Attikos
floruit ca. 176 p. Chr. n.
Ἀποσπάσματα
Πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλουςτὰ Πλάτωνος ὑπισχνουμένους
|
|
________________________________________________________
|
|
Frag. 6 (Mullach/Baudry 6), Eus., Pr. ev., XV, 8,1-12
(ηʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν καὶ ἐν τοῖς κατ᾽ οὐρανὸνθεωρήμασι διενεχθέντα τῶι Πλάτωνι.)
[8.1] Ἔπειτα τούτοις ἑπόμενα πολλὰ ἐν οἷς διαφέρονται. Ὁ μὲν γάρ φησι τὰ κατ᾽ οὐρανὸν τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἔχειν, ὁ δὲ μηδαμῆι μετεῖναι τοῖς οὐρανίοις πυρός· καὶ ὁ μέν φησιν ἀνάψαι τὸν θεὸν φῶς ἐν τῆι δευτέραι πρὸς γῆν περιόδωι, ἵν᾽ ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανόν, περὶ ἡλίου τὸ τοιοῦτον ἀποφαινόμενος· ὁ δέ, ἅτ᾽ οὐκ ἐθέλων πῦρ εἶναι τὸν ἥλιον, τὸ δὲ φῶς εἰδὼς πῦρ καθαρὸν ἤ τι πυρὸς ὄν, οὐκ ἐπιτρέπει φῶς περὶ αὐτὸν ἀνῆφθαι. [8.2] Ἔτι ὁ μέν, κατ᾽ εἶδος ἀφθαρσίαν ἀπονέμων τοῖς κατ᾽ οὐρανὸν ἅπασιν, ἀποχωρήσεις τινὰς αὐτῶν καὶ προσχωρήσεις συμμέτρους φησὶ γίνεσθαι· ἀναγκάζουσι δ᾽ αὐτὸν λέγειν ταῦτα, τὰς μὲν ἀποκρίσεις αἵ τ᾽ ἀκτῖνες τοῦ ἡλίου καὶ θερμότητες κατὰ ἀπόρρυσιν αὐτοῦ γινόμεναι, τὰς δὲ προσκρίσεις ἡ ἴση τοῦ μεγέθους αὐτοῦ φαῦσις· οὐ γὰρ ἂν ἤθελεν ἴσα φαίνεσθαι μηδὲν ἀνθ᾽ ὧν ἀφίησι λαμβάνοντα· [8.3] ὁ δὲ Ἀριστοτέλης πάντη μένειν ἐπὶ τῆς αὐτῆς οὐσίας αὐτὰ βούλεται, μήτε τινὸς αὐτοῖς ἀποχωροῦντος μήτε προσιόντος. [8.4] Ἔτι ὁ μὲν πρὸς τῆι κοινῆι κινήσει τῶν ἄστρων, καθ᾽ ἣν ἐν ταῖς σφαίραις ἐνδεδεμένοι κινοῦνται πάντες οἱ ἀστέρες, οἵ τ᾽ ἀπλανεῖς καὶ οἱ πλανώμενοι, καὶ ἑτέραν αὐτοῖς κίνησιν ἀποδίδωσιν, ἣν δὴ καὶ ἄλλως καλλίστην εἶναι συμβέβηκε καὶ προσήκουσαν αὐτῶν τῆι φύσει τοῦ σώματος· σφαιρικοὶ γὰρ ὄντες εἰκότως σφαιρικὴν ἄν τινα κίνησιν ἕκαστος κινοῖτο περιδινούμενος. ὁ δὲ καὶ ταύτης ἀφαιρεῖται τῆς κινήσεως αὐτοὺς ἣν ὡς ἔμψυχοι κινοῦνται, μόνην δ᾽ ἀπολείπει τὴν ὑπ᾽ ἀλλήλων τῶν περιεχόντων ὥσπερ ἀψύχοις συμβαίνουσαν. [8.5] Καὶ δὴ καί φησι τὴν γινομένην φαντασίαν ἡμῖν ἀπὸ τῶν ἀστέρων ὡς κινουμένων πάθος εἶναι τῆς ἡμετέρας ὄψεως ἀδυνατούσης καὶ ὡσπερεὶ σειομένης, ἀλήθειαν δ᾽ οὐκ εἶναι· ὥσπερ Πλάτωνος ἀπὸ ταύτης τῆς φαντασίας τὴν ὑπὲρ τῆς κινήσεως πίστιν λαμβάνοντος, ἀλλ᾽ οὐκ ἀπὸ τοῦ λόγου τοῦ διδάσκοντος ὅτι ἀνάγκη τούτων ἕκαστον ζῶιον ὄντα καὶ ψυχὴν ἔχοντα καὶ σῶμα κινεῖσθαι τὴν ἰδίαν κίνησιν («πᾶν γὰρ σῶμα ὧι μὲν ἔξωθεν τὸ κινεῖσθαι ἄψυχον, ὧι δ᾽ ἔνδοθεν αὐτῶι ἐξ αὑτοῦ, ἔμψυχον»), κινούμενον δ᾽ ἅτε θεῖον ὄντα τὴν καλλίστην κινεῖσθαι κίνησιν· καλλίστης δ᾽ οὔσης τῆς ἐν κύκλωι κινήσεως, ταύτη αὐτὸν κινεῖσθαι. [8.6] Ἡ δ᾽ αἴσθησις τὰ μὲν ἐκ τοῦ λόγου μαρτυροῖτο ἂν ὡς ἀληθεύουσα, οὐ μὴν αὐτὴ παρέσχε τὴν πίστιν τῆς κινήσεως.