BIBLIOTHECA AUGUSTANA

 

Attikos

floruit ca. 176 p. Chr. n.

 

Ἀποσπάσματα

 

Πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλους

τὰ Πλάτωνος ὑπισχνουμένους

 

________________________________________________________

 

 

 

Frag. 7  (Mullach/Baudry 7), Eus., Pr. ev., XV, 9,1-14

 

 

(θʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν καὶ ἐν τοῖς περὶ ἀθανασίας ψυχῆς

διενεχθέντα τῶι Πλάτωνι καὶ τοῖς Ἑβραίων λόγοις.)

 

[9.1] Ὑπὲρ δὲ τῆς ψυχῆς τί καὶ λέγοιμεν ἄν; δῆλα γὰρ ταῦτα οὐ μόνον τοῖς φιλοσοφοῦσιν, ἀλλ᾽ ἤδη σχεδὸν καὶ τοῖς ἰδιώταις ἅπασιν, ὅτι Πλάτων μὲν ἀθάνατον τὴν ψυχὴν ἀπολείπει καὶ πολλοὺς ὑπὲρ τούτου λόγους πεποίηται, ποικίλως καὶ παντοίως ἀποδεικνὺς ὅτι ἐστὶν «ἀθάνατος ἡ ψυχή». [9.2] Πολλὴ δὲ καὶ τοῖς ἐσπουδακόσι περὶ τὰ Πλάτωνος ἡ φιλοτιμία γέγονε, συναγωνιζομένοις τῶι τε δόγματι καὶ τῶι Πλάτωνι· σχεδὸν γὰρ τὸ συνέχον τὴν πᾶσαν αἵρεσιν τἀνδρὸς τοῦτ᾽ ἔστιν. [9.3] Ἥ τε γὰρ τῶν ἠθικῶν δογμάτων ὑπόθεσις ἐπηκολούθησε τῆι τῆς ψυχῆς ἀθανασίαι, τὸ μέγα καὶ λαμπρὸν καὶ νεανικὸν τῆς ἀρετῆς διὰ τὸ τῆς ψυχῆς θεῖον σῶσαι δυνηθείσης, τά τε τῆς φύσεως πράγματα πάντα κατὰ τὴν τῆς ψυχῆς διοίκησιν ἔσχε τὸ καλῶς διοικεῖσθαι δύνασθαι. [9.4] «Ψυχὴ γὰρ πᾶσα», φησί, «παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δ᾽ οὐρανὸν περιπολεῖ ἄλλοτ᾽ ἐν ἄλλοις εἴδεσι γινομένη». Ἀλλὰ μὴν καὶ τὰ τῆς ἐπιστήμης καὶ τῆς σοφίας εἰς τὴν ἀθανασίαν τῆς ψυχῆς ἀνῆπται τῶι Πλάτωνι· πᾶσαι γὰρ αἱ μαθήσεις ἀναμνήσεις, καὶ οὐκ ἄλλως οἴεται δύνασθαι σώιζεσθαι καὶ ζήτησιν καὶ μάθησιν, ἐξ ὧν ἐπιστήμη γίνεται. [9.5] Εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ἀθάνατος, οὐδ᾽ ἀνάμνησις· εἰ δὲ μὴ τοῦτο, οὐδὲ μάθησις. Πάντων οὖν τῶν Πλάτωνος δογμάτων ἀτεχνῶς ἐξηρτημένων