὶ δ' ὀλοῆι κεκορυθμένα λύσσηι,πολλὰ μὲν εὐρυπόροισιν ἐνιστρέφεται πελάγεσσιν,ἔνθα Ποσειδάωνος ἀτέκμαρτοι περιωπαί, |
365 | παῦρα δὲ ῥηγμίνων σχεδὸν ἔρχεται, ὅσσα φέρουσινἠϊόνες βαρύθοντα καὶ οὐκ ἀπολείπεται ἅλμης·τῶν ἦτοι κρυερός τε λέων βλοσυρή τε ζύγαιναπορδάλιές τ' ὀλοαὶ καὶ φύσαλοι αἰθυκτῆρες·ἐν δὲ μέλαν θύννων ζαμενὲς γένος, ἐν δὲ δαφοινὴ |
370 | πρῆστις ἀταρτηρῆς τε δυσαντέα χάσματα λάμνης,μάλθη τ' οὐ μαλακῆισιν ἐπώνυμος ἀδρανίηισι,κριοί τ' ἀργαλέοι καὶ ἀπαίσιον ἄχθος ὑαίνηςκαὶ κύνες ἁρπακτῆρες ἀναιδέες· ἐν δὲ κύνεσσιτριχθαδίη γενεή· τὸ μὲν ἄγριον ἐν πελάγεσσι |
375 | κήτεσι λευγαλέοις ἐναρίθμιον· ἄλλα δὲ φῦλαδιπλόα καρτίστοισι μετ' ἰχθύσι δινεύονταιπηλοῖς ἐν βαθέεσσι· τὸ μὲν κέντροισι κελαινοῖςκεντρίναι αὐδώωνται ἐπώνυμοι· ἄλλο δ' ὁμαρτῆικλείονται γαλεοί· γαλεῶν δ' ἑτερότροπα φῦλα |
380 | σκύμνοι καὶ λεῖοι καὶ ἀκανθίαι· ἐν δ' ἄρα τοῖσιῥῖναι ἀλωπεκίαι καὶ ποικίλοι· εἴκελα δ' ἔργαπᾶσιν ὁμοῦ φορβή τε σὺν ἀλλήλοις τε νέμονται.Δελφῖνες δ' ἀκταῖς τε πολυρραθάγοισι γάνυνταικαὶ πελάγη ναίουσι, καὶ οὔποθι νόσφι θάλασσα |
385 | δελφίνων· περὶ γάρ σφε Ποσειδάων ἀγαπάζει·οὕνεκά οἱ κούρην κυανώπιδα Νηρηΐνηνμαιομένωι φεύγουσαν ἑὸν λέχος Ἀμφιτρίτηνφρασσάμενοι δελφῖνες ἐν Ὠκεανοῖο δόμοισικευθομένην ἤγγειλαν· ὁ δ' αὐτίκα κυανοχαίτης |
390 | παρθένον ἐξήρπαξεν ἀναινομένην τε δάμασσε.καὶ τὴν μὲν παράκοιτιν, ἁλὸς βασίλειαν, ἔθηκε,ἀγγελίης δ' ἤινησεν ἐνηέας οὓς θεράποντας,κλήρωι δ' ἐν σφετέρωι περιώσιον ὤπασε τιμήν.Ἔστι δ' ἀμειλίκτοις ἐνὶ κήτεσιν ἅσσα καὶ ἅλμης |
395 | ἐκτὸς ἐπὶ τραφερῆς φυσίζοον ἔρχεται οὖδας·δηρὸν δ' ἠϊόνεσσι καὶ ἀγχιάλοισιν ἀρούραιςμίσγοντ' ἐγχέλυές τε καὶ ἀσπιδόεσσα χελώνηκαστορίδες τ' ὀλοαὶ δυσπενθέες, αἵ τ' ἀλεγεινὴνὄσσαν ἐπὶ κροκάληισιν ἀπαίσιον ὠρύονται |
400 | ἀνδράσιν· ὃς δέ κε γῆρυν ἐν οὔασιν ἀλγινόεσσανδέξηται στυγερῆς τ' ἐνοπῆς κωκυτὸν ἀκούσηι,οὐ τηλοῦ θανάτοιο τάχ' ἔσσεται, ἀλλά οἱ ἄτηνκαὶ μόρον αἰνοτάτη κείνη μαντεύεται αὐδή.ναὶ μὴν καὶ φάλαιναν ἀναιδέα φασὶ θαλάσσης |
405 | ἐκβαίνειν χέρσονδε καὶ ἠελίοιο θέρεσθαι.φῶκαι δ' ἐννύχιαι μὲν ἀεὶ λείπουσι θάλασσαν,πολλάκι δ' ἠμάτιαι πέτραις ἐνὶ καὶ ψαμάθοισινεὔκηλοι μίμνουσι καὶ ἔξαλον ὕπνον ἔχουσι.Ζεῦ πάτερ, ἐς δὲ σὲ πάντα καὶ ἐκ σέθεν ἐρρίζωνται· |
410 | εἴτ' οὖν αἰθέρος οἶκον ὑπέρτατον εἴτ' ἄρα πάντηιναιετάεις· θνητῶι γὰρ ἀμήχανον ἐξονομῆναι.οἵηι σὺν φιλότητι διακρίνας ἐκέδασσαςαἰθέρα τ' αἰγλήεντα καὶ ἠέρα καὶ χυτὸν ὕδωρκαὶ χθόνα παμμήτειραν, ἀπ' ἀλλήλων μὲν ἕκαστα, |
