BIBLIOTHECA AUGUSTANA

 

Attikos

floruit ca. 176 p. Chr. n.

 

Ἀποσπάσματα

 

Πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλους

τὰ Πλάτωνος ὑπισχνουμένους

 

________________________________________________________

 

 

 

Frag. 4  (Mullach/Baudry 4), Eus., Pr. ev., XV, 6,1-17

 

 

(ςʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν διενεχθέντα Μωσεῖ καὶ Πλάτωνι

καὶ ἐν τῶι μὴ συγχωρεῖν γενητὸν εἶναι τὸν κόσμον.)

 

[6.1] Μωσέως γενητὸν εἶναι τὸν κόσμον ὁρισαμένου ποιητήν τε καὶ δημιουργὸν τοῖς ὅλοις τὸν θεὸν ἐπιστήσαντος τοῦ τε Πλάτωνος τὰ ἴσα Μωσεῖ φιλοσοφοῦντος, τὴν ἐναντίαν κἀν τούτωι ὁ Ἀριστοτέλης ὁδεύσας ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος συγγραφέως, ὧδε πρὸς ῥῆμα γράφοντος·

 

[6.2] Πρῶτον δὴ περὶ γενέσεως κόσμου σκοπῶν καὶ τὸ τῆς προνοίας τὸ μέγα τοῦτο καὶ πολυωφελὲς δόγμα πάντα ζητεῖν ἀναγκαῖον ἡγούμενος καὶ λογισάμενος, ὅτι τῶι μὴ γενομένωι οὔτε τινὸς ποιητοῦ οὔτε τινὸς κηδεμόνος πρὸς τὸ γενέσθαι καλῶς χρεία, ἵνα μὴ ἀποστερήσηι τὸν κόσμον τῆς προνοίας ἀφεῖλε τὸ ἀγένητον αὐτοῦ. [6.3] Παραιτούμεθα δὲ νῦν μὴ ἐμποδὼν ἡμῖν τοὺς ἀπὸ τῆς αὐτῆς ἑστίας εἶναι, οἷς ἀρέσκει καὶ κατὰ Πλάτωνα τὸν κόσμον ἀγένητον εἶναι· δίκαιοι γάρ εἰσιν ἡμῖν συγγνώμην νέμειν, εἰ περὶ τῶν δοκούντων Πλάτωνι πιστεύομεν οἷς αὐτὸς Ἕλλην ὢν πρὸς Ἕλληνας ἡμᾶς σαφεῖ καὶ τρανῶι τῶι στόματι διείλεκται. [6.4] «Παραλαβὼν γάρ», φησίν, «ὁ θεὸς πᾶν ὅσον ἦν ὁρατὸν οὐχ ἡσυχίαν ἄγον, πλημμελῶς δὲ καὶ ἀτάκτως κινούμενον, εἰς τάξιν ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος τοῦτο ἐκείνου πάντως ἄμεινον.» Ἔτι δὲ καὶ μᾶλλον, ὅτι μὴ δι᾽ αἰνιγμάτων μηδ᾽ ἐπὶ τοῦ σαφοῦς χρείαι τὴν γένεσιν παρεδέξατο, δηλοῖ δι᾽ ὧν ὁ πατὴρ αὐτῶι τῶν πάντων διείλεκται περὶ τούτου μετὰ τὴν τῶν ὅλων δημιουργίαν. [6.5] «Ἐπεὶ γάρ», φησί, «γεγένησθε» (λέγει δὲ πρὸς τοὺς θεούς) «ἀθάνατοι μὲν οὐκ ἐστ᾽ οὐδ᾽ ἄλυτοι τὸ πάμπαν, οὔτι μὲν δὴ λυθήσεσθε τῆς ἐμῆς βουλήσεως τυχόντες.» [6.6] Ἀλλ᾽, ὅπερ ἔφην, πρὸς μὲν τοὺς ἔνδον ἡμῖν ὑποφθεγγομένους, ἅτε φίλους ὄντας, φιλίως τε καὶ μεθ᾽ ἡσυχίας πραέσιν ἐλέγχοις διακριθεῖμεν ἄν· ἔοικε γὰρ καὶ τούτους Ἀριστοτέλης μεταθεῖναι, τῆι μὲν κατηγορίαι τοῦ δόγματος ἀντισχεῖν ἀδυνατήσαντας, τὸ δ᾽ ἁλῶναι δόξαν ὡς ψεῦδος οὐ βουληθέντας ἀναθεῖναι Πλάτωνι. [6.7] Κατὰ δὲ τὴν ἡμετέραν ἀκοὴν ἀξιοῦντος Πλάτωνος τὸν κόσμον γεγονέναι κάλλιστον ἔργον ὑπὸ τοῦ καλλίστου τῶν δημιουργῶν καὶ περιθέντος τῶι τοῦ παντὸς ποιητῆι δύναμιν, δι᾽ ἧς καὶ οὐκ ὄντα πρότερον ἐποίησε τὸν κόσμον καὶ ποιήσας εἰσαεὶ βουλόμενός γε σῶιον διαφυλάξει, καὶ ταύτηι δὴ γενητοῦ καὶ ἀφθάρτου κατ᾽ αὐτὸν ὑποκειμένου τοῦ κόσμου, τίς ἡμῖν τῶν Περιπατητικῶν ταῦτα βεβαιοῖ;