καὶ ἐκκρεμαμένων τῆς κατὰ τὴν ψυχὴν θειότητός τε καὶ ἀθανασίας, ὁ μὴ συγχωρῶν τοῦτο τὴν πᾶσαν ἀνατρέπει φιλοσοφίαν Πλάτωνος. [9.6] Τίς οὖν ἐστιν ὁ πρῶτος ἐγχειρήσας ἀντιτάξασθαι ἀποδείξεσι καὶ τὴν ψυχὴν ἀφελέσθαι τῆς ἀθανασίας καὶ τῆς ἄλλης πάσης δυνάμεως; τίς δ᾽ ἕτερος πρὸ Ἀριστοτέλους; τῶν μὲν γὰρ ἄλλων οἱ μὲν ἐπιδιαμένειν συνεχώρησαν, οἱ δ᾽, εἰ μὴ καὶ τοῦτο, δύναμίν γ᾽ ἐν τῶι σώματι καὶ κίνησίν τινα καὶ ἔργα καὶ πράξεις ἀπένειμαν τῆι ψυχῆι· [9.7] ὁ δ᾽, ὅσωιπερ Πλάτων ἀπεσέμνυνε τὸ τῆς ψυχῆς πρᾶγμα, ἀρχὴν γενέσεως καὶ «θεοῦ παίδευμα» καὶ τῶν ἁπάντων προστάτιν ἀποφηνάμενος, τοσῶιδ᾽ ἐφιλονείκησε καθελεῖν καὶ ἀτιμάσαι καὶ μικροῦ δεῖν μηδὲν ἀποφῆναι τὴν ψυχήν· [9.8] οὔτε γὰρ πνεῦμα οὔτε πῦρ οὔθ᾽ ὅλως σῶμα, ἀλλ᾽ οὐδ᾽ ἀσώματον οἷον εἶναί τ᾽ ἐφ᾽ αὑτοῦ καὶ κινεῖσθαι, ἀλλ᾽ οὐδ᾽ ὅσον ἐπὶ τοῦ σώματος ἀκίνητον εἶναι καὶ ὡς εἰπεῖν ἄψυχον· οἷον γὰρ τόδ᾽ ἐτόλμησεν ἢ καὶ ἀπηναγκάσθη, ὡς καὶ τὰς «πρωτουργοὺς κινήσεις» ἀφελέσθαι τῆς ψυχῆς, τὸ βουλεύσασθαι, τὸ διανοηθῆναι, τὸ προσδοκῆσαι, τὸ μνημονεῦσαι, τὸ λογίσασθαι· [9.9] οὐ γὰρ ψυχῆς ταῦτά φησι τὰ κινήματα ὁ τῆς φύσεως, ὥς φασι, γραμματεύς· πάνυ γοῦν οὗτός ἐστι πιστὸς συνεικέναι τι περὶ τῶν ἐκτὸς ὁ τῆς αὑτοῦ ψυχῆς τοσοῦτον διημαρτηκὼς ὡς μηδ᾽ ὅτι διανοεῖται παρακολουθεῖν· οὐ γὰρ ἡ ψυχή, φησίν, ἀλλ᾽ ὁ ἄνθρωπός ἐστιν ὁ τούτων ἕκαστον ἐνεργῶν, ἡ ψυχὴ δ᾽ ἀκίνητος οὕτως. [9.10] Τοιγαροῦν ἑπόμενος Δικαίαρχος καὶ τἀκόλουθον ἱκανὸς ὢν θεωρεῖν ἀνήιρηκε τὴν ὅλην ὑπόστασιν τῆς ψυχῆς. Ὅτι μὲν γὰρ ἀόρατόν τι καὶ ἀφανές ἐστιν ἡ ψυχὴ δῆλον, ὥστ᾽ οὐκ ἂν διά γε τὴν ἀπὸ τῶν αἰσθήσεων ἐνάργειαν δώιημεν εἶναι ψυχήν· αἱ δὲ κινήσεις αὐτῆς ἀφανοῦς οὔσης ἀναγκάζειν ἡμᾶς δοκοῦσιν εἶναί τι τὴν ψυχὴν ὁμολογεῖν· [9.11] ταῦτα γὰρ ἅπας τις συνιέναι δοκεῖ τῆς ψυχῆς ὄντα, τὸ βουλεύεσθαι καὶ σκοπεῖσθαι καὶ καθ᾽ ὃν δήποτε τρόπον διανοεῖσθαι· ὅταν γὰρ ἴδωμεν τὸ σῶμα καὶ τὰς τούτου δυνάμεις καὶ ἐνθυμηθῶμεν δὲ τὰς τοιαύτας ἐνεργείας ὡς οὐ σώματος, δίδομεν εἶναί τι ἐν ἡμῖν ἕτερον τὸ βουλευόμενον, τοῦτο δ᾽ εἶναι τὴν ψυχήν· ἐπεὶ πόθεν ἀλλαχόθεν ἐπιστεύσαμεν ὑπὲρ ψυχῆς; [9.12] ἂν οὖν τις ἐξ ὧν μάλιστα ψυχὴ φαίνεται ταῦτ᾽ ἀφελόμενος ἑτέρωι τινὶ προσάψηι πράγματι, οὔθ᾽ ὅθεν οὖσα ἐμφαίνεται καταλέλοιπεν οὔθ᾽ ὅ τι χρήσιμος ἂν εἴη <ἢ> δοκοίη. Τίς οὖν ἡ βοήθεια τῶι τὴν ψυχὴν ἀθάνατον εἶναι θέλοντι παρὰ τοῦ τὴν ψυχὴν ἀποκτιννύντος; τίς δ᾽ ἡ διδασκαλία τοῦ τρόπου τῆς κινήσεως, καθ᾽ ὃν αὐτοκίνητον αὐτήν φαμεν, παρὰ τῶν μηδὲ τὸ παράπαν αὐτῆι κίνησιν νεμόντων; [9.13] Ναί· ἀλλὰ κατά γε τὴν ἀθανασίαν τοῦ νοῦ φήσαι τις ἂν αὐτὸν κοινωνεῖν Πλάτωνι· καὶ γὰρ εἰ μὴ πᾶσαν βούλεται τὴν ψυχὴν ἀθάνατον εἶναι, τόν γε νοῦν ὁμολογεῖ θεῖόν τε καὶ ἄφθαρτον εἶναι. Τίς μὲν οὖν τὴν οὐσίαν καὶ τὴν φύσιν ὁ νοῦς, ὅθεν ὢν καὶ πόθεν ἐπεισκρινόμενος τοῖς ἀνθρώποις καὶ ποῦ πάλιν ἀπαλλαττόμενος, αὐτὸς ἂν εἰδείη, εἴ γέ τι συνίησιν ὧν λέγει περὶ τοῦ νοῦ καὶ μὴ τὸ ἄπορον τοῦ πράγματος τῶι ἀσαφεῖ τοῦ λόγου περιστέλλων ἐξίσταται τὸν ἔλεγχον, ὥσπερ αἱ σηπίαι τὸ δυσθήρευτον ἐκ τοῦ σκοτεινοῦ ποριζόμενος. [9.14] Πάντως δὲ καὶ ἐν τούτοις διαφέρεται Πλάτωνι· ὁ μὲν γάρ φησι νοῦν ἄνευ ψυχῆς ἀδύνατον εἶναι συνίστασθαι, ὁ δὲ χωρίζει τῆς ψυχῆς τὸν νοῦν· καὶ τὸ τῆς ἀθανασίας ὁ μὲν μετὰ τῆς ψυχῆς αὐτῶι δίδωσιν, ὡς ἄλλως οὐκ ἐνδεχόμενον, ὁ δέ φησιν αὐτῶι μόνωι χωριζομένωι τῆς ψυχῆς τοῦτο περιγίνεσθαι· καὶ τὴν μὲν ψυχὴν τοῦ σώματος οὐκ ἠξίωσεν ἐκβαίνειν, ὅτι Πλάτωνι τοῦτ᾽ ἤρεσε, τὸν δὲ νοῦν ἀπορρήγνυσθαι τῆς ψυχῆς ἠνάγκασεν, ὅτι ἀδύνατον ἔγνω Πλάτων τὸ τοιοῦτον.

 

Ταῦτα μὲν ὁ Ἀττικός.