BIBLIOTHECA AUGUSTANA

 

Babrios

floruit ca. 150

 

Μυθιάμβοι

Αἰσώπειοι

 

Μυθιάμβοι

1 - 107

 

___________________________________________________

 

 

 

1

Τοξότης καὶ λέων.

 

νθρωπος ἦλθεν εἰς ὄρος κυνηγήσων,

τόξου βολῆς ἔμπειρος· ἦν δὲ τῶν ζώιων

φυγή τε πάντων καὶ φόβου δρόμος πλήρης.

λέων δὲ τοῦτον προὐκαλεῖτο θαρσήσας

5

αὑτῶι μάχεσθαι. «μεῖνον» εἶπε, «μὴ σπεύσηις»

ἅνθρωπος αὐτῶι, «μηδʹ ἐπελπίσηις νίκηι·

τῶι δʹ ἀγγέλωι μου πρῶτον ἐντυχὼν γνώσηι

τί σοι ποιητόν ἐστιν»· εἶτα τοξεύει

μικρὸν διαστάς. χὠ μὲν οἰστὸς ἐκρύφθη

10

λέοντος ὑγραῖς χολάσιν· ὁ δὲ λέων δείσας

ὥρμησε φεύγειν ἐς νάπας ἐρημαίας.

τούτου δʹ ἀλώπηξ οὐκ ἄπωθεν εἱστήκει.

ταύτης δὲ θαρσεῖν καὶ μένειν κελευούσης

«οὔ με πλανήσεις» φησίν, «οὐδʹ ἐνεδρεύσεις·

15

ὅπου γὰρ οὕτω πικρὸν ἄγγελον πέμπει,

πῶς αὐτὸς ἤδη φονερός ἐστι γινώσκω.»

 

 

2

Γεωργὸς καὶ θεοί.

 

νὴρ γεωργὸς ἀμπελῶνα ταφρεύων

καὶ τὴν δίκελλαν ἀπολέσας <ποτʹ> ἐζήτει

μή τις παρόντων τήνδʹ ἔκλεψεν ἀγροίκων.

ἠρνεῖθʹ ἕκατος. οὐκ ἔχων δʹ ὃ ποιήσει,

5

εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων·

τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις

ἀγροὺς κατοικεῖν, τοὺς δʹ ἐσωτέρω τείχους

εἶναί τʹ ἀληθεῖς καὶ τὰ πάντʹ ἐποπτεύειν.

ὡς δʹ εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης

10

τοὺς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας,

κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν

μήνυτρα σύλων ὧς ὁ θεὸς ἐσυλήθη.

ὁ δὲ τοῦτʹ ἀκούσας εἶπεν· «ὡς μάτην ἥκω·

κλέπτας γὰρ ἄλλους πῶς <ὁ> θεὸς ἂν εἰδείη,

15

ὃς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γινώσκει,

ζητεῖ δὲ μισθοῦ μή τις οἶδεν ἀνθρώπων;»

 

 

3

Αἲξ καὶ αἰπόλος.

 

Αἶγάς ποτʹ εἰς ἔπαυλιν αἰπόλος κλείσων

ἐπὶ σηκὸν ἦγεν· αἱ μὲν ἦλθον αἱ δʹ οὔπω.

μιῆς δʹ ἀπειθοῦς ἐν φάραγγι τρωγούσης

κόμην γλυκεῖαν ἀγίλου τε καὶ σχίνου

5

κατέαξε τὸ κέρας μακρόθεν λίθωι πλήξας.

τὴν δʹ ἱκέτευε· «μή, χίμαιρα συνδούλη,

πρὸς τοῦ σε Πανός, ὃς νάπας ἐποπτεύει,

τῶι δεσπότηι, χίμαιρα, μή με μηνύσηις·

ἄκων γὰρ ηὐστόχησα τὸν λίθον ῥίψας.»

10

ἡ δʹ εἶπε «καὶ πῶς ἔργον ἐκφανὲς κρύψω;

κέκραγε τὸ κέρας κἂν ἐγὼ σιωπήσω.»

 

 

4

Ἁλιεύς.

 

λιεὺς σαγήνην, ἣν νεωστὶ βεβλήκει,

ἀνείλετʹ· ὄψου δʹ ἔτυχε ποικίλου πλήρης.

τῶν δʹ ἰχθύων ὀ λεπτὸς εἰς βυθὸν φεύγων

ὑπεξέδυνε δικτύου πολυτρήτου,

5

ὁ μέγας δʹ ἀγρευθεὶς εἰς τὸ πλοῖον ἡπλώθη.

 

σωτηρίη πώς ἐστι καὶ κακῶν ἔξω

τὸ μικρὸν εἶναι· τὸν μέγαν δὲ τῆι δόξηι

σπανίως ἴδοις ἂν ἐκφυγόντα κινδύνου.

 

 

5

Ἀλέκτορες.

 

λεκτορίσκων ἦν μάχη Ταναγραίων,

οἷς θυμὸν εἶναί φασιν οἷον ἀνθρώποις.

τούτων ὁ λειφθείς (τραυμάτων γὰρ ἦν πλήρης)

ἐκρύπτετʹ <ἐς> οἴκου γωνίην ὑπʹ αἰσχύνης·

5

ὁ δʹ ἄλλος εὐθὺς εἰς τὸ δῶμα πηδήσας

ἐπικροτῶν τε τοῖς πτεροῖς ἐκεκράγει.

καὶ τὸν μὲν αἰετός τις ἐκ στέγους ἄρας

ἀπῆλθʹ· ὁ δʹ ἄλλος ἀμφέβαινε θηλείαις,

ἀμείνονα σχὼν τἀπίχειρα τῆς ἥττης.

 

10

ἄνθρωπε, καὶ σὺ μή ποτʹ ἴσθι καυχήμων

ἄλλου σε πλεῖον τῆς τύχης ἐπαιρούσης·

πολλοὺς ἔσωσε καὶ τὸ μὴ καλῶς πράσσειν.

 

 

6

Ἁλιεύς καὶ Μαινίς.

 

λιεὺς θαλάσσης πᾶσαν ἠιόνα ξύων

καλάμωι τε λεπτῶι τὸν γλυκὺν βίον ζώων

μικρόν ποτʹ ἰχθὺν ὁρμιῆς ἀφʹ ἱππείης

ἤγρευσεν, ἐκ τῶν εἰς τάγηνον ὡραίων.

5

ὁ δʹ αὐτὸν οὕτως ἱκέτευεν ἀπαίρων·

«τί σοι τὸ κέρδος; ἢ πόσου με πωλήσεις;

οὐκ εἰμὶ γὰρ τέλειος, ἀλλά με πρώιην

πρὸς τῆιδε πέτρηι φυκὶς ἔπτυσεν μήτηρ.

νῦν οὖν ἄφες με, μὴ μάτην μʹ ἀποκτείνηις.

10

ἐπὴν δὲ πλησθεὶς φυκίων θαλασσαίων

μέγας γένωμαι, πλουσίοις πρέπων δεὶπνοις,

τότʹ ἐνθάδʹ ἐλθὼν ὕστερόν με συλλήψηι.»

τοιαῦτα μύζων ἱκέτευε καὶ σπαίρων,

ἀλλʹ οὐκ ἔμελλε τὸν γέροντα θωπεὺσειν·

15

ἔφη δὲ πείρων αὐτὸν ὀξέηι σχοίνωι·

«ὁ μὴ τὰ μικρά, πλὴν βέβαια, τηρήσας

μάταιός ἐστιν, ἢν ἄδηλα θηρεύηι.»

 

 

7

Ἵππος καὶ ὄνος

 

νθρωπος ἵππον εἶχε. τοῦτον εἰώθει

κενὸν παρέλκειν, ἐπετίθει δὲ τὸν φόρτον

ὄνωι γέροντι. πολλὰ τοιγαροῦν κάμνων

ἐκεῖνος ἐλθὼν πρὸς τὸν ἵππον ὡμίλει·

5

«ἤν μοι θελήσηις συλλαβεῖν τι τοῦ φόρτου,

τάχʹ ἂν γενοίμην σῶιος· εἰ δὲ μή, θνήισκω.»

ὁ δʹ «οὐ προάξεις,» εἶπε «μή μʹ ἐνοχλήσηις.»

<ὄνος> εἷρπε σιγῶν, τῶι κόπωι δʹ ἀπαυδήσας

πεσὼν ἔκειτο νεκρός, ὡς προειρήκει.

10

τὸν ἵππον οὖν παρʹ αὐτὸν εὐθέως στήσας

ὁ δεσπότης καὶ πάντα τὸν γόμον λύων

ἐπʹ αὐτὸν ἐτίθει τὴν σάγην τε τοῦ κτήνους,

καὶ τὴν ὀνείην προσεπέθηκεν ἐκδείρας.

ὁ δʹ ἵππος «οἴμοι τῆς κακῆς» ἔφη «γνώμης·

15

οὗ γὰρ μετασχεῖν μικρὸν οὐκ ἐβουλήθην,

<τοῦτʹ> αὖτʹ ἐμοὶ πᾶν ἐπιτέθεικεν ἡ χρείη.»

 

 

8

Ἄραψ καὶ κάμηλος.

 

ραψ κάμηλον ἀχθίσας ἐπηρώτα

πότερʹ ἀναβαίνειν μᾶλλον ἢ κάτω βαίνειν

αἱροῖτο. χὡ κάμηλος οὐκ ἄτερ μούσης

εἶφʹ· «ἡ γὰρ ὀρθὴ τῶν ὁδῶν ἀπεκλείσθη;»

 

 

9

Ἁλιεὺς αὐλῶν.

 

λιεύς τις αὐλοὺς εἶχε καὶ σοφῶς ηὔλει·

καὶ δή ποτʹ ὄψον ἐλπισας ἀμοχθήτως

πολὺ πρὸς αὐλῶν ἡδυφωνίην ἥξειν,

τὸ δίκτυον θεὶς ἐτερέτιζεν εὐμούσως.

5

ἐπεὶ δὲ φυσῶν ἔκαμε καὶ μάτην ηὔλει,

βαλὼν σαγήνην ἔλαβεν ἰχθύας πλείστους.

ἐπὶ γῆς δʹ ἰδὼν σπαίροντας ἄλλον ἀλλοίως,

τοιαῦτʹ ἐκερτόμησε τὸν βόλον πλύνων·

«ἄναυλα νῦν ὀρχεῖσθε. κρεῖσσον ἦν ὕμας

10

πάλαι χορεύειν, ἡνίκʹ εἰς χοροὺς ηὔλουν.»

 

οὐκ ἔστιν ἀπόνως κἀλύοντα κερδαίνειν·

ὅταν καμὼν δὲ τοῦθʹ ἕληις ὅπερ βούλει

τοῦ κερτομεῖν σοι καιρός ἐστι καὶ παίζειν.

 

 

10

Ἀφροδίτη καὶ δούλη.

 

Αἰσχρῆς τις ἤρα καὶ κακορρύπου δούλης

ἰδίης ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσηι

ἅπανθʹ ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης,

σύρουσα λεπτὴν πορφύρην ἐπὶ κνήμης,

5

πᾶσαν μάχην συνῆπτεν οἰκοδεσποίνηι·

τὴν δʹ Ἀφροδίτην ὥσπερ αἰτίην τούτων

λύχνοις ἐτίμα, καὶ καθʹ ἡμέρην πᾶσαν

ἔθυεν ηὔχεθʹ ἱκέτευεν ἠρώτα·

ἕως ποτʹ αὐτῶν ἡ θεὸς καθευδόντων

10

ἦλθεν καθʹ ὕπνους, καὶ φανεῖσα τῆι δούληι

«μή μοι χάριν σχῆις ὡς καλήν σε ποιούσηι·

τούτωι κεχόλωμαί» φησιν «ὧι καλὴ φαίνηι.»

 

ἅπας ὁ τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρων,

θεοβλαβής τίς ἐστι καὶ φρενῶν ἔξω.

 

 

11

Ἄνθρωπος καὶ ἀλώπηξ.

 

λώπεκʹ ἐχθρὴν ἀμπέλων τε καὶ κήπων

ξένηι θελήσας περιβαλεῖν τις αἰκείηι

τὴν κέρκον ἅψας καὶ λίνου τι προσδήσας

ἀφῆκε φεύγειν. τὴν δʹ ἐπίσκοπος δαίμων

5

ἐς τὰς ἀρούρας τοῦ βαλόντος ὡδήγει

τὸ πῦρ φέρουσαν. ἦν δὲ ληίων ὥρη

καὶ καλλίπαις ἄμητος ἐλπίδων πλήρης.

ὁ δʹ ἠκολούθει τὸν πολὺν κόπον κλαίων,

οὐδʹ εἶδεν αὐτοῦ τὴν ἅλωα Δημήτηρ.

 

10

χρὴ πρᾶον εἶναι μηδʹ ἄμετρα θυμοῦσθαι.

ἔστιν τις ὀργῆς νέμεσις, ἣν φυλαττοίμην,

αὐτοῖς βλάβην φέρουσα τοῖς δυσοργήτοις.

 

 

12

Ἀηδὼν καὶ χελιδών.

 

γροῦ χελιδὼν μακρὸν ἐξεπωτήθη,

εὗρεν δʹ ἐρήμοις ἐγκαθημένην ὕλαις

ἀηδόνʹ ὀξύφωνον· ἡ δʹ ἀπεθρήνει

τὸν Ἴτυν ἄωρον ἐκπεσόντα τῆς ὥρης.

5

ἐκ τοῦ μέλους δʹ ἔγνωσαν αἱ δύʹ ἀλλήλας,

καὶ δὴ προσέπτησάν τε καὶ προσωμίλουν.

ἡ μὲν χελιδὼν εἶπε· «φιλτάτη ζώιων,

πρῶτον βλέπω σε σήμερον μετὰ Θράικην

ἐπεί τις ἡμᾶς πικρὸς ἔσχισεν δαίμων

10

αἳ παρθένοι γʹ οὐ χωρὶς ἦμεν ἀλλήλων.

[ἀλλʹ ἔλθʹ ἐς ἀγρὸν καὶ πρὸς οἶκον ἀνθρώπων

σύσκηνος ἡμῖν καὶ φίλη κατοικήσεις,]

ὕπαιθρον ὕλην λεῖπε, καὶ παρʹ ἀνθρώποις

ὁμώροφόν μοι δῶμα καὶ στέγην οἴκει,

15

ὅπου γεωργοῖς οὐχὶ θηρίοις ἄισεις.

τί σε δροσίζει νυκτὸς ἔννυχος στίβη,

καὶ καῦμα θάλπει, πάντα δʹ ἀγρίην τήκει;

ἄγε δὴ σεαυτήν, σοφὰ λαλοῦσα, μησύσηις.»

τὴν δʹ αὖτʹ ἀηδὼν ὀξύφωνος ἠμείφθη·

20

«ἔα με πέτραις ἐμμένειν ἀοικήτοις,

καὶ μή μʹ ὀρεινῆς ὀργάδος σὺ χωρίσσηις.

μετὰ τὰς Ἀθήνας ἄνδρα καὶ πόλιν φεύγω·

οἶκος δὲ μοι πᾶς κἀπίμιξις ἀνθρώπων

λύπην παλαιῶν συμφορῶν ἀναξαίνει.»

