Attikos
floruit ca. 176 p. Chr. n.
Ἀποσπάσματα
Πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλουςτὰ Πλάτωνος ὑπισχνουμένους
|
|
________________________________________________________
|
|
Frag. 5 (Mullach/Baudry 5), Eus., Pr. ev., XV, 7,1-7
(ζʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν πέμπτην σωμάτων ὑποτιθέμενονοὐσίαν ἣν οὔτε Μωσῆς οὔτε Πλάτων γινώσκει.)
[7.1] Περὶ γοῦν τῶν καλουμένων στοιχείων, τῶν πρώτων σωμάτων, <ἐξ ὧν τὰ λοιπὰ πάντα σώματα> συνέστηκε, Πλάτων μὲν ἑπόμενος τῆι περὶ αὐτὰ ἐναργείαι, καθάπερ καὶ οἱ πρὸ αὐτοῦ, τέσσαρά τ᾽ ἔφησεν εἶναι ταῦτα ὁμολογούμενα, πῦρ καὶ γῆν καὶ ἀέρα καὶ ὕδωρ, καὶ ἐκ τούτων συγκρινομένων καὶ τρεπομένων τὰ λοιπὰ πάντα γεννᾶσθαι· Ἀριστοτέλης δ᾽ ὡς ἔοικεν ἐλπίσας περιττότερος φανεῖσθαι τῶι φρονεῖν εἴ τι σῶμα ἐκ περιττοῦ προσθείη, προσκατηρίθμησε τοῖς φαινομένοις τέσσαρσι σώμασι τὴν πέμπτην οὐσίαν, πάνυ μὲν λαμπρῶς καὶ φιλοδώρως τῆι φύσει χρησάμενος, μὴ συνιδὼν δὲ ὅτι οὐ νομοθετεῖν δεῖ φυσιολογοῦντα, τὰ δὲ τῆς φύσεως αὐτῆς ἐξιστορεῖν. [7.2] Εἰς τοίνυν τὴν ἀπόδειξιν τοῦ τέσσαρας εἶναι τὰς πρώτας τῶν σωμάτων φύσεις, ἧς δὴ χρεία τοῖς Πλατωνικοῖς, οὐ μόνον οὐκ ἂν συντελοῖ τι ὁ Περιπατητικός, ἀλλὰ σχεδὸν καὶ μόνος ἐναντιοῖτ᾽ ἄν· λεγόντων γοῦν ἡμῶν ὅτι πᾶν σῶμα ἢ θερμὸν ἢ ψυχρόν, ἢ ξηρὸν ἢ ὑγρόν, ἢ μαλακὸν ἢ σκληρόν, ἢ κοῦφον ἢ βαρύ, ἢ ἀραιὸν ἢ πυκνὸν, καὶ εὑρισκόντων ὅτι οὐκ ἂν ἕτερον εἴη τι τὸ μεθέξον τούτων τινὸς παρὰ τὰ τέσσαρα (εἰ μὲν γὰρ θερμόν, ἢ πῦρ ἢ ἀήρ· εἰ δὲ ψυχρόν, ὕδωρ ἢ γῆ· καὶ εἰ μὲν ξηρόν, πῦρ ἢ γῆ· εἰ δ᾽ ὑγρόν, ὕδωρ ἢ ἀήρ· καὶ εἰ μὲν μαλακόν, ἀὴρ ἢ πῦρ· εἰ δὲ σκληρόν, ὕδωρ ἢ γῆ· καὶ κοῦφον μὲν καὶ ἀραιόν, οἷον πῦρ καὶ ἀήρ· βαρὺ δὲ καὶ πυκνόν, ὕδωρ καὶ γῆ) καὶ ἐκ τῶν ἄλλων δ᾽ ἁπασῶν τῶν ἁπλῶν δυνάμεων κατανοούντων ὡς οὐκ ἂν εἴη τι παρὰ ταῦτα σῶμα ἕτερον· οὗτος ἀνθίσταται μόνος, φάσκων δύνασθαι σῶμα εἶναι τούτων ἄμοιρον, σῶμα μήτε βαρὺ μήτε κοῦφον, μήτε μαλακὸν μήτε σκληρόν, μήθ᾽ ὑγρόν ἀλλὰ μήτε ξηρόν, μονονουχὶ λέγων σῶμα οὐ σῶμα· τὸ μὲν γὰρ ὄνομα καταλέλοιπεν αὐτῶι, τὰς δὲ δυνάμεις, δι᾽ ὧν σῶμα πέφυκε γίνεσθαι, πάσας ἀφήιρηκεν. [7.3] Ἢ τοίνυν ἡμᾶς ἅπερ αὐτὸς λέγει πείθων ἀφαιρήσεται τῆς Πλάτωνος γνώμης, ἢ τὰ Πλάτωνος βεβαιούμενος τῶν αὐτῶι δοκούντων ἀποστήσεται· ὥστ᾽ οὐδαμῆι χρήσιμος πρὸς τὰ τοῦ Πλάτωνος.