BIBLIOTHECA AUGUSTANA

 

Homeros

ca. 730 a. Chr. n.

 

 

 

Ὀ δ υ σ σ ε ί α ς   υ

 

Τὰ πρὸ τῆς

μνηστηροφονίας.

 

___________________________________________________

 

 

 

Αὐτὰρ ὁ ἐν προδόμωι εὐνάζετο δῖος Ὀδυσσεύς·

κὰμ μὲν ἀδέψητον βοέην στόρεσ᾽, αὐτὰρ ὕπερθε

κώεα πόλλ᾽ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·

Εὐρυνόμη δ᾽ ἄρ᾽ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.

5

ἔνθ᾽ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῶι

κεῖτ᾽ ἐγρηγορόων· ταὶ δ᾽ ἐκ μεγάροιο γυναῖκες

ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,

ἀλλήληισι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.

τοῦ δ᾽ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·

10

πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,

ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστηι,

ἦ ἔτ᾽ ἐῶι μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι

ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.

ὡς δὲ κύων ἀμαλῆισι περὶ σκυλάκεσσι βεβῶσα

15

ἄνδρ᾽ ἀγνοιήσασ᾽ ὑλάει μέμονέν τε μάχεσθαι,

ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·

στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθωι·

 

τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ᾽ ἔτλης.

ἤματι τῶι ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ

20

ἰφθίμους ἑτάρους· σὺ δ᾽ ἐτόλμας, ὄφρα σε μῆτις

ἐξάγαγ᾽ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.

 

ὣς ἔφατ᾽, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·

τῶι δὲ μάλ᾽ ἐν πείσηι κραδίη μένε τετληυῖα

νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.

25

ὡς δ᾽ ὅτε γαστέρ᾽ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,

ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα

αἰόλληι, μάλα δ᾽ ὦκα λιλαίεται ὀπτηθῆναι,

ὣς ἄρ᾽ ὅ γ᾽ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων

ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει

30

μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη

οὐρανόθεν καταβᾶσα· δέμας δ᾽ ἤϊκτο γυναικί·

στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·

 

τίπτ᾽ αὖτ᾽ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν;

οἶκος μέν τοι ὅδ᾽ ἐστί, γυνὴ δέ τοι ἥδ᾽ ἐνὶ οἴκωι

35

καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.

 

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·

ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,

ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,

40

μοῦνος ἐών· οἱ δ᾽ αἰὲν ἀολλέες ἔνδον ἔασι.

πρὸς δ᾽ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·

εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,

πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.

 

τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

45

σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθ᾽ ἑταίρωι,

ὅς περ θνητός τ᾽ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·

αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω

ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·

εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων

50

νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,

καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.

ἀλλ᾽ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν

πάννυχον ἐγρήσσοντα, κακῶν δ᾽ ὑποδύσεαι ἤδη.

 

ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,

55

αὐτὴ δ᾽ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.

 

εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,

λυσιμελής, ἄλοχος δ᾽ ἄρ᾽ ἐπέγρετο κεδνὰ ἰδυῖα·

κλαῖε δ᾽ ἄρ᾽ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.

αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,

60

Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·

 

Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη

ἰὸν ἐνὶ στήθεσσι βαλοῦσ᾽ ἐκ θυμὸν ἕλοιο

αὐτίκα νῦν, ἢ ἔπειτα μ᾽ ἀναρπάξασα θύελλα

οἴχοιτο προφέρουσα κατ᾽ ἠερόεντα κέλευθα,

ἐν προχοῆις δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.

ὡς δ᾽ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·

τῆισι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δ᾽ ἐλίποντο

ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖ᾽ Ἀφροδίτη

τυρῶι καὶ μέλιτι γλυκερῶι καὶ ἡδέϊ οἴνωι·

70

Ἥρη δ᾽ αὐτῆισιν περὶ πασέων δῶκε γυναικῶν

εἶδος καὶ πινυτήν, μῆκος δ᾽ ἔπορ᾽ Ἄρτεμις ἁγνή,

ἔργα δ᾽ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.