 

25

παραμυθίη τίς ἐστι τῆς κακῆς μοίρης

λόγος σοφὸς καὶ μοῦσα καὶ φυγὴ πλήθους·

λύπη δʹ ὅταν τις <οἷς ποτʹ> εὐθενῶν ὤφθη

τούτοις ταπεινὸς αὖθις ὢν συνοικήσηι. 

 

 

13

Ἀγρότης καὶ πελαργός.

 

Αὔλαξι λεπτὰς παγίδας ἀγρότης πήξας

γεράνους σποραίων πολεμίας συνειλήφει.

τοῦτον πελαργὸς ἱκέτευε χωλεύων,

ὁμοῦ γὰρ αὐταῖς καὶ πελαργὸς ἡλώκει,

5

«οὐκ εἰμὶ γέρανος, οὐ σπόρον καταφθείρω.

πελαργός εἰμι χἠ χρόη με σημαίνει,

πτηνῶν πελαργὸς εὐσεβέστατον ζώιων·

τὸν ἐμὸν τιθηνῶ πατέρα καὶ νοσηλεύω.»

κἀκεῖνος «ὦ πελαργέ, τίνι βίωι χαίρεις

10

οὐκ οἶδα,» φησίν· «ἀλλὰ τοῦτο γινώσκω·

ἔλαβόν σε σὺν ταῖς ἔργα τἀμὰ πορθούσαις,

ἀπολῆι μετʹ αὐτῶν τοιγαροῦν, μεθʹ ὧν ἥλως.»

 

κακοῖς ὁμιλῶν ὡς κακὸς μισηθήσηι,

κἂν μηδὲν αὐτὸς τοὺς πέλας καταβλάψηις.

 

 

14

Ἄρκτος καὶ ἀλώπηξ.

 

ρκτος φιλεῖν ἄνθρωπον ἐκτόπως ηὔχει·

νεκρὸν γὰρ αὐτοῦ σῶμʹ ἔφασκε μὴ σύρειν.

πρὸς ἣν ἀλώπηξ εἶπε· «μᾶλλον ἡιρούμην

εἰ νεκρὸν εἷλκες, τοῦ δὲ ζῶντος οὐχ ἥπτου.»

 

5

ὁ ζῶντα βλάπτων μὴ νεκρόν με θρηνείτω.

 

 

15

Ἀνὴρ Ἀθηναῖος καὶ Θηβαῖος.

 

νὴρ Ἀθηναῖός τις ἀνδρὶ Θηβαίωι

κοινῶς ὁδεύων, ὥσπερ εἰκός, ὡμίλει.

ῥέων δʹ ὁ μῦθος ἦλθε μέχρις ἡρώων,

μακρὴ μὲν ἄλλως ῥῆσις οὐδʹ ἀναγκαίη·

5

τέλος δʹ ὁ μὲν Θηβαῖος υἱὸν Ἀλκμήνης

μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει·

ὁ δʹ ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων

Θησεὺς γένοιτο, καὶ τύχης ὁ μὲν θείης

ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης.

10

λέγων δʹ ἐνίκα· στωμύλος γὰρ ἦν ῥήτωρ.

ὁ δʹ ἄλλος ὡς Βοιωτὸς οὐκ ἔχων ἴσην

λόγοις ἅμιλλαν, εἶπεν ἀγρίηι μούσηι·

«πέπαυσο· νικᾶις. τοιγαροῦν χολωθείη

Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δʹ Ἀθηναίοις.»

 

 

16

Τίτθη καὶ λύκος.

 

γροικος ἠπείλησε νηπίωι τίτθη

κλαίοντι· «παῦσαι, μή σε τῶι λύκωι ῥίψω.»

λύκος δʹ ἀκούσας τήν τε γραῦν ἀληθεύειν

νομίσας ἔμεινεν ὡς ἕτοιμα δειπνήσων,

5

ἕως ὁ παῖς μὲν ἑσπέρης ἐκοιμήθη,

αὐτὸς δὲ πεινῶν καὶ λύκος χανὼν ὄντως

ἀπῆλθε νωθραῖς ἐλπίσιν παρεδρεύσας.

λύκαινα δʹ αὐτὸν ἡ σύνοικος ἠρώτα·

«πῶς οὐδὲν ἄρας ἦλθες, ὡς πρὶν εἰώθης;»

10

ὁ δʹ εἶπε· «πῶς γάρ, ὅς γυναικὶ πιστεύω;»

 

 

17

Αἴλουρος καὶ ἀλέκτωρ.

 

Αἴλουρος ὄρνεις οἰκίης ἐνεδρεύων,

ὡς θύλακός τις πασσάλων ἀπηρτήθη.

τὸν δʹ εἶδʹ ἀλέκτωρ πινυτὸς ἀγκυλογλώχιν,

καὶ ταῦτʹ ἐκερτόμησεν ὀξὺ φωνήσας·

5

«πολλοὺς μὲν οἶδα θυλάκους ἰδὼν ἤδη·

οὐδεὶς δʹ ὀδόντας, οὗτος, εἶχεν αἰλούρου.» 

 

 

18

Βορέης καὶ ἥλιος.

 

Βορέηι λέγουσιν ἡλίωι τε τοιαύτην

ἔριν γενέσθαι, πότερος ἀνδρὸς ἀγροίκου

ὁδοιποροῦντος τὴν σίσυρναν ἐκδύσει.

βορέης δʹ ἐφύσα πρῶτος οἷος ἐκ Θράικης,

5

βίηι νομίζων τὸν φοροῦντα συλήσειν·

ὁ δʹ οὐ μεθῆκε μᾶλλον ἀλλὰ ῥιγώσας

καὶ πάντα κύκλωι χερσὶ κράσπεδα σφίγξας

καθῆστο, πέτρης νῶτον ἐξοχῆι κλίνας.

ὁ δʹ ἥλιος τὸ πρῶτον ἡδὺς εκκύψας

10

ἀνῆκεν αὐτὸν τοῦ δυσηνέμου ψύχους,

ἔπειτα δʹ αὖ προσῆγε τὴν ἀλῆν πλείω·

καὶ καῦμα τὸν γεωργὸν εἶχεν ἐξαίφνης,

αὐτὸς δὲ ῥίψας σισύραν <ἐξ>εγυμνώθη.

 

βορέης μὲν οὕτω συγκριθεὶς ἐνικήθη·

15

λέγει δʹ ὁ μῦθος· «πραιότητα, παῖ, ζήλου.

ἀνύσεις τι πειθοῖ μᾶλλον ἢ βίηι ῥέζων.» 

 

 

19

Ἀλώπηξ καὶ βότρυς.

 

Βότρυς μελαίνης ἀμπέλου παρωρείηι

ἀπεκρέμαντο. τοὺς δὲ ποικίλη πλήρεις

ἰδοῦσα κερδὼ πολλάκις μὲν ὡρμήθη

πηδῶσα ποσσὶν πορφυρῆς θιγεῖν ὥρης·

5

ἦν γὰρ πέπειρος κεἰς τρυγητὸν ἀκμαίη.

κάμνουσα δʹ ἄλλως, οὐ γὰρ ἴσχυε ψαύειν,

παρῆλθεν οὕτω βουκολοῦσα τὴν λύπην·

«ὄμφαξ ὁ βότρυς, οὐ πέπειρος, ὡς ὤιμην.»

 

 

20

Βοηλάτης καὶ Ἡρακλῆς.

 

Βοηλάτης ἅμαξαν ἦγεν ἐκ κώμης.

τῆς δʹ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη,

δέον βοηθεῖν, αὐτὸς ἀργὸς εἱστήκει,

τῶι δʹ Ἡρακλεῖ προσηύχεθʹ, ὃν μόνον πάντων

5

θεῶν ἀληθῶς προσεκύνει τε κἀτίμα.

θεὸς δʹ ἐπιστὰς εἶπε· «τῶν τροχῶν ἅπτου

καὶ τοὺς βόας κέντριζε. τοῖς θεοῖς δʹ εὔχου,

ὅταν τι ποιῆις καὐτός, ἢ μάτην εὔξηι.»

 

 

21

Βόες καὶ μάγειροι.

 

Βόες μαγείρους ἀπολέσαι ποτʹ ἐζήτουν

ἔχοντας αὐτοῖς πολεμίην ἐπιστήμην·

καὶ δὴ συνηθροίζοντο πρὸς μάχην ἤδη

κέρατʹ ἀποξύνοντες. εἷς δέ τις λίην

5

γέρων ἐν αὐτοῖς, πολλά γʹ ἦν ἀροτρεύσας,

«οὗτοι μὲν ἡμᾶς» εἷπε «χερσὶν ἐμπείροις

σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης·

ἢν δʹ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους,

διπλοῦς τότʹ ἔσται θάνατος. οὐ γὰρ ἐλλείψει

10

τὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψηι.»

 

ὁ τὴν παροῦσαν πημονὴν φυγεῖν σπεύδων

ὁρᾶν ὀφείλει μή τι χεῖρον ἐξεύρηι.

 

 

22

Ἀνὴρ καὶ ἑταῖραι.

 

Βίου τις ἤδη τὴν μέσην ἔχων ὥρην

- νέος μὲν οὐκ ἦν, οὐδέπω δὲ πρεσβύτης,

λευκὰς μελαίνας μιγάδας ἐκλόνει χαίτας -

ἔτʹ εἰς ἔρωτας ἐσχόλαζε καὶ κώμους.

5

ἤρα γυναικῶν δύο, νέης τε καὶ γραίης.

νέον μὲν αὐτὸν ἡ νεῆνις ἐζήτει

βλέπειν ἐραστήν, συγγέροντα δʹ ἡ γραίη.

τῶν οὖν τριχῶν ἑκάστοθʹ ἡ μὲν ἀκμαίη

ἔτιλλεν ἃς ηὕρισκε λευκαθιζούσας,

10

ἔτιλλε δʹ ἡ γραῦς εἰ μέλαιναν ηὑρήκει,

ἕως φαλακρὸν ἡ νέη τε χἠ γραίη

ἔθηκαν <αὐτὸν κ>ἀντέδωκαν ἀλλήλαις,

τούτων ἑκάστη τῶν τριχῶν ἀποσπῶσα.

 

φάσκει δʹ ὁ μῦθος τοῦτο πᾶσιν ἀνθρώποις·

15

ἐλεεινὸς ὅστις εἰς γυναῖκας ἐμπίπτει. 

 

 

23

Βοηλάτης καὶ ταῦρος.

 

Βοηλάτης ἄνθτρωπος εἰς μακρὴν ὕλην

ταῦρον κεράστην ἀπολέσας ἀνεζήτει.

ἔθηκε δʹ εὐχὴν ταῖς ὀρεινόμοις νύμφαις,

Ἑρμῆι νομαίωι, Πανί, τοῖς πέριξ, ἄρνα

5

λοιβὴν παρασχεῖν, εἰ λάβοι γε τὸν κλέπτην.

ὄχθον δʹ ὑπερβὰς τὸν καλὸν βλέπει ταῦρον

λέοντι θοίνην· δυστυχὴς δʹ ἐπαρᾶται

καὶ βοῦν προσάξειν, εἰ φύγοι γε τὸν κλέπτην.

 

ἐντεῦθεν ἡμᾶς τοῦτʹ ἔοικε γινώσκειν,

10

ἄβουλον εὐχὴν τοῖς θεοῖσι μὴ πέμπειν

ἐκ τῆς πρὸς ὥρην ἐκφορουμένης λύπης. 

 

 

24

Βάτραχοι καὶ γάμος Ἡλίου.

 

Γάμοι μὲν ἦσαν Ἡλίου θέρους ὥρηι,

τὰ ζῶια δʹ ἱλαροὺς ἦγε τῶι θεῶι κώμους.

καὶ βάτραχοι δὲ λιμνίους χοροὺς ἦγον·

οὓς εἶπε παύσας φρῦνος· «οὐχὶ παιάνων

5

τοῦτʹ ἐστὶν ἡμῖν, φροντίδων δὲ καὶ λύπης·

ὅς γὰρ μόνος νῦν λιβάδα πᾶσαν αὐαίνει,

τί μὴ πάθωμεν τῶν κακῶν, ἐὰν γήμας

ὅμοιον αὑτῶι παιδίον τι γεννήσηι;»

 

χαίρουσι πολλοὶ τῶν ὑπερβολῆι κούφων

10

ἐφʹ οἷς χαρὰν μέλλουσιν οὐχὶ χαιρήσειν.

 

 

25

Λαγωοὶ καὶ βάτραχοι.

 

Γνώμη λαγωοὺς εἶχε μηκέτι ζώειν,

πάντας δὲ λίμνης εἰς μέλαν πεσεῖν ὕδωρ,

ὁθοὔνεκʹ εἰσὶν ἀδρανέστατοι ζώιων

ψυχάς τʹ ἄτολμοι, μοῦνον εἰδότες φεύγειν.

5

ἐπεὶ δὲ λίμνης ἐγγὺς ἦσαν εὐρείης

καὶ βατράχων ὅμιλον εἶδον ἀκταίων

βαθέην ἐς ἰλὺν ὀκλαδιστὶ πηδώντων,

ἐπεστάθησαν, καί τις εἶπε θαρσήσας·

«ἂψ νῦν ἴωμεν. οὐκέτι χρεὼν θνήσκειν·

10

ὁρῶ γὰρ ἄλλους ἀσθενεστέρους ἥμων.»

 

 

26

Γέρανοι καὶ γεωργός.

 

Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρην

ἐσπαρμένην νεωστὶ πυρίνωι σίτωι.

ὁ δʹ ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων

ἐδίωκεν αὐτὰς τῶι φόβωι καταπλήσσων.

5

αἱ δʹ ὡς ἐπέσχον σφενδονῶντα τὰς αὔρας,

κατεφρόνησαν λοιπὸν ὥστε μὴ φεύγειν,

ἕως ἐκεῖνος οὐκέθʹ ὡς πρὶν εἰώθει,

λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους.

αἱ δʹ ἐκλιποῦσαι τὴν ἄρουραν ἀλλήλαις

10

«φεύγωμεν» ἐκραύγαζον « εἰς τὰ Πυγμαίων.

ἅνθρωπος οὗτος οὐκέτʹ ἐκφοβεῖν ἥμας

ἔοικεν, ἤδη δʹ ἄρχεταί τι καὶ πράσσειν.»

 

 

27

Γαλῆ καὶ ἀνὴρ.

 

Γαλῆν δόλωι τις συλλαβών τε καὶ δήσας

ἔπνιγεν ὑδάτων ἐν συναγκίηι κοίληι.

τῆς δʹ αὖ λεγούσης· «ὡς κακὴν χάριν τίνεις

ὧν ὠφέλουν θηρῶσα μῦς τε καὶ σαύρας»

5

«ἐπιμαρτυρῶ σοι» φησίν· «ἀλλὰ καὶ πάσας

ἔπνιγες ὄρνεις, πάντα δʹ οἶκον ἠρήμους,

βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσʹ ἥμας.»

 

 

28

Βοῦς καὶ φρύνη.

 

Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων.

