Babrios
floruit ca. 150
ΜυθιάμβοιΑἰσώπειοι
Μυθιάμβοι108 - 144
|
|
___________________________________________________
|
|
108Μῦς ἀρουραῖος καὶ μῦς οἰκόσιτος.Μυῶν ὁ μέν τις βίον ἔχων ἀρουραῖον,ὁ δʹ ἐν ταμείοις πλουσίοισι φωλεύων,ἔθεντο κοινὸν τὸν βίον πρὸς ἀλλήλους.ὁ δʹ οἰκόσιτος πρότερος ἦλθε δειπνήσων | |
5 | ἐπὶ τῆς ἀρούρης ἄρτι χλωρὸν ἀνθούσης·τρώγων δʹ ἀραιὰς καὶ διαβρόχους σίτουῥίζας μελαίνηι συμπεφυρμένας βώλωι,«μύρμηκος» εἶπε «ζῆις βίον ταλαιπώρου,ἐν πυθμέσιν γῆς κρίμνα λεπτὰ βιβρώσκων. |
10 | ἐμοὶ δʹ ὑπάρχει πολλὰ καὶ περισσεύει·τὸ κέρας κατοικῶ πρὸς σὲ τῆς Ἀμαλθείης.εἴ μοι συνέλθοις, ὡς θέλεις ἀσωτεύσηι,παρεὶς ὀρύσσειν ἀσφάλαξι τὴν χώρην.»ἀπῆγε τὸν μῦν τὸν γεηπόνον πείσας |
15 | εἰς οἶκον ἐλθεῖν ὑπό τε τοῖχον ἀνθρώπου.ἔδειξε δʹ αὐτῶι, ποῦ μὲν ἀλφίτων πλήθη,ποῦ δʹ ὀσπρίων ἦν σωρὸς ἢ πίθοι σύκων,στάμνοι τε μέλιτος σώρακοί τε φοινίκων.ὁ δʹ ὡς ἐτέρφθη πᾶσι καὶ παρωρμήθη |
20 | καὶ τυρὸν ἦγεν ἐκ κανισκίου σύρων,ἀνέωιξε τὴν θύρην τις· ὁ δʹ ἀποπηδήσαςστεινῆς ἔφευγε δειλὸς ἐς μυχὸν τρώγλης,ἄσημα τρίζων τόν τε πρόξενον θλίβων.μικρὸν δʹ ἐπισχών, εἶτʹ ἔσωθεν ἐκκύψας |
25 | ψαύειν ἔμελλεν ἰσχάδος Καμειραίης·ἕτερος δʹ ἐπῆλθεν ἄλλο τι προαιρήσων·οἱ δʹ ἔνδον ἐκρύβοντο. μῦς δʹ ἀρουρίτης«τοιαῦτα δειπνῶν» εἶπε «χαῖρε καὶ πλούτει,καὶ τοῖς περισσοῖς αὐτὸς ἐντρύφα δείπνοις, |
30 | ἔχων τὰ πολλὰ ταῦτα μεστὰ κινδύνων.ἐγὼ δὲ λιτῆς οὐκ ἀφέξομαι βώλου,ὑφʹ ἣν τὰ κρίμνα μὴ φοβούμενος τρώγω.»109«Μὴ λοξὰ βαίνειν» ἔλεγε καρκίνωι μήτηρ,«ὑγρῆι τε πέτρηι πλάγια κῶλα μὴ σύρειν.»ὁ δʹ εἶπε· «μῆτερ ἡ διδάσκαλος, πρώτηὀρθὴν ἄπελθε, καὶ βλέπων σε ποιήσω.»110Μέλλων ὁδεύειν τῆς κυνός τις ἑστώσηςεἶπεν· «τί χάσκεις; πάνθʹ ἕτοιμά σοι ποίει·μετʹ ἐμοῦ γὰρ ἥξεις.» ἡ δὲ κέρκον οὐραίηςἄρασά φησι· «πάντʹ ἔχω· σὺ βαρδύνεις.»111Μικρέμπορός τις ὄνον ἔχων ἐβουλήθη,τοὺς ἅλας ἀκούων παρὰ θάλασσαν εὐώνους,τούτους πρίασθαι, φορτίσας τε γενναίωςτὸν ὄνον κατῆγε. τῆς δʹ ὁδοῦ προκοπτούσης |
5 | ὤλισθεν ἄκων εἴς τι ῥεῖθρον ἐξαίφνης,καὶ συντακέντων τῶν ἁλῶν ἐλαφρύνθη,ῥάιων δʹ ἀνέστη καὶ παρῆν ἀμοχθήτωςεἰς τὴν μεσόγεων. τοὺς ἅλας δὲ πωλήσας,πάλιν γομώσων τὸν ὄνον ἦγε καὶ πλείω |