εὖτ᾽ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,

κούρηις αἰτήσουσα τέλος θαλεροῖο γάμοιο -

75

ἐς Δία τερπικέραυνον, ὁ γάρ τ᾽ εὖ οἶδεν ἅπαντα,

μοῖράν τ᾽ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων -

τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο

καί ῥ᾽ ἔδοσαν στυγερῆισιν ἐρινύσιν ἀμφιπολεύειν·

ὣς ἔμ᾽ ἀϊστώσειαν Ὀλύμπια δώματ᾽ ἔχοντες,

80

ἠέ μ᾽ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρ᾽ Ὀδυσῆα

ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,

μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.

ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις

ἤματα μὲν κλαίηι, πυκινῶς ἀκαχήμενος ἦτορ,

85

νύκτας δ᾽ ὕπνος ἔχηισιν - ὁ γάρ τ᾽ ἐπέλησεν ἁπάντων,

ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρ᾽ ἀμφικαλύψηι -

αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ᾽ ἐπέσσευεν κακὰ δαίμων.

τῆιδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῶι,

τοῖος ἐὼν οἷος ἦιεν ἅμα στρατῶι· αὐτὰρ ἐμὸν κῆρ

90

χαῖρ᾽, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλ᾽ ὕπαρ ἤδη.

 

ὣς ἔφατ᾽, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

τῆς δ᾽ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·

μερμήριζε δ᾽ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν

ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.

95

χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,

ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην

θῆκε θύραζε φέρων, Διὶ δ᾽ εὔξατο χεῖρας ἀνασχών·

 

Ζεῦ πάτερ, εἴ μ᾽ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν

ἤγετ᾽ ἐμὴν ἐς γαῖαν, ἐπεί μ᾽ ἐκακώσατε λίην,

100

φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων

ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.

 

ὣς ἔφατ᾽ εὐχόμενος· τοῦ δ᾽ ἔκλυε μητίετα Ζεύς,

αὐτίκα δ᾽ ἐβρόντησεν ἀπ᾽ αἰγλήεντος Ὀλύμπου,

ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.

105

φήμην δ᾽ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς

πλησίον, ἔνθ᾽ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,

τῆισιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες

ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.

αἱ μὲν ἄρ᾽ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,

110

ἡ δὲ μί᾽ οὔπω παύετ᾽, ἀφαυροτάτη δ᾽ ἐτέτυκτο·

ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·

 

Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,

ἦ μεγάλ᾽ ἐβρόντησας ἀπ᾽ οὐρανοῦ ἀστερόεντος,

οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεωι τόδε φαίνεις.

115

κρῆνον νῦν καὶ ἐμοὶ δειλῆι ἔπος, ὅττι κεν εἴπω·

μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῶιδε

ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτ᾽ ἐρατεινήν,

οἳ δή μοι καμάτωι θυμαλγέι· γούνατ᾽ ἔλυσαν

ἄλφιτα τευχούσηι· νῦν ὕστατα δειπνήσειαν.

 

120

ὣς ἄρ᾽ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς

Ζηνός τε βροντῆι· φάτο γὰρ τίσασθαι ἀλείτας.

 

αἱ δ᾽ ἄλλαι δμωιαὶ κατὰ δώματα κάλ᾽ Ὀδυσῆος

ἀγρόμεναι ἀνέκαιον ἐπ᾽ ἐσχάρηι ἀκάματον πῦρ.

Τηλέμαχος δ᾽ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,

125

εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμωι·

ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῶι·

στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰών, πρὸς δ᾽ Εὐρύκλειαν ἔειπε·

 

μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθ᾽ ἐνὶ οἴκωι

130

εὐνῆι καὶ σίτωι, ἦ αὔτως κεῖται ἀκηδής;

τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·

ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων

χείρονα, τὸν δέ τ᾽ ἀρείον᾽ ἀτιμήσασ᾽ ἀποπέμπει.

 

τὸν δ᾽ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·

135

οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόωιο.

οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρ᾽ ἔθελ᾽ αὐτός,

σίτου δ᾽ οὐκέτ᾽ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.