ἐλθοῦσα δʹ αὐτόν - οὐ παρῆν γάρ - ἡ μήτηρ

παρὰ τῶν ἀδελφῶν ποῦ ποτʹ ἦν ἐπεζήτει.

«τέθνηκε, μῆτερ· ἄρτι γάρ, πρὸ τῆς ὥρης,

5

ἤλθεν πάχιστον τετράπουν, ὑφʹ οὗ κεῖται

χηλῆι μαλαχθείς.» ἡ δὲ φρῦνος ἠρώτα,

φυσῶσʹ ἑαυτήν, εἰ τοιοῦτον ἦν ὄγκωι

τὸ ζῶιον. οἱ δὲ μητρί· «παῦε, μὴ πρίου.

θᾶσσον σεαυτήν» εἶπον «ἐκ μέσου ῥήξεις,

10

ἢ τὴν ἐκείνου ποιότητα μιμήσηι.» 

 

 

29

Ἵππος ἐν μύληι.

 

Γέρων ποθʹ ἵππος εἰς ἀλητὸν ἐπράθη,

ζευχθεὶς δʹ ὑπὸ μύλην πᾶσαν ἑσπέρην ἤλει.

καὶ δὴ στενάξας εἶπεν· «ἐκ δρόμων οἵων

καμπτῆρας οἵους ἀλφιτεῦσι γυρεύω.»

 

5

μὴ †λίαν† ἐπαίρου πρὸς τὸ τῆς ἀκμῆς γαῦρον·

πολλοῖς τὸ γῆρας εἰς πόνους ἀνηλώθη. 

 

 

30

 

Γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείην.

τὸν δʹ ἠγόραζον ἄνδρες, ὅς μὲν εἰς στήλην

(υἱὸς γὰρ αὐτῶι προσφάτως ἐτεθνήκει),

ὁ δὲ χειροτέχνης ὡς θεὸν καθιδρύσων.

5

ἦν δʹ ὀψέ, χὠ λιθουργὸς οὐκ ἐπεπράκει,

συνθέμενος αὐτοῖς εἰς τὸν ὄρθρον αὖ δεῖξαι

ἐλθοῦσιν. †ὁ δὲ λιθουργὸς εἶδεν† ὑπνώσας

αὐτὸν τὸν Ἑρμῆν ἐν πύλαις ὀνειρείαις

εἶδεν λέγοντα· «τἀμὰ νῦν ταλαντεύηι·

10

εἴτʹ ἄρ με νεκρὸν ἢ θεὸν σὺ ποιήσεις.» 

 

 

31

 

Γαλαῖ ποτʹ εἶχον καὶ μύες πρὸς ἀλλήλους

ἄσπονδον ἀεὶ πόλεμον αἱμάτων πλήρη·

γαλαῖ δʹ ἐνίκων. οἱ μύες δὲ τῆς ἥττης

ἐδόκουν ὑπάρχειν αἰτίην σφίσιν ταύτην,

5

ὅτι στρατηγοὺς οὐκ ἔχοιεν ἐκδήλους,

ἀεὶ δʹ ἀτάκτως ὑπομένουσι κινδύνους.

εἵλοντο τοίνυν τοὺς γένει τε καὶ ῥώμηι

γνώμηι τʹ ἀρίστους, εἰς μάχην τε γενναίους,

οἵ σφᾶς εκόσμουν καὶ διεῖλον εἰς εἴλας

10

λόχους τε καὶ φάλαγγας, ὡς ἐν ἀνθρώποις.

ἐπεὶ δʹ ἐτάχθη πάντα καὶ συνηθροίσθη,

καὶ τις γαλῆν μῦς προὐκαλεῖτο θαρσήσας,

οἵ τε στρατηγοὶ λεπτὰ πηλίνων τοίχων

κάρφη μετώποις ἁρμόσαντες ἀκραίοις

15

ἡγοῦντο παντὸς ἐκφανέστατοι πλήθους,

πάλιν δὲ φύζα τοὺς μύας κατειλήφει.

ἄλλοι μὲν οὖν σωθέντες ἦσαν ἐν τρώγλαις·

τοὺς δὲ στρατηγοὺς εἰστρέχοντας οὐκ εἴα

τὰ περισσὰ κάρφη τῆς ὀπῆς ἔσω δύνειν,

20

Νίκη δʹ ἐπʹ αὐτοῖς καὶ τρόπαιον εἱστήκει,

γαλῆς ἑκάστης μῦν στρατηγὸν ἑλκούσης.

 

λέγει δʹ ὁ μῦθος· εἰς τὸ ζῆν ἀκινδύνως

τῆς λαμπρότητος ηὑτέλεια βελτίων. 

 

 

32

 

Γαλῆι ποτʹ ἀνδρὸς εὐπρεποῦς ἐρασθείσηι

δίδωσι σεμνὴ Κύπρις, ἡ πόθων μήτηρ,

μορφὴν ἀμεῖψαι καὶ λαβεῖν γυναικείην,

καλῆς γυναικός, ἧ τίς οὐχ ἑκὼν ἤρα.

5

ἰδὼν δʹ ἐκεῖνος (ἐν μέρει γὰρ ἡλώκει)

γαμεῖν ἔμελλεν. ἠρμένου δὲ τοῦ δείπνου

παρέδραμεν μῦς· τὸν δὲ τῆς βαθυστρώτου

καταβᾶσα κλίνης ἐπεδίωκεν ἡ νύμφη.

γάμου δὲ δαιτὴ 'λέλυτο, καὶ καλῶς παίξας

10

Ἔρως ἀπῆλθε· τῆι φύσει γὰρ ἡττήθη.

 

 

33

 

Δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δʹ ὥρη,

καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας

ἐφύλασσεν ἑστώς· καὶ γὰρ ἄκριτον πλήθει

μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων

5

ψᾶρές τʹ ὄλεθρος σπερμάτων ἀρουραίων.

τῶι δʹ ἠκολούθει σφενδόνην ἔχων κοίλην

παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης

ἤκουον εἰ τὴν σφενδόνην ποτʹ ἠιτήκει,

καὶ πρὶν βαλεῖν ἔφευγον. εὗρε δὴ τέχνην

10

ὁ γεωργὸς ἄλλην τόν τε παῖδα φωνήσας

ἐδίδοσκεν· «ὦ παῖ, χρὴ γὰρ ὀρνέων ἥμας

σοφὸν δολῶσαι φῦλον· ἡνίκʹ ἂν τοίνυν

ἔλθωσʹ, ἐγὼ μέν» εἶπεν «ἄρτον αἰτήσω,

σὺ δʹ οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις.»

15

οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην.

ὁ δʹ ἄρτον ἤιτει, καθάπερ εἶχε συνθήκην·

οἱ δʹ οὐκ ἔφευγον. τῶι δʹ ὁ παῖς λίθων πλήρη

τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας

τοῦ μὲν τὸ βρέγμα, τοῦ δʹ ἔτυψε τὴν κνήμην,

20

ἑτέρου τὸν ὦμον, οἱ δʹ ἔφευγον ἐκ χώρης.

γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων.

καί τις κολοιῶν εἶπε· «φεύγετʹ ἀνθρώπων

γένος πονηρόν, ἄλλα μὲν πρὸς ἀλλήλους

λαλεῖν μαθόντων, ἄλλα δʹ ἔργα ποιούντων.»

 

25

δεινὸν τὸ φῦλον τῶν δόλωι τι πρασσόντων.

 

 

34

 

Δήμητρι ταῦρον ὄχλος ἀργότης θύων

ἅλω πλατεῖαν οἰνάσιν κατεστρώκει,

κρεῶν τραπέζας εἶχε καὶ πίθους οἴνου.

ἐκ τῶν βοείων ἐγκάτων ἐφυσήθη,

5

κἀπῆλθʹ ἐς οἴκους γαστρὸς ὄγκον ἀλγήσας.

πεσὼν δʹ ἐφʹ ὑγραῖς μητρὸς ἀγκάλαις ἤμει,

καὶ ταῦτʹ ἐφώνει· «δυστυχὴς ἀποθνήισκω·

τὰ σπλάγχνα γάρ, τεκοῦσα, πάντα μου πίπτει.»

ἡ δʹ εἶπε· «θάρσει κἀπόβαλλε, μὴ φείδου·

10

οὐ γὰρ σά, τέκνον, ἀλλʹ ἐμεῖς τὰ τοῦ ταύρου.»

 

ὅταν ὀρφανοῦ τις οὐσίην ἀναλώσας

ἔπειτα ταύτην ἐκτίνων ἀποιμώζηι,

πρὸς τοῦτον ἄν τις καταχρέοιτο τῶι μύθωι.

 

 

35

 

Δύω μὲν υἱοὺς ἡ πίθηκος ὠδίνει,

τεκοῦσα δʹ αὐτοῖς ἐστιν οὐκ ἴση μήτηρ,

ἀλλʹ ὃν μὲν αὐτῶν ἀθλίης ὑπʹ εὐνοίης

θάλπουσα κόλποις ἀγρίοις ἀποπνίγει,

5

τὸν δʹ ὡς περισσὸν καὶ μάταιον ἐκβάλλει.

κἀκεῖνος ἐλθὼν εἰς ἐρημίην ζώει.

 

τοιοῦτο πολλῶν ἐστιν ἦθος ἀνθρώπων

οἷς ἐχθρὸς ἀεὶ μᾶλλον ἢ φίλος γίνου. 

 

 

36

 

Δρῦν αὐτόριζον ἄνεμος ἐξ ὄρους ἄρας

ἔδωκε ποταμῶι· τὴν δʹ ἔσυρε κυμαίνων,

πελώριον φύτευμα τῶν πρὶν ἀνθρώπων.

πολὺς δὲ κὰλαμος ἑκατέρωθεν εἱστήκει

5

ἔλαφρος ὄχθης ποταμίης ὕδωρ πίνων.

θάμβος δὲ τὴν δρῦν εἶχε, πῶς ὁ μὲν λίην

λεπτός τʹ ἐὼν κἀβληχρὸς οὐκ ἐπεπτώκει,

αὐτὴ δὲ τόσση φηγὸς ἐξεριζώθη.

σοφὸς δὲ κάλαμος εἶπε· «μηδὲν ἐκπλήσσου.

10

σὺ μὲν μαχομένη ταῖς πνοαῖς ἐνικήθης,

ἡμεῖς δὲ καμπτόμεσθα μαλθακῆι γνώμηι,

κἂν βαιὸν ἡμῶν ἄνεμος ἄκρα κινήσηι.»

 

κάλαμος μὲν οὕτως· ὁ δέ γε μῦθος ἐμφαίνει

μὴ δεῖν μάχεσθαι τοῖς κρατοῦσιν, ἀλλʹ εἴκειν.

 

 

37

 

Δαμάλης ἐν ἀγροῖς ἄφετος, ἀτριβὴς ζεύγλης,

κάμνοντι καὶ σύροντι τὴν ὕνιν ταύρωι

«τάλας» ἐφώνει «μόχθον οἷον ὀτλεύεις.»

ὁ βοῦς δʹ ἐσίγα χὐπέτεμνε τὴν χώρην.

5

ἐπεὶ δʹ ἔμελλον ἀγρόται θεοῖς θύειν,

ὁ βοῦς μὲν ὁ γέρων εἰς νομὰς ἀπεζεύχθη,

ὁ δὲ μόσχος ἁδμὴς κεῖνος εἵλκετο σχοίνωι

δεθεὶς κέρατα, βωμὸν αἵματος πλήσων.

κἀκεῖνος αὐτῶι τοιάδʹ εἶπε φωνήσας·

10

«εἰς ταῦτα μέντοι μὴ πονῶν ἐτηρήθης.

ὁ νέος παρέρπεις τὸν γέροντα, καὶ θύηι,

καὶ σοῦ τένοντα πέλεκυς, οὐ ζυγὸς τρίψει.»

 

ἔργοις ἔπαινος· ἀργίη δὲ κινδύνοις 

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

 

 

38

 

Δρυτόμοι τινὲς σχίσαντες ἀγρίην πεύκην

ἐνεῖραν αὐτῆι σφῆνας, ὡς διασταίη,

γένοιτο δʹ αὐτοῖς ὁ πόνος ὕστερον ῥάιων.

πεύκη στένουσα «πῶς ἄν» εἶπε «μεμφοίμην

5

τὸν πέλεκυν, ὅς μου μὴ προσῆκε τῆι ῥίζηι,

ὡς τοὺς κακίστους σφῆνας, ὧν ἐγὼ μήτηρ;

ἄλλος γὰρ ἄλληι μʹ ἐμπεσὼν διαρρήσσει.»

 

ὁ μῦθος ἡμῖν τοῦτο πᾶσι μηνύει,

ὡς οὐδὲν οὕτω δεινὸν ἂν πρὸς ἀνθρώπων

10

πάθοις τι τῶν ἔξωθεν ὡς ὑπʹ οἰκείων. 

 

 

39

 

Δελφῖνες ἀεὶ διεφέροντο φαλλαίναις.

τούτοις παρῆλθε καρκίνος μεσιτεύων

ὡς εἴ τις ὢν ἄδοξος ἐν πολιτείαις

στάσει τυράννων μαχομένων ὁμηρεύοι.

 

40

 

Διέβαινε ποταμὸν ὀξὺν ὄντα τῶι ῥείθρωι

κυρτὴ κάμηλος, εἶτʹ ἔχεζε. τοῦ δʹ ὄνθου

φθάνοντος αὐτὴν εἶπεν· «ἦ κακῶς πράσσω·

ἔμπροσθεν ἤδη τἀξόπισθʹ ἐμοῦ βαίνει.»

 

5

πόλις ἄν τις εἴποι τὸν λόγον τὸν Αἰσώπου,

ἧς ἔσχατοι κρατοῦσιν ἀντὶ τῶν πρώτων.

 

 

41

 

Διαρραγῆναί φασιν ἐκ μέσου νώτου

δράκοντι μῆκος ἐξισουμένην σαύραν.

βλάψεις σεαυτὸν κοὐδὲν ἄλλο ποιήσεις

ἢν τόν σε λίην ὑπερέχοντα μιμήσηι.

 

 

42

Ἄνθρωπος καὶ κύων.

 

Δεῖπνόν τις εἶχε λαμπρὸν ἐν πόλει θύσας.

ὁ κύων δʹ ὁ τούτου κυνὶ φίλωι συναντήσας

ἐλθεῖν πρὸς αὐτὸν ἐπὶ τὸ δεῖπνον ἠρώτα.

κἀκεῖνος ἦλθε· τὸν δὲ τοῦ σκέλους ἄρας

5

ὁ μάγειρος ἐκτὸς ἐξέριψε τοῦ τοίχου

ἐς τὴν ἄγυιαν. τῶν κυνῶν δʹ ἐρωτώντων

ὅπως ἐδείπνησʹ, εἶπε· «πῶς γὰρ ἂν κρεῖσσον,

ὃς οὐδὲ ποῖ ἂν ἀναλύοιμι γινώσκω,»

 

 

43

 

λαφος κεράστης ὑπο τὸ καῦμα διψήσας

λίμνης ὕδωρ ἔπινεν ἡσυχαζούσης.

