Homeros
ca. 730 a. Chr. n.
Ὀ δ υ σ σ ε ί α ς φ
Τόξου θέσις.
|
|
___________________________________________________
|
|
Τῆι δ᾽ ἄρ᾽ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,κούρηι Ἰκαρίοιο, περίφρονι Πηνελοπείηι,τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρονἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν. | |
5 | κλίμακα δ᾽ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,εἵλετο δὲ κληῖδ᾽ εὐκαμπέα χειρὶ παχείηικαλὴν χαλκείην· κώπη δ᾽ ἐλέφαντος ἐπῆεν.βῆ δ᾽ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶνἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος, |
10 | χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρηἰοδόκος, πολλοὶ δ᾽ ἔνεσαν στονόεντες ὀϊστοί,δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσαςἼφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι. |
15 | τὼ δ᾽ ἐν Μεσσήνηι ξυμβλήτην ἀλλήλοιϊνοἴκωι ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺςἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραννηυσὶ πολυκλήϊσι τριηκόσι᾽ ἠδὲ νομῆας. |
20 | τῶν ἕνεκ᾽ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺςπαιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.Ἴφιτος αὖθ᾽ ἵππους διζήμενος, αἵ οἱ ὄλοντοδώδεκα θήλειαι, ὑπὸ δ᾽ ἡμίονοι ταλαεργοί·αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο, |
25 | ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,φῶθ᾽ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ὧι ἐνὶ οἴκωι,σχέτλιος, οὐδὲ θεῶν ὄπιν ἠιδέσατ᾽ οὐδὲ τράπεζαν,τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν, |
30 | ἵππους δ᾽ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,τὸ πρὶν μέν ῥ᾽ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶκάλλιπ᾽ ἀποθνήισκων ἐν δώμασιν ὑψηλοῖσι.τῶι δ᾽ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν, |
35 | ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζηιγνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνενἼφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,ὅς οἱ τόξον ἔδωκε. τὸ δ᾽ οὔ ποτε δῖος Ὀδυσσεὺςἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν |
40 | ἡιρεῖτ᾽, ἀλλ᾽ αὐτοῦ μνῆμα ξείνοιο φίλοιοκέσκετ᾽ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.ἡ δ᾽ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶνοὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτωνξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν, |
45 | ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ᾽ ἐπέθηκε φαεινάς,αὐτίκ᾽ ἄρ᾽ ἥ γ᾽ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,ἐν δὲ κληῖδ᾽ ἧκε, θυρέων δ᾽ ἀνέκοπτεν ὀχῆαςἄντα τιτυσκομένη· τὰ δ᾽ ἀνέβραχεν ἠΰτε ταῦροςβοσκόμενος λειμῶνι· τόσ᾽ ἔβραχε καλὰ θύρετρα |
50 | πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.ἡ δ᾽ ἄρ᾽ ἐφ᾽ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶἕστασαν, ἐν δ᾽ ἄρα τῆισι θυώδεα εἵματ᾽ ἔκειτο.ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξοναὐτῶι γωρυτῶι, ὅς οἱ περίκειτο φαεινός. |
55 | ἑζομένη δὲ κατ᾽ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,κλαῖε μάλα λιγέως, ἐκ δ᾽ ἥιρεε τόξον ἄνακτος.ἡ δ᾽ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,βῆ ῥ᾽ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺςτόξον ἔχουσ᾽ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην |
60 | ἰοδόκον· πολλοὶ δ᾽ ἔνεσαν στονόεντες ὀϊστοί.τῆι δ᾽ ἄρ᾽ ἅμ᾽ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηροςκεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.ἡ δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, |
65 | ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμαἐχράετ᾽ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ |
70 | ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τιν᾽ ἄλληνμύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,ἀλλ᾽ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.ἀλλ᾽ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ᾽ ἄεθλον.θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο· |
75 | ὃς δέ κε ῥηΐτατ᾽ ἐντανύσηι βιὸν ἐν παλάμηισικαὶ διοϊστεύσηι πελέκεων δυοκαίδεκα πάντων,τῶι κεν ἅμ᾽ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμακουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρωι. |
80 | ὣς φάτο, καί ῥ᾽ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.δακρύσας δ᾽ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·κλαῖε δὲ βουκόλος ἄλλοθ᾽, ἐπεὶ ἴδε τόξον ἄνακτος.Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε· |
85 | νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶθυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ἧι τε καὶ ἄλλωςκεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσ᾽ ἀκοίτην.ἀλλ᾽ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε |
90 | κλαίετον ἐξελθόντε, κατ᾽ αὐτόθι τόξα λιπόντε,μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐωῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσινοἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα, |
95 | καὶ γὰρ μνήμων εἰμί, πάϊς δ᾽ ἔτι νήπιος ἦα.ὣς φάτο, τῶι δ᾽ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπεινευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλενἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότ᾽ ἀτίμα |
100 | ἥμενος ἐν μεγάροις, ἐπὶ δ᾽ ὤρνυε πάντας ἑταίρους.τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο·ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,ἄλλωι ἅμ᾽ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα· |
105 | αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῶι.ἀλλ᾽ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ᾽ ἄεθλον,οἵη νῦν οὐκ ἔστι γυνὴ κατ᾽ Ἀχαιΐδα γαῖαν,οὔτε Πύλου ἱερῆς οὔτ᾽ Ἄργεος οὔτε Μυκήνης·οὔτ᾽ αὐτῆς Ἰθάκης οὔτ᾽ ἠπείροιο μελαίνης· |
110 | καὶ δ᾽ αὐτοὶ τόδε γ᾽ ἴστε· τί με χρὴ μητέρος αἴνου;ἀλλ᾽ ἄγε μὴ μύνηισι παρέλκετε μηδ᾽ ἔτι τόξουδηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου, |
115 | οὔ κέ μοι ἀχνυμένωι τάδε δώματα πότνια μήτηρλείποι ἅμ᾽ ἄλλωι ἰοῦσ᾽, ὅτ᾽ ἐγὼ κατόπισθε λιποίμηνοἷός τ᾽ ἤδη πατρὸς ἀέθλια κάλ᾽ ἀνελέσθαι.ἦ καὶ ἀπ᾽ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσανὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμων. |
120 | πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξαςπᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δ᾽ ἕλε πάντας ἰδόντας,ὡς εὐκόσμως στῆσε· πάρος δ᾽ οὐ πώ ποτ᾽ ὀπώπει.στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε. |
125 | τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῶι,νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.καί νύ κε δή ῥ᾽ ἐτάνυσσε βίηι τὸ τέταρτον ἀνέλκων,ἀλλ᾽ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ. |
130 | τοῖς δ᾽ αὖτις μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο·ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τ᾽ ἔσομαι καὶ ἄκικυς,ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθαἄνδρ᾽ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνηι.ἀλλ᾽ ἄγεθ᾽, οἵ περ ἐμεῖο βίηι προφερέστεροί ἐστε, |
135 | τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,κλίνας κολλητῆισιν ἐϋξέστηις σανίδεσσιν,αὐτοῦ δ᾽ ὠκὺ βέλος καλῆι προσέκλινε κορώνηι,ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. |
140 | τοῖσιν δ᾽ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·ὄρνυσθ᾽ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.ὣς ἔφατ᾽ Ἀντίνοος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός, |
145 | ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸνἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴωιἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν, |
150 | οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκωνἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσειθυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι |
155 | τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθ᾽ ἕνεκ᾽ αἰεὶἐνθάδ᾽ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.νῦν μέν τις καὶ ἔλπετ᾽ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾶιγῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται, |
160 | ἄλλην δή τιν᾽ ἔπειτα Ἀχαιϊάδων εὐπέπλωνμνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κ᾽ ἔπειταγήμαιθ᾽ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.ὣς ἄρ᾽ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,κλίνας κολλητῆισιν ἐϋξέστηις σανίδεσσιν, |
165 | αὐτοῦ δ᾽ ὠκὺ βέλος καλῆι προσέκλινε κορώνηι,ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,δεινόν τ᾽ ἀργαλέον τε, - νεμεσσῶμαι δέ τ᾽ ἀκούων - |
170 | εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσειθυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηροἷόν τε ῥυτῆρα βιοῦ τ᾽ ἔμεναι καὶ ὀϊστῶν·ἀλλ᾽ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί. |