415 | πάντα δ' ἐν ἀλλήλοισιν ὁμοφροσύνης ὑπὸ δεσμῶιἀρρήκτωι συνέδησας, ἀναγκαίηι δ' ἐπέρεισαςἀστεμφῆ πάγκοινον ὑπὸ ζυγόν· οὔτε γὰρ αἰθὴρἠέρος οὔτ' ἀὴρ ἄτερ ὕδατος, οὐδὲ μὲν ὕδωργαίης νόσφι τέτυκται, ἐν ἀλλήλοις δὲ φύονται, |
420 | πάντα δ' ὁδὸν μίαν εἶσι, μίαν δ' ἀνελίσσετ' ἀμοιβήν.τοὔνεκα καὶ ξυνῆισιν ὁμηρεύουσι γενέθλαιςἀμφιβίων· καὶ τοὶ μὲν ἀναστείχουσ' ἐπὶ γαῖανποντόθεν, ἄλλοι δ' αὖτε κατ' ἠέρος Ἀμφιτρίτηιμίσγονται, κοῦφοί τε λάροι στονόεντά τε φῦλα |
425 | ἁλκυόνων κρατεροί θ' ἁλιαίετοι ἁρπακτῆρεςἄλλα θ' ὅσ' ἰχθυάαι διερῆς τ' ἐπιβάλλεται ἄγρης.ἠέρα δ' αὖ τέμνουσι καὶ εἰνάλιοί περ ἐόντεςτευθίδες ἱρήκων τε γένος βυθίη τε χελιδών·οἱ δ' ὅτε ταρβήσωσιν ὑπέρτερον ἐγγύθεν ἰχθύν, |
430 | ἐξ ἁλὸς ἀνθρώσκουσι καὶ ἠέριοι ποτέονται.ἀλλ' αἱ μὲν καὶ τῆλε καὶ ὑψόθι ταρσὸν ἱεῖσιτευθίδες· ἦτε κεν ὄρνιν ὀΐσσεαι οὐδὲ μὲν ἰχθὺνεἰσοράαν, ἀγεληδὸν ὅθ' ὁρμήσωσι πέτεσθαι·αἱ δ' ἄρα τῶν ὑπένερθε χελιδόνες οἶμον ἔχουσι· |
435 | ἵρηκες δ' αὐτῆς ἅλμης σχεδὸν ἠερέθονται,ἄκρον ἐπιψαύοντες ἁλὸς πόρον, ὅσσον ἰδέσθαιἄμφω νηχομένοισι καὶ ἱπταμένοισιν ὁμοῖοι.Αἵδε μὲν ὥστε πόληες ἐν ἰχθύσιν, οἵδε θ' ὅμιλοικεκριμένοι γεγάασιν ἁλιπλάγκτοιο γενέθλης. |
440 | τῶν δ' οἱ μὲν πλάζονται ἀολλέες, αἰόλα φῦλα,πώεσιν ἢ στρατιῆισιν ἐοικότες, οἵ τ' ἀγελαῖοικέκληνται· τοὶ δ' αὖτε κατὰ στίχας· οἱ δὲ λόχοισινεἴκελοι ἢ δεκάδεσσιν· ὁ δ' ἔρχεται οἶος ἀπ' ἄλλωνμουναδὸν ὁρμηθείς· περόωσι δὲ δίζυγες ἄλλοι· |
445 | οἱ δ' αὐτοῦ θαλάμηισιν ἐν οἰκείηισι μένουσι.Χείματι μὲν δὴ πάντες ἀελλάων στροφάλιγγαςσμερδαλέας αὐτοῦ τε δυσηχέος οἴδματα πόντουἔξοχα δειμαίνουσιν· ἐπεὶ περιώσιον ἄλλωνἰχθυόεντα γένεθλα φίλην πέφρικε θάλασσαν |
450 | μαινομένην· τότε δ' οἱ μὲν ἀμησάμενοι πτερύγεσσιψάμμον ὑποπτήσσουσιν ἀνάλκιδες· οἱ δ' ὑπὸ πέτραιςεἰλόμενοι δύνουσιν ἀολλέες· οἱ δὲ βάθισταἐς πελάγη φεύγουσι κάτω μυχάτην ὑπὸ βύσσαν·κεῖνα γὰρ οὔτε λίην προκυλίνδεται οὔθ' ὑπ' ἀήταις |
455 | πρυμνόθεν εἱλεῖται, διὰ δ' ἔσσυται οὔτις ἄελλαῥίζαν ἁλὸς νεάτην· μέγα δέ σφισι βένθος ἐρύκειῥιγεδανὰς ὀδύνας καὶ ἀπηνέα χείματος ὁρμήν.ἀλλ' ὁπότ' ἀνθεμόεσσαι ἐπὶ χθονὸς εἴαρος ὧραιπορφύρεον γελάσωσιν, ἀναπνεύσηι δὲ θάλασσα |
460 | χείματος εὐδιόωσα γαληναίη τε γένηταιἤπια κυμαίνουσα, τότ' ἰχθύες ἄλλοθεν ἄλλοιπανσυδίηι φοιτῶσι γεγηθότες ἐγγύθι γαίης.ὡς δὲ πολυρραίσταο νέφος πολέμοιο φυγοῦσαὀλβίη ἀθανάτοισι φίλη πόλις, ἥν ῥά τε δηρὸν |
465 | δυσμενέων πάγχαλκος ἐπεπλήμμυρε θύελλα,ὀψὲ δ' ἀπολλήξασα καὶ ἀμπνεύσασα μόθοιοἀσπασίως γάνυταί τε καὶ εἰρήνης καμάτοισιτέρπεται ἁρπαλέοισι καὶ εὔδιος εἰλαπινάζει,ἀνδρῶν τε πλήθουσα χοροιτυπίης τε γυναικῶν· |
