BIBLIOTHECA AUGUSTANA

 

Attikos

floruit ca. 176 p. Chr. n.

 

Ἀποσπάσματα

 

Πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλους

τὰ Πλάτωνος ὑπισχνουμένους

 

________________________________________________________

 

 

 

Frag. 7 bis (?)  Eus., Pr. ev., XV, 11,4

 

 

[11.4] Εἶθ' ἑξῆς μεθ' ἕτερα ἐπιλέγει·

 

Τὰ μὲν οὖν ἄλλ᾽ ὅσα περὶ αὐτῆς εἰρήκασιν ἄλλοι αἰσχύνην ἡμῖν φέρει· πῶς γὰρ οὐκ αἰσχρὸς ὁ «ἐντελέχειαν» τιθεὶς τὴν ψυχὴν λόγος «σώματος φυσικοῦ ὀργανικοῦ»; πῶς δ᾽ οὐκ αἰσχύνης γέμων ὁ πνεῦμά πως ἔχον αὐτὴν ἀποδιδοὺς ἢ πῦρ «νοερόν», τῆι περιψύξει καὶ οἷον βαφῆι τοῦ ἀέρος ἀναφθὲν ἢ στομωθέν, ὅ τ᾽ ἀτόμων ἄθροισμα θεὶς ἢ ὅλως ἀπὸ σώματος αὐτὴν γεννᾶσθαι ἀποφαινόμενος; ὃν δὴ λόγον ἐν Νόμοις «ἀσεβῆ ἀσεβῶν» εἶναι ἀπεφήνατο. Αἰσχύνης οὖν πάντες οὗτοι πλήρεις λόγοι· ἐπὶ δὲ τῶι λέγοντι αὐτοκίνητον οὐσίαν οὐκ ἄν τις, φησίν, αἰσχυνθείη.