175 | ὣς φάτο, καί ῥ᾽ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπ᾽ αὐτοῦ,ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῆι, |
180 | τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.ὣς φάθ᾽, ὁ δ᾽ αἶψ᾽ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπ᾽ αὐτοῦ,ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·τῶι ῥα νέοι θάλποντες ἐπειρῶντ᾽· οὐδ᾽ ἐδύναντο |
185 | ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.Ἀντίνοος δ᾽ ἔτ᾽ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,ἀρχοὶ μνηστήρων· ἀρετῆι δ᾽ ἔσαν ἔξοχ᾽ ἄριστοι.τὼ δ᾽ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμ᾽ ἄμφωβουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο· |
190 | ἐκ δ᾽ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει. |
195 | ποῖοί κ᾽ εἶτ᾽ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοιὧδε μάλ᾽ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;ἤ κε μνηστήρεσσιν ἀμύνοιτ᾽ ἦ Ὀδυσῆϊ;εἴπαθ᾽ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.τὸν δ᾽ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· |
200 | Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·γνοίης χ᾽ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.ὣς δ᾽ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσινοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. |
205 | αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέ᾽ ἀνέγνω,ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·ἔνδον μὲν δὴ ὅδ᾽ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσαςἤλυθον εἰκοστῶι ἔτεϊ ἐς πατρίδα γαῖαν.γιγνώσκω δ᾽ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω |
210 | οἴοισι δμώων· τῶν δ᾽ ἄλλων οὔ τευ ἄκουσαεὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ᾽ ἱκέσθαι.σφῶϊν δ᾽, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.εἴ χ᾽ ὑπ᾽ ἐμοί γε θεὸς δαμάσηι μνηστῆρας ἀγαυούς,ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματ᾽ ὀπάσσω |
215 | οἰκία τ᾽ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειταΤηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.εἰ δ᾽ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,ὄφρα μ᾽ ἐῢ γνῶτον πιστωθῆτόν τ᾽ ἐνὶ θυμῶι,οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῶι ὀδόντι |
220 | Παρνησόνδ᾽ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.τὼ δ᾽ ἐπεὶ εἰσιδέτην εὖ τ᾽ ἐφράσσαντο ἕκαστα,κλαῖον ἄρ᾽ ἀμφ᾽ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους |
225 | ὣς δ᾽ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.καί νύ κ᾽ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηταιἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπηισι καὶ εἴσω. |
230 | ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδ᾽ ἅμα πάντες,πρῶτος ἐγώ, μετὰ δ᾽ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·ἀλλὰ σύ, δῖ᾽ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον |
235 | ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶκληῖσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσηιἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζεπροβλώσκειν, ἀλλ᾽ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργωι. |
240 | σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆςκληῖσαι κληῖδι, θοῶς δ᾽ ἐπὶ δεσμὸν ἰῆλαι.ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·ἕζετ᾽ ἔπειτ᾽ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·ἐς δ᾽ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος. |
245 | Εὐρύμαχος δ᾽ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,θάλπων ἔνθα καὶ ἔνθα σέλαι πυρός· ἀλλά μιν οὐδ᾽ ὣςἐντανύσαι δύνατο, μέγα δ᾽ ἔστενε κυδάλιμον κῆρ·ὀχθήσας δ᾽ ἄρα εἶρος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·ὢ πόποι, ἧ μοι ἄχος περί τ᾽ αὐτοῦ καὶ περὶ πάντων· |
250 | οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῆιἀμφιάλωι Ἰθάκηι, αἱ δ᾽ ἄλληισιν πολίεσσιν·ἀλλ᾽ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲνἀντιθέου Ὀδυσῆος, ὅ τ᾽ οὐ δυνάμεσθα τανύσσαι |
255 | τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·Εὐρύμαχ᾽, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖοἁγνή· τίς δέ κε τόξα τιταίνοιτ᾽; ἀλλὰ ἕκηλοι |
260 | κάτθετ᾽· ἀτὰρ πελέκεάς γε καὶ εἴ κ᾽ εἰῶμεν ἅπανταςἑστάμεν· οὐ μὲν γάρ τιν᾽ ἀναιρήσεσθαι ὀΐω,ἐλθόντ᾽ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.ἀλλ᾽ ἄγετ᾽, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα· |