ἐκεῖ δʹ ἑαυτοῦ τὴν σκιὴν θεωρήσας

χηλῆς μὲν ἕνεκα καὶ ποδῶν ἐλυπήθη,

5

ἐπὶ τοῖς δὲ κέρασιν ὡς καλοῖς ἄγαν ηὔχει.

παρῆν δὲ Νέμεσις, ἣ τὰ γαῦρα πημαίνει.

κυνηγέτας γὰρ ἄνδρας εἶδεν ἐξαίφνης

ὁμοῦ σαγήναις καὶ σκύλαξιν εὐρίνοις,

ἰδὼν δʹ ἔφευγε, δίψαν οὐδέπω παύσας,

10

καὶ μακρὸν ἐπέρα πεδίον ἴχνεσιν κούφοις.

ἐπεὶ δὲ δὴ σύνδενδρον ἦλθεν εἰς ὕλην,

κέρατα θάμνοις ἐμπλακεὶς ἐθηρεύθη,

καὶ ταῦτʹ ἔφη· «δύστηνος ὡς διεψεύσθην·

οἱ γὰρ πόδες μʹ ἔσωιζον, οἷς ἐπηιδούμην,

15

τὰ κέρατα δὲ προὔδωκεν, οἷς ἐγαυρούμην.»

 

περὶ τῶν σεαυτοῦ πραγμάτων ὅταν κρίνηις,

μηδὲν βέβαιον ὑπολάβηις προγινώσκων

μηδʹ αὖτʹ ἀπογνῶις, μηδʹ ἀπελπίσηις· οὕτω

σφάλλουσιν ἡμᾶς ἐνίοθʹ αἱ πεποιθήσεις.

 

 

44

 

νέμοντο ταῦροι τρεῖς ἀεὶ μετʹ ἀλλήλων.

λέων δὲ τούτους συλλαβεῖν ἐφεδρεύων,

ὁμοῦ μὲν αὐτοὺς οὐκ ἔδοξε νικήσειν,

λόγοις δʹ ὑπούλοις διαβολαῖς τε συγκρούων

5

ἐχθροὺς ἐποίει, χωρίσας δʹ ἀπʹ ἀλλήλων

ἕκαστον αὐτῶν ἔσχε ῥαιδίην θοίνην.

 

ὅταν μάλιστα ζῆν θέληις ἀκινδύνως,

ἐχθροῖς ἀπίστει, τοὺς φίλους δʹ ἀεὶ τήρει.

 

 

45

Αἰγοβοσκὸς καὶ αἶγες.

 

νειφεν ὁ Ζεύς· αἰπόλος δέ τις φεύγων

εἰς ἄντρον εἰσήλαυνε τῶν ἀοικήτων

τὰς αἶγας ἄκρηι χιόνι λευκανθιζούσας.

εὑρὼν δʹ ἐκεῖ τάχιον εἰσδεδυκυίας

5

αἶγας κερούχους ἀγρίας, πολὺ πλείους

ὧν αὐτὸς ἦγε, μείζονάς τε καὶ κρείσσους,

ταῖς μὲν φέρων ἔβαλλε θαλλὸν ἐξ ὕλης,

τὰς δʹ ἰδίας ἀφῆκε μακρὰ λιμώττειν.

ὡς δʹ ἠιθρίησε, τὰς μὲν εὗρε τεθνώσας,

10

αἱ δʹ οὐκ ἔμειναν, ἀλλʹ ὀρῶν ἀβοσκήτων

ἀνέμβατον δρυμῶνα ποσσὶν ἠρεύνων.

ὁ δʹ αἰπόλος γελοῖος ἦλθεν εἰς οἴκους

αἰγῶν ἔρημος· ἐλπίσας δὲ τὰς κρείσσους

οὐκ ὤνατʹ οὐδʹ ὧν αὐτὸς εἶχεν ἐκ πρώτης.

 

 

46

 

λαφος καθʹ ὕλην γυῖα κοῦφα ναρκήσας

ἔκειτο πεδίων ἐν χλόηι βαθυσχίνωι,

ἐξ ἧς ἑτοίμην χιλὸν εἶχε πεινήσας.

ἤρχοντο δʹ ἀγέλαι ποικίλων ἐκεῖ ζώιων

5

ἐπισκοπούντων· ἦν γὰρ ἀβλαβὴς γείτων.

ἐλθὼν δʹ ἕκαστος τῆς πόης τʹ ἀποτρώγων

ἤιει πρὸς ὕλας <τοῦ νοσοῦντος ἀμνήμων.>

ἔλαφος δὲ λίμωι κοὐ νόσωι κατεσκλήκει,

μή πω κορώνην δευτέρην ἀναπλήσας,

10

ὃς εἰ φίλους οὐκ ἔσχε, κἂν γεγηράκει.

 

 

47

 

ν τοῖς παλαιοῖς ἦν ἀνὴρ ὑπεργήρως,

εἶχεν δὲ πολλοὺς παῖδας· οἷς ἐπισκήπτων

(ἔμελλε γὰρ δὴ τὸν βίον τελευτήσειν)

ἐκέλευσε λεπτῶν, εἴ τις ἔστι που, ῥάβδων

5

δέσμην ἐνεγκεῖν. ἧκέ τις φέρων ταύτην.

«πειρᾶσθε δή μοι, τέκνα, σὺν βίηι πάσηι

ῥάβδους κατᾶξαι δεδεμένας σὺν ἀλλήλαις.»

οἱ δʹ οὐ γὰρ ἠδύναντο· «κατὰ μίαν τοίνυν

πειρᾶσθʹ.» ἑκάστης δʹ εὐχερῶς καταγείσης,

10

«ὦ παῖδες, οὕτως» εἶπεν «ἢν μὲν ἀλλήλοις

ὁμοφρονῆτε πάντες, οὐδʹ ἂν εἷς ὕμας

βλάψαι δύναιτο, κἂν μέγιστον ἰσχύηι·

ἢν δʹ ἄλλος ἄλλου χωρὶς ἦτε τὴν γνώμην,

πείσεσθʹ ἕκαστος ταὐτὰ τῆι μιῆι ῥάβδωι.»

 

15

φιλαδελφία μέγιστον ἀγαθὸν ἀνθρώποις,

ἣ καὶ ταπεινοὺς ὄντας ἦρεν εἰς ὕψος.

 

 

48

 

ν ὁδῶι τις Ἑρμῆς τετράγωνος εἱστήκει,

λίθων δʹ ὑπʹ αὐτῶι σωρὸς ἦν. κύων τούτωι

εἶπε προσελθών· «χαῖρε πρῶτον, Ἑρμεία·

ἔπειτʹ ἀλεῖψαι βούλομαί σε, μηδʹ οὕτω

5

θεὸν παρελθεῖν· καὶ θεὸν παλαιστρίτην.»

ὁ δʹ εἶπεν· «ἤν μου τοῦτο μὴ 'πιλιχμήσηις

τοὔλαιον ἐλθών, μηδʹ ἐμοὶ προσουρήσηις,

χάριν εἴσομαί σοι· <καὶ> πλέον με μὴ τίμα.»

 

 

49

 

κάθευδε νύκτωρ ἐργάτης ὑπʹ ἀγνοίης

φρέατος ἐγγύς. τῆς Τύχης δʹ ἐπιστάσης

ἔδοξʹ ἀκούειν· «οὗτος, οὐκ ἐγερθήσηι,

μὴ σοῦ πεσόντος αἰτίη παρʹ ἀνθρώποις

5

ἐγὼ λέγωμαι καὶ κακὴν λάβω φήμην;

ἐμοὶ γὰρ ἐγκαλοῦσι πάντα συλλήβδην,

ὅσʹ ἂν παρʹ αὑτοῦ δυστυχῆι τις ἤ πίπτηι.»

 

 

50

Ἀλώπηξ καὶ Δρυτόμος.

 

φευγʹ ἀλώπηξ, τῆς δʹ ὄπισθε φευγούσης

κυνηγὸς ἐτρόχαζεν. ἡ δʹ ἐκεκμήκει,

δρυτόμον δʹ ἰδοῦσα «πρὸς θεῶν σε σωτήρων,

κρύψον με ταύταις αἷς ἔκοψας αἰγείροις,

5

καὶ τῶι κυνηγῶι» φησί «μὴ με μηνύσηις.»

ὁ δʹ οὐ προδώσειν ὤμνυʹ· ἡ δʹ ἀπεκρύφθη.

ἦλθεν κυνηγός, καὶ τὸν ἄνδρʹ ἐπηρώτα,

μὴ τῆιδʹ ἀλώπηξ καταδέδυκεν ἢ φεύγει.

«οὐκ εἶδον» εἶπε, τῶι δὲ δακτύλωι νεύων

10

τὸν τόπον ἐδείκνυʹ οὗ πανοῦργος ἐκρύφθη.

ὁ δʹ οὐκ ἐπισχών, τῶι λόγωι δὲ πιστεύσας,

παρῆλθε. θερμοῦ δʹ ἐκφυγοῦσα κινδύνου

κερδὼ παχείης ἐξέκυπτεν αἰγείρου,

σεσηρὸς ἀσχάλλουσα. τῆι δʹ ὁ πρεσβύτης

15

«ζωαγρίους μοι χάριτας» εἶπεν «ὀφλήσεις.»

[«ἐρρυσάμην σε» φησίν, «ἀλλά μου μνήσκου».]

«πῶς οὐκ ἄν» εἶπεν «ὧν γε μάρτυς εἱστήκειν;

ἔρρωσο τοίνυν, καὶ τὸν Ὅρκον οὐ φεύξηι

φωνῆι με σώσας, δακτύλωι δʹ ἀποκτείνας.»

 

20

σοφὸν τὸ θεῖον κἀπλάνητον· οὐδʹ ἄν τις

λαθεῖν ἐπιορκῶν προσδοκᾶι, δίκην φεύγει.

 

 

51

 

ν τῶι ποτʹ οἴκωι πρόβατον εἶχέ τις χήρη, 

θέλουσα δʹ αὐτοῦ τὸν πόκον λαβεῖν μείζω 

ἔκειρʹ ἀτέχνως, τῆς τε σαρκὸς οὐ πόρρω 

τὸν μαλλὸν ἐψάλιζεν, ὥστε τιτρώσκειν. 

5

ἀλγοῦν δὲ πρόβατον εἶπε· «μή με λυμαίνου· 

πόσην γὰρ ὁλκὴν τοὐμὸν αἷμα προσθήσει; 

ἀλλʹ εἰ κρεῶν, δέσποινα, τῶν ἐμῶν χρήιζεις, 

ἔστιν μάγειρος, ὅς με συντόμως θύσει· 

εἰ δʹ εἰρίων πόκου τε κοὐ κρεῶν χρήιζεις, 

10

πάλιν ἔστι κουρεύς, ὃς κερεῖ με καὶ σώσει.» 

 

 

52

 

Εἰς ἄστυ τετράκυκλον ἄρσενες ταῦροι 

ἅμαξαν ὤμοις εἷλκον· ἡ δʹ ἐτετρίγει. 

καὶ τὸν βοώτην θυμὸς εἶχε, τῆι δʹ οὕτως 

ἐγγὺς προσελθὼν εἶπεν ὡστʹ ἀκουσθῆναι· 

5

«ὦ παγκάκιστη κτημάτων, τί δὴ κρώζεις 

ἄλλων ὑπʹ ὤμοις φερομένη σιωπώντων;» 

 

κακοῦ πρὸς ἀνδρός ἐστι μακρὸν οἰμώζειν 

ἄλλων πονούντων αὐτὸς ὡσπερ εἰ κάμνοι.

 

 

53

 

Εἰς λύκον ἀλώπηξ ἐμπεσοῦσα δειλαίη

ζωγρεῖν ἐδεῖτο, μηδὲ γραῦν ἀποκτείνειν.

ὁ δʹ «ἢν λόγους μοι τρεῖς ἀληθινοὺς εἴπηις,

ἐγώ σε νὴ τὸν Πᾶνα» φησί «ζωγρήσω.»

5

ἡ δʹ «εἴθε μέν μοι πρῶτα μὴ συνηντήκεις·

ἔπειτα <δʹ>, εἴθε τυφλὸς ὢν ὑπηντήκεις·

τρίτον δʹ ἐπʹ αὐτοῖς» εἶπε «μὴ σύ γʹ εἰς ὥρας

ἵκοιο, μηδʹ ἐμοὶ πάλιν συναντήσαις.»

 

 

54

 

Εὐνοῦχος ἦλθε πρὸς θύτην ὑπὲρ παίδων

σκεψόμενος. ὁ θύτης δʹ ἁγνὸν ἧπαρ ἁπλώσας

«ὅταν μέν» εἶπε «τοῦτʹ ἴδω, πατὴρ γίνηι,

ὅταν δὲ τὴν σὴν ὄψιν, οὐδʹ ἀνὴρ φαίνηι.»

 

 

55

 

να βοῦν τις εἶχε, τὴν ὄνον δὲ συζεύξας

ἠροτρία, πτωχῶς μέν, ἀλλʹ ἀναγκαίως.

ἐπεὶ δὲ τοὔργον ἐτετέλεστο καὶ λύειν

ἔμελλεν αὐτούς, ἥ τʹ ὄνος διηρώτα

5

τὸν βοῦν· «τίς ἄξει τῶι γέροντι τὰ σκεύη;»

ὁ δὲ βοῦς πρὸς αὐτὴν εἶπεν «ὅσπερ εἰώθει.» 

 

 

56

 

Εὐτεκνίης ἔπαθλα πᾶσι τοῖς ζώιοις

ὁ Ζεὺς ἔθηκε, πάντα δʹ ἔβλεπε κρίνων.

ἦλθεν δὲ καὶ πίθηκος οὐ καλὴ μήτηρ

πίθωνα γυμνὸν σιμὸν ἠρμένη κόλποις.

5

γέλως δʹ ἐπʹ αὐτῶι τοῖς θεοῖς ἐκινήθη.

ἡ δʹ εἶπεν οὕτω· «Ζεὺς μὲν οἶδε τὴν νίκην,

ἐμοὶ δὲ πάντων οὗτός ἐστι καλλίων.»

 

ὁ λόγος δοκεῖ μοι πᾶσι τοῦτο σημαίνειν·

τὸν αὐτὸς αὑτοῦ πᾶς τις εὐπρεπῆ κρίνει.

 

 

57

 

ρμῆς ἅμαξαν ψευσμάτων τε πληρώσας

ἀπάτης τε πολλῆς καὶ πανουργίης πάσης

ἤλαυνε διὰ γῆς, ἄλλο φῦλον ἐξ ἄλλου

σχεδίην ἀμείβων καὶ μέρος τι τῶν ὤνων

5

νέμων ἑκάστωι μικρόν. ὡς δὲ τῶι χώρωι

τῶι τῶν Ἀράβων ἐπῆλθε καὶ διεξήιει,

λέγουσιν αὐτοῦ συντριβεῖσαν ἐξαίφνης

ἐπισταθῆναι τὴν ἅμαξαν. οἱ δʹ ὥσπερ

πολύτιμον ἁρπάζοντες ἐμπόρου φόρτον,

10

ἐκένωσαν αὐτὴν οὐδʹ ἀφῆκαν εἰς ἄλλους

ἔτι προελθεῖν, καίπερ ὄντας, ἀνθρώπους.