Περὶ δὲ τῆς τοῦ παντὸς κινήσεως ὡς μὲν οὐκ ἐν κύκλωι τινὶ γίνεται, νικώμενος ὑπὸ τῆς ἐναργείας οὐκ ἔσχεν ἀντειπεῖν Πλάτωνι, παρεῖχε δὲ κἀνταῦθα διαφορὰν αὐτῶι τὸ καλὸν τοῦθ᾽ εὕρημα τοῦ σώματος. [8.7] Ὁ μὲν γὰρ Πλάτων, ἅτ᾽ ὄντων τεσσάρων σωμάτων καὶ πάντως φύσει κινουμένων ἁπλῆν καὶ εὐθεῖαν κίνησιν, πυρὸς μὲν ἐπὶ τὰ ἐκτός, γῆς δ᾽ ἐπὶ τὸ μέσον, τῶν δ᾽ ἄλλων ἐπὶ τὰ μεταξύ, τὴν ἐν κύκλωι κίνησιν ἀπέδωκε τῆι ψυχῆι· ὁ δ᾽, ἧιπερ ἄλλωι σώματι ἄλλην, οὕτω δὲ καὶ τὴν ἐν κύκλωι, καθάπερ σωματικήν τινα, τῶι πέμπτωι προσένειμε σώματι, παντευκόλως αὑτὸν ἐξαπατήσας. [8.8] Τοῖς μὲν γὰρ ἐπ᾽ εὐθείας κινουμένοις αἱ βαρύτητες καὶ κουφότητες τὴν ἀρχὴν τῆς κινήσεως παρείχοντο, τὸ δὲ πέμπτον σῶμα, μήτε βάρους μετέχον μήτε κουφότητος, ἀκινησίας μᾶλλον· [8.9] ἀλλ᾽ οὐ τῆς ἐν κύκλωι κινήσεως τοῖς ἐπ᾽ εὐθείας κινουμένοις τὸ σχῆμα τὴν αἰτίαν ἔχει τῆς κινήσεως, ἀλλ᾽ ἡ ῥοπή· σῶμα οὐ μόνον ἐν μέσωι τεθὲν ὁμοίου τινὸς οὐχ ἕξει πῆι κλιθῆι, ἀλλ᾽ ἐν κύκλωι περιτεθὲν ὁποίωι τινὶ οὐχ ἕξει τῆς ἐπί τι κλίσεως αἰτίαν,
εἴτ᾽ ἐπὶ δεξί᾽ ἴωσι πρὸς ἠῶ τ᾽ ἠέλιόν τεεἴτ᾽ ἐπ᾽ ἀριστερὰ
εἴτε πρόσω εἴτ᾽ ὀπίσω.[8.10] Ἔτι τοῖς μὲν ἄλλοις σώμασιν ἐξωσθεῖσι τῶν οἰκείων τόπων παρέχει τὸ κινεῖσθαι πάλιν ἀφ᾽ αὑτῶν ἡ πρὸς τούτους ἀναφορά· τῶι πέμπτωι δ᾽ ἐκείνωι, μηδέποτ᾽ ἐκβαίνοντι τῶν αὑτοῦ τόπων, μένειν ἂν προσήκοι. [8.11] Καὶ περὶ τῶν ἄλλων δὲ σωμάτων, ὑπεξαιρουμένου τοῦ πέμπτου, φαίνεται φιλονεικῶν Ἀριστοτέλης μὴ τὰ αὐτὰ λέγειν Πλάτωνι. Ζητήσαντος γὰρ τοῦ Πλάτωνος εἰ ἔστι φύσει βαρὺ σῶμα ἢ φύσει κοῦφον, καὶ ἐπειδὴ ταῦτα κατὰ τὴν πρὸς τὸ ἄνω καὶ κάτω σχέσιν ἐφαίνετο λέγεσθαι, σκεψαμένου εἴτ᾽ ἔστι τι κάτω φύσει καὶ ἄνω εἴτε μή, καὶ ἀποδείξαντος ἀκριβῶς ὅτι κατὰ μὲν τὰς τῶν σωμάτων πρὸς τοὺς τόπους οἰκειότητας τὸ κάτω λέγοιτο ἑκάστοις ἐφ᾽ ὃ φέροιντο, ἄνω δὲ ἑκάστοις τὸ ἀλλότριον ἀφ᾽ οὗ ἀναχωροῖεν, καὶ κατὰ τὴν αὐτὴν σχέσιν καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον διανείμαντος καὶ πρὸ τούτων ἀποδείξαντος ὅτι μήτε τὸ μέσον μήτε τὸ πέριξ εὔλογον ἄνω τι αὐτῶν ἢ κάτω λέγεσθαι· [8.12] ὁ δ᾽ ἀντιτίθησι πανταχόθεν καταβάλλειν δεῖν ἡγούμενος τἀκείνου, καὶ τὸ μὲν ἐπὶ τὸ μέσον φερόμενον βαρὺ λέγειν βιάζεται, τὸ δ᾽ ἐπὶ τὸ πέριξ κοῦφον, καὶ τὸν μὲν τόπον τὸν ἐν μέσωι κάτω φησί, τὸν δὲ πέριξ ἄνω.
[8.13] Ἀλλὰ περὶ μὲν κόσμου καὶ ἐξ ὧν οὗτος καὶ τῶν κατ᾽ οὐρανόν, τοσοῦτον ἀλλήλων ἀφεστήκατον. Ταῦτα μὲν οἵδε· Μωσῆς δὲ καὶ τὰ Ἑβραίων λόγια τούτων οὐδὲν πολυπραγμονεῖ· καὶ εἰκότως, ὅτι μηδὲ πρὸς βίου κατόρθωσιν τοῖς περὶ ταῦτ᾽ ἀσχολουμένοις λυσιτελεῖν ἐνομίσθη. |