10 | <ἔτʹ> ἐπετίθει τὸν φόρτον. ὡς δὲ μοχθήσαςδιέβαινε τὸν ῥοῦν, οὗπερ ἦν πεσὼν πρώιην,ἑκὼν κατέπεσε, καὶ πάλιν <δʹ> ὅλους τήξαςκούφως ἀνέστη, γαῦρος ὥς τι κερδήσας.ὁ δʹ ἔμπορος μὲν ἐπενόησε καὶ πλείστους |
15 | σπόγγους κατῆγεν ὕστερον πολυτρήτουςἐκ τῆς θαλάσσης, τοὺς δʹ ἅλας μεμισήκει.ὁ δʹ ὄνος πανούργως, ὡς προσῆλθε τῶι ῥείθρωι,ἑκὼν κατέπεσεν· ἀθρόως δὲ τῶν σπόγγωνδιαβραχέντων πᾶς ὁ φόρτος ὠγκώθη, |
20 | βάρος δὲ διπλοῦν ἦλθε βαστάσας νώτοις.[πολλάκις ἐν οἷς τις ηὐτύχησε καὶ πταίει.]112Μῦς ταῦρον ἔδακεν. ὁ δʹ ἐδίωκεν ἀλγήσαςτὸν μῦν· φθάσαντος δʹ εἰς μυχὸν φυγεῖν τρώγλης,ὤρυσσεν ἑστὼς τοῖς κέρασι τοὺς τοίχους,ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη |
5 | παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψαςὁ μῦς ἐφέρπει, καὶ πάλιν δακὼν φεύγει.ὁ δʹ εξαναστάς, οὐκ ἔχων ὃ ποιήσει,διηπορεῖτο· τῶι δʹ ὁ μῦς ἐπιτρύξας·«οὐχ ὁ μέγας ἀεὶ δυνατός. ἔσθʹ ὅπου μᾶλλον |
10 | τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει.»113Μάνδρης ἔσω τις πρόβατα συλλέγων δείληςκνηκὸν μετʹ αὐτῶν λύκον ἔμελλε συγκλείειν.ὁ κύων δʹ ἰδὼν πρὸς αὐτὸν εἶπε· «πῶς σπεύδειςτὰ πρόβατα σῶσαι, τοῦτον εἰσαγὼν ἥμιν;»114Μεθύων ἐλαίωι λύχνος ἐσπέρης ηὔχειπρὸς τοὺς παρόντας, ὡς ἑωσφόρου κρείσσων,λάμπειν ἅπασιν ἐκπρεπέστατον φέγγος.ἀνέμου δὲ συρίσαντος εὐθὺς ἐσβέσθη |
5 | πνοῆι ῥαπισθείς. ἐκ δὲ δευτέρης ἅπτωνεἶπέν τις αὐτῶι· «φαῖνε, λύχνε, καὶ σίγα·τῶν ἀστέρων τὸ φέγγος οὐκ ἀποθνήισκει.»115Νωθὴς χελώνη λιμνάσιν ποτʹ αἰθυίαιςλάροις τε καὶ κήυξιν εἶπεν ἀγρώσταις·«κἀμὲ πτερωτὴν εἴθε τις πεποιήκει.»τῆι δʹ ἐκ τύχης ἔλεξεν αἰετὸς ταῦτα· |
5 | «πόσον, χέλυμνα, μισθὸν αἰετῶι δώσεις,ὅστις σʹ ἐλαφρὴν καὶ μετάρσιον θήσω;»«τὰ τῆς Ἐρυθρῆς πάντα δῶρά σοι δώσω.»«τοιγὰρ διδάξω» φησίν. ὑπτίην δʹ ἄραςἔκρυψε νέφεσιν, ἔνθεν εἰς ὄρος ῥίψας |
10 | ἤραξεν αὐτῆς οὖλον ὄστρακον νώτων.ἡ δʹ εἶπεν ἐκψύχουσα· «σὺν δίκηι θνήισκω·τί γὰρ νεφῶν μοι καὶ τίς ἦν πτερῶν χρείητῆι καὶ χαμᾶζε δυσκόλως προβαινούσηι;»116Ἀνὴρ καὶ μοιχός.Νυκτὸς μεσούσης ἦιδε παῖς τις εὐφώνως.γυνὴ δʹ ἀκούει τοῦδε, κἀξαναστᾶσαθυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδαλαμπρῆς σελήνης ἐν φάει καλὸν λίην, |
5 | τὸν ἄνδρʹ ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαικάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξωἐλθοῦσʹ ἐποίει τὴν προθυμίην πλήρη.ὡνήρ δὲ ταύτης ἐξανίστατʹ ἐξαίφνηςζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσω |
10 | μηδὲν χανών τε καὐτὸς ἦλθεν εἰς οἶμον,καὶ τῆι συνεύνωι φησί· «μηδὲν ἐκπλήσσου,τὸν παῖδα δʹ ἡμῶν πεῖσον ἐν δόμοις εὕδειν.»ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος,ἄμφω θελόντων δρᾶν τι, τῆιδʹ ἐραιθύμει. |
15 | τουτὶ μὲν οὕτως· ἔμφασις δὲ τοῦ μύθουκακὸν ἐπιχαίνειν, ὅταν ἔχηι τις ἐκτῖσαι.117Νεώς ποτʹ αὐτοῖς ἀνδράσιν βυθισθείσηςἰδών τις ἀδίκως ἔλεγε τοὺς θεοὺς κρίνειν·ἑνὸς γὰρ ἀσεβοῦς ἐμβεβηκότος πλοίωιπολλοὺς σὺν αὐτῶι μηδὲν αἰτίους θνήισκειν. |
5 | καὶ ταῦθʹ ὁμοῦ λέγοντος, οἷα συμβαίνει,πολλῶν ἐπʹ αὐτὸν ἑσμὸς ἦλθε μυρμήκων,σπεύδοντες ἄχνας πυρίνας ἀποτρώγειν·ὑφʹ ἑνὸς δὲ δηχθεὶς συνεπάτησε τοὺς πλείους.Ἑρμῆς δʹ ἐπιστὰς τῶι τε ῥαβδίωι παίων |
10 | «εἶτʹ οὐκ ἀνέξηι» φησί «τοὺς θεοὺς εἶναιὑμῶν δικαστὰς οἷος εἶ σὺ μυρμήκων;»118Ξουθὴ χελιδών, ἡ πάροικος ἀνθρώπων,ἦρος καλιὴν ηὐθέτιζεν ἐν τοίχωι,ὅπου γερόντων οἶκος ἦν δικαστήρων·κἀκεῖ νεοσσῶν ἑπτὰ γίνεται μήτηρ, |
5 | οὔπω πτερίσκοις πορφυροῖς ἐπανθούντων.ὄφις δὲ τούτους ἑρπύσας ἀπὸ τρώγληςἅπαντας ἑξῆς ἔφαγεν. ἡ δὲ δειλαίηπαίδων ἀώρων συμφορὰς ἐπεθρήνει,«οἴμοι» λέγουσα, «τῆς ἐμῆς ἐγὼ μοίρης· |
10 | ὅπου νόμοι γὰρ καὶ θέμιστες ἀνθρώπων,ἔνθεν χελιδὼν ἠδικημένη φεύγω.»119Ἄνθρωπος καταθραύσας ἄγαλμα.Ξύλινόν τις Ἑρμῆν εἶχεν· ἦν δὲ τεχνίτης.σπένδων δὲ τούτωι καὶ καθʹ ἡμέρην θύωνἔπρασσε φαύλως. τῶι θεῶι δʹ ἐθυμώθη,χαμαὶ δʹ ἀπεκρότησε τοῦ σκέλους ἄρας. |
5 | χρυσὸς δὲ κεφαλῆς ἐρρύη καταγείσης·ὃν συλλέγων ἅνθρωπος εἶπεν· «Ἑρμεία,σκαιός τίς ἐσσι καὶ φίλοισιν ἀγνώμων,ὃς προσκυνοῦντας οὐδὲν ὠφέλεις ἥμας,ἀγαθοῖς δὲ πολλοῖς ὑβρίσαντας ἠμείψω. |
10 | τὴν εἰς σὲ καινὴν εὐσέβειαν οὐκ ἤιδειν.»καὶ τοὺς θεοὺς Αἴσωπος ἐμπλέκει μύθοις,βουλόμενος ἡμᾶς νουθετεῖν πρὸς ἀλλήλους.πλέον οὐδὲν ἕξεις σκαιὸν ἄνδρα τιμήσας,ἀτιμάσας δʹ ἂν αὐτὸν ὠφεληθείης.120Ὁ τελμάτων ἔνοικος, ὁ σκιῆι χαίρων,ὁ ζῶν ὀρυκτοῖς βάτραχος παρʹ εὐρίποις,εἰς γῆν παρελθὼν ἔλεγε πᾶσι τοῖς ζώιοις·«ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, |
5 | οἵων ταχʹ οὐδεὶς οἶδεν, οὐδʹ ὁ Παιήων,ὃς Ὄλυμπον οἰκεῖ καὶ θεοὺς ἰατρεύει.»«καὶ πῶς» ἀλώπηξ εἶπεν «ἄλλον ἰήσηι,ὃς σαυτὸν οὕτω χλωρὸν ὄντα μὴ σώιζεις;»121Ὄρνις καὶ αἴλουρος.Ὄρνις ποτʹ ἠσθένησε. τῆι δὲ προσκύψαςαἴλουρος εἶπε· «πῶς ἔχεις; τίνων χρῆιζεις;ἐγὼ παρέξω πάντα σοι· μόνον σώιζου.»[ἡ δʹ ὄρνις εἶπεν μῦθον ἄξιον γνώμης·] |