ἐντεῦθεν Ἄραβές εἰσιν, ὡς ἐπειράθην,

ψεῦσταί τε καὶ γόητες, ὧν ἐπὶ γλώσσης

οὐδὲν κάθηται ῥῆμα τῆς ἀληθείης.

 

 

58

 

Ζεὺς ἐν πίθωι τὰ χρηστὰ πάντα συλλέξας

ἔθηκεν αὐτὸν πωμάσας παρʹ ἀνθρώπωι.

ὁ δʹ ἀκρατὴς ἄνθρωπος εἰδέναι σπεύδων

τί ποτʹ ἦν ἐν αὐτῶι, καὶ τὸ πῶμα κινήσας,

5

διῆκʹ ἀπελθεῖν αὐτὰ πρὸς θεῶν οἴκους,

κἀκεῖ πέτεσθαι τῆς τε γῆς ἄνω φεύγειν.

μόνη δʹ ἔμεινεν ἐλπίς, ἣν κατειλήφει

τεθὲν τὸ πῶμα. τοιγὰρ ἐλπὶς ἀνθρώποις

μόνη σύνεστι, τῶν πεφευγότων ἥμας

10

ἀγαθῶν ἕκαστον ἐγγυωμένη δώσειν.

 

 

59

 

Ζεὺς καὶ Ποσειδῶν, φασί, καὶ τρίτη τούτοις

ἤριζʹ Ἀθηνᾶ, τίς καλόν τι ποιήσει.

ποιεῖ μὲν ὁ Ζεὺς ἐκπρεπέστατον ζώιων

ἄνθρωπον, ἡ δὲ Παλλὰς οἶκον ἀνθρώποις,

5

ὁ δʹ αὖ Ποσειδῶν ταῦρον. ἡιρέθη τούτοις

κριτὴς ὁ Μῶμος· ἔτι γὰρ ἐν θεοῖς ὤικει.

κἀκεῖνος, ὡς πέφυκε πάντας ἐχθραίνων,

πρῶτον μὲν εὐθὺς ἔψεγεν τὸ τοῦ ταύρου,

τῶν ὀμμάτων τὰ κέρατα μὴ κάτω κεὶσθαι,

10

ὡς ἂν βλέπων ἔτυψε· τοῦ δέ γʹ ἀνθρώπου,

μὴ σχεῖν θυρωτὰ μηδʹ ἀνοικτὰ τὰ στὴθη,

ὡς ἂν βλέποι τις τὸν πέλας τί βουλεύοι·

τῆς οἰκίης δέ, μὴ τροχοὺς σιδηρείους

ἐν τοῖς θεμελίοις γεγονένʹ, ὡς τόπους ἄλλους

15

συνεξαμείβοι δεσπόταισιν ἐκδήμοις.

 

τί οὖν ὁ μῦθός φησιν ἐν διηγήσει;

πειρῶ τι ποιεῖν, τὸν φθόνον δὲ μὴ κρίνειν·

ἀρεστὸν ἁπλῶς οὐδέν ἐστι τῶι Μώμωι.

 

 

60

 

Ζωμοῦ χύτρηι μῦς ἐμπεσὼν ἀπωμάστωι

καὶ τῶι λίπει πνιγόμενος ἐκπνέων τʹ ἤδη

«βέβρωκα» φησί «καὶ πέπωκα καὶ πάσης

τρυφῆς πέπλησμαι· καιρός ἐστί μοι θνήισκειν.»

 

5

λίχνος τότʹ ἂν γένοιο μῦς ἐν ἀνθρώποις,

ἢν τὸ καταβλάπτον ἡδὺ μὴ παραιτήσηι.

 

 

61

 

ιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας,

ἤιει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας.

καί πως συνηβόλησαν οἱ δύʹ ἀλλήλοις,

χὠ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων,

5

θήρης δʹ ὁ γριπεὺς ἡράτιζεν ἀγρείης,

τά τʹ εἶχον ἀντέδωκαν. εἶτα τὴν θήρην

ἤμειβον ἀεί, δεῖπνα δʹ εἶχον ἡδίω,

ἕως τις αὐτοῖς εἶπεν· «ἀλλὰ καὶ τούτων

τὸ χρηστὸν ἐξολεῖτε τῆι συνηθείηι,

10

πάλιν δʹ ἕκαστος ἃ πρὶν εἶχε ζητήσει.» 

 

 

62

 

μίονος ἀργῆς χιλὸν ἐσθίων φάτνης

καὶ κριθιήσας ἐτρόχαζε κἀφώνει

τένοντα σείων· «ἵππος ἐστί μοι μήτηρ,

ἐγὼ δʹ ἐκείνης οὐδὲν ἐν δρόμοις ἥττων.»

5

ἄφνω δʹ ἔπαυσε τὸν δρόμον κατηφήσας·

ὄνου γὰρ εὐθὺς πατρὸς ὢν ἀνεμνήσθη.

 

 

63

 

ν τις κατʹ οἴκους ἀνδρὸς εὐσεβοῦς ἥρως

ἔχων ἐν αὐλῆι τέμενος· ἔνθα δὴ θύων

στέφων τε βωμοὺς καὶ καταβρέχων οἴνωι

προσηύχετʹ ἀεί· «χαῖρε, φίλταθʹ ἡρώων,

5

καὶ τὸν σύνοικον ἀγαθὰ δαψιλῆ ποίει.»

κἀκεῖνος αὐτῶι νυκτὸς ἐν μέσαις ὥραις

«ἀγαθὸν μέν» εἶπεν «οὐδ<ὲν> ἄν τις ἡρώων,

ὦ τᾶν, παράσχοι· ταῦτα τοὺς θεοὺς αἴτει·

κακῶν δὲ πάντων, ἅτε σύνεστιν ἀνθρώποις,

10

δοτῆρες ἡμεῖς. τοιγὰρ εἰ κακῶν χρήιζεις,

εὔχου· παρέξω πολλά, κἂν ἓν αἰτήσηις.

πρὸς ταῦτα λοιπὸν αὐτὸς οἶδας ἢν θύσηις.» 

 

 

64

 

ριζον ἐλάτη καὶ βάτος πρὸς ἀλλήλας.

ἐλάτης δʹ ἑαυτὴν πολλαχῶς ἐπαινούσης

«καλὴ μέν εἰμι καὶ τὸ μέτρον εὐμήκης,

καὶ τῶν νεφῶν σύνοικος ὀρθίη φύω,

5

στέγη τε μελάθρων εἰμὶ καὶ τρόπις πλοίων·

δένδρωι τοσούτωι πῶς ἄκανθα, συγκρίνηι,

δένδρωι τοσούτον ἐκπρεπεστάτωι πάντων;»

βάτος πρὸς αὐτὴν εἶπεν· «ἢν λάβηις μνήμην

τῶν <πριόνων τε> τῶν ἀεί σε κοπτόντων

10

καὶ τῶν πελύκων τῶν ἀεί σε τεμνόντων,

βάτος γενέσθαι καὶ σὺ μᾶλλον αἱρήσηι.»

 

ἅπας ὁ λαμπρὸς τῶν ἐλασσόνων μᾶλλον

καὶ δόξαν ἔσχε χὐπέμεινε κινδύνους. 

 

 

65

 

ριζε τεφρὴ γέρανος εὐφυεῖ ταῶ<νι>

σείοντι χρυσᾶς πτέρυγας· «ἀλλʹ ἐγὼ ταύταις»

ἡ γέρανος εἶπεν, «ὧν σὺ τὴν χρόην σκώπτεις,

ἄστρων σύνεγγυς ἵπταμαί τε καὶ κράζω·

5

σύ δʹ ὡς ἀλέκτωρ ταῖσδε ταῖς καταχρύσοις

χαμαὶ πτερύσσηι,» φησίν «οὐδʹ ἄνω φαίνηι.»

 

θαυμαστὸς εἶναι σὺν τρίβωνι βουλοίμην

ἢ ζῆν ἀδόξως πλουσίηι σὺν ἐσθῆτι.

 

 

66

 

Θεῶν Προμηθεὺς ἦν τις, ἀλλὰ τῶν πρώτων.

τοῦτον πλάσασθαί φασι δεσπότην ζώιων

ἄνθρωπον ἐκ γῆς· ἐκ δὲ τοῦ δύω πήρας

κρεμάσαι φέροντά φασι τῶν ἐν ἀνθρώποις

5

κακῶν γεμούσας, τὴν πρόσω μὲν ὀθνείων,

ἰδίων δὲ <τὴν> ὄπισθεν, ἥτις ἦν μείζων.

διό μοι δοκοῦσι συμπορὰς μὲν ἀλλήλων

βλέπειν ἀκριβῶς, ἀγνοεῖν δὲ τὰς οἴκοι.

 

 

67

 

Θήρης ὄναγρος καὶ λέων ἐκοινώνουν,

ἀλκῆι μὲν ὁ λέων, ὁ δʹ ὄνος ἐν ποσὶ κρείσσων.

ἐπεὶ δὲ λείαν ἔσχον ἄφθονον ζώιων,

ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας,

5

καί «τὴν μὲν αὐτός» φησί «λήψομαι πρώτος·

βασιλεὺς γάρ εἰμι· λήψομαι δὲ κἀκείνην

ὡς ἐξ ἴσου κοινωνός. ἡ τρίτη δʹ αὕτη

κακόν τι δώσει μὴ θέλοντί σοι φεύγειν.»

 

μέτρει σεαυτόν· πρᾶγμα μηδὲν ἀνθρώπωι

10

δυνατωτέρωι σύναπτε μηδὲ κοινώνει. 

 

 

68

 

Θεοῖς Ἀπόλλων ἔλεγʹ ὁ μακρὰ τοξεύων·

«οὐκ ἂν βάλοι τις πλεῖον, οὐδὲ τοξεύσει.»

ὁ Ζεὺς δὲ παίζων ἠρίδαινε τῶι Φοίβωι·

Ἑρμῆς δʹ ἔσειεν Ἄρεος ἐν κυνῆι κλήρους.

5

λαχὼν δʹ ὁ Φοῖβος χρυσέην τε κυκλώσας

τόξοιο νευρήν, ὀξέως ἀφεὶς πρῶτος

τὸ βέλος ἔπηξεν ἐντὸς Ἑσπέρου κήπων.

ὁ Ζεὺς δὲ διαβὰς ταὐτὸ μέτρον εἱστήκει,

καὶ «ποῦ βάλω, παῖ,» φησίν, «οὐκ ἔχω χώρην.»

10

τόξου δὲ νίκην ἔλαβε μηδὲ τοξεύσας. 

 

 

69

 

Θάμνου λαγωὸν δασυπόδην ἀναστήσας

κύων ἐδίωκεν οὐκ ἄπειρος ἀγρεύειν,

δρόμωι δʹ ἐλείφθη. καὶ τις αἰπόλος σκώπτων

«ὁ πηλίκος σου» φησίν «εὑρέθη θάσσων.»

5

ὁ δʹ εἶπεν «ἄλλως ἄλλον ἁρπάσαι σπεύδων

τρέχει τις, ἄλλως δʹ αὑτὸν ἐκ κακοῦ σώιζων.»

 

 

70

 

Θεῶν γαμούντων, ὡς ἕκαστος ἐζεύχθη,

παρῆν ἐφʹ ἅπασι Πόλεμος ἐσχάτωι κλήρωι.

Ὕβριν δὲ γήμας, ἣν μόνην κατειλήφει,

ταύτης περισσῶς, ὡς λέγουσιν, ἠράσθη,

5

ἕπεται δὲ ταύτῆι πανταχοῦ βαδιζούσηι.

μὴ γοῦν ποτʹ ἔθνη, μὴ πόληας ἀνθρώπων

Ὕβρις <γʹ> ἐπέλθοι, προσγελῶσα τοῖς δήμοις,

ἐπεὶ μετʹ αὐτὴν Πόλεμος εὐθέως ἥξει. 

 

 

71

 

δὼν γεωργὸς νῆα ναυτίλων πλήρη

βάπτουσαν ἤδη κῦμα κυρτὸν ἐκ πρώιρης

«ὦ πέλαγος» εἶπεν, «εἴθε μήποτʹ ἐπλεύσθης,

ἀνηλεὲς στοιχεῖον ἐχθρὸν ἀνθρώπων.»

5

ἤκουσε δʹ ἡ θάλασσα, καὶ γυναικείην

λαβοῦσα φωνὴν εἶπε· «μή με βλασφήμει·

ἐγὼ γὰρ ὑμῖν οὐδὲν αἰτίη τούτων,

ἄνεμοι δὲ πάντες, ὧν ἐγὼ μέση κεῖμαι.

τούτων δὲ χωρὶς ἢν ἴδηις με καὶ πλεύσηις,

10

ἐρεῖς με τῆς σῆς ἠπιωτέρην γαίης.»

 

†ὅτι πολλαφύσει χρηστὰ πράγμαθʹ αἱ κακαὶ φύσεις†

τρέπουσιν εἰς τὸ χεῖρον ὡς δοκεῖν φαῦλα.

 

 

72

 

ρίς ποτʹ οὐρανοῖο πορφυρῆ κῆρυξ

πτηνοῖσι κάλλους εἶπεν ἐν θεῶν οἴκοις

ἀγῶνα κεῖσθαι· πᾶσι δʹ εὐθὺς ἠκούσθη,

καὶ πάντα θείων ἔσχεν ἵμερος δώρων.

5

ἔσταζε πέτρης αἰγὶ δυσβάτου κρήνη,

ὕδωρ τε θερινὸν καὶ διαυγὲς εἱστήκει·

πάντων τʹ ἐπʹ αὐτὸ φῦλον ἦλθεν ὀρνίθων,

πρόσωπα δʹ αὑτῶν ἐξέλουε καὶ κνήμας,

ἔσειε ταρσούς, ἐκτένιζε τὰς χαίτας.

10

ἦλθεν δʹ ἐκείνην καὶ κολοιὸς εἰς κρήνην,

γέρων κορώνης υἱός· ἄλλο δʹ ἐξ ἄλλου

πτερὸν καθύγρων ἐντὸς ἁρμόσας ὤμων

μόνος τὰ πάντων ποικίλως ἐκοσμήθη,

καὶ πρὸς θεοὺς ἤιξεν αἰετοῦ κρείσσων.

15

ὁ Ζεὺς δʹ ἐθάμβει, καὶ παρεῖχε τὴν νίκην

εἰ μὴ χελιδὼν αὐτὸν ὡς Ἀθηναίη

ἤλεγξεν ἑλκύσασα τὸ πτερὸν πρώτη,

ὁ δʹ εἶπεν αὐτῆι· «μή με συκοφαντήσηις.»

τὸν δʹ ἄρα τρυγὼν ἐσπάραττε καὶ κίχλη

20

καὶ κίσσα καὶ κορυδαλλὸς οὑν τάφοις παίζων,

χὠ νηπίων ἔφεδρος ὀρνέων ἵρηξ,

τά τʹ ἄλλʹ ὁμοίως, καὶ κολοιὸς ἐγνώσθη.

 

ὦ παῖ, σεαυτὸν κόσμον ἴδιον κόσμει·

ἀλλοτρίοις γὰρ ἐμπρέπων στερηθήσηι.