470 | ὣς οἱ λευγαλέους τε πόνους καὶ φρῖκα θαλάσσηςἀσπασίως προφυγόντες, ὑπεὶρ ἅλα καγχαλόωντες,θρώσκοντες θύνουσι χοροιτυπέουσιν ὁμοῖοι.εἴαρι δὲ γλυκὺς οἶστρος ἀναγκαίης Ἀφροδίτηςκαὶ γάμοι ἡβώωσι καὶ ἀλλήλων φιλότητες |
475 | πᾶσιν, ὅσοι γαῖάν τε φερέσβιον οἵ τ' ἀνὰ κόλπουςἠέρος οἵ τ' ἀνὰ πόντον ἐριβρύχην δονέονται.εἴαρι δὲ πλεῖστον νεπόδων γένος Εἰλείθυιαιὠοφόρων παύουσι βαρυνομένων ὠδίνων.αἱ μὲν γὰρ γενεῆς κεχρημέναι ἠδὲ τόκοιο |
480 | θήλεες ἐν ψαμάθοισιν ἀποθλίβουσιν ἀραιὰςγαστέρας· οὐ γὰρ ῥεῖα διΐσταται, ἀλλ' ἐνέχονταιὠὰ μετ' ἀλλήλοισιν ἀρηρότα νηδύος εἴσω,φύρδην συμπεφυῶτα· τὰ δ' ἀθρόα πῶς κε τέκοιεν;στεινόμεναι δ' ὀδύνηισι μόγις κρίνουσι γενέθλην. |
485 | ὡς οὐ ῥηϊδίην γενεὴν οὐδ' ἰχθύσι Μοῖραιὤπασαν, οὐδ' ἄρα μοῦνον ἐπιχθονίηισι γυναιξὶνἄλγεα, πάντηι δ' εἰσὶν ἐπαχθέες Εἰλείθυιαι.ἄρσενες αὖτ' ἄλλοι μὲν ἐπ' ἰχθύσι κῆρας ἄγοντεςδαιτυμόνες ῥηγμῖσιν ἐπειγόμενοι πελάουσιν· |
490 | ἄλλοι δ' αὖ μετόπισθε διωκόμενοι προθέουσιθηλυτέραις ἀγέληισιν, ἐπεὶ φιλότητος ἔρωτιἑλκόμεναι σπεύδουσι μετ' ἄρσενας ἀσχέτωι ὁρμῆι.ἔνθ' οἱ μὲν σφετέρας ἐπὶ γαστέρας ἀλλήλοισιτριβόμενοι θορὸν ὑγρὸν ἀπορραίνουσιν ὄπισθεν, |
495 | αἱ δ' οἴστρωι μεμαυῖαι ἐπαΐγδην στομάτεσσικάπτουσιν· τοίωι δὲ γάμωι πλήθουσι γόνοιο.πλεῖστος μὲν νόμος οὗτος ἐν ἰχθύσιν· οἱ δὲ καὶ εὐνὰςκαὶ θαλάμους ἀλόχους τε διακριδὸν ἀμφὶς ἔχουσιζευξάμενοι· πολλὴ γὰρ ἐν ἰχθύσιν ἔστ' Ἀφροδίτη |
500 | Οἶστρός τε Ζῆλός τε, βαρὺς θεός, ὅσσα τε τίκτειθερμὸς Ἔρως, ὅτε λάβρον ἐνὶ φρεσὶ κῶμον ὀρίνει.πολλοὶ δ' ἀλλήλοισι διασταδὸν εἵνεκεν εὐνῆςμάρνανται, μνηστῆρσιν ἐοικότες, οἳ περὶ νύμφηνπολλοὶ ἀγειρόμενοι καὶ ὁμοίϊοι ἀντιφέρονται |
505 | ὄλβωι τ' ἀγλαΐηι τε· τὰ δ' ἰχθύσιν οὐ παρέασιν,ἀλλ' ἀλκὴ γένυές τε καὶ ἔνδοθι κάρχαρον ἕρκος,τοῖσιν ἀεθλεύουσι καὶ ἐς γάμον ὁπλίζονται·τοῖσι δ' ὅ κεν προβάληται, ὁμοῦ γάμον εὕρατο νίκηι.καὶ τοὶ μὲν πλεόνεσσιν ὁμευναίαις ἀλόχοισι |
510 | τέρπονται, σάργων τε γένος καὶ κόσσυφος αἴθων·τοὶ δὲ μίαν στέργουσι καὶ ἀμφιέπουσιν ἄκοιτιν,κάνθαροι αἰτναῖοί τε, καὶ οὐ πλεόνεσσι γάνυνται.Ἀλλ' οὐκ ἐγχελύεσσιν ὁμοίϊον οὔτε χελώναιςοὔτ' οὖν πουλυπόδεσσι γάμου τέλος οὔτε κελαινῆι |
515 | μυραίνηι, λεχέων δὲ παράτροπον αἶσαν ἔχουσιν·αἱ μὲν γὰρ σπειρηδὸν ἐν ἀλλήληισι χυθεῖσαιἐγχέλυες δέμας ὑγρὸν ἀναστρωφῶσι θαμειαὶπλεγνύμεναι, τάων δὲ κατείβεται εἴκελος ἀφρῶιἰχώρ, ἐν ψαμάθοις τε καλύπτεται· ἡ δέ μιν ἰλὺς |
520 | δεξαμένη κυέει τε καὶ ἐγχελύων τέκεν ὁλκούς.τοίη καὶ γόγγροισιν ὀλισθηροῖσι γενέθλη.Αἱ δὲ μέγα τρομέουσι καὶ ἐχθαίρουσι χελῶναιὃν γάμον· οὐ γὰρ τῆισιν ἐφίμερος οἷα καὶ ἄλλοιςτερπωλὴ λεχέων, πολὺ δὲ πλέον ἄλγος ἔχουσι· |