5 | ἡ δʹ «ἢν ἀπέλθηις», εἶπεν, «οὐκ ἀποθνήισκω.»122Ὄνος πατήσας σκόλοπα χωλὸς εἱστήκει·λύκον δʹ ἰδὼν παρόντα καὶ σαφῆ δείσαςὄλεθρον οὕτως εἶπεν· «ὦ λύκε, θνήισκωμέλλω τʹ ἀποπνεῖν. σοὶ δὲ συμβαλὼν χαίρω· |
5 | σὺ μᾶλλον ἤ γὺψ ἢ κόραξ με δειπνήσεις.χάριν δέ μοι δὸς ἀβλαβῆ τε καὶ κούφηνἐκ τοῦ ποδός μου τὴν ἄκανθαν εἰρύσσας,ὥς μου κατέλθηι πνεῦμʹ ἀναλγὲς εἰς Ἅιδου.»κἀκεῖνος εἰπών «χάριτος οὐ φθονῶ ταύτης» |
10 | ὀδοῦσιν ἄκροις σκόλοπα θερμὸν ἐξήιρει.ὁ δʹ ἐκλυθεὶς πόνων τε κἀνίης πάσηςτὸν κνηκίην χάσκοντα λακτίσας φεύγει,ῥῖνας μέτωπα γομφίους τʹ ἀλοιήσας.«οἴμοι» λύκος «τάδʹ» εἶπε «σὺν δίκηι πάσχω· |
15 | τί γὰρ ἄρτι χωλοὺς ἠρξάμην ἰατρεύειν,μαθὼν ἀπʹ ἀρχῆς οὐδὲν ἢ μαγειρεύειν;»123Ὄρνιθος ἀγαθῆς ὠιὰ χρυσᾶ τικτούσηςὁ δεσπότης ἐνόμισεν ἐντὸς εὑρήσεινχρυσοῦ μέγιστον ὄγκον, ὅνπερ ὠδίνειν·θύσας δὲ ταύτην εὗρε τὴν φύσιν πάσαις |
5 | <λοιπαῖς> ὁμοίην <οὖσαν. ἀθρόως δʹ ἕξειν>μέγιστον ὄγκον ἐλπίσας τε καὶ σπεύσαςἀπεστερήθη τοῦ τὰ μικρὰ κερδαίνειν.124Ὀρνιθοθήρηι φίλος ἐπῆλθεν ἐξαίφνης,μέλλοντι θύμβρα καὶ σέλινα δειπνήσειν.ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει.ὥρμησε δὴ πέρδικα ποικίλον θύσων, |
5 | ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν.ὁ δʹ αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι·«τὸ λοιπόν, <ὦ τᾶν>, δικτύωι τί ποιήσεις,ὅταν κυνηγῆις; τίς δέ σοι συναθροίσειεὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων; |
10 | τίνος μελωιδοῦ πρὸς <τὸν> ἦχον ὑπνώσεις;»ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτηνἀλεκτορίσκον συλλαβεῖν ἐβουλήθη.ὁ δʹ ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας·«πόθεν μαθήσηι πόσσον εἰς ἕω λείπει, |
15 | τὸν ὡρόμαντιν ἀπολέσας <με>; πῶς γνώσηιπότʹ ἐννυχεύει χρυσότοξος Ὠρίων;ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει,ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων;»κἀκεῖνος εἶπεν· «οἶσθα χρησίμους ὥρας· |
20 | ὅμως δὲ δεῖ σχεῖν <τὸν φίλον> τί δειπνήσει.»125Ὄνος τις ἀναβὰς εἰς τὸ δῶμα καὶ παίζωντὸν κέραμον ἔθλα, καί τις αὐτὸν ἀνθρώπωνἐπιδραμὼν κατῆγε τῶι ξύλωι παίων.ὁ δʹ ὄνος πρὸς αὐτόν, ὡς τὸ νῶτον ἠλγήκει, |