265 | ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,αἶγας ἄγειν, αἳ πᾶσι μέγ᾽ ἔξοχοι αἰπολίοισιν,ὄφρ᾽ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξωιτόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.ὣς ἔφατ᾽ Ἀντίνοος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος. |
270 | τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.οἱ δ᾽ ἐπεὶ οὖν σπεῖσάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός,τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς· |
275 | κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέαλίσσομ᾽, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν· |
280 | ἠῶθεν δὲ θεὸς δώσει κράτος ὧι κ᾽ ἐθέληισιν.ἀλλ᾽ ἄγ᾽ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθ᾽ ὑμῖνχειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτ᾽ ἐστὶνἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,ἦ ἤδη μοι ὄλεσσεν ἄλη τ᾽ ἀκομιστίη τε. |
285 | ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδ᾽ ἠβαιαί·οὐκ ἀγαπᾶις ὃ ἕκηλος ὑπερφιάλοισι μεθ᾽ ἡμῖν |
290 | δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούειςμύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλοςἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλουςβλάπτει, ὃς ἄν μιν χανδὸν ἕληι μηδ᾽ αἴσιμα πίνηι. |
295 | οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,ἄασ᾽ ἐνὶ μεγάρωι μεγαθύμου Πειριθόοιο,ἐς Λαπίθας ἐλθόνθ᾽· ὁ δ᾽ ἐπεὶ φρένας ἄασεν οἴνωι,μαινόμενος κάκ᾽ ἔρεξε δόμον κάτα Πειριθόοιο·ἥρωας δ᾽ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε |
300 | ἕλκον ἀναΐξαντες, ἀπ᾽ οὔατα νηλέϊ χαλκῶιῥῖνάς τ᾽ ἀμήσαντες· ὁ δὲ φρεσὶν ἧισιν ἀασθεὶςἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῶι.ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,οἷ δ᾽ αὐτῶι πρώτωι κακὸν εὕρετο οἰνοβαρείων. |
305 | ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξονἐντανύσηις· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσειςἡμετέρωι ἐνὶ δήμωι, ἄφαρ δέ σε νηῒ μελαίνηιεἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,πέμψομεν· ἔνθεν δ᾽ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος |
310 | πῖνέ τε, μηδ᾽ ἐρίδαινε μετ᾽ ἀνδράσι κουροτέροισιν.τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·Ἀντίνο᾽, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιονξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ᾽ ἵκηται·ἔλπεαι, αἴ χ᾽ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον |
315 | ἐντανύσηι χερσίν τε βίηφί τε ἧφι πιθήσας,οἴκαδέ μ᾽ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;οὐδ᾽ αὐτός που τοῦτό γ᾽ ἐνὶ στήθεσσιν ἔολπε·μηδέ τις ὑμείων τοῦ γ᾽ εἵνεκα θυμὸν ἀχεύωνἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν. |
320 | τὴν δ᾽ αὖτ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,οὔ τί σε τόνδ᾽ ἄξεσθαι ὀϊόμεθ᾽· οὐδὲ ἔοικεν·ἀλλ᾽ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,μή ποτέ τις εἴπηισι κακώτερος ἄλλος Ἀχαιῶν |
325 | ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτινμνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·ἀλλ᾽ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼνῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δ᾽ ἧκε σιδήρου.ὣς ἐρέουσ᾽, ἡμῖν δ᾽ ἂν ἐλέγχεα ταῦτα γένοιτο. |
330 | τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·Εὐρύμαχ᾽, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμονἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσινἀνδρὸς ἀριστῆος· τί δ᾽ ἐλέγχεα ταῦτα τίθεσθε;οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ᾽ εὐπηγής, |
335 | πατρὸς δ᾽ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.ἀλλ᾽ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·εἴ κέ μιν ἐντανύσηι, δώηι δέ οἱ εὖχος Ἀπόλλων,ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, |
340 | δώσω δ᾽ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,καὶ ξίφος ἄμφηκες· δώσω δ᾽ ὑπὸ ποσσὶ πέδιλα,πέμψω δ᾽ ὅππη μιν κραδίη θυμός τε κελεύει.τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο |
345 | κρείσσων, ὧι κ᾽ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,οὔθ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,οὔθ᾽ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·τῶν οὔ τίς μ᾽ ἀέκοντα βιήσεται, αἴ κ᾽ ἐθέλωμικαὶ καθάπαξ ξείνωι δόμεναι τάδε τόξα φέρεσθαι. |
