BIBLIOTHECA AUGUSTANA

 

Attikos

floruit ca. 176 p. Chr. n.

 

Ἀποσπάσματα

 

Πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλους

τὰ Πλάτωνος ὑπισχνουμένους

 

________________________________________________________

 

 

 

Frag. 9  (Mullach/Baudry 9), Eus., Pr. ev., XV, 13,1-6

 

 

(ιγʹ. Πρὸς τὸν αὐτὸν διαπαίξαντα καὶ τὰς παρὰ

Πλάτωνι ἰδέας, ἃς οὐκ ἀγνοεῖν καὶ οἱ Ἑβραίων ἤδη

πρότερον συνέστησαν λόγοι.)

 

[13.1] Τὸ δὲ κεφάλαιον καὶ τὸ κῦρος τῆς Πλάτωνος αἱρέσεως, ἡ περὶ τῶν νοητῶν διάταξις, ἠτίμασται καὶ προπεπηλάκισται καὶ παντοίως, τό γ᾽ ἐξὸν ἐπ᾽ Ἀριστοτέλει, περιύβρισται· οὐ γὰρ δυνάμενος ἐννοῆσαι διότι τὰ μεγάλα καὶ θεῖα καὶ περιττὰ τῶν πραγμάτων παραπλησίου τινὸς δυνάμεως εἰς ἐπίγνωσιν δεῖται, τῆι δ᾽ αὑτοῦ λεπτῆι καὶ ταπεινῆι δριμύτητι πιστεύων, ἥτις διαδῦναι μὲν τῶν ἐπὶ γῆς πραγμάτων καὶ τὴν ἐν τούτοις ἀλήθειαν ἰδεῖν ἐδύνατο, τῆς δ᾽ ὄντως «ἀληθείας» ἐποπτεῦσαι τὸ «πεδίον» οὐχ οἵα τ᾽ ἦν, αὑτῶι κανόνι καὶ κριτῆι τῶν ὑπὲρ αὐτὸν χρησάμενος ἀπέγνω τινὰς εἶναι ἰδίας φύσεις, οἵας Πλάτων ἔγνω, λήρους δὲ καὶ «τερετίσματα» καὶ φλυαρίας ἐτόλμησεν εἰπεῖν τὰ τῶν ὄντων ἀνώτατα. [13.2] Τὸ μὲν οὖν ἄκρον τε καὶ ἔσχατον τῶν Πλάτωνος φιλοσοφημάτων ἐστὶ τὸ περὶ τὴν νοητὴν ταύτην καὶ ἀΐδιον οὐσίαν τὴν τῶν ἰδεῶν, «ἔνθα δὴ πόνος τε καὶ ἀγὼν ἔσχατος ψυχῆι πρόκειται.» Ὁ μὲν γὰρ μετασχὼν καὶ ἐφικόμενος αὐτῆς πάντως εὐδαίμων, ὁ δ᾽ ἀπολειφθεὶς καὶ ἀδυνατήσας θεωρὸς γενέσθαι πάντως ἄμοιρος εὐδαιμονίας καταλείπεται· [13.3] καὶ διὰ τοῦτο Πλάτων τε πανταχῆι διαγωνίζεται, δεικνὺς τὴν ἰσχὺν τούτων τῶν φύσεων· οὔτε γὰρ αἰτίαν ὡντινωνοῦν ἀποδοῦναί φησιν οἷόν τ᾽ εἶναι καλῶς, ἂν μὴ τούτων μεθέξει, οὔτε γνῶσίν τινος ἀληθοῦς, ἂν μὴ τῆι πρὸς ταῦτ᾽ ἀναφορᾶι, ἀλλ᾽ οὐδὲ λόγου μετέσεσθαί τισιν, εἰ μὴ τὴν τούτων οὐσίαν ὁμολογήσειαν. [13.4] Οἵ τ᾽ αὖ τὰ τοῦ Πλάτωνος συνιστάναι ἐγνωκότες τὸν πλεῖστον ἀγῶνα τῶν λόγων ἐν τούτωι τίθενται, πάνυ ἀναγκαίως· οὐδὲν γὰρ ἔτι τὸ πλατωνικὸν ἀπολείπεται, εἰ μὴ τὰς πρώτας καὶ ἀρχικωτάτας φύσεις ταύτας συγχωρήσεταί τις αὐτοῖς ὑπὲρ Πλάτωνος· ταῦτα γάρ ἐστιν οἷς μάλιστα τῶν ἄλλων ὑπερέχει. [13.5] Νοήσας γὰρ θεὸν πρὸς αὐτὰ τῶν ἁπάντων «πατέρα καὶ δημιουργὸν» καὶ δεσπότην καὶ κηδεμόνα καὶ γνωρίζων ἐκ τῶν ἔργων τὸν τεχνίτην πρότερον νοῆσαι τοῦθ᾽ ὃ μέλλει δημιουργήσειν, εἶθ᾽ οὕτω τῶι νοηθέντι κατόπιν ἐπὶ τῶν πραγμάτων προσάγειν τὴν ὁμοιότητα, ταὐτὸν δή, τὰ τοῦ θεοῦ νοήματα πρεσβύτερα τῶν πραγμάτων, τὰ τῶν γενομένων παραδείγματα ἀσώματα καὶ νοητά, «κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντ᾽ ἀεί», μάλιστα μὲν καὶ πρώτως αὐτὰ ὄντα, παραίτια δὲ καὶ τοῖς ἄλλοις τοῦ εἶναι τοιαῦθ᾽ ἕκαστα, οἷάπερ ἐστί, κατὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα, συνιδὼν ὁ Πλάτων ὄντα οὐ ῥᾶιστα ὀφθῆναι, οὐ μὴν οὐδὲ λόγωι σαφῶς δηλωθῆναι δυνάμενα, αὐτὸς ὡς οἷόν τ᾽ ἦν ὑπὲρ αὐτῶν εἰπεῖν καὶ φρονῆσαι καὶ παρασκευάσαι τοὺς μέλλοντας ἐπακολουθήσειν πραγματευσάμενος ταῦτα καὶ τὴν σύμπασαν αὐτοῦ φιλοσοφίαν εἰς τοῦτο συνταξάμενος, περὶ ταῦτά φησι καὶ τὴν τούτων νόησιν καὶ τὴν σοφίαν εἶναι καὶ τὴν ἐπιστήμην, δι᾽ ἧς τὸ ἀνθρώπινον τέλος καὶ ἡ μακαριστὴ βιοτὴ παραγίνεται.

 

[13.6] Τοσαῦτα ὁ Ἀττικός· παρῆν δὲ καὶ τούτων ἔτι πλείω ἐκ τῆς δηλωθείσης παραθέσθαι τοῦ ἀνδρὸς γραφῆς· πλὴν ἀλλὰ τοῖς ἐκτεθεῖσιν ἀρκεσθέντες μεταβησόμεθα καὶ ἐπὶ τὴν τῶν Στωϊκῶν αἵρεσιν.