5 | «καὶ μὴν πίθηκος ἐχθές» εἶπε «καὶ πρώηνἔτερπεν ὑμᾶς αὐτὸ τοῦτο ποιήσας.»126Ὁδοιπορῶν ἄνθρωπος εἰς ἐρημαίηνἑστῶσαν εὗρε <τὴν Ἀληθίην μούνην,>καί φησιν αὐτῆι «διὰ τίνʹ αἰτίην<, γραίη,>τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίην ναίεις;» |
5 | ἡ δʹ εὐθὺ πρὸς τάδʹ εἶπεν ἡ βαθυγνώμων·«ἐν τοῖς παλαιοῖς παρʹ ὀλίγοισιν ἦν ψεῦδοςνῦν δʹ εἰς ἅπαντας ἐξελήλυθʹ ἀνθρώπους.»[εἰ δʹ ἔστιν εἰπεῖν καὶ βεβούλησαι κλύειν,ὁ νῦν βίος πονηρός ἐστιν ἀνθρώπων.]127. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .<ἐν> ὀστράκοις γράφοντα †τὸν Ἑρμῆν ἁμαρτίας†ἐκέλευσε ὁ Ζεὺς †εἰς κιβωτὸν ταύτας† σωρεύειν<σταθεῖσαν αὐτοῦ πλησίην> ἐρευνήσας<ὅπως> ἑκάστου τὰς δίκας ἀναπράσσηι. |
5 | τῶν ὀστράκων δὲ κεχυμένων <ἐπʹ> ἀλλήλοιςτὸ μὲν βράδιον τὸ δὲ τάχιον ἐμπίπτειεἰς τοῦ Διὸς τὰς χεῖρας, εἴ ποτʹ εὐθύνοι.τῶν οὖν πονηρῶν οὐ προσῆκε θαυμάζεινἢν θᾶσσον ἀδικῶν ὀψέ τις κακῶς πράσσηι.128Ὄις τις εἶπε πρὸς νομῆα τοιαῦτα·«κείρεις μὲν ἡμᾶς, καὶ πόκους ἔχεις κέρσας,<τὸ> γάλα δʹ ἀμέλγων ἔστι σοι φίλον πῆξαι,ἡμῶν δὲ τέκνα μῆλά σοι περισσεύει. |
5 | πλέον οὐδὲν ἡμῖν, ἀλλὰ χἠ τροφὴ γαίηςἅπασʹ· ἐν ὄρεσι <δʹ> εὐθαλὲς τί γεννᾶται;βοτάνη <γʹ> ἀραιὴ καὶ δρόσου γεμισθεῖσα·<τὴν> κύνα δὲ φέρβεις ἧμιν ἐν μέσοις ταύτηντρέφων ὁποῖα σαυτὸν εὐθαλεῖ σίτωι.» |
10 | τούτων ἀκούσασʹ ἡ κύων ἔφη τοῖα·«εἰ μὴ παρήμην κἀν μέσοις ἐπωλεύμην,οὐκ ἄν ποθʹ ὑμεῖς ἔσχετʹ ἄφθονον ποίην·ἐγὼ δὲ περιτρέχουσα πάντα κωλύωδρηστῆρα ληιστὴν καὶ λύκον διωκτῆρα.»129Ὄνον τις ἔτρεφε καὶ κυνίδιον ὡραῖον,<τὸ> κυνίδιον δʹ ἔχαιρε παῖζον εὐρύθμως,τὸν δεσπότην τε ποικίλως περισκαῖρον·κἀκεῖνος <αὖ> κατεῖχεν αὐτὸ τοῖς κόλποις. |
5 | ὁ δʹ ὄνος γʹ <ἔκαμνε> νύχθʹ <ὅλην> ἀλετρεύωνπυρὸν φίλης Δήμητρος, ἡμέρης δʹ ὕληνκατῆγʹ ἀφʹ ὕψους, ἐξ ἀγροῦ θʹ ὅσων χρείη·καὶ μὴν ἐν αὐλῆι παρὰ φάτναισι δεσμώτηςἔτρωγε κριθὰς χόρτον, ὥσπερ εἰώθει. |
10 | δηχθεὶς δὲ θυμῶι καὶ περισσὸν οἰμώξας,σκύμνον θεωρῶν ἁβρότητι σὺν πάσηι,φάτνης ὀνείης δεσμὰ καὶ κάλους ῥήξαςἐς μέσσον αὐλῆς ἦλθʹ ἄμετρα λακτίζων.σαίνων δʹ ὁποῖα καὶ θέλων περισκαίρειν, |
15 | τὴν μὲν τράπεζαν ἔθλασʹ ἐς μέσον βάλλων,ἅπαντα δʹ εὐθὺς ἠλόησε τὰ σκεύη·δειπνοῦντα δʹ ἰθὺς ἦλθε δεσπότην κύσσων,νώτοις ἐπεμβάς· ἐσχάτου δὲ κινδύνουθεράποντες ἐν μέσοισιν †ὡς† <τὸν ἄνδρʹ> †εἶδον† |