525 | σκληρὸν γὰρ μάλα κέντρον ἐν ἄρσεσιν εἰς Ἀφροδίτην,ὀστέον οὐκ ἐπιεικτόν, ἀτερπέϊ θήγεται εὐνῆι.τοὔνεκα μάρνανταί τε παλιγνάμπτοισί τ' ὀδοῦσινἀλλήλους δάπτουσιν, ὅτε σχεδὸν ἀντιάσωσιν,αἱ μὲν ἀλευόμεναι τρηχὺν γάμον, οἱ δ' ἀεκουσῶν |
530 | εὐνῆς ἱμείροντες ἑκούσιοι, εἰσόκεν ἀλκῆινικήσας ζεύξηι μιν ἀναγκαίηι φιλότητι,ἠΰτε ληϊδίην, πολέμου γέρας. εἴκελα δ' εὐνῆςἔργα κυσὶ χθονίοισι καὶ εἰναλίηισι χελώναις·εἴκελα καὶ φώκηισιν· ἐπεὶ μάλα δηρὸν ἕκαστοι |
535 | ἐξόπιθεν συνέχονται, ἀρηρότες ἠΰτε δεσμῶι.Πουλύποδος δ' ὀλοοί τε γάμοι καὶ πικρὸς ὄλεθροςσυμφέρεται, ξυνὸν δὲ τέλος θανάτοιο καὶ εὐνῆς·οὐ γὰρ πρὶν φιλότητος ἀπίσχεται οὐδ' ἀπολήγει,πρίν μιν ἀπὸ μελέων προλίπηι σθένος ἀδρανέοντα, |
540 | αὐτὸς δ' ἐν ψαμάθοισι πεσὼν ἀμενηνὸς ὄληται·πάντες γάρ μιν ἔδουσιν, ὅσοι σχεδὸν ἀντιάσωσι,καρκινάδες δειλαὶ καὶ καρκίνοι ἠδὲ καὶ ἄλλοιἰχθύες, οὓς πάρος αὐτὸς ἐδαίνυτο ῥεῖα μεθέρπων·τοῖς ὑπὸ καὶ ζωός περ ἐὼν ἔτι κείμενος αὔτως, |
545 | οὐδὲν ἀμυνόμενος, δαιτρεύεται, ὄφρα θάνηισι.τοίωι δυστερπεῖ φιλοτησίωι ὄλλυτ' ὀλέθρωι.ὣς δ' αὔτως καὶ θῆλυς ὑπ' ὠδίνων μογέουσαὄλλυται· οὐ γὰρ τῆισιν ἀποκριδὸν οἷα καὶ ἄλλοιςὠὰ διαθρώσκουσιν, ἀρηρότα δ' ἀλλήλοισι |
550 | βοτρυδὸν στεινοῖο μόγις διανίσσεται αὐλοῦ.τοὔνεκα καὶ λυκάβαντος ὑπέρτερον οὔποτε μέτρονπουλύποδες ζώουσιν· ἀποφθινύθουσι γὰρ αἰεὶαἰνοτάτοισι γάμοισι καὶ αἰνοτάτοισι τόκοισιν.Ἀμφὶ δὲ μυραίνης φάτις ἔρχεται οὐκ ἀΐδηλος, |
555 | ὥς μιν ὄφις γαμέει τε καὶ ἐξ ἁλὸς ἔρχεται αὐτὴπρόφρων, ἱμείρουσα παρ' ἱμείροντα γάμοιο.ἤτοι ὁ μὲν φλογέηι τεθοωμένος ἔνδοθι λύσσηιμαίνεται εἰς φιλότητα καὶ ἐγγύθι σύρεται ἀκτῆςπικρὸς ἔχις· τάχα δὲ γλαφυρὴν ἐσκέψατο πέτρην, |
560 | τῆι δ' ἔνι λοίγιον ἰὸν ἀπήμεσε, πάντα δ' ὀδόντωνἔπτυσε πευκεδανόν, ζαμενῆ χόλον, ὄλβον ὀλέθρου,ὄφρα γάμωι πρηΰς τε καὶ εὔδιος ἀντιάσειε.στὰς δ' ἄρ' ἐπὶ ῥηγμῖνος ἑὸν νόμον ἐρροίζησεκικλήσκων φιλότητα· θοῶς δ' ἐσάκουσε κελαινὴ |
565 | ἰϋγὴν μύραινα καὶ ἔσσυτο θᾶσσον ὀϊστοῦ.ἡ μὲν ἄρ' ἐκ πόντοιο τιταίνεται, αὐτὰρ ὁ πόντουἐκ γαίης πολιοῖσιν ἐπεμβαίνει ῥοθίοισιν·ἄμφω δ' ἀλλήλοισιν ὁμιλῆσαι μεμαῶτεσυμπεσέτην, ἔχιος δὲ κάρη κατέδεκτο χανοῦσα |
570 | νύμφη φυσιόωσα· γάμωι δ' ἐπιγηθήσαντεςἡ μὲν ἁλὸς πάλιν εἶσι μετ' ἤθεα, τὸν δ' ἐπὶ χέρσονὁλκὸς ἄγει, κρυερὸν δὲ πάλιν μεταχεύεται ἰὸνλάπτων, ὃν πάρος ἧκε καὶ ἐξήφυσσεν ὀδόντων.ἢν δ' ἄρα μή τι κίχηι κεῖνον χόλον, ὅνπερ ὁδίτης, |
575 | ἀτρεκέως ἐσιδών μιν, ἀπέκλυσεν ὕδατι λάβρωι,αὐτὰρ ὅ γ' ἀσχαλόων ῥίπτει δέμας, εἰσόκε μοῖρανλευγαλέοιο λάβηισιν ἀνωΐστου θανάτοιο,αἰδόμενος, ὅτ' ἄναλκις ὅπλων γένεθ' οἷς ἐπεποίθει,ἔμμεν' ὄφις, πέτρηι δὲ συνώλεσε καὶ δέμας ἰῶι. |