 

 

73

 

κτῖνος ὀξὺν κλαγγὸν εἶχεν <ὀρνίθων>·

ἵππου δʹ ἀκούσας χρεμετίσαντος εὐφώνως

μιμούμενος τὸν ἵππον οὔτε τὴν κρείσσω

φωνὴν θελήσας ἔσχεν οὔτε τὴν πρώτην.

 

 

74

 

ππος τε καὶ βοῦς καὶ κύων ὑπὸ ψύχους

κάμνοντες ἦλθον οἰκίην ἐς ἀνθρώπου.

κἀκεῖνος αὐτοῖς τὰς θύρας ἀναπλώσας

παρήγαγʹ ἔνδον, καὶ παρʹ ἑστίηι θάλψας

5

πυρὸς γεμούσηι παρετίθει τι τῶν ὄντων,

κριθὰς μὲν ἵππωι, λάθυρα δʹ ἐργάτηι ταύρωι·

ὁ κύων γὰρ αὐτῶι συντράπεζος εἱστήκει.

ξενίης δʹ ἀμοιβὴν ἀντέδωκαν ἀνθρόπωι

μερίσαντες αὐτῶι τῶν ἐτῶν ἀφʹ ὧν ἔζων·

10

ὁ μὲν ἵππος εὐθύ· διόπερ ἐν χρόνοις πρώτοις

ἕκαστος ἡμῶν γαῦρός ἐστι τὴν γνώμην·

ὁ δὲ βοῦς μετʹ αὐτόν· διόπερ εἰς μέσους ἥκων

μοχθεῖ φίλεργός ἐστιν ὄλβον ἀθροίζων.

ὁ κύων δʹ ἔδωκε, φασί, τοὺς τελευταίους·

15

διὸ δυσκολαίνει, Βράγχε, πᾶς ὁ γηράσας,

καὶ τὸν διδόντα τὴν τροφὴν μόνον σαίνει,

ἀεὶ δʹ ὑλακτεῖ, καὶ ξένοισιν οὐ χαίρει. 

 

 

75

 

ατρὸς ἦν ἄτεχνος. οὗτος ἀρρώστωι,

πάντων λεγόντων «μὴ δέδιθι, σωθήσηι·

πάθος μέν ἐστι χρόνιον, ἀλλʹ ἔσηι ῥάιων,»

†ὁ δʹ ἀτεχνὴς ἰατρὸς† εἶπεν εἰσβαίνων·

5

«ἕτοιμα δεῖ σε πάντʹ ἔχειν· ἀποθνήισκεις.

οὐ σὲ πλανήσω» φησίν «οὐδʹ ἐνεδρεύσω·

τὴν αὔριον γὰρ μακρὸν οὐχ ὑπερβήσηι.»

ταῦτʹ εἶπε, καὶ τὸ λοιπὸν οὐκέτʹ εἰσήιει.

χρόνωι δʹ ἐκεῖνος ἐκ νόσων ἀνασφήλας

10

προῆλθεν ὠχρός, τοῖς ποσὶν μόλις βαίνων.

ὁ δʹ ἰατρὸς αὐτῶι «χαῖρʹ» ἔφη συναντήσας,

καὶ πῶς ἔχουσιν οἱ κάτω διηρώτα.

κἀκεῖνος εἶπεν· «ἠρεμοῦσι τῆς Λήθης

πίνοντες, ἡ Κόρη δὲ χὠ μέγας Πλούτων

15

πρώιην ἰατροῖς δεινὰ πᾶσιν ἠπείλουν,

†ἐπὶ τῶι θεραπεύειν† τοῦς νοσοῦντας ἀνθρώπους.

ἀνέγραφον δὲ πάντας, ἐν δὲ τοῖς πρώτοις

καὶ σὲ γράφειν ἔμελλον· ἀλλʹ ἐγὼ δείσας

εὐθὺς προσῆλθον, ἡψάμην τε τῶν σκήπτρων

20

κἀπώμοσʹ αὐτοῖς, ὅτι σὺ ταῖς ἀληθείαις

ἰατρὸς οὐκ εἶ καὶ μάτην διεβλήθης.»

 

 

76

 

ππεὺς τὸν ἵππον, ἄχρι μὲν συνειστήκει

ὁ πόλεμος, ἐκρίθιζε κἄτρεφεν χόρτωι,

παραστάτην γενναῖον ἐν μάχαις κρίνων·

ἐπεὶ δʹ ἐπαύσατʹ, ἦν δὲ λοιπὸν εἰρήνη

5

καὶ μισθὸν ἱππεὺς οὐκέτʹ εἶχεν ἐκ δήμου,

τότʹ ἐκεῖνος ἵππος πολλάκις μὲν ἐξ ὕλης

κορμοὺς παχεῖς κατῆγεν εἰς πόλιν βαίνων,

μισθῶι τε φόρτον ἔφερεν ἄλλοτʹ ἀλλοῖον,

τὸ πνεῦμα σώιζων ἐπʹ ἀχύροισι δυστήνοις,

10

σάγην τε νώτοις ἔφερεν οὐκέθʹ ἱππεύων.

ὡς δʹ αὖ πρὸ τειχῶν πόλεμος ἄλλος ἠκούσθη,

σάλπιγξ τʹ ἐκέλευε πᾶσιν ἀσπίδα σμήχειν

ἵππους τε κοσμεῖν καὶ σίδηρον ὀξύνειν,

κἀκεῖνος αὖ τὸν ἵππον ἐγχαλινώσας

15

ὁ δεσπότης παρῆγεν ὡς ἐφιππεύσων.

ὁ δʹ ὀκλάσας ἔπιπτεν οὐκέτʹ ἰσχύων.

«ἔντασσε πεζοῖς σαυτόν» εἶπεν «ὁπλίταις·

σὺ γάρ μʹ ἀφʹ ἵππων εἰς ὄνους μεταστήσας

πῶς αὖθις ἵππον ἐξ ὄνου με ποιήσεις;» 

 

 

77

 

Κόραξ δεδηχὼς στόματι τυρὸν εἱστήκει·

τυροῦ δʹ ἀλώπηξ ἰχανῶσα κερδώιη

μύθωι τὸν ὄρνιν ἠπάτησε τοιούτωι·

«κόραξ, καλαί σοι πτέρυγες, ὀξέη γλήνη,

5

θεητὸς αὐχήν· στέρνον αἰετοῦ φαίνεις,

ὄνυξι πάντων θηρίων κατισχύεις.

ὁ τοῖος ὄρνις κωφός ἐσσι κοὐ κρώζεις.»

κόραξ δʹ ἐπαίνωι καρδίην ἐχαυνώθη,

στόματος δὲ τυρὸν ἐκβαλὼν ἐκεκράγει.

10

τὸν ἡ σοφὴ λαβοῦσα κερτόμωι γλώσσηι

«οὐκ ἦσθʹ ἄφωνος» εἶπεν «ἀλλὰ φωνήεις·

ἔχεις, κόραξ, ἅπαντα, νοῦς δέ σοι λείπει.»

 

 

78

 

Κόραξ νοσήσας ἔλεγε μητρί κλαιούσηι·

«μὴ κλαῖε, μῆτερ, ἀλλὰ τοῖς θεοῖς εὔχου

νόσου με δεινῆς καὶ πόνων ἀνασφῆλαι.»

ἡ δʹ εἶπε· «τέκνον, τίς σε τῶν θεῶν σώσει;

5

τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη;»

 

 

79

 

Κρέας κύων ἔκλεψεν ἐκ μαγειρείου,

καὶ δὴ παρήιει ποταμόν· ἐν δὲ τῶι ῥείθρωι

πολὺ τοῦ κρέως ἰδοῦσα τὴν σκιὴν μείζω,

τὸ κρέας ἀφῆκε, τῆι σκιῆι δʹ ἐφωρμήθη.

5

ἀλλʹ οὔτʹ ἐκείνην εὗρεν οὔθʹ ὃ βεβλήκει,

πεινῶσα δʹ ὀπίσω τὸν πόρον διεξήιει.

 

βίος οὐ βέβαιος παντὸς ἀνδρὸς ἀπλήστου

ἐλπίσι ματαίαις πραγμάτων ἀναλοῦται.

 

 

80

 

Κάμηλον ἠνάγκαζε δεσπότης πίνων

ὀρχεῖσθʹ ὑπʹ αὐλοῖς κυμβάλοις τε χαλκείοις.

ἡ δʹ εἶπʹ· «ἐμοὶ γένοιτο κἀν ὁδῶι βαίνειν

ἄνευ γέλωτος μήτι γʹ ἐν χορῶι παίζειν.»

 

 

81

Ἀλώπηξ καὶ πίθηκος.

 

Κερδοῖ πίθηκος εἶπεν· «ἣν ὁρᾶις στήλην,

ἐμοὶ πατρώιη τʹ ἐστι κἄτι παππώιη.»

κερδὼ πιθήκωι φησίν· «ὡς θέλεις ψεύδου,

ἔλεγχον οὐκ ἔχουσα τῆς ἀληθείης.»

 

5

κακοῦ πρὸς ἀνδρός ἐστι μὴ φυγεῖν ψεῦδος,

ἂν λανθάνειν ψευδόμενος εὐχερῶς μέλληι.

 

 

82

 

Κοιμωμένου λέοντος ἀγρίης χαίτης

διέδραμεν μῦς· ὁ δὲ λέων ἐθυμώθη,

φρίξας δὲ χαίτην ἔθορε φωλάδος κοίτης.

κερδὼ δʹ ἐπεχλεύαζεν, ὡς ἐκινήθη

5

πρὸς μῦν ὁ πάντων θηρίων δυναστεύων.

ὁ δʹ «οὐχὶ τὸν μῦν» εἶπεν, «ὦ παλαμναίη,

δέδοικα, μή μου τὴν δορὴν κνίσηι φεύγων·

†κακὴν δὲ μελέτην ἐπʹ ἐμὲ τῆς ὁδοῦ τρίβει.†»

 

[ἀρχόμενον ἄρτι τὸ θρασὺ τῶν ὑβριζόντων

10

κἂν μικρὸν ἦι κώλυε μηδὲ συγχώρει

εὐκαταφρόνητον σαυτὸν εἶναι τοῖς φαύλοις.] 

 

 

83

 

Κριθάς τις ἵππου πᾶσαν ἑσπέρην πίνων,

ἔτριβεν ἐκτένιζεν ἡμέρηι πάσηι.

ὁ δʹ εἶπεν· «εἰ θέλεις με ταῖς ἀληθείαις

καλὸν γενέσθαι, τὸ τρέφον με μὴ πώλει.»

 

5

[τῶν καιρίων δεῖ τὸν φιλοῦντα φροντίζειν

καὶ συμφερόντων· †κόσμος γὰρ οὐδὲν ὠνήσει

τὸν ἀποροῦντα τῶν ἀναγκαίων†]

 

 

84

 

Κώνωψ ἐπιστὰς κέρατι καμπύλωι ταύρου

μικρόν τʹ ἐπισχὼν εἶπε ταῦτα βομβήσας·

«εἴ σου βαρύνω τὸν τένοντα καὶ κλίνω,

καθεδοῦμʹ ἀπελθὼν ποταμίης ἐπʹ αἰγείρου.»

5

ὁ δʹ «οὐ μέλει μοι» φησίν, «οὔτʹ ἐὰν μείνηις,

οὔτʹ ἢν ἀπέλθηις· οὐδʹ ὅτʹ ἦλθες ἐγνώκειν.»

 

[γελοῖος ὅστις οὐδὲν ὢν κατʹ ἀνθρώπων

τῶν κρειττόνων θρασύνεθʹ ὥς τις ὢν <κρείττων>.]

 

 

85

 

Κυσίν ποτʹ ἔχθρη καὶ λύκοις συνειστήκει.

κύων δʹ Ἀχαιὸς ἡιρέθη κυνῶν δήμου

στρατηγὸς εἶναι. καὶ μάχης ἐπιστήμων

ἔμελλεν ἐβράδυνεν. οἱ δʹ ἐπηπείλουν,

5

εἰ μὴ προάξει τὴν μάχην ἐνεδρεύων.

«ἀκούσατʹ» εἶπεν «οὗ χάριν διατρίβω,

τί δʹ εὐλαβοῦμαι· χρὴ δʹ ἀεὶ προβουλεύειν.

τῶν μὲν πολεμίων τὸ γένος ὧν ὁρῶ πάντων

ἕν ἐστιν· ἡμῶν δʹ ἦλθον οἱ μὲν ἐκ Κρήτης,

10

οἱ δʹ ἐκ Μολοσσῶν εἰσιν, οἱ δʹ Ἀκαρνάνων,

ἄλλοι δὲ Δόλοπες, οἱ δὲ Κύπρον ἢ Θράικην

αὐχοῦσιν, ἄλλοι δʹ ἄλλοθεν - τί μηκύνω;

τὸ χρῶμα δʹ ἡμῖν οὐχ ἕν ἐστιν ὡς τούτοις,

ἀλλʹ οἱ μὲν ἡμῶν μέλανες, οἱ δὲ τεφρώδεις,

15

ἔνιοι δὲ πυρροὶ καὶ διάργεμοι στήθη,

ἄλλοι δὲ λευκοί. πῶς ἂν οὖν δυνηθείην

εἰς πόλεμον ἄρχειν» εἶπε «τῶν ἀσυμφώνων

πρὸς τοὺς ὅμοια πάντʹ ἔχοντας ἀλλήλοις;»

 

[συμφωνία μέγιστον ἀγαθὸν ἀνθρώποις·

20

τὸ δὲ στασιάζον ἀσθενές τε καὶ δοῦλον.]

 

 

86

Ἀλώπηξ ἐξογκωθεῖσα τὴν γαστέρα.

 

Κοίλωμα ῥίζης φηγὸς εἶχεν ἀρχαίη·

ἐν τῆι δʹ ἔκειτο ῥωγὰς αἰπόλου πήρη,

ἄρτων ἑώλων πᾶσα καὶ κρεῶν πλήρης.

ταύτην ἀλώπηξ εἰσδραμοῦσα τὴν πήρην

5

ἐξέφαγε· γαστὴρ δʹ, ὥσπερ εἰκός, ὠγκώθη,

στενῆς δὲ τρώγλης οὐκέτʹ εἶχεν ἐκδῦναι.

ἑτέρη δʹ ἀλώπηξ ὡς ἐπῆλθε κλαιούσηι,

σκώπτουσα «μεῖνον» εἶπεν «ἄχρι πεινήσηις·

οὐκ ἐξελεύσηι πρότερον ἄχρι τοιαύτην

10

τὴν γαστέρα σχῆις, ἡλίκην ὅτʹ εἰσήιεις.»

 

 

87

 

Κύων λαγωὸν ἐξ ὄρους ἀναστήσας

ἐδίωκε· δάκνων αὐτὸν εἰ κατειλήφει,

μεταστραφείς τʹ ἔσαινεν ὡς φίλωι ψαύων.

ὁ λαγωός «ἁπλοῦν» εἶπε «θηρίον γίνου.

5

φίλος εἶ· τί δάκνεις; ἐχθρὸς εἶ· τί οὖν σαίνεις;»

 

[ἀμφίβολος οὗτως ἐστι νοῦς ἐν ἀνθρώποις,

οἷς οὔτʹ ἀπιστεῖν ἔχομεν οὔτε πιστεύειν.]