20 | ἐσάωσαν <αὐτὸν ἐξ ὄνου γνάθων ὄντως·>κρανέης δὲ κορύναις ἄλλος ἄλλοθεν κρούωνἔθεινον, ὥστε καὐτὸς ὕστατʹ ἐκπνείων«ἔτλην» ἔλεξεν «οἷα χρή με, δυσδαίμων·τί γὰρ παρʹ οὐρήεσσιν οὐκ ἐπωλεύμην, |
25 | βαιῶι δʹ ὁ μέλεος κυνιδίωι παρισούμην;»130Πάγης ἀλώπηξ οὐκ ἄπωθεν ἑστῶσαβουλὰς ἐκίνει ποικίλας, τί ποιήσει.λύκος δὲ ταύτην πλησίος θεωρήσαςἐγγὺς προσελθὼν τὸ κρέας λαβεῖν ἤιτει. |
5 | ἡ δʹ εἶπεν· «ἦκε τῆιδε καὶ δέχου χαίρων.φίλος γὰρ εἶ μοι τῶν ἄγαν ἀναγκαίων.»ὁ δʹ ἀθρόως ἐπῆλθεν· ὡς δὲ προσκύψαςἔσεισε τὴν σκυταλίδα καὶ χαλασθείσηςῥάβδου μέτωπα σύν τε ῥῖνας ἐπλήγη, |
10 | «ἀλλʹ εἰ τοιαῦτα» φησί «τοῖς φίλοις δώσειςτὰ δῶρα, πῶς τις σοὶ φίλος συναντήσει;»131Νέος ἐν κύβοισιν οὐσίην ἀναλώσαςστολὴν ἑαυτῶι κατέλιπεν μίαν <μούνην>,χειμῶνος ὄντος μὴ πάθοι τι ῥιγώσας.ἀλλʹ αὐτὸν ἡ χεὶρ ἐξέδυσε καὶ ταύτης. |
5 | πρὸ γὰρ εἴαρος λιποῦσα <τὰς> κάτω Θήβαςἐφάνη χελιδὼν ἐκπεσοῦσα τῆς ὥρης·ταύτης ἀκούσας μικρὰ τιττυβιζούσης«τί μοι περισσῶν» εἶπεν «εἱμάτων χρείη;»ἰδοὺ χελιδὼν ἥδε καῦμα σημαίνει.» |
10 | ὡς δʹ εἶπεν, ἐλθὼν τοῖς κύβοισιν ὡμίλεικαὶ σμικρὰ παίξας τὴν στολὴν ἐνικήθη.νιφετὸς δʹ ἐπῆλθε καὶ χάλαζα φρικώδης,κροκύδος δὲ καινῆς πᾶσιν ἦν τότε χρείη.γυμνὸς δʹ ἐκεῖνος τῆς θύρης ὑπεκκύψας |
15 | καὶ τὴν λάλον χελιδόνʹ <αὖ> κατοπτεύσαςπεσσῦσαν ὥσπερ στρουθίον <τι> τῶι ψύχει«τάλαινα» φησίν, «εἴθε μοι τότʹ οὐκ ὤφθης·ὡς γὰρ σεαυτὴν κἀμὲ νῦν διεψεύσω.»132Ὄις μονήρης λύκον ἔφευγεν ἐξαίφνηςἰδοῦσα, σηκοῦ δʹ ἐντὸς ἦλθεν ἀκλείστου·θυσίη γὰρ ἦν τις κατὰ τύχην ἑορταίη.ὁ λύκος δʹ ἔσω μὲν οὐ παρῆλθε τοῦ τείχους, |
5 | ἔξω δʹ ἐφεστὼς τὴν ὄιν καθωμίλει«ὁρᾶις» λέγων «τὸν βωμὸν αἵματος πλήρη;ἔξελθε, μή τις συλλάβηι σε καὶ θύσηι.»ἡ δʹ εἶπε· «μή μου τῆς ἀσυλίης κήδου·καλῶς ἔχει μοι· κἂν δὲ τοῦτο συμβαίνηι, |
10 | θεοῦ γενοίμην σφάγιον ἢ λύκου θοίνη.»133Ὄνος παλιούρων ἤσθιʹ ὀξέην χαίτην.τὸν δʹ εἶδʹ ἀλώπηξ, ἑρπύσασα δʹ εἰρήκει·«πῶς, οὗτος, ἁπαλῆι κἀξανειμένηι γλώσσηισκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις;»134Οὐρή ποτʹ ὄφεως οὐκέτʹ ἠξίου πρώτηνκεφαλὴν βαδίζειν οὐδʹ ἐφείπεθʹ ἑρπούσηι·«κἀγὼ γάρ» εἶπεν «ἐν μέρει προηγοίμην.»τὰ λοιπὰ δὲ μέλεʹ εἶπεν· †«οὐχ ἡγήσει† |