580 | Δελφῖνες δ' ἄνδρεσσιν ὁμῶς γάμον ἐντύνονταιμήδεά τ' ἀνδρομέοισι πανείκελα καρτύνονται·οὐδ' αἰεὶ προφανὴς πόρος ἄρσενος, ἀλλά οἱ εἴσωκέκρυπται, λεχέων δὲ κατὰ χρέος ἕλκεται ἔξω.Τοῖαι μὲν φιλότητες ἐν ἰχθύσιν ἠδὲ καὶ εὐναί. |
585 | ἄλλος δ' ἀλλοίηι λεχέων ἱμείρεται ὥρηι,καὶ γενεὴν προφέρει· τοῖς μὲν θέρος, οἷσι δὲ χεῖμα,τοῖς δ' ἔαρ ἢ φθινύθουσα τόκον προὔφηνεν ὀπώρη.καὶ τοὶ μὲν λυκάβαντι μίαν μογέουσι γενέθληνοἱ πλεῖστοι, λάβραξ δὲ δὶς ἄχθεται Εἰλειθυίαις· |
590 | τρίγλαι δὲ τριγόνοισιν ἐπώνυμοί εἰσι γονῆισι·σκορπίος αὖ τετόρεσσι φέρει βέλος ὠδίνεσσι·πέντε δὲ κυπρίνοισι γοναὶ μούνοισιν ἔασιν·οἴου δ' οὔποτέ φασι γένος φράσσασθαι ὀνίσκου,ἀλλ' ἔτι τοῦτ' ἀΐδηλον ἐν ἀνθρώποισι τέτυκται. |
595 | Εὖτ' ἂν δ' εἰαρινοῖο περιπλήθωσι γόνοιοἰχθύες ὠοτόκοι, τοὶ μὲν κατὰ χῶρον ἕκαστοιεὔκηλοι μίμνουσιν ἐνὶ σφετέροισι δόμοισι·πολλοὶ δ' ἀγρόμενοι ξυνὴν ὁδὸν ὁρμώωνταιΕὔξεινον μετὰ πόντον, ἵν' αὐτόθι τέκνα τέκωνται. |
600 | κεῖνος γὰρ πάσης γλυκερώτερος Ἀμφιτρίτηςκόλπος, ἀπειρεσίοισι καὶ εὐΰδροις ποταμοῖσινἀρδόμενος, μαλακαὶ δὲ πολυψάμαθοί τ' ἐπιωγαί·ἐν δέ οἱ εὐφυέες τε νομαὶ καὶ ἀκύμονες ἀκταὶπέτραι τε γλαφυραὶ καὶ χηραμοὶ ἰλυόεντες |
605 | ἄκραι τε σκιεραὶ καὶ ὅσ' ἰχθύσι φίλτατ' ἔασιν·ἐν δέ οἱ οὔτε τι κῆτος ἀνάρσιον οὔτε τι πῆμαἐντρέφεται νεπόδεσσιν ὀλέθριον οὐδὲ μὲν ὅσσοιδυσμενέες γεγάασιν ἐπ' ἰχθύσι βαιοτέροισινὁλκοὶ πουλυπόδων οὐδ' ἀστακοὶ οὐδὲ πάγουροι· |
610 | παῦροι μὲν δελφῖνες, ἀκιδνότεροι δὲ καὶ αὐτοὶκητείης γενεῆς καὶ ἀκήδεες ἐννεμέθονται.τοὔνεκεν ἰχθύσι κεῖνο πέλει κεχαρισμένον ὕδωρἐκπάγλως καὶ πολλὸν ἐπισπεύδουσι νέεσθαι.στέλλονται δ' ἅμα πάντες ὁμιλαδόν, ἄλλοθεν ἄλλος |
615 | εἰς ἓν ἀγειρόμενοι, μία δέ σφισι πᾶσι κέλευθοςπομπή τε ῥιπή τε καὶ αὖ παλινόστιμος ὁρμή.Θρηΐκιον δ' ἀνύουσι Βοὸς Πόρον αἰολόφυλοιἑσμοὶ Βεβρυκίην τε παρὲξ ἅλα καὶ στόμα Πόντουστεινὸν ἀμειβόμενοι δολιχὸν δρόμον Ἀμφιτρίτης. |
620 | ὡς δ' ὅτ' ἀπ' Αἰθιόπων τε καὶ Αἰγύπτοιο ῥοάωνὑψιπετὴς γεράνων χορὸς ἔρχεται ἠεροφώνων,Ἄτλαντος νιφόεντα πάγον καὶ χεῖμα φυγοῦσαιΠυγμαίων τ' ὀλιγοδρανέων ἀμενηνὰ γένεθλα·τῆισι δ' ἄρ' ἱπταμένηισι κατὰ στίχας εὐρέες ἑσμοὶ |
625 | ἠέρα τε σκιάουσι καὶ ἄλλυτον ὄγμον ἔχουσιν·ὣς τότε μυριόφυλοι ἁλὸς τέμνουσι φάλαγγεςΕὔξεινον μέγα κῦμα· περιπλήθει δὲ θάλασσαπυκνὸν ὑποφρίσσουσα λατυσσομένη πτερύγεσσιν,εἰσόκ' ἐπειγόμενοι δολιχὸν στόλον ἀμπαύσωσι |
630 | καὶ τόκον. ἀλλ' ὅτε μέτρα παραστείχηισιν ὀπώρης,νόστου μιμνήσκονται, ἐπεὶ κρυερώτερον ἄλλωνχεῖμα κατασπέρχει κείνην ἅλα δινήεσσαν·οὐ γὰρ τηλεβαθής, ῥέα δὲ στυφελίζετ' ἀήταις,οἵ μιν ἐπιρρήσσουσιν ὑπερφίαλοί τ' ὀλοοί τε. |