 

 

88

 

Κορυδαλλὸς ἦν τις ἐν χλόηι νεοσσεύων,

ὁ τῶι χαραδριῶι πρὸς τὸν ὄρθρον ἀντάιδων,

καὶ παῖδας εἶχε ληίου κόμηι θρέψας

λοφῶντας ἤδη καὶ πτεροῖσιν ἀκμαίους.

5

ὁ δὲ τῆς ἀρούρης δεσπότης ἐποπτεύων

ὡς ξηρὸν εἶδε τὸ θέρος, εἶπε· «νῦν ὥρη

πάντας καλεῖν μοι τοὺς φίλους, ἵνʹ ἀμήσω.»

καί τις <δὲ> κορυδοῦ τῶν λοφηφόρων παίδων

ἤκουσεν αὐτοῦ, τῶι τε πατρὶ μηνύει,

10

σκοπεῖν κελεύων ποῦ σφέας μεταστήσει.

ὁ δʹ εἶπεν· «οὔπω καιρός ἐστι νῦν φεύγειν.

ὃς γὰρ φίλοις πέποιθεν, οὐκ ἄγαν σπεύδει.»

ὡς δʹ αὖτις ἦλθεν, ἡλίου δʹ ὑπʹ ἀκτίνων

ἤδη ῥέοντα τὸν στάχυν θεωρήσας

15

μισθὸν μὲν ἀμητῆρσιν αὔριον δώσειν,

μισθὸν δʹ ἔταξε δραγματηφόροις δώσειν,

κορυδαλλὸς εἶπε παισὶ νηπίοις· «ὄντως

νῦν ἐστὶν ὥρη, παῖδες, ἀλλαχοῦ φεύγειν,

ὅτʹ αὐτὸς αὑτῶι κοὐ φὶλοισι πιστεύει.

 

 

89

 

Λύκος ποτʹ ἄρνα πεπλανημένον ποίμνης

ἰδὼν βίηι μὲν οὐκ ἐπῆλθεν ἁρπάξων,

ἔγκλημα δʹ ἔχθρης εὐπρόσωπον ἐζήτει.

«σὺ τοί με πέρυσι μικρὸς ὢν ἐβλασφήμεις.»

5

«ἐγὼ σε πέρυσιν; ὅς <γʹ> ἐπʹ ἔτος ἐγεννήθην;»

«οὔκουν σὺ τὴν ἄρουραν ἣν ἔχω κείρεις;»

«οὔπω τι χλωρὸν ἔφαγον, οὐδʹ ἐβοσκήθην.»

«οὐδʹ ἆρα πηγὴν ἐκπέπωκας ἣν πίνω;»

«θηλὴ μεθύσκει μέχρι νῦν με μητρώιη.»

10

τότε δὴ τὸν ἄρνα συλλαβών τε καὶ τρώγων

«ἀλλʹ οὐκ ἄδειπνον» εἶπε «τὸν λύκον θήσεις,

κἂν εὐχερῶς μου πᾶσαν αἰτίην λύσηις.

 

 

90

 

Λέων ἐλύσσα. τὸν δὲ νεβρὸς ἐξ ὕλης

ἰδὼν ἔφησεν· «ἡμέων ταλαιπώρων·

τί γὰρ μεμηνὼς οὗτος οὐχὶ ποιήσει,

ὃς ἦν φορητὸς οὐδὲ σωφρονῶν ἥμιν;»

 

 

91

 

Λέοντα φεύγων ταῦρος εἰς ἐρημαίην

σπήλυγγα κατέδυ ποιμένων ὀρειφοίτων,

ὅπου τράγος τις χωρὶς αἰπόλου μείνας

ἐμβάντα ταῦρον τοῖς κέρασιν ἐξώθει.

5

ὁ δʹ εἶπεν· «οὐ σέ, τόν λέοντα δʹ ἐκκλίνων

ἀνέξομαί σου μικρὰ τῆς ἐπηρείης·

ἐπεὶ παρελθέτω με, καὶ τότε γνώσηι

πόσον τράγου μεταξὺ καὶ πόσον ταύρου.» 

 

 

92

 

Λέοντα τις κυνηγὸς οὐχὶ τολμήεις

ἴχνευεν ὀρέων ἐν βαθυσκίοις ὕλαις·

δρυτόμωι δὲ μακρῆς ἐγγὺς ἐντυχὼν πεύκης

«ὢ πρός σε νυμφῶν» εἶπεν, «ἆρα γινώσκεις

5

ἴχνη λέοντος, ὅστις ὧδε φωλεύει;»

κἀκεῖνος εἶπεν «ἀλλὰ σὺν θεῶι βαίνεις·

αὐτὸν γὰρ ἤδη τὸν λέοντά σοι δείξω.»

ὁ δʹ ὠχριήσας γομφίους τε συγκρούων

«μή μοι χαρίζου» φησί «πλεῖον οὗ χρήιζω,

10

τὸ δʹ ἴχνος εἰπέ· τὸν λέοντα μὴ δείξηις.»

 

 

93

 

Λύκων παρῆσαν ἄγγελοί ποτʹ εἰς ποίμνην

ὅρκους φέροντες καὶ βέβαιον εἰρήνην,

εφʹ ὧι λάβωσι τοὺς κύνας πρὸς αἰκείην

διʹ οὓς μάχονται καὶ κοτοῦσιν ἀλλήλοις.

5

μωρὴ δὲ ποίμνη καὶ τὰ πάντα βληχρώδης

πέμπειν ἔμελλεν. ἀλλά τις γέρων ἤδη

κριὸς βαθείηι φρικὶ μαλλὸν ὀρθώσας

«καινῆς γε ταύτης· εἶπε «τῆς μεσιτείης.

ἀφύλακτος ὑμῖν πῶς ἐγὼ συνοικήσω,

10

διʹ οὓς νέμεσθαι μηδὲ νῦν ἀκινδύνως

ἔξεστι, καίτοι τῶν κυνῶν με τηρούντων;»

 

 

94

 

Λύκωι ποτʹ ὀστοῦν φάρυγος ἐντὸς ἠρείσθη·

ἐρωιδιῶι δὲ μισθὸν ἄξιον δώσειν

ἔταξε, τὸν τράχηλον εἰ καθιμήσας

ἀνελκύσειε καὶ πόνων ἄκος δοίη.

5

ὁ δʹ ἑλκύσας τὸν μισθὸν εὐθέως ἤιτει.

κἀκεῖνος αὐτῶι, κάρχαρόν τι μειδήσας,

«σοὶ μισθὸς ἀρκεῖ» φησί «τῶν ἰατρείων

κεφαλὴν λυκείου στόματος ἐξελεῖν σώιην.»

 

κακοῖς βοηθῶν μισθὸν ἀγαθὸν οὐ λήψηι,

10

ἀλλʹ ἀρκέσει σοι μή τι <καὶ> κακὸν πάσχειν.

 

 

95

 

Λέων νοσήσας ἐν φάραγγι πετραίηι

ἔκειτο νωθρὰ γυῖα γῆς ἐφαπλώσας,

φίλην δʹ ἀλώπεκʹ εἶχεν ἧι προσωμίλει.

ταύτηι ποτʹ εἶπεν· «εἰ θέλεις με σὺ ζώιειν -

5

πεινῶ γὰρ ἐλάφου τῆς ὑπʹ ἀγρίαις πεύκαις

κεῖνον τὸν ὑλήεντα δρυμὸν οἰκούσης,

καὶ νῦν διώκειν ἔλαφον οὐκέτʹ ἰσχύω·

σὺ δʹ ἢν θελήσηις, χεῖρας εἰς ἐμὰς ἥξει

λόγοισι θηρευθεῖσα σοῖς μελιγλώσσοις.»

10

ἀπῆλθε κερδώ, τὴν δʹ ὑπʹ ἀγρίαις ὕλαις

σκιρτῶσαν εὗρε μαλθακῆς ὑπὲρ ποίης.

ἔσηνε δʹ αὐτὴν πρῶτον, εἶτα καὶ χαίρειν

προσεῖπε, χρηστῶν τʹ ἄγγελος λόγων ἥκειν.

«ὁ λέων» ἔφασκεν «οἶσθας, ἔστι μοι γείτων,

15

ἔχει δὲ φαύλως, κἀγγύς ἐστι τοῦ θνήισκειν.

τίς οὖν μετʹ αὐτὸν θηρίων τυραννήσει,

διεσκοπεῖτο· σῦς μέν ἐστιν ἀγνώμων,

ἄρκτος δὲ νωθής, πάρδαλις δὲ θυμώδης,

τίγρις δʹ ἀλαζὼν καὶ τὸ πᾶν ἐρημαίη.

20

ἔλαφον τυραννεῖν ἀξιωτάτην κρίνει·

γαύρη μὲν εἶδος, πολλὰ δʹ εἰς ἔτη ζώιει,

κέρας δὲ φοβερὸν πᾶσιν ἑρπετοῖς φύει,

δένδροις ὅμοιον, κοὐχ ὁποῖα τῶν ταύρων.

τί σοι λέγω τὰ πολλά; πλὴν ἐκυρώθης,

25

μέλλεις τʹ ἀνάσσειν θηρίων ὀρειφοίτων.

τότʹ ἂν γένοιτο τῆς ἀλώπεκος μνήμη,

δέσποινα, τῆς σοι τοῦτο πρῶτον εἰπούσης.

ταῦτʹ ἦλθον. ἀλλὰ χαῖρε, φιλτάτη. σπεύδω

πρὸς τὸν λέοντα, μὴ πάλιν με ζητήσηι -

30

χρῆται γὰρ ἡμῖν εἰς ἅπαντα συμβούλοις -

δοκῶ δὲ καὶ σέ, τέκνον, εἴ τι τῆς γραίης

κεφαλῆς ἀκούεις. ἔπρεπε σοὶ παρεδρεύειν

ἐλθοῦσαν αὐτῶι καὶ πονοῦντα θαρσύνειν.

τὰ μικρὰ πείθει ποὺς ἐν ἐσχάταις ὥραις·

35

ψυχαὶ δʹ ἐν ὀφθαλμοῖσι τῶν τελευτώντων.»

ὣς εἶπε κερδώ. τῆς δʹ ὁ νοῦς ἐχαυνώθη

λόγοισι ποιητοῖσιν, ἦλθε δʹ εἰς κοίλην

σπήλυγγα θηρός, καὶ τὸ μέλλον οὐκ ἤιδει.

λέων δʹ ἀπʹ εὐνῆς ἀσκόπως ἐφορμήσας

40

ὄνυξιν οὔατʹ ἐσπάραξεν ἀκραίοις,

σπουδῆι διωχθείς· τὴν δὲ φύζα δειλαίην

θύρης κατιθὺς ἦγεν εἰς μέσας ὕλας.

κερδὼ δὲ χεῖρας ἐπεκρότησεν ἀλλήλαις,

ἐπεὶ πόνος μάταιος ἐξανηλώθη.

45

κἀκεῖνος ἐστέναξε τὸ στόμα βρύχων

(ὁμοῦ γὰρ αὐτὸν λιμὸς εἶχε καὶ λύπη),

πάλιν δὲ κερδὼ καθικέτευε φωνήσας

ἄλλον τινʹ εὑρεῖν δεύτερον δόλον θήρης.

ἡ δʹ εἶπε κινήσασα βυσσόθεν γνώμην·

50

«χαλεπὸν κελεύεις, ἀλλʹ ὅμως ὑπουργήσω.»

καὶ δὴ κατʹ ἴχνος ὡς σοφὴ κύων ἤιει,

πλέκουσα τέχνας καὶ πανουργίας πάσας,

ἀεὶ δʹ ἕκαστον ποιμένων ἐπηρώτα

μή πού τις ἔλαφος ἡιματωμένη φεύγει.

55

τὴν δʹ ὥς τις εἶδε, δεικνύων ἂν ὡδήγει,

ἕως ποθʹ εὗρεν ἐν κατασκίωι χώρωι

δρόμων ἀναψυχουσαν. ἡ δʹ ἀναιδείης

ὀφρὺν ἔχουσα καὶ μέτωπον εἱστήκει.

ἐλάφου δὲ φρὶξ ἐπέσχε νῶτα καὶ κνήμας,

60

χολὴ δʹ ἐπέζει καρδίην, ἔφη δʹ οὕτως·

[σὺ νῦν διώκεις πανταχοῦ με καὶ φεύγω.]

«ἀλλʹ ὦ στύγημα, νῦν μὲν οὐχὶ χαιρήσεις,

ἤν μοι προσέλθηις καὶ γρύσαι τι τολμήσηις.

ἄλλοις ἀλωπέκιζε τοῖς ἀπειρήτοις,

65

ἄλλους δὲ βασιλεῖς ὑπερέθιζε καὶ ποίει.»

τῆς δʹ οὐκ ἐτρέφθη θυμός, ἀλλʹ ὑποβλήδην

«οὕτως ἀγεννής» φησί «καὶ φόβου πλήρης

πέφυκας; οὕτω τοὺς φίλους ὑποπτεύεις;

ὁ μὲν λέων σοι συμφέροντα βουλεύων

70

μέλλων τʹ ἐγείρειν τῆς πάροιθε νωθείης

ἔψαυσεν ὠτός, ὡς πατὴρ ἀποθνήισκων·

ἔμελλε γάρ σοι πᾶσαν ἐντολὴν δώσειν,

ἀρχὴν τοσαύτην πῶς λαβοῦσα τηρήσεις.

σὺ δʹ οὐχ ὑπέστης κνίσμα χειρὸς ἀρρώστου,

75

βίηι δʹ ἀποσπασθεῖσα μᾶλλον ἐτρώθης.

καὶ νῦν ἐκεῖνος πλεῖον ἢ σὺ θυμοῦται·

λίην ἄπιστον πειράσας σε καὶ κούφην

βασιλῆ δέ φησι τὸν λύκον καταστήσειν.

οἴμοι πονηροῦ δεσπότου. τί ποιήσω;

80

ἅπασιν ἡμῖν αἰτίη κακῶν γίνηι.

ἀλλʹ ἐλθὲ καὶ τὸ λοιπὸν ἴσθι γενναίη,

μηδʹ ἐπτόησο, πρόβατον οἷον ἐκ ποίμνης.

ὄμνυμι γάρ σοι φύλλα πάντα καὶ κρήνας,

οὕτω γένοιτο σοὶ μόνηι με δουλεύειν,

85

ὡς οὐδὲν ὁ λέων ἐχθρός, ἀλλʹ ὑπʹ εὐνοίης

τίθησι πάντων κυρίην σε τῶν ζώιων.»

τοιαῦτα κωτίλλουσα τὴν ἀχαιίνην

ἔπεισεν ἐλθεῖν δὶς τὸν αὐτὸν εἰς ἅιδην.

ἐπεὶ δὲ λόχμης εἰς μυχὸν κατεκλείσθη,

90

λέων μὲν αὐτὸς εἶχε δαῖτα πανθοίνην,

σάρκας λαφύσσων, μυελὸν ὀστέων πίνων

καὶ σπλάγχνα δάπτων· ἡ δʹ ἀγωγὸς εἱστήκει

πεινῶσα θήρης, καρδίην δὲ νεβρείην

λάπτει πεσοῦσαν ἁρπάσασα λαθραίως,

95

καὶ τοῦτο κέρδος εἶχεν ὧν ἐκεκμήκει.