5 | πῶς, ὦ τάλαινα, χωρὶς ὀμμάτων ἥμαςἢ ῥινὸς ἄξεις, οἷς ἕκαστα τῶν ζώιωτὰ πορευτὰ βαίνει πάντα πόδα <τʹ νἐπ>ευθύνει;»τὴν δʹ οὐκ ἔπειθε, τὸ φρονοῦν δʹ ἐνικήθη,τὸ μὴ φρονοῦν δὲ λοιπὸν ἦρχε τῶν πρώτων, |
10 | οὐρὴ δʹ ὄπισθεν ἡγεμὼν καθειστήκεισύρουσα τυφλῆι πᾶν τὸ σῶμα κινήσει·κοῖλον δὲ πέτρης εἰς βάραθρον ἠνέχθηκαὶ τὴν ἄκανθαν ταῖς πέτραισι συντρίβει.σαίνουσα δʹ ἑκέτευεν ἡ πρὶν αὐθάδης· |
15 | «δέσποινα κεφαλή, σῶσον, <εἰ θέλεις,> ἥμας·κακῆς γὰρ ἔριδος σὺν κακοῖς ἐπειράθην·εἰς πρῶτον οὖν μᾶλλόν με <σοὶ> καθιστάσηιἐγὼ προσέξω», φησί, «μή ποτʹ ἀρχούσηςἐμοῦ τι δόξηις ὕστερον κακῶν κύρειν.»135Πέρδικά τις πριάμενος ἐντρέχειν οἴκωιἀφῆκεν· ἡδέως γὰρ εἶχε τοῦ ζώιου.κἀκεῖνος εὐθὺς κλαγγὸν ἐξ ἔθους ἄιδωνπᾶσαν κατʹ αὐλὴν ἄχρι βημάτων ἤιει. |
5 | γαλῆ πρὸς αὐτὸν ἡπίβουλος ὡρμήθηκαὶ πρῶτον εἶπε· «τίς μὲν εἶ, πόθεν <δʹ> ἥκεις;»ὁ δʹ «ἠγόρασμαι» φησί «προσφάτως <πέρδιξ>.»«ἐγὼ χρόνον τοσοῦτον ἐνθαδὶ τρίβωκαὶ μʹ ἔνδον ἔτεκεν ἡ μυοκτόνος μήτηρ, |
10 | ἀλλʹ ἡσυχάζω καὶ πρὸς ἑστίην δύνω·σὺ δʹ ἄρτι πως ὠνητός, ὡς λέγεις, ἥκωνπαρρησιάζηι» φησί «καὶ κατακρώζεις;»136Υἱὸν μονογενῆ δειλὸς εἶχε πρεσβύτηςγενναῖον ἄλλως καὶ θέλοντα θηρεύειν.τοῦτον καθʹ ὕπνους ὑπὸ λέοντος ὠιήθηθανόντα κεῖσθαι· <καὶ φοβούμενος> μήπως |
5 | ὕπαρ γένηται καὶ τὸ φάσμʹ ἀληθεύσηι,κάλλιστον οἶκον ἐξελέξατʹ ἀνδρῶναὑψηλὸν <ὄντʹ> εὐδμητὸν ἡλίου πλήρη,κἀκεῖ τὸν υἱὸν παρεφύλασσε συγκλείσας.χὤπως ἔχηι τι βουκόλημα τῆς λύπης |
10 | ἐνέθηκε τοίχοις ποικίλας γραφὰς ζώιων,ἐν οἷς ἅπασι καὶ λέων ἐμορφώθη.<ὁρῶντα δʹ αὐτὸν μᾶλλον εἶχεν ἡ λύπη.>καὶ δή ποθʹ ἑστὼς τοῦ λέοντος οὐ πόρρω«κάκιστε θ<ηρῶν» εἶπεν «ὡς> σὺ τὸν ψεύστην |
15 | ὄνειρον <ἄλλως> ὄμμασιν πατρὸς δείξαςἔχεις με φρουρῆι περιβαλὼν γυναικείηι.τί δὴ 'πὶ σοὶ λόγοισιν; †κε ουκ εργον ποιω†τοίχωι δὲ χεῖρʹ ἐπέβαλε †τὸν λέοντα τυφλώσων†.σκόλοψ †δε τουτω υπονυχα κεκαθαιμωσδουσ |
20 | τη.σαρκοσ εισδυσησ ηνυσε ποιων θερμαδεπ αυτω η톆ο βρεσβυ. ουτωσ τησ ουκ εσωσε τὸν παῖδαμέλλοντα θνήισκειν†ἅ σοι πέπρωται ταῦτα τλῆθι γενναίως |
25 | καὶ μὴ σοφίζου· τὸ χρεὼν γὰρ οὐ φεύξηι.137Ὄνυξιν ἄρας ἄρνα λιπαρὸν ἐκ ποίμνης<τοῖς> παισὶν ἦγε δεῖπνον αἰετὸς δώσειν·τὸ δʹ αὐτὸ πράξειν καὶ κολοιὸς ὠιήθη.καὶ δὴ καταπτὰς ἀρνὸς ἐσχέθη νώτοις. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . |
5 | «δίκην δʹ ἀνοίης» εἶ<πεν> «ἀξίως τίνω·τί γὰρ ὢν κολοιὸς αἰετοὺς ἐμιμούμην;»138Πέρδικά τις γεωργὸς ὃν τεθηρεύκειθύειν ἔμελλεν ἑσπέρης <τι> δειπνήσων.τὸν δʹ ἱκέτευε <ταῦτα· «δέσποτʹ,> ἢν ζήσω†ἀντʹ ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι |
5 | κυνηγήσω.» ὁ δὲ εἶπεν· « διʹ αὐτὸ τοῦτομᾶλλόν σε θύσω†ὅτι τοῦς συνα<ίμους καὶ φί>λους ἐνεδρεύεις.»139Ὄνος λεοντῆν ἰσχίοις ἐφαπλώσαςἔφασκεν εἶναι πᾶσι φοβερὸς ἀνθρώποις·σκιρτῶν <δʹ> ἐπήδα, τῆς δορῆς δὲ τοῦ νώτουἀπορρυείσης ὄνος ἐὼν ἐφωράθη. |
5 | καί τις πρὸς αὐτὸν εἶπε τῶι ξ<ύλωι παίων>·«<ὄνος> πεφυκὼς <μὴ λέοντα μιμήσηι>.»140Χειμῶνος ὥρηι σῖτον ἐκ μυχοῦ σύρωνἔψυχε μύρμηξ, ὃν θέρους σεσωρεύκει.τέττιξ δὲ τοῦτον ἱκέτευε λιμώττωνδοῦναί τι καὐτῶι τῆς τροφῆς, ὅπως ζήσηι. |
5 | «τί οὖν ἐποίεις» φησί «τῶι θέρει τούτω;»«οὐκ ἐσχόλαζον, ἀλλὰ διετέλουν ἄιδων.»γελάσας δʹ ὁ μύρμηξ τόν τε πυρὸν ἐγκλείων«χειμῶνος ὀρχοῦ» φησίν, «εἰ θέρους ἄιδεις.»141Γάλλοις ἀγύρταις εἰς τὸ κοινὸν ἐπράθηὄνος τις οὐκ εὔμοιρος ἀλλὰ δυσδαίμων,ὅστις φέρηι πτωχοῖσι καὶ πανουργοῦσινπείνης ἄκος δίψης τε καὶ τὰ τῆς τέχνης. |
5 | οὗτοι δὲ κύκλωι πᾶσαν ἐξ ἔθους κώμηνπεριιόντες ἔλεγον <ἦια>· τίς γὰρ ἀγροίκωνοὐκ οἶδεν Ἄττιν λευκὸν ὡς ἐπηρώθη;τίς οὐκ ἀπαρχὰς ὀσπρίων τε καὶ σίτωνἁγνῶι φέρων δίδωσι τυμπάνωι Ῥείης; . . .142Ζηνὸς ποθʹ αἱ δρῦς εἰς πρόσωπον ἐλθοῦσαιτοιῶνδε μύθων †μεμψημῶν κατήρξαντο†·«ὦ Ζεῦ γενάρχα καὶ πατὴρ φυτῶν πάντων,εἰ κοπτόμεσθα πρὸς τί κἀξέφυς ἥμας;» |
5 | πρὸς ταῦτα δʹ ὁ Ζεὺς μειδιῶν ἔλεξʹ οὕτως·«αὐταὶ καθʹ αὑτῶν εὐπορεῖτε τὴν τέχνην·εἰ μὴ γὰρ ὑμῖν στέλεα πάντʹ ἐγεννήθη,οὐκ ἂν γεωργὸς πέλεκυν ἐν δόμοις εἴχεν.»143Ἔχιν γεωργὸς ἐκπνέοντα τῶι ψύχειλαβὼν ἔθαλπεν· ὡς δʹ ἐκεῖνος ἡπλώθη,τῆι χειρὶ προσφὺς δακὼν ἀνιήτως,ἔκτεινε τὸν σώσαντα †πικροῦ θανάτου†. |
5 | θνήισκων δὲ μῦθον εἶπεν ἄξιον μνήμης·«δίκαια πάσχω τὸν πονηρὸν οἰκτείρας.»144Ἵππος φέρουσα δεσπότην νέον νώτοιςτίκτει παραυτά· τοῦ κυεῖν γὰρ ἦν ὥρη.ὁ δʹ οὔτι μείνας, πρὶν τὸ πνεῦμα συλλέξαι,ἤλαυνεν ἀγρίηι βαρβάρωι τινὶ γνώμηι. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . |
5 | «μὴ σπεῦδε †μέγα μὴ δὲ κάλλιον† με συλλήψηιὑπερφρονήσας †ὁδʹ ἄρων† ἐν νώτοιςἐμῆς τεκούσης κοῦφον ἄχθος †υἱὸς††καὐτὸς δέ σοι τοῦ δʹ ἂν γένομεν μικρὸν αὔξησοτροφίας δόσω κὰν τῆς μητρὸς ὖρωσε† |