635 | τοὔνεκ' ἀλυσκάζοντες Ἀμαζονίης ἀπὸ λίμνηςαὖτις ὁμοῦ τεκέεσσιν ὑποτροπάδην φορέονται,κίδνανται δ' ἀνὰ πόντον, ὅπηι θρέψονται ἕκαστοι.Ἀλλ' ὅσα μὲν μαλάκεια φατίζεται, οἷσί τ' ἀναίμωνἐστὶ φυὴ μελέων καὶ ἀνόστεος, ὅσσα τε φῦλα |
640 | ἢ λεπίσιν πυκινῆισι καλύπτεται, ἢ φολίδεσσιφρακτά, τὰ δ' ὠοφόροισιν ὁμῶς ὠδῖσι μέλονται·ἐκ δὲ κυνὸς λάβροιο καὶ αἰετοῦ ὅσσα τε φῦλακλήιζονται σελάχεια καὶ ἰχθυνόμων βασιλήωνδελφίνων φώκης τε βοώπιδος αὐτίκα παῖδες |
645 | ἐκ γενετῆς ἀνέχουσιν ἐοικότες οἷσι τοκεῦσιν.Οἱ δ' ἦ τοι πάντες μέν, ὅσοι ναίουσι θάλασσανζωοτόκοι, φιλέουσι καὶ ἀμφιέπουσι γενέθλην,δελφίνων δ' οὔπω τι θεώτερον ἄλλο τέτυκται·ὡς ἐτεὸν καὶ φῶτες ἔσαν πάρος ἠδὲ πόληας |
650 | ναῖον ὁμοῦ μερόπεσσι, Διωνύσοιο δὲ βουλῆιπόντον ὑπημείψαντο καὶ ἰχθύας ἀμφεβάλοντογυίοις· ἀλλ' ἄρα θυμὸς ἐναίσιμος εἰσέτι φωτῶνῥύεται ἀνδρομέην ἠμὲν φρόνιν ἠδὲ καὶ ἔργα.εὖτε γὰρ ὠδίνων δίδυμον γένος ἐς φάος ἔλθηι, |
655 | αὐτίχ' ὁμοῦ τ' ἐγένοντο περὶ σφετέρην τε τεκοῦσαννηχόμενοι σκαίρουσι καὶ ἐνδύνουσιν ὀδόντωνεἴσω καὶ μητρῶιον ὑπὸ στόμα δηθύνουσιν·ἡ δὲ φιλοφροσύνηισιν ἀνίσχεται ἀμφί τε παισὶστρωφᾶται γανόωσα καὶ ἔξοχα καγχαλόωσα. |
660 | μαζὸν δ' ἀμφοτέροισι παρίσχεται, οἶον ἑκάστωι,θήσασθαι γάλα λαρόν· ἐπεί ῥά οἱ ὤπασε δαίμωνκαὶ γάλα καὶ μαζῶν ἰκέλην φύσιν οἷα γυναικῶν.τόφρα μὲν οὖν τοίηισι τιθηνείηισι μέμηλεν·ἀλλ' ὅτε κουρίζωσιν ἑὸν σθένος, αὐτίκα τοῖσι |
665 | μήτηρ ἡγήτειρα κατέρχεται εἰς ὁδὸν ἄγρηςἱεμένοις θήρην τε διδάσκεται ἰχθυόεσσαν,οὐδὲ πάρος τεκέων ἑκὰς ἵσταται οὐδ' ἀπολείπει,πρίν γ' ὅταν ἡβήσωσι τελεσφόρα γυῖα καὶ ἀλκήν,ἀλλ' αἰεὶ ῥυτῆρες ἐπίσκοποι ἐγγὺς ἕπονται. |
670 | οἷον δὴ τότε θαῦμα μετὰ φρεσὶ θηήσαιοτερπωλήν τ' ἐρόεσσαν, ὅτε πλώων ἐσίδηαιαὔρηι ἐν εὐκραεῖ δεδοκημένος ἠὲ γαλήνηιδελφίνων ἀγέλας εὐειδέας, ἵμερον ἅλμης·οἱ μὲν γὰρ προπάροιθεν ἀολλέες ἠΰτε κοῦροι |
675 | ἠΐθεοι στείχουσι, νέον γένος, ὥστε χοροῖοκύκλον ἀμειβόμενοι πολυειδέα ποικιλοδίνην·τοὶ δ' ὄπιθεν μεγάλοι τε καὶ ἔξοχοι οὐδ' ἀπάτερθενἔρχονται τεκέων, φρουρὸς στρατός, ὥσθ' ἁπαλοῖσιφερβομένοις ἕσπονται ἐν εἴαρι ποιμένες ἀμνοῖς. |
680 | ὡς δ' ὅτε μουσοπόλων ἔργων ἄπο παῖδες ἴωσινἀθρόοι, οἱ δ' ἄρ' ὄπισθεν ἐπίσκοποι ἐγγὺς ἕπονταιαἰδοῦς τε πραπίδων τε νόου τ' ἐπιτιμητῆρεςπρεσβύτεροι· γῆρας γὰρ ἐναίσιμον ἄνδρα τίθησιν·ὣς ἄρα καὶ δελφῖνες ἑοῖς παίδεσσι τοκῆες |
685 | ἕσπονται, μή τί σφιν ἀνάρσιον ἀντιβολήσηι.Ναὶ μὴν καὶ φώκη κομέει γένος οὔτι χέρειον·καὶ γὰρ τῆι μαζοί τε καὶ ἐν μαζοῖσι γάλακτοςεἰσὶ ῥοαί· τῆι δ' οὔτι μετ' οἴδμασιν ἀλλ' ἐπὶ χέρσουλύετ' ἀνερχομένηι γαστρὸς μόγος, ὥριος ὠδίς· |