λέων δʹ ἕκαστον ἐγκάτων ἀριθμήσας,

μόνην ἀπʹ ἄλλων καρδίην ἐπεζήτει,

καὶ πᾶσαν εὐνήν, πάντα δʹ οἶκον ἠρεύνα.

κερδὼ δʹ ἀπαιολῶσα τῆς ἀληθείης

100

«οὐκ εἶχε πάντως» φησί· «μὴ μάτην ζήτει.

ποίην δʹ ἔμελλε καρδίην ἔχειν, ἥτις

ἐκ δευτέρου λέοντος ἦλθεν εἰς οἴκους;» 

 

 

96

 

Λύκος παρήιει θριγκόν, ἔνθεν ἐκκύψας

ἀρνειὸς αὐτὸν ἔλεγε πολλὰ βλασφήμως.

κἀκεῖνος εἶπε τὰς σιαγόνας πρίων·

«ὁ τόπος μʹ ἐλοιδόρησε· μὴ σὺ καυχήσηι.»

 

5

[ὁ μῦθος ὀρθῶς πᾶσι τοῦτο μηνύει·

μηδεὶς διὰ καιρὸν ἰσχύων τι γαυρούσθω.]

 

 

97

 

Λέων ποτʹ ἐπεβούλευεν ἀγρίωι ταύρωι,

καὶ προσποιηθεὶς μητρὶ τῶν θεῶν θύειν

τὸν ταῦρον ἐλθεῖν ἐπὶ τὸ δεῖπνον ἠρώτα.

κἀκεῖνος ἥξειν εἶπεν οὐχ ὑποπτεύσας.

5

ἐλθὼν δὲ καὶ στὰς ἐπὶ θύραις λεοντείοις,

ὡς εἶδε θερμοῦ πολλὰ χαλκία πλήρη,

σφαγίδας μαχαίρας βουδόρους νεοσμήκτους

πρὸς τῆι θύρηι δὲ μηδέν, ἀλλὰ δεσμώτην

ἀλεκτορίσκον, ὤιχετʹ εἰς ὄρος φεύγων.

10

ἐμέμφεθʹ ὁ λέων ὕστερον συναντήσας.

ὁ δʹ «ἦλθον» εἶπε «καὶ τὸ σύμβολον δώσω·

οὐκ ἦν ὅμοιον θῦμα τῶι μαγειρείωι.» 

 

 

98

 

Λέων ἁλοὺς ἔρωτι παιδὸς ὡραίης

παρὰ πατρὸς ἐμνήστευε. τῶι δʹ ὁ πρεσβύτης

οὐδέν τι δύσνουν οὐδʹ ὕπουλον ἐμφήνας

«δίδωμι γῆμαι» φησί, «καὶ διδοὺς χαίρω·

5

τίς οὐ δυνάστηι καὶ λέοντι κηδεύσει;

φρένες δὲ δειλαὶ παρθένων τε καὶ παίδων·

σὺ δʹ ἡλίκους μὲν ὄνυχας, ἡλίκους δʹ ἥμιν

φέρεις ὀδόντας, τίς κόρη σε τολμήσει

ἀφόβως περιλαβεῖν; τίς δʹ ἰδοῦσα μὴ κλαύσηι;

10

πρὸς ταῦτα δὴ σκόπησον εἰ γάμου χρήιζεις,

μηδʹ ἄγριος θὴρ ἀλλὰ νυμφίος γίνου.»

ὁ δὲ πτερωθεὶς τῆι δόσει τε πιστεύσας

ἐξεῖλε τοὺς ὀδόντας, εἶθʹ ὑπὸ σμίλης

ἀπωνυχίσθη, τῶι τε πενθερῶι δείξας

15

τὴν παῖδʹ ἀπήιτει. τὸν δʹ ἕκαστος ἠλοία

ῥοπάλωι τις ἢ λίθωι τις ἐκ χερὸς παίων,

ἔκειτο δʹ ἀργὸς ὥσπερ ὗς ἀποθνήισκων,

γέροντος ἀνδρὸς ποικίλου τε τὴν γνώμην

σοφίηι διδαχθεὶς ὡς ἄμικτον ἀνθρώποις

20

ἐρᾶν λεόντων ἢ λέοντας ἀνθρώπων.

 

αὐτός τις αὑτὸν λανθάνει κακῶς δράσας,

ὧν οὐ πέφυκε μεταλαβεῖν ὅταν σπεύδηι.

 

 

99

 

Λέοντι προσπτὰς αἰετῶν τις ἐζήτει

κοινωνὸς εἶναι. χὠ λέων «τί κωλύει;»

πρὸς αὐτὸν εἶπεν,«ἀλλʹ ἐπʹ ἐνέχυρον <οὖν> δώσεις

τὠκυπτερόν σου μὴ μεθιέναι πίστιν·

5

πῶς γὰρ φίλωι σοι μὴ μένοντι πιστεύσω;»

 

 

100

 

Λύκωι συνήντα πιμελὴς κύων λίην.

ὁ δʹ αὐτὸν ἐξήταζε, ποῦ τραφεὶς οὕτως

μέγας κύων ἐγενετο καὶ λίπους πλήρης.

«ἄνθρωπος» εἶπε «δαψιλής με σιτεύει.»

5

«ὁ δὲ σοὶ τράχηλος» εἶπε «πῶς ἐλευκώθη;»

«κλοιῶι τέτριπται σάρκα τῶι σιδηρείωι,

ὃν ὁ τροφεύς μοι περιτέθεικε χαλκεύσας.»

λύκος δʹ ἐπʹ αὐτῶι καγχάσας «ἐγὼ τοίνυν

χαίρειν κελεύω» φησί «τῆι τρυφῆι ταύτηι,

10

διʹ ἣν σίδηρος τὸν ἐμὸν αὐχένα τρίψει.»

 

 

101

 

Λύκος τις ἁδρὸς ἐν λύκοις ἐγεννήθη,

λέοντα δʹ αὐτὸν ἐπεκάλουν· ὁ δʹ ἀγνώμων

τὴν δόξαν οὐκ ἤνεγκε, τῶν δὲ συμφύλων

ἀποστατήσας τοῖς λέουσιν ὡμίλει.

5

κερδὼ δʹ ἐπισκώπτουσα «μὴ φρενωθείην»

ἔφη «τοσοῦτον ὡς σὺ νῦν ἐτυφώθης·

σὺ γὰρ ὡς ἀληθῶς ἐν λύκοις λέων φαίνηι,

ἐν δʹ αὖ λεόντων συγκρίσει λύκος γίνηι.»

 

 

102

 

Λέων τις ἐβασίλευεν οὐχὶ θυμώδης

οὐδʹ ὠμὸς οὐδὲ πάντα τῆι βίηι χαίρων,

πρηὺς δὲ καὶ δίκαιος ὥς τις ἀνθρώπων.

ἐπὶ τῆς ἐκείνου φασὶ δὴ δυναστείης

5

τῶν ἀγρίων ἀγυρμὸς ἐγεγόνει ζῶων,

δίκας τε δοῦναι καὶ λαβεῖν παρʹ ἀλλήλων.

τὰ ζῶια πάντα δʹ ὡς ὑπέσχον εὐθύνας,

λύκος μὲν ἀρνί, πάρδαλις δʹ ἐπʹ αἰγάγρωι,

ἐλάφωι <δὲ> τίγρις, πάντα δʹ εἶχεν εἰρήνην,

10

ὁ πτὼξ λαγωὸς εἶπεν· «ἀλλʹ ἐγὼ ταύτην

τὴν ἡμέρην ἀεί ποτʹ ηὐχόμην, ἥτις

καὶ τοῖς βιαίοις φοβερὰ τἀσθενῆ θήσει.»

 

 

103

 

Λέων ἐπʹ ἄργην οὐκέτι σθένων βαίνειν

(πολλῶι γὰρ ἤδη τῶι χρόνωι γεγηράκει)

κοίλης ἔσω σπήλυγγος ὡς νόσωι κάμνων 

ἔκειτο δόλιον οὐκ ἀληθὲς ἀσθμαίνων,

5

φωνὴν βαρεῖαν προσποιητὰ λεπτύνων.

θηρῶν δʹ ἐπʹ αὐλὰς ἦλθεν ἄγγελος φήμη,

καὶ πάντες ἤλγουν ὡς λέοντος ἀρρώστου,

ἐπισκοπήσων δʹ εἷς ἕκαστος εἰσήιει.

τούτους ἐφεξῆς λαμβάνων ἀμοχθήτως

10

κατήσθιεν γῆρας δὲ λιπαρὸν ηὑρήκει.

σοφὴ δʹ ἀλώπηξ ὑπενόησε, καὶ πόρρω

σταθεῖσα «βασιλεῦ, πῶς ἔχεις;» ἐπηρώτα.

κἀκεῖνος εἶπε· «χαῖρε, φιλτάτη ζώιωνμ

τί δʹ οὐ προσέρχηι, μακρόθεν δέ με σκέπτηι;

15

δεῦρο, γλυκεῖα, καί με ποικίλοις μύθοις

παρηγόρησον ἐγγὺς ὄντα τῆς μοίρης.»

«σώιζοιο» φησίν· «ἢν δʹ ἄπειμι, συγγνώσηι·

πολλῶν γὰρ ἴχνη θηρίων με κωλύει,

ὧν ἐξιόντων οὐκ ἔχεις ὅ μοι δείξεις.»

 

20

μακάριος ὅστις οὐ προλαμβάνει πταίσας,

ἀλλʹ αὐτὸς ἄλλων συμφοραῖς ἐπαιδεύθη.

 

 

104

 

Λάθρηι κύων ἔδακνε· τῶι δὲ χαλκεύσας

ὁ δεσπότης κώδωνα καὶ προσαρτήσας

πρόδηλον εἶναι μακρόθεν πεποιήκει.

ὁ κύων δὲ τὸν κώδωνα διʹ ἀγορῆς σείων

5

ἠλαζονεύετʹ. ἀλλὰ δὴ κύων γραίη

πρὸς αὐτὸν εἶπεν· «ὦ τάλαν, τί σεμνύνηι;

οὐ κόσμον ἀρετῆς τοῦτον οὐδʹ ἐπιεικείης,

σαυτοῦ δʹ ἔλεγχον τῆς πονηρίης κρούεις.»

 

 

105

 

Λύκος ποτʹ ἄρας πρόβατον ἐκ μέσης ποίμνης

ἐκόμιζεν οἴκαδʹ· ὧι λέων συναντήσας

ἀπέσπασʹ αὐτοῦ. καὶ λύκος σταθεὶς πόρρω

«ἀδίκως μʹ ἀφείλω τῶν ἐμῶν» ἐκεκράγει.

5

λέων δὲ τερφθεὶς εἶπε τὸν λύκον σκώπτων·

«σοὶ γὰρ δικαίως ὑπὸ φίλων ἐδωρήθη;»

 

 

106

 

Λέων ποτʹ ἀνδρῶν βίον ἄριστον ἐζήλου,

καὶ δὴ κατʹ εὐρὺν φωλεὸν διατρίβων,

ὅσων ἀρίστην ὀριτρόφων φύην ἔγνω,

φιλοφρονεῖσθαι γνησίως ἐπειράθη.

5

πολὺς δʹ ὑπὸ σπήλυγγι θαμινὰ παντοίων

θηρῶν ὅμιλος ἡμέρως συνηυλίσθη·

ὁ δʹ εἱστία τε κἀφίλει νόμωι ξείνων,

ἅδην τιθεὶς ἅπασι δαῖτα θυμήρη.

φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει,

10

μεθʹ ἧς τὰ πολλὰ μειλίχως συνεζήκει.

γέρων δέ τις πίθηκος ἦν ὁ δαιτρεύων

κρεῶν τε συσσίτοισι διανέμων μοίρας·

ὅς, εἴ τις ἦλθεν οὐχὶ τῆς συνηθείης,

ταὐτὸν παρετίθει δεσπότηι τε κἀκείνωι,

15

ὅπερ εἶχεν ὁ λέων νεοδρόμωι λαβὼν θήρηι·

κερδὼ δʹ ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν.

καὶ δή ποτʹ αὐτὴν προσποιητὰ σιγῶσαν

δείπνου τε χεῖρα καὶ βορῆς ἀποσχοῦσαν

λέων τίνʹ εἶχεν αἰτίην διηρώτα·

20

«κερδοῖ σοφή, λάλησον ὥσπερ εἰώθης·

φαιδρῶι προσώπωι δαιτός, ὦ φίλη, ψαῦσον.»

ἡ δʹ εἶπεν· «ὦ φέριστε θηρίων γέννης,

πολλῆι μερίμνηι καρδίην διαξαίνω·

οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει,

25

τὰ δʹ ἔπειτα» φησί «προσκοπουμένη κλαίω.

καθʹ ἡμέρην γὰρ εἴ τις ἄλλος, εἶτʹ ἄλλος

ξένος πελάζοι, τοῦτο δʹ εἰς ἔθος βαίνοι,

τάχʹ οὐδʹ ἑώλων γεύσομαι κρεῶν μούνη.»

ὁ λέων δὲ τερφθεὶς ὡς λέων τε μειδήσας

30

εἶπεν· «πιθήκωι ταῦτα μηδʹ ἐμοὶ μέμφου.» 

 

 

107

 

Λέων ἀγρεύσας μῦν ἔμελλε δειπνήσειν·

ὁ δʹ οἰκότριψ κλὼψ ἐγγὺς ὢν μόρου τλήμων

τοιοῖσδε μύθοις ἱκέτευε τὸν θῆρα·

«ἐλάφους πρέπει σοι καὶ κερασφόρους ταύρους

5

θηρῶντα νηδὺν σαρκὶ τῆιδε πιαίνειν·

μυὸς δὲ δεῖπνον οὐδʹ ἄκρων ἐπιψαῦσαι

χειλῶν ἅλις σῶν. ἀλλὰ λίσσομαι, φείδου.

ἴσως χάριν σοι τήνδε μικρὸς ὢν τίσω.»

γελάσας δʹ ὁ θὴρ παρῆκε τὸν ἱκέτην ζώειν.

10

καὶ φιλαγρευταῖς ἐμπεσὼν νεηνίσκοις

ἐδικτυώθη καὶ σφαλεὶς ἐδεσμεύθη.

[κἀντεῦθεν ἀπεγνώκει ὁ θὴρ τὴν σωτερίαν]

ὁ μῦς δὲ λάθρηι χηραμοῦ προπηδήσας,

στερρόν τʹ ὀδοῦσι βραχυτάτοις βρόχον κείρας

15

ἔλυσε τὸν λέοντα, τοῦ τὸ φῶς βλέψαι

ἐπάξιον δοὺς μισθὸν ἀντιζωγρήσας.

 

[σαφὴς ὁ μῦθος εὖ νοοῦσιν ἀνθρώποις,

σώιζειν πένητας, μηδὲ τῶν ἀπελπίζειν,

εἰ καὶ λέοντα μῦς ἔσωσʹ ἀγρευθέντα.]