[6.8] Δεῖ δὲ παραμυθήσασθαι τὸν συναγωνιστὴν τούτων, ὅτι οὐ πάντως, εἴ τι γέγονε, τοῦτ᾽ ἀνάγκη φθαρῆναι, πάλιν δ᾽ οὐδ᾽ εἴ τι μὴ φθαρήσεται, τοῦτ᾽ ἀναγκαῖον ἀγένητον εἶναι· οὔτε γὰρ μίαν αἰτίαν τῶι ἀφθάρτωι τὴν ἐκ τοῦ ἀγενήτου συγχωρητέον οὔτε τῶι γενομένωι τὴν εἰς ὄλεθρον μεταβολὴν ἀβοήθητον καταλειπτέον. [6.9] Πόθεν οὖν ἐκ τῶν Ἀριστοτέλους λάβωμεν βοήθειαν εἰς ταῦτα, ἀνδρὸς οὐ τηνάλλως οὐδὲ καθ᾽ αὑτὸν περαίνοντος τὸν περὶ τούτων λόγον, ἀλλ᾽ ἐξ ὀρθοῦ πρὸς Πλάτωνα ἐναντιουμένου καὶ τό τε γενόμενον εἰς ἀνάγκην τοῦ ἀπολέσθαι περιιστάντος τό τε μὴ ἀπολούμενον ἐκ μόνου τοῦ μὴ γενέσθαι λέγοντος κρατύνεσθαι τὸ ἄφθαρτον, οὐ μὴν οὐδὲ δύναμιν ἀπολείποντος αὐτοῦ περὶ τὸν θεὸν ἧι χρώμενος ἀγαθὸν ἄν τι ποιήσαι; ὃ γὰρ οὔπω πρότερον γέγονε, τοῦτο, φησίν, οὐδ᾽ ἂν γένοιτο. [6.10] Τοσοῦτον δ᾽ ἀποδεῖ τοῦ διὰ τούτων βοηθεῖν τῶι Πλάτωνος λόγωι, ὥστ᾽ ἤδη τινὰς καὶ τῶν περὶ τὰ Πλάτωνος ἐσπουδακότων φοβήσας οἷς εἶπεν ἀπέστησε τοῦ δόγματος, οὐ δυνηθέντας συνιδεῖν ὅτι κατὰ μὲν τὴν αὐτῶν φύσιν τῶν πραγμάτων ἦν, ἄνευ θεοῦ βουλήσεως καὶ δυνάμεως ἐπινοήσαι οὔτε τὸ γενόμενον ἄφθαρτον οὔτε τὸ μὴ φθαρησόμενον γενητόν· [6.11] ὅταν δὲ τὴν ἀρίστην τις αἰτίαν ἐπιστήσηι τὴν ἐκ θεοῦ, δεῖ ταύτην ἡγεμόνα τῶν πάντων λαβόντα μηδὲν αὐτὴν τῶν ἄλλων αἰτίαν ἀποφαίνειν χείρονα· γελοῖον γὰρ διότι μὲν γέγονέ τι, διὰ τοῦτο φθαρῆναι, εἰ δ᾽ ὁ θεὸς βούλεται, μὴ φθαρῆναι, καὶ διότι μέν τι ἀγένητόν ἐστιν, ἔχειν ἰσχὺν τοῦ μὴ φθαρῆναι, τὴν δὲ παρὰ τοῦ θεοῦ βούλησιν ἐνδεῖν πρὸς τὸ ἄφθαρτον τηρῆσαί τι τῶν γενομένων. [6.12] Καὶ ὁ μὲν οἰκοδόμος ἱκανὸς οὐκ οὖσαν οἰκίαν κατασκευάσασθαι, ἱκανὸς δέ τις καὶ ἀνδριάντα, μὴ ὄντα πρότερον, ὄντα ποιῆσαι, καὶ ναῦν ἄλλος ἐξ ὕλης ἀργοῦ τεκτηνάμενος παρέσχε τοῖς δεομένοις, καὶ τῶν ἄλλων τεχνιτῶν ἕκαστος ὅσοι γε τὰς ποιητικὰς μετίασι τέχνας, δύναμιν ταύτην ἔχουσιν, ὥς τι τῶν οὐκ ὄντων ἄγειν εἰς οὐσίαν, ὁ δὲ παμβασιλεὺς καὶ ἀριστοτέχνης οὐδ᾽ ὅσον ἀνθρωπίνου τεχνίτου δυνάμεως μεθέξει, ἄμοιρος δ᾽ ἡμῖν πάσης ἔσται γενέσεως; οὔκ, ἐάν γε καὶ κατὰ βραχὺ θείας αἰτίας ἐπιλογισμὸν οἷοί τ᾽ ὦμεν λαβεῖν. [6.13] Ἀλλὰ ποιῆσαι μὲν ἱκανὸς καὶ βουληθῆναι τὰ καλά («ἀγαθὸς γάρ, ἀγαθῶι δ᾽ οὐδεὶς φθόνος περὶ οὐδενός»), τηρῆσαι δὲ καὶ διαφυλάξαι τὰ γενόμενα οὐ δυνατός; καὶ μὴν καὶ οἱ λοιποὶ τεχνῖται πρὸς ἄμφω ἱκανοί· ὁ γοῦν οἰκοδόμος καὶ ὁ ναυπηγὸς οὐ μόνον καινὰς κατασκευάζονται ναῦς καὶ οἰκίας, ἀλλὰ καὶ ταῖς ὑπὸ χρόνου διαφθειρομέναις ἱκανοὶ βοηθεῖν, ἕτερα τῶν πεπονημένων ἀντικαθιστάντες αὐταῖς· [6.14] ὥστε καὶ τῶι θεῶι πάντως τό γε τοσοῦτον συγχωρητέον. Ὃ γάρ τις ὅλον ποιῆσαι δυνατός, τοῦτο πῶς ἂν ἐκ μέρους ἀδύνατος εἴη ποιεῖν; καὶ γενέσθαι τοίνυν τι δεῖ καινόν, εἴ γε μέλλοι τις ὅλως ποιητής, καὶ τὸ καλὸν ἔργον πρὸς ἅπαν διασώιζεσθαι· τὸ γὰρ «εὖ» γενόμενον «ἐθέλειν λύειν, κακοῦ». [6.15] Μείζων δ᾽ ἄλλος εἰς σωτηρίαν τῶν γενομένων δεσμὸς οὐκ ἔστι τῆς τοῦ θεοῦ βουλήσεως· ἢ ἀνθρωπίνης μὲν σπουδῆς καὶ βουλήσεως μεταλαβόντα πολλά, καὶ ἔθνη καὶ πόλεις καὶ ἔργα, μένει «χρόνον ἀμήχανον ὅσον» γενόμενα μηκέτ᾽ ὄντος τοῦ θελήσαντος, τὰ δὲ τῆς τοῦ θεοῦ μετασχόντα γνώμης καὶ δι᾽ αὐτὸν καὶ ὑπ᾽ αὐτοῦ γενόμενα, ταῦτα δ᾽ ἄρα παρόντος τοῦ ποιήσαντος οἰχήσεται καὶ οὐ παραμενεῖ; [6.16] τίνος αἰτίας βιασαμένης τὴν τοῦ θεοῦ γνώμην; πότερον τῆς ἐξ αὐτῶν τῶν γενομένων ἀνάγκης; ἀλλ᾽ αὐτή γε τῶι προσέσθαι τὸ κοσμηθῆναι τὴν ἐκ τοῦ θεοῦ προσωμολόγησεν ἧτταν· ἀλλ᾽ ἔξωθέν τινος αἰτίας ἀνταγωνιζομένης τῶι θεῶι; ἀλλ᾽ οὔτ᾽ ἔστιν οὔτ᾽ ἐν οἷς ἔφθη κρατήσας καὶ κοσμήσας ὁ θεὸς ἔτι ἄξιον ἐν τούτοις αὐτὸν ἐλαττοῦν τινος, εἴ γε μὴ παντάπασι λανθάνομεν ἡμᾶς αὐτοὺς περὶ τῆς μεγίστης καὶ θειοτάτης δυνάμεως διαλεγόμενοι.

[6.17] Ἀλλὰ γὰρ εἰς τὸν περὶ τῆς ἀληθείας λόγον ἐοίκαμεν ὑπὸ προθυμίας ἐκφέρεσθαι· δῆλον μὲν καὶ ὃ προὐθέμεθα, ὡς οὐκ ἂν εἶεν διδάσκαλοι περὶ κόσμου γενέσεως οἱ μηδὲ τὴν ἀρχὴν γένεσιν ἀπολιπόντες αὐτῶι.

 

[2.6] Καὶ μὴν καὶ περὶ τῆς τῶν σωμάτων πέμπτης οὐσίας ἣν εἰσηγήσατο Ἀριστοτέλης, ταῦτα παραθετέον·