690 | μίμνει δ' ἤματα πάντα δυώδεκα σὺν τεκέεσσιναὐτοῦ ἐνὶ τραφερῆι· τρισκαιδεκάτηι δὲ σὺν ἠοῖσκύμνους ἀγκὰς ἔχουσα νεαλδέας εἰς ἅλα δύνει,παισὶν ἀγαλλομένη, πάτρην ἅτε σημαίνουσα.ὡς δὲ γυνὴ ξείνης γαίης ἔπι παῖδα τεκοῦσα |
695 | ἀσπασίως πάτρην τε καὶ ὃν δόμον εἰσαφικάνει,παῖδα δ' ἐν ἀγκοίνηισι πανηματίη φορέουσα,δώματα δεικνυμένη, μητρὸς νομόν, ἀμφαγαπάζει,τερπωλὴν ἀκόρεστον· ὁ δ' οὐ φρονέων περ ἕκασταπαπταίνει, μέγαρόν τε καὶ ἤθεα πάντα τοκήων· |
700 | ὣς ἄρα καὶ κείνη σφέτερον γένος εἰναλίη θὴρἐς πόντον προφέρει καὶ δείκνυται ἔργα θαλάσσης.Δαίμονες, οὐκ ἄρα μοῦνον ἐν ἀνδράσι τέκνα πέλονταιφίλτατα, καὶ φάεος γλυκερώτερα καὶ βιότοιο,ἀλλὰ καὶ οἰωνοῖσιν ἀμειλίκτοισί τε θηρσὶν |
705 | ἰχθύσι τ' ὠμηστῆισιν ἀμήχανος αὐτοδίδακτοςἐντρέφεται τεκέων δριμὺς πόθος· ἀμφὶ δὲ παισὶκαὶ θανέειν καὶ πᾶσαν ὀϊζυρὴν κακότηταπρόφρονες, οὐκ ἀέκοντες, ἀναπλῆσαι μεμάασιν.ἤδη τις κατ' ὄρεσφιν ἐριβρύχην ἐνόησε |
710 | θηρητὴρ τεκέεσσιν ὑπερβεβαῶτα λέοντα,μαρνάμενον σφετέρης γενεῆς ὕπερ· οὐδ' ὅ γε πυκνῆςχερμάδος ἱπταμένης οὐδ' αἰγανέης ἀλεγίζει,ἀλλ' αὔτως ἄτρεστον ἔχει θάρσος τε μένος τε,βαλλόμενος καὶ ἐρεικόμενος πάσηισι βολῆισιν· |
715 | οὐδ' ὅ γε πρὶν θανέειν ἀναδύεται, ἀλλ' ἐπὶ παισὶνἡμιθανὴς προβέβηκε, μέλει δέ οἱ οὔτι μόροιοτόσσον, ὅσον μὴ παῖδας ὑπ' ἀγρευτῆρσιν ἰδέσθαιἑρχθέντας θήρειον ὑπ' αὐτοκμῆτα καλιήν.ἤδη δ' ἀρτιτόκοιο κυνὸς σκυλακοτρόφωι εὐνῆι |
720 | ποιμὴν ἐγχρίμψας, εἰ καὶ πάρος ἦεν ἑταῖρος,χάσσατο, ταρβήσας μητρὸς χόλον ὑλακόεντα,οἷον ὑπὲρ τεκέων προφυλάσσεται, οὐδέ τιν' αἰδῶγιγνώσκει, πᾶσιν δὲ πέλει κρυόεσσα πελάσσαι.οἷον δ' ἑλκομένας περὶ πόρτιας ἀσχαλόωσαι |
725 | μητέρες οὐκ ἀπάτερθε γυναικείων στενάχουσικωκυτῶν, αὐτοὺς δὲ συναλγύνουσι νομῆας.καὶ μέν τις φήνης ἀδινὸν γόον ἔκλυεν ἀνὴρὄρθριον ἀμφὶ τέκεσσ', ἢ ἀηδόνος αἰολοφώνου,ἠὲ καὶ εἰαρινῆισι χελιδόσιν ἐγγὺς ἔκυρσε |
730 | μυρομέναις ἑὰ τέκνα, τά τε σφίσι ληΐσσαντοἐξ εὐνῆς ἢ φῶτες ἀπηνέες ἠὲ δράκοντες.ἰχθύσι δ' αὖ δελφὶς μὲν ἀριστεύει φιλότητιπαίδων, ὣς δὲ καὶ ἄλλοι ἑὸν γένος ἀμφιέπουσι.Θαῦμα δ' ἁλιπλάγκτοιο κυνὸς τόδε· τῆι γὰρ ἕπονται |
735 | τέκνα νεοβλαστῆ καί σφιν σάκος ἔπλετο μήτηρ·ἀλλ' ὅτε ταρβήσωσι τά τ' ἄσπετα δείματ' ἔασινἐν πόντωι, τότε παῖδας ἔσω λαγόνεσσιν ἔδεκτοαὐτὴν εἰσίθμην, αὐτὴν ὁδόν, ἔνθεν ὄλισθονγεινόμενοι· τοῖον δὲ πόνον μογέουσά περ ἔμπης |
740 | ἀσπασίως τέτληκε, πάλιν δ' ὑπεχεύατο παῖδαςσπλάγχνοις, ἂψ δ' ἀνέηκεν, ὅτ' ἀμπνεύσωσι φόβοιο.Τοίην καὶ ῥίνη τεκέων πορσύνεται ἀλκήν,ἀλλ' οὐκ εἰς νηδὺν κείνηι δύσις, οἷα κύνεσσιν,ἀλλά οἱ ἐν πλευρῆισι διασφάγες ἀμφοτέρωθεν |