350 | ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζε,ἱστόν τ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευεἔργον ἐποίχεσθαι· τόξον δ᾽ ἄνδρεσσι μελήσειπᾶσι, μάλιστα δ᾽ ἐμοί· τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ οἴκωι.ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει· |
355 | παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῶι.ἐς δ᾽ ὑπερῶι᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶκλαῖεν ἔπειτ᾽ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνονἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός· |
360 | μνηστῆρες δ᾽ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,πλαγκτέ; τάχ᾽ αὖ σ᾽ ἐφ᾽ ὕεσσι κύνες ταχέες κατέδονταιοἶον ἀπ᾽ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων |
365 | ἡμῖν ἱλήκηισι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῆι ἐνὶ χώρηι,δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.Τηλέμαχος δ᾽ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·ἄττα, πρόσω φέρε τόξα· τάχ᾽ οὐκ εὖ πᾶσι πιθήσεις |
370 | μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματ᾽ ἔασι,μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·τῶι κε τάχα στυγερῶς τιν᾽ ἐγὼ πέμψαιμι νέεσθαι |
375 | ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτῶι ἡδὺ γέλασσανμνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιοΤηλεμάχωι· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτηςἐν χείρεσσ᾽ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς. |
380 | ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,κληῖσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσηιἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε |
385 | προβλώσκειν, ἀλλ᾽ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργωι.ὣς ἄρ᾽ ἐφώνησεν, τῆι δ᾽ ἄπτερος ἔπλετο μῦθος,κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.σιγῆι δ᾽ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,κλήϊσεν δ᾽ ἄρ᾽ ἔπειτα θύρας εὐερκέος αὐλῆς. |
390 | κεῖτο δ᾽ ὑπ᾽ αἰθούσηι ὅπλον νεὸς ἀμφιελίσσηςβύβλινον, ὧι ῥ᾽ ἐπέδησε θύρας, ἐς δ᾽ ἤϊεν αὐτός·ἕζετ᾽ ἔπειτ᾽ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,εἰσορόων Ὀδυσῆα. ὁ δ᾽ ἤδη τόξον ἐνώμαπάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα, |
395 | μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῶι οἴκοθι κεῖταιἢ ὅ γ᾽ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ |
400 | νωμᾶι ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.ἄλλος δ᾽ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειενὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.ὣς ἄρ᾽ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς, |
405 | αὐτίκ᾽ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,ὡς ὅτ᾽ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆςῥηϊδίως ἐτάνυσσε νέωι περὶ κόλλοπι χορδήν,ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,ὣς ἄρ᾽ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς. |
410 | δεξιτερῆι ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·ἡ δ᾽ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.μνηστῆρσιν δ᾽ ἄρ᾽ ἄχος γένετο μέγα, πᾶσι δ᾽ ἄρα χρὼςἐτράπετο· Ζεὺς δὲ μεγάλ᾽ ἔκτυπε σήματα φαίνων·γήθησέν τ᾽ ἄρ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς. |
415 | ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·εἵλετο δ᾽ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζηιγυμνός· τοὶ δ᾽ ἄλλοι κοίλης ἔντοσθε φαρέτρηςκείατο, τῶν τάχ᾽ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.τόν ῥ᾽ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε, |
420 | αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δ᾽ ὀϊστὸνἄντα τιτυσκόμενος, πελέκεων δ᾽ οὐκ ἤμβροτε πάντωνπρώτης στειλειῆς, διὰ δ᾽ ἀμπερὲς ἦλθε θύραζεἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·Τηλέμαχ᾽, οὔ σ᾽ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει |
425 | ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξονδὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.νῦν δ᾽ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαιἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι |
430 | μολπῆι καὶ φόρμιγγι· τὰ γάρ τ᾽ ἀναθήματα δαιτός.ἦ καὶ ἐπ᾽ ὀφρύσι νεῦσεν· ὁ δ᾽ ἀμφέθετο ξίφος ὀξὺΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δ᾽ ἄρ᾽ αὐτοῦπὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῶι. |