[7.4] Ἔτι ὁ μὲν Πλάτων πάντα τὰ σώματα, ἅτε ἐπὶ μιᾶς ὁμοίας ὕλης θεωρούμενα, βούλεται τρέπεσθαι μεταβάλλειν τ᾽ εἰς ἄλληλα· ὁ δ᾽ ἐπὶ μὲν τῶν ἄλλων οὐσίαν ἀπαθῆ τε καὶ ἄφθαρτον καὶ ἄτρεπτον πάντως ἀξιοῖ, ἵνα δὴ μὴ εὐκαταφρονήτου τινὸς πράγματος γεννητὴς εἶναι δοκῆι, περιττὸν μὲν καὶ ἴδιον παντάπασι λέγων οὐδέν, τὰ δ᾽ ὑπὸ Πλάτωνος ἐπ᾽ ἄλλων ἑωραμένα καλῶς μεταφέρων ἐπὶ τὰ μὴ προσήκοντα, καθάπερ τινὲς τῶν ὕστερον γενομένων ἀνδριαντοποιῶν· [7.5] ἐκεῖνοί τε γὰρ ἀπομιμησάμενοι τοῦδε τοῦ ἀνδριάντος κεφαλήν, ἄλλου δὲ τὸ στέρνον, ἑτέρου δὲ τὴν ζώνην, εἰς ταὐτὸν συνθέντες ἐνίοτε μὴ προσήκοντα πράγματ᾽ ἀλλήλοις ἔπεισαν αὑτοὺς ὥς τι πεποιηκότες ἴδιον· καὶ ὄντως τὸ μὲν ὅλον, ὃ δή τις ἂν ἀσυμμέτρως ἔχειν αἰτιάσαιτο, ἐστὶν αὐτῶν, τὰ δ᾽ ἐν αὐτῶι συνηρανισμένα καί τι καλὸν ἔχοντα, οὐκ αὐτῶν. [7.6] Ὡσαύτως δὲ καὶ Ἀριστοτέλης ἀκούων Πλάτωνος ὅτι ἔστι τις οὐσία νοητὴ καθ᾽ αὑτὴν ἀσώματός τε καὶ ἀχρώματος καὶ ἀναφής, οὔτε γινομένη οὔτε φθειρομένη οὔτε τρεπομένη οὔτε μεταβαλλομένη, «ἀεὶ δὲ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσα», πάλιν δ᾽ αὖ περὶ τῶν κατ᾽ οὐρανὸν ἀκούων ὡς ὄντα θεῖα καὶ ἄφθαρτα καὶ ἀπαθῆ ἐστι σώματα, συνέθηκε καὶ συνεκόλλησεν ἐξ ἀμφοῖν πράγματα μὴ συνάιδοντα· παρ᾽ ὧν μὲν γὰρ τὸ εἶναι σῶμα, παρ᾽ ὧν δὲ τὸ ἀπαθὲς εἶναι λαβὼν σῶμ᾽ ἀπαθὲς ἐτεκτήνατο. [7.7] Ἐπὶ μὲν οὖν τῶν ἀνδριάντων, εἰ καὶ μὴ καλὸν τὸ ἐκ τῶν διαφερόντων, οὔ τι γ᾽ ἀδύνατον γενέσθαι· διδάσκει γοῦν τὰ τοιαῦτα καὶ Ὅμηρος·
ὄμματα (γάρ φησι) καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνωι,Ἄρει δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι·
τὸ δὲ σῶμ᾽ ἀπαθὲς οὐκ ἄν ποτε γένοιτο· παθητῆι γὰρ καὶ τρεπτῆι συνδεδεμένον φύσει ἀνάγκην ἔχει συμπαθεῖν ὧι συνέζευκται· εἰ δέ τι ἀπαθὲς εἴη, τοῦτ᾽ ἀφειμένον καὶ ἐλεύθερον ἀπὸ τοῦ πάσχοντος εἶναι δεῖ· ὥστε χωρὶς ἂν εἴη τῆς ὕλης, ἧς κεχωρισμένον ἀσώματον ἀναγκαίως ὁμολογοῖτ᾽ ἄν.
Ἔτι καὶ τούτοις πρόσσχωμεν τὸν νοῦν ἐν ὅσοις ἄλλοις διαφέρεσθαι τῶι Πλάτωνι τὸν Ἀριστοτέλην παρίστησιν· |