BIBLIOTHECA AUGUSTANA

 

Attikos

floruit ca. 176 p. Chr. n.

 

Ἀποσπάσματα

 

Πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλους

τὰ Πλάτωνος ὑπισχνουμένους

 

________________________________________________________

 

 

 

Frag. 8  (Mullach/Baudry 8), Eus., Pr. ev., XV, 12,1-4

 

 

(ιβʹ. Πρὸς τὸν αὐτὸν διενεχθέντα τῶι Πλάτωνι καὶ

ἐν τῶι περὶ τῆς καθόλου ψυχῆς λόγωι.)

 

[12.1] Ἔτι τοῦ Πλάτωνος λέγοντος τὴν ψυχὴν διακοσμεῖν τὰ πάντα «διήκουσαν διὰ πάντων», καὶ ταύτην ὑφ᾽ ἧς καὶ οἱ λοιποὶ διοικεῖσθαι συγχωροῖεν ἂν ἕκαστα, καὶ μηδὲν ἄλλ᾽ εἶναι τὴν φύσιν ἢ ψυχὴν καὶ δηλονότι ψυχὴν οὐκ ἄλογον, καὶ ἐκ τούτων συνάγοντος, ὅτι πάντα κατὰ πρόνοιαν γίνεται, εἴ γε καὶ κατὰ φύσιν· πρὸς οὐδὲν τούτων ἡμῖν Ἀριστοτέλης ὁμολογεῖ. [12.2] Οὐ γὰρ εἶναι τὴν φύσιν ψυχήν, καὶ τὰ περὶ γῆν ὑπὸ μὲν φύσεως διοικεῖσθαι, ὑπὸ δὲ ψυχῆς μὴ διοικεῖσθαι· εἶναι γὰρ ἐφ᾽ ἑκάστωι τῶν πραγμάτων ἄλλας καὶ τὰς αἰτίας· τῶν μὲν γὰρ οὐρανίων «ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως» ἐχόντων αἰτίαν τὴν εἱμαρμένην ὑποτίθησι, τῶν δ᾽ ὑπὸ σελήνην τὴν φύσιν, τῶν δ᾽ ἀνθρωπίνων φρόνησιν καὶ πρόνοιαν καὶ ψυχήν, τὸ μὲν γλαφυρὸν ἐν ταῖς τοιαύταις διαιρέσεσι παρεχόμενος, τὸ δ᾽ ἀναγκαῖον οὐ συνορῶν. [12.3] Εἰ γὰρ μὴ μία τις εἴη δύναμις ἔμψυχος «διήκουσα διὰ τοῦ παντὸς» καὶ πάντα «συνδοῦσα καὶ συνέχουσα», οὔτ᾽ ἂν εὐλόγως τὸ πᾶν οὔτε καλῶς διοικούμενον εἶναι δύναιτο· τῆς δ᾽ αὐτῆς ἦν ἄρ᾽ ἀβλεψίας καὶ πόλιν ἐλπίσαι ποτὲ καλῶς χωρὶς ἑνώσεως διαγενέσθαι καὶ τὸ πᾶν τόδ᾽ ἡγήσασθαι πάγκαλον τῶι λόγωι διαφυλάξειν, οἷόνπερ φαίνεται, μὴ συνδήσαντα καὶ συναρμόσαντα ἑνός τινος ὁμοίου κοινωνίαι. [12.4] Καὶ τοιοῦτον μέν τι πρᾶγμα τὸ διοικοῦν ἕκαστα εἶναί φησιν οἷον ἀρχὴν εἶναι κινήσεως, τοῦτο δ᾽ εἶναι ψυχὴν οὐ βούλεται, καίτοι τοῦ Πλάτωνος αὖ δεικνύντος ὅτι τοῖς κινουμένοις ἅπασιν «ἀρχὴ καὶ πηγὴ τῆς κινήσεως» ἡ ψυχή. Καὶ ὃ μὲν ἂν ἔργον εἴη ψυχῆς λογικῆς καὶ φρονίμου τὸ «μηδὲν μάτην ποιεῖν», τοῦτ᾽ ἀνατίθησι τῆι φύσει, τοῦ δ᾽ ὀνόματος αὐτῆι τῆς ψυχῆς οὐ μεταδίδωσιν, ὥσπερ ἐκ τῶν ὀνομάτων, ἀλλ᾽ οὐκ ἐκ τῶν δυνάμεων τῶν πραγμάτων λαμβανομένων.