Babrios
floruit ca. 150
ΜυθιάμβοιΑἰσώπειοι
Προοίμιον βʹ
|
|
___________________________________________________
|
|
Ἀρχὴτοῦ βʹ τμήματος
Μῦθος μέν, ὦ παῖ βασιλέως Ἀλεξάνδρου,Σύρων παλαιῶν ἐστιν εὕρεμʹ ἀνθρώπων,οἳ πρίν ποτʹ ἦσαν ἐπὶ Νίνου τε καὶ Βήλου.πρῶτος δέ, φασίν, εἶπε παισὶν Ἑλλήνων | |
5 | Αἴσωπος ὁ σοφός, εἶπε καὶ Λιβυστίνοιςλόγους Κυβίσσης. ἀλλʹ ἐγὼ νέηι μούσηιδίδωμι καθαρῶι χρυσίωι χαλινώσαςτὸν μυθίαμβον ὥσπερ ἵππον ὁπλίτην.ὑπʹ ἐμοῦ δὲ πρώτου τῆς θύρης ἀνοιχθείσης |
10 | εἰσῆλθον ἄλλοι, καὶ σοφωτέρης μούσηςγρίφοις ὁμοίας ἐφέρουσι ποιήσεις,μαθόντες οὐδὲν πλεῖον ἤ με γινώσκειν.ἐγὼ δὲ λευκῆι μυθιάζομαι ῥήσει,καὶ τῶν ἰάμβων τοὺς ὀδόντας οὐ θήγω, |
15 | ἀλλʹ εὖ πυρώσας, εὖ δὲ κέντρα πρηύνας,ἐκ δευτέρου σοι τήνδε βίβλον ἀείδω. |