ἀλλ᾽ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,

ἡ μὲν δέμνι᾽ ἄνωγεν ὑποστορέσαι δμωιῆισιν,

140

αὐτὰρ ὅ γ᾽, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,

οὐκ ἔθελ᾽ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,

ἀλλ᾽ ἐν ἀδεψήτωι βοέηι καὶ κώεσιν οἰῶν

ἔδραθ᾽ ἐνὶ προδόμωι· χλαῖναν δ᾽ ἐπιέσσαμεν ἡμεῖς.

 

ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει

145

ἔγχος ἔχων, ἅμα τῶι γε δύω κύνες ἀργοὶ ἕποντο.

βῆ δ᾽ ἴμεν εἰς ἀγορὴν μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς.

ἡ δ᾽ αὖτε δμωιῆισιν ἐκέκλετο δῖα γυναικῶν,

Εὐρύκλει᾽, Ὦπος θυγάτηρ Πεισηνορίδαο·

 

ἀγρεῖθ᾽, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,

150

ῥάσσατέ τ᾽, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας

βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας

πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας

καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθ᾽ ὕδωρ

ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.

155

οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,

ἀλλὰ μάλ᾽ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.

 

ὣς ἔφαθ᾽, αἱ δ᾽ ἄρα τῆς μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο.

αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,

αἱ δ᾽ αὐτοῦ κατὰ δώματ᾽ ἐπισταμένως πονέοντο.

 

160

ἐς δ᾽ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα

εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες

ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης

τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.

καὶ τοὺς μέν ῥ᾽ εἴασε καθ᾽ ἕρκεα καλὰ νέμεσθαι,

165

αὐτὸς δ᾽ αὖτ᾽ Ὀδυσῆα προσηύδα μειλιχίοισι·

 

ξεῖν᾽, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,

ἦέ σ᾽ ἀτιμάζουσι κατὰ μέγαρ᾽, ὡς τὸ πάρος περ;

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·

αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,

170

ἣν οἵδ᾽ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται

οἴκωι ἐν ἀλλοτρίωι, οὐδ᾽ αἰδοῦς μοῖραν ἔχουσιν.

 

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

ἀγχίμολον δέ σφ᾽ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.

αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,

175

δεῖπνον μνηστήρεσσι. δύω δ᾽ ἅμ᾽ ἕποντο νομῆες.

καὶ τὰς μὲν κατέδησεν ὑπ᾽ αἰθούσηι ἐριδούπωι,

αὐτὸς δ᾽ αὖτ᾽ Ὀδυσῆα προσηύδα κερτομίοισι·

 

ξεῖν᾽, ἔτι καὶ νῦν ἐνθάδ᾽ ἀνιήσεις κατὰ δῶμα

ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;

180

πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω

πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον

αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.

 

ὣς φάτο, τὸν δ᾽ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,

ἀλλ᾽ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

 

185

τοῖσι δ᾽ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,

βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.

πορθμῆες δ᾽ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους

ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.

καὶ τὰ μὲν εὖ κατέδησεν ὑπ᾽ αἰθούσηι ἐριδούπωι,

190

αὐτὸς δ᾽ αὖτ᾽ ἐρέεινε συβώτην ἄγχι παραστάς·

 

τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,

ἡμέτερον πρὸς δῶμα; τέων δ᾽ ἐξ εὔχεται εἶναι

ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;

δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·

195

ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,

ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.

 

ἦ καὶ δεξιτερῆι δειδίσκετο χειρὶ παραστάς,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

 

χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω

200

ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.

Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·

οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,

μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.

ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε

205

μνησαμένωι Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω

τοιάδε λαίφε᾽ ἔχοντα κατ᾽ ἀνθρώπους ἀλάλησθαι,

εἴ που ἔτι ζώει καὶ ὁρᾶι φάος ἠελίοιο.

εἰ δ᾽ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,

ὤ μοι ἔπειτ᾽ Ὀδυσῆος ἀμύμονος, ὅς μ᾽ ἐπὶ βουσὶν

210

εἷσ᾽ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμωι.

νῦν δ᾽ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως

ἀνδρί γ᾽ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·

τὰς δ᾽ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς

ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,

215

οὐδ᾽ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη

κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.

αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι

πόλλ᾽ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος

ἄλλων δῆμον ἱκέσθαι ἰόντ᾽ αὐτῆισι βόεσσιν,

220

ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα

βουσὶν ἐπ᾽ ἀλλοτρίηισι καθήμενον ἄλγεα πάσχειν.

καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων

ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτ᾽ ἀνεκτὰ πέλονται·

ἀλλ᾽ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν

225

ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείηι.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

βουκόλ᾽, ἐπεὶ οὔτε κακῶι οὔτ᾽ ἄφρονι φωτὶ ἔοικας,

γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,

τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·

230

ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα

ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,

ἦ σέθεν ἐνθάδ᾽ ἐόντος ἐλεύσεται οἴκαδ᾽ Ὀδυσσεύς·

σοῖσιν δ᾽ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κ᾽ ἐθέληισθα,

κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.

235

τὸν δ᾽ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·

αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·

γνοίης χ᾽ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.

 

ὣς δ᾽ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι

νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.

 

240

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

μνηστῆρες δ᾽ ἄρα Τηλεμάχωι θάνατόν τε μόρον τε

ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,

αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.

τοῖσιν δ᾽ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·

 

245

ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,

Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.

 

ὣς ἔφατ᾽ Ἀμφίνομος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.

ἐλθόντες δ᾽ ἐς δώματ᾽ Ὀδυσσῆος θείοιο

χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,

250

οἱ δ᾽ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,

ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·

σπλάγχνα δ᾽ ἄρ᾽ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον

κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.

σῖτον δέ σφ᾽ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,

255

καλοῖς ἐν κανέοισιν, ἐωινοχόει δὲ Μελανθεύς.

οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

 

Τηλέμαχος δ᾽ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,

ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,

δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·

260

πὰρ δ᾽ ἐτίθει σπλάγχνων μοίρας, ἐν δ᾽ οἶνον ἔχευεν

ἐν δέπαϊ χρυσέωι, καί μιν πρὸς μῦθον ἔειπεν·

 

ἐνταυθοῖ νῦν ἧσο μετ᾽ ἀνδράσιν οἰνοποτάζων·

κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω

πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν

265

οἶκος ὅδ᾽, ἀλλ᾽ Ὀδυσῆος, ἐμοὶ δ᾽ ἐκτήσατο κεῖνος.

ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς

καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες

Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.

270

τοῖσιν δ᾽ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·

 

καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,

Τηλεμάχου· μάλα δ᾽ ἧμιν ἀπειλήσας ἀγορεύει.

οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῶι κέ μιν ἤδη

παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντ᾽ ἀγορητήν.

 

275

ὣς ἔφατ᾽ Ἀντίνοος· ὁ δ᾽ ἄρ᾽ οὐκ ἐμπάζετο μύθων.

κήρυκες δ᾽ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην

ἦγον· τοὶ δ᾽ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ

ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.

 

οἱ δ᾽ ἐπεὶ ὤπτησαν κρέ᾽ ὑπέρτερα καὶ ἐρύσαντο,

280

μοίρας δασσάμενοι δαίνυντ᾽ ἐρικυδέα δαῖτα·

πὰρ δ᾽ ἄρ᾽ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο

ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει

Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.

 

μνηστῆρας δ᾽ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη

285

λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρ᾽ ἔτι μᾶλλον

δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.

ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,

Κτήσιππος δ᾽ ὄνομ᾽ ἔσκε, Σάμηι δ᾽ ἐνὶ οἰκία ναῖεν·

ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι

290

μνάσκετ᾽ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.

ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·

 

κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·

μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,

ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον

295

ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ᾽ ἵκηται.

ἀλλ᾽ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς

ἠὲ λοετροχόωι δώηι γέρας ἠέ τωι ἄλλωι

δμώων, οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.

 

ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείηι.

300

κείμενον ἐκ κανέοιο λαβών· ὁ δ᾽ ἀλεύατ᾽ Ὀδυσσεὺς

ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῶι

σαρδάνιον μάλα τοῖον· ὁ δ᾽ εὔδμητον βάλε τοῖχον.

Κτήσιππον δ᾽ ἄρα Τηλέμαχος ἠνίπαπε μύθωι·

 

Κτήσιππ᾽, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῶι·

305

οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.

ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,

καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο

ἐνθάδε. τῶι μή τίς μοι ἀεικείας ἐνὶ οἴκωι

φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,

310

ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δ᾽ ἔτι νήπιος ἦα.

ἀλλ᾽ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,

μήλων σφαζομένων οἴνοιό τε πινομένοιο

καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.

ἀλλ᾽ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·

315

εἰ δ᾽ ἤδη μ᾽ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῶι,

καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη

τεθνάμεν ἢ τάδε γ᾽ αἰὲν ἀεικέα ἔργ᾽ ὁράασθαι,

ξείνους τε στυφελιζομένους δμωιάς τε γυναῖκας

ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.

 

320

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆι·

ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·

 

ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίωι

ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·

μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν᾽ ἄλλον

325

δμώων, οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.

Τηλεμάχωι δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην

ἤπιον, εἴ σφωϊν κραδίηι ἅδοι ἀμφοτέροιϊν.

ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει

νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,

330

τόφρ᾽ οὔ τις νέμεσις μενέμεν τ᾽ ἦν ἰσχέμεναί τε

μνηστῆρας κατὰ δώματ᾽, ἐπεὶ τόδε κέρδιον ἦεν,

εἰ νόστησ᾽ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·

νῦν δ᾽ ἤδη τόδε δῆλον, ὅ τ᾽ οὐκέτι νόστιμός ἐστιν.

ἀλλ᾽ ἄγε, σῆι τάδε μητρὶ παρεζόμενος κατάλεξον,

335

γήμασθ᾽ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρηισιν,

ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,

ἔσθων καὶ πίνων, ἡ δ᾽ ἄλλου δῶμα κομίζηι.

 

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

οὐ μὰ Ζῆν᾽, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,

340

ὅς που τῆλ᾽ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,

οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω

γήμασθ᾽ ὧι κ᾽ ἐθέληι, ποτὶ δ᾽ ἄσπετα δῶρα δίδωμι.

αἰδέομαι δ᾽ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι

μύθωι ἀναγκαίωι· μὴ τοῦτο θεὸς τελέσειεν.

 

345

ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη

ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.

οἱ δ᾽ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,

αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δ᾽ ἄρα σφέων

δακρυόφιν πίμπλαντο, γόον δ᾽ ὠΐετο θυμός.

350

τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·

 

ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων

εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.

οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,

αἵματι δ᾽ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·

355

εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,

ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ

οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ᾽ ἐπιδέδρομεν ἀχλύς.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτῶι ἡδὺ γέλασσαν.

τοῖσιν δ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ᾽ ἀγορεύειν·

 

360

ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.

ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε

εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.

 

τὸν δ᾽ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·

Εὐρύμαχ᾽, οὔ τί σ᾽ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·

365

εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω

καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.

τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν

ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδ᾽ ἀλέαιτο

μνηστήρων, οἳ δῶμα κάτ᾽ ἀντιθέου Ὀδυσῆος

370

ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.

 

ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,

ἵκετο δ᾽ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.

μνηστῆρες δ᾽ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες

Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·

375

ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

 

Τηλέμαχ᾽, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·

οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,

σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων

ἔμπαιον οὐδὲ βίης, ἀλλ᾽ αὔτως ἄχθος ἀρούρης.

380

ἄλλος δ᾽ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.

ἀλλ᾽ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·

τοὺς ξείνους ἐν νηῒ πολυκληῖδι βαλόντες

ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.

 

ὣς ἔφασαν μνηστῆρες· ὁ δ᾽ οὐκ ἐμπάζετο μύθων,

385

ἀλλ᾽ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,

ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.

 

ἡ δὲ κατ᾽ ἄντηστιν θεμένη περικαλλέα δίφρον

κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,

ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.

390

δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο

ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλ᾽ ἱέρευσαν·

δόρπου δ᾽ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,

οἷον δὴ τάχ᾽ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ

θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.