BIBLIOTHECA AUGUSTANA

 

Babrios

floruit ca. 150

 

Μυθιάμβοι

Αἰσώπειοι

 

Προοίμιον αʹ

 

___________________________________________________

 

 

 

Ἀρχὴ

τοῦ αʹ τμήματος

 

Γενεὴ δικαίων ἦν τὸ πρῶτον ἀνθρώπων,

ὦ Βράγχε τέκνον, ἣν καλοῦσι χρυσείην,

μεθʹ ἣν γενέσθαι φασὶν ἀργυρῆν ἄλλην,

τρίτη δʹ ἀπʹ αὐτῶν ἐγένεθʹ ἥ <γε> χαλκείη

5

μεμπτῆς σιδηρῆς ῥίζα †καὶ γένος χεῖρον†.

ἐπὶ τῆς δὲ χρυσῆς καὶ τὰ λοιπὰ τῶν ζώιων

φωνὴν ἔναρθρον εἶχε καὶ λόγους ἤιδει·

ἀγοραὶ δὲ τούτων ἦσαν ἐν μέσαις ὕλαις.

ἐλάλει δὲ πέτρη καὶ τὰ φύλλα τῆς πεύκης,

10

ἐλάλει δὲ κἰχθὺς, Βράγχε, νηὶ καὶ ναύτηι,

στρουθοὶ δὲ συνετὰ πρὸς γεωργὸν ὡμίλουν.

ἐφύετʹ ἐκ γῆς πάντα μηδὲν αἰτούσης,

θνητῶν δʹ ὑπῆρχε καὶ θεῶν ἑταιρείη.

μάθοις ἂν οὕτω ταῦτʹ ἔχοντα καὶ γνοίης

15

ἐκ τοῦ σοφοῦ †ἡμῶν† γέροντος Αἰσώπου

μύθους φράσαντος οὐκ ἐλευθέρης μούσης.

ὧν νῦν ἕκαστον ἀνθίσας ἐμῆι μνήμηι

μελισταγές σοι νοῦ τὸ κηρίον θήσω,

πικρῶν ἰάμβων σκληρὰ κῶλα θηλ<ύνας>.