Homeros
ca. 730 a. Chr. n.
Ὀ δ υ σ σ ε ί α ς τ
Ὀδυσσέως καὶ Πηνελόπηςὁμιλία. Τὰ νίπτρα.
|
|
___________________________________________________
|
|
Αὐτὰρ ὁ ἐν μεγάρωι ὑπελείπετο δῖος Ὀδυσσεύς,μνηστήρεσσι φόνον σὺν Ἀθήνηι μερμηρίζων·αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·Τηλέμαχε, χρὴ τεύχε᾽ ἀρήϊα κατθέμεν εἴσω | |
5 | πάντα μάλ᾽· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσιπαρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·ἐκ καπνοῦ κατέθηκ᾽, ἐπεὶ οὐκέτι τοῖσιν ἐώικειοἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,ἀλλὰ κατήικισται, ὅσσον πυρὸς ἵκετ᾽ ἀϋτμή. |
10 | πρὸς δ᾽ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμωνμή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτακαὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.ὣς φάτο, Τηλέμαχος δὲ φίλωι ἐπεπείθετο πατρί, |
15 | ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·μαῖ᾽, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸςκαλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδειπατρὸς ἀποιχομένοιο· ἐγὼ δ᾽ ἔτι νήπιος ἦα. |
20 | νῦν δ᾽ ἐθέλω καταθέσθαι, ἵν᾽ οὐ πυρὸς ἵξετ᾽ ἀϋτμή.τὸν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιοοἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.ἀλλ᾽ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει; |
25 | δμωιὰς δ᾽ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ξεῖνος ὅδ᾽· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γεχοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.ὣς ἄρ᾽ ἐφώνησεν, τῆι δ᾽ ἄπτερος ἔπλετο μῦθος. |
30 | κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.τὼ δ᾽ ἄρ᾽ ἀναΐξαντ᾽ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸςἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσαςἔγχεά τ᾽ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει. |
35 | δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρ᾽ αἶψα·ὦ πάτερ, ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι.ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσ᾽ ἔχοντεςφαίνοντ᾽ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο. |
40 | ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδ᾽ ἐρέεινε·αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δ᾽ ὑπολείψομαι αὐτοῦ, |
45 | ὄφρα κ᾽ ἔτι δμωιὰς καὶ μητέρα σὴν ἐρεθίζω·ἡ δέ μ᾽ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκεικείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,ἔνθα πάρος κοιμᾶθ᾽, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι· |
50 | ἔνθ᾽ ἄρα καὶ τότ᾽ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.αὐτὰρ ὁ ἐν μεγάρωι ὑπελείπετο δῖος Ὀδυσσεύς,μνηστήρεσσι φόνον σὺν Ἀθήνηι μερμηρίζων.ἡ δ᾽ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέηι Ἀφροδίτηι. |
55 | τῆι παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθ᾽ ἄρ᾽ ἐφῖζε,δινωτὴν ἐλέφαντι καὶ ἀργύρωι· ἥν ποτε τέκτωνποίησ᾽ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκεπροσφυέ᾽ ἐξ αὐτῆς, ὅθ᾽ ἐπὶ μέγα βάλλετο κῶας.ἔνθα καθέζετ᾽ ἔπειτα περίφρων Πηνελόπεια. |
60 | ἦλθον δὲ δμωιαὶ λευκώλενοι ἐκ μεγάροιο.αἱ δ᾽ ἀπὸ μὲν σῖτον πολὺν ἥιρεον ἠδὲ τραπέζαςκαὶ δέπα, ἔνθεν ἄρ᾽ ἄνδρες ὑπερμενέοντες ἔπινον·πῦρ δ᾽ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δ᾽ ἐπ᾽ αὐτῶννήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι. |
65 | ἡ δ᾽ Ὀδυσῆ᾽ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·ξεῖν᾽, ἔτι καὶ νῦν ἐνθάδ᾽ ἀνιήσεις διὰ νύκταδινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;ἀλλ᾽ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·ἢ τάχα καὶ δαλῶι βεβλημένος εἶσθα θύραζε. |
70 | τὴν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·δαιμονίη, τί μοι ὧδ᾽ ἐπέχεις κεκοτηότι θυμῶι;ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,πτωχεύω δ᾽ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι |
75 | καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιονὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτηι,τοίωι ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰοἷσίν τ᾽ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται. |
80 | ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·τῶι νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσηιςἀγλαΐην, τῆι νῦν γε μετὰ δμωιῆισι κέκασσαι·μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνηι,ἢ Ὀδυσεὺς ἔλθηι· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα. |
85 | εἰ δ᾽ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,ἀλλ᾽ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,Τηλέμαχος· τὸν δ᾽ οὔ τις ἐνὶ μεγάροισι γυναικῶνλήθει ἀτασθάλλουσ᾽, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.ὣς φάτο, τοῦ δ᾽ ἤκουσε περίφρων Πηνελόπεια, |
90 | ἀμφίπολον δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθειςἔρδουσα μέγα ἔργον, ὃ σῆι κεφαλῆι ἀναμάξεις·πάντα γὰρ εὖ ἤιδησθ᾽, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆςὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν |
95 | ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπ᾽ αὐτοῦ,ὄφρα καθεζόμενος εἴπηι ἔπος ἠδ᾽ ἐπακούσηιὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι. |
100 | ὣς ἔφαθ᾽, ἡ δὲ μάλ᾽ ὀτραλέως κατέθηκε φέρουσαδίφρον ἐΰξεστον καὶ ἐπ᾽ αὐτῶι κῶας ἔβαλλεν·ἔνθα καθέζετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή· |
105 | τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπ᾽ ἀπείρονα γαῖαννεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς |
110 | ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσωνεὐδικίας ἀνέχηισι, φέρηισι δὲ γαῖα μέλαιναπυροὺς καὶ κριθάς, βρίθηισι δὲ δένδρεα καρπῶι,τίκτηι δ᾽ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχηι ἰχθῦςἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπ᾽ αὐτοῦ. |
115 | τῶι ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῶι ἐνὶ οἴκωι,μηδ᾽ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,μή μοι μᾶλλον θυμὸν ἐνιπλήσηις ὀδυνάωνμνησαμένωι μάλα δ᾽ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴοἴκωι ἐν ἀλλοτρίωι γοόωντά τε μυρόμενόν τε |
120 | ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·μή τίς μοι δμωιῶν νεμεσήσεται, ἠὲ σύ γ᾽ αὐτή,φῆι δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνωι.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια·ξεῖν᾽, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε |
125 | ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινονἈργεῖοι, μετὰ τοῖσι δ᾽ ἐμὸς πόσις ἦιεν Ὀδυσσεύςεἰ κεῖνός γ᾽ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.νῦν δ᾽ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων. |
130 | ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,Δουλιχίωι τε Σάμηι τε καὶ ὑλήεντι Ζακύνθωι,οἵ τ᾽ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,οἵ μ᾽ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.τῶι οὔτε ξείνων ἐμπάξομαι οὔθ᾽ ἱκετάων |
135 | οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·ἀλλ᾽ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,στησαμένηι μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν, |
140 | λεπτὸν καὶ περίμετρον· ἄφαρ δ᾽ αὐτοῖς μετέειπον·κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,μίμνετ᾽ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶροςἐκτελέσω - μή μοι μεταμώνια νήματ᾽ ὄληται -Λαέρτηι ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν |
145 | μοῖρ᾽ ὀλοὴ καθέληισι τανηλεγέος θανάτοιο·μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσηι,αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.ὣς ἐφάμην, τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν, |
150 | νύκτας δ᾽ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·ἀλλ᾽ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,μηνῶν φθινόντων, περὶ δ᾽ ἤματα πόλλ᾽ ἐτελέσθη,καὶ τότε δή με διὰ δμωιάς, κύνας οὐκ ἀλεγούσας, |
155 | εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσ᾽, ὑπ᾽ ἀνάγκης·νῦν δ᾽ οὔτ᾽ ἐκφυγέειν δύναμαι γάμον οὔτε τιν᾽ ἄλληνμῆτιν ἔθ᾽ εὑρίσκω· μάλα δ᾽ ὀτρύνουσι τοκῆεςγήμασθ᾽, ἀσχαλάαι δὲ πάϊς βίοτον κατεδόντων, |
160 | γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλισταοἴκου κήδεσθαι, τῶι τε Ζεὺς κῦδος ὀπάζει.ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ᾽ ἀπὸ πέτρης.τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
165 | ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,οὐκέτ᾽ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;ἀλλ᾽ ἔκ τοι ἐρέω· ἦ μέν μ᾽ ἀχέεσσί γε δώσειςπλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρηςἧς ἀπέηισιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν, |
170 | πολλὰ βροτῶν ἐπὶ ἄστε᾽ ἀλώμενος, ἄλγεα πάσχων·ἀλλὰ καὶ ὣς ἐρέω ὅ μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾶις.Κρήτη τις γαῖ᾽ ἔστι, μέσωι ἐνὶ οἴνοπι πόντωι,καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δ᾽ ἄνθρωποιπολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες. |
175 | ἄλλη δ᾽ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,ἐν δ᾽ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.τῆισι δ᾽ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνωςἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής, |
180 | πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου ΔευκαλίωνοςΔευκαλίων δ᾽ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·ἀλλ᾽ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσωὤιχεθ᾽ ἅμ᾽ Ἀτρείδηισιν, ἐμοὶ δ᾽ ὄνομα κλυτὸν Αἴθων,ὁπλότερος γενεῆι· ὁ δ᾽ ἄρα πρότερος καὶ ἀρείων. |
185 | ἔνθ᾽ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·στῆσε δ᾽ ἐν Ἀμνισῶι, ὅθι τε σπέος Εἰλειθυίης,ἐν λιμέσιν χαλεποῖσι, μόγις δ᾽ ὑπάλυξεν ἀέλλας. |
190 | αὐτίκα δ᾽ Ἰδομενῆα μετάλλα ἄστυδ᾽ ἀνελθών·ξεῖνον γάρ οἱ ἔφασκε φίλον τ᾽ ἔμεν αἰδοῖόν τε.τῶι δ᾽ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼςοἰχομένωι σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.τὸν μὲν ἐγὼ πρὸς δώματ᾽ ἄγων ἐῢ ἐξείνισσα, |
195 | ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμ᾽ αὐτῶι ἕποντο,δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείραςκαὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί· |
200 | εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδ᾽ ἐπὶ γαίηιεἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.τῆι τρισκαιδεκάτηι δ᾽ ἄνεμος πέσε, τοὶ δ᾽ ἀνάγοντο.ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·τῆς δ᾽ ἄρ᾽ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς· |
205 | ὡς δὲ χιὼν κατατήκετ᾽ ἐν ἀκροπόλοισιν ὄρεσσιν,ἥν τ᾽ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύηι·τηκομένης δ᾽ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς |
210 | θυμῶι μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,ὀφθαλμοὶ δ᾽ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηροςἀτρέμας ἐν βλεφάροισι· δόλωι δ᾽ ὅ γε δάκρυα κεῦθεν.ἡ δ᾽ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε· |
215 | νῦν μὲν δή σευ, ξεῖνέ γ᾽, ὀΐω πειρήσεσθαι,εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισιξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.εἰπέ μοι ὁπποῖ᾽ ἄσσα περὶ χροῒ εἵματα ἕστο,αὐτός θ᾽ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο. |
220 | τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόνταεἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶνἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ. |
225 | χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτοαὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες, |
230 | ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.τὸν δὲ χιτῶν᾽ ἐνόησα περὶ χροῒ σιγαλόεντα,οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·τὼς μὲν ἔην μαλακός, λαμπρὸς δ᾽ ἦν ἠέλιος ὥς· |
235 | ἦ μὲν πολλαί γ᾽ αὐτὸν ἐθηήσαντο γυναῖκες.ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῆισιν·οὐκ οἶδ᾽ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθ᾽ Ὀδυσσεύς,ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς |
240 | ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκακαλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,αἰδοίως δ᾽ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ |
245 | εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,Εὐρυβάτης δ᾽ ὄνομ᾽ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλωνὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ἤιδη.ὣς φάτο, τῆι δ᾽ ἔτι μᾶλλον ὑφ᾽ ἵμερον ὦρσε γόοιο, |
250 | σήματ᾽ ἀναγνούσηι τά οἱ ἔμπεδα πέφραδ᾽ Ὀδυσσεύς.ἡ δ᾽ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,ἐν μεγάροισιν ἐμοῖσι φίλος τ᾽ ἔσηι αἰδοῖός τε· |
255 | αὐτὴ γὰρ τάδε εἵματ᾽ ἐγὼ πόρον, οἷ᾽ ἀγορεύεις,πτύξασ᾽ ἐκ θαλάμου, περόνην τ᾽ ἐπέθηκα φαεινὴνκείνωι ἄγαλμ᾽ ἔμεναι· τὸν δ᾽ οὐχ ὑποδέξομαι αὖτιςοἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.τῶι ῥα κακῆι αἴσηι κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς |
260 | ὤιχετ᾽ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸντῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν· |
265 | καὶ γάρ τίς τ᾽ ἀλλοῖον ὀδύρεται ἄνδρ᾽ ὀλέσασακουρίδιον, τῶι τέκνα τέκηι φιλότητι μιγεῖσα,ἢ Ὀδυσῆ᾽, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·νημερτέως γάρ τοι μυθήσομαι οὐδ᾽ ἐπικεύσω |
270 | ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσαἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμωι,ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰαἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρουςὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντωι, |
275 | Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῶιΖεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.οἱ μὲν πάντες ὄλοντο πολυκλύστωι ἐνὶ πόντωι·τὸν δ᾽ ἄρ᾽ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμ᾽ ἐπὶ χέρσου,Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν, |
280 | οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντοκαί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶοἴκαδ᾽ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδ᾽ Ὀδυσσεὺςἤην· ἀλλ᾽ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῶι,χρήματ᾽ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι· |