745 | εἰσὶν ὑπὸ πτερύγων, οἵη γένυς ἰχθύσιν ἄλλοις,τῆισιν ἀτυζομένων τέκνων φόβον ἀμφικαλύπτει.Ἄλλοι δ' αὖθ' ἑὰ τέκνα διὰ στόμα ταρβήσανταδεξάμενοι ῥύονται ἅτ' ἐς δόμον ἠὲ καλιήν·οἷον δὴ καὶ γλαῦκος, ὃς ἔξοχα τέκν' ἀγαπάζει |
750 | πάντων, ὅσσοι ἔασιν ἐν ἰχθύσιν ὠοτοκῆες·κεῖνος γὰρ μίμνει τε παρήμενος, ὄφρα γένωνταιπαῖδες ὑπωάδιοι, καί σφιν παρανήχεται αἰεί·τοὺς δ' ὅτε κεν τρομέοντας ἴδηι κρατερώτερον ἰχθύν,ἀμφιχανὼν κατέδεκτο διὰ στόμα, μέσφα κε δεῖμα |
755 | χάσσηται, τότε δ' αὖτις ἀνέπτυσε λευκανίηθεν.Θύννης δ' οὔτιν' ἔγωγ' ἀθεμίστερον ἔλπομαι ἰχθὺνοὐδὲ κακοφροσύνηι προβεβηκότα ναιέμεν ἅλμην·ὠὰ γὰρ εὖτε τέκηισι, φύγηι δ' ὠδῖνα βαρεῖαν,αὐτὴ γειναμένη καταδαίνυται ὅσσα κίχηισι, |
760 | νηλής, ἥ θ' ἑὰ τέκνα φυγῆς ἔτι νηΐδ' ἐόνταἐσθίει, οὐδέ μιν οἶκτος ἐσέρχεται οἷο τόκοιο.Ἔστι δ' ὅσ' οὔτε γάμοισι φυτεύεται οὔτε γονῆισιτίκτεται, αὐτοτέλεστα καὶ αὐτόρρεκτα γένεθλα,ὄστρεα δὴ σύμπαντα, τά γ' ἰλύϊ τίκτεται αὐτῆι· |
765 | κείνων δ' οὔτε τι θῆλυ πέλει γένος, οὔτ' ἐπ' ἀμοιβῆςἄρσενες, ἀλλ' ὁμόφυλα καὶ εἴκελα πάντα τέτυκται.Ὣς δὲ καὶ ἠπεδανῆς ἀφύης ὀλιγηπελὲς ἔθνοςοὔτινος ἐκγεγάασιν ἀφ' αἵματος οὐδὲ τοκήων·εὖτε γὰρ ἐκ νεφέων Ζηνὸς νόος ὄμβρον ἀφύξηι |
770 | λάβρον ὑπὲρ πόντοιο καὶ ἄσχετον, αὐτίκα πᾶσαμισγομένη δίνηισι παλιμπνοίηισι θάλασσασίζει τ' ἀφριάαι τε καὶ ἵσταται οἰδαίνουσα,αἱ δ' ἐν ἀτεκμάρτοισι καὶ ἀσκέπτοισι γάμοισινἀθρόαι ἔκ τ' ἐγένοντο καὶ ἔτραφον ἔκ τ' ἐφάνησαν |
775 | μυρίαι, ἀβληχραί, πολιὸν γένος· ἐκ δὲ γενέθληςοὔνομ' ἐπικλήδην ἀφρίτιδες αὐδώωνται.ἄλλαι δ' ἰλυόεντος ὑπὲκ φλοίσβοιο φύονται·εὖτε γὰρ ἐν δίνηισι παλιρροίηις τε θαλάσσηςβράσσηται πάμφυρτος ἀφυσγετὸς ἐξ ἀνέμοιο |
780 | σπερχομένου, τότε πᾶσα συνίσταται εἰς ἓν ἰοῦσαἰλὺς εὐρώεσσα, γαληναίης δὲ ταθείσηςἐξαυτῆς ψάμαθός τε καὶ ἄσπετα φύρματα πόντουπύθεται, ἐκ δὲ φύονται ἀθέσφατοι, εἴκελοι εὐλαῖς.οὐ μέν πού τι τέτυκται ἀκιδνότερον γένος ἄλλο |
785 | δειλαίης ἀφύης· νεπόδεσσι δὲ πᾶσιν ἔασιδαῖς ἀγαθή· κεῖναι δὲ δέμας περιλιχμάζουσινἀλλήλων· τό γε δέ σφι βορὴ βίοτός τε τέτυκται·κεῖναι δ' εὖτε θάλασσαν ἀολλήδην ἐφέπωσιν,ἠέ νύ που πέτρην ἀμφίσκιον ἠὲ θαλάσσης |
790 | διζόμεναι κευθμῶνας ὑποβρυχίην τ' ἀλεωρήν,πᾶσα τότε γλαυκὴ λευκαίνεται Ἀμφιτρίτη.ὡς δ' ὁπότ' εὐρύπεδον σκιάσηι νιφάδεσσιν ἀλωὴνἑσπερίου Ζεφύροιο θοὸν μένος, οὐδέ τι γαίηςκυανέης ἰδέειν ὑποφαίνεται, ἀλλ' ἄρα πᾶσα |
795 | ἀργεννὴ χιόνεσσιν ἐπασσυτέραις κεκάλυπται·ὣς τότ' ἀπειρεσίηισι περιπληθὴς ἀγέληισιφαίνεται ἀργινόεσσα Ποσειδάωνος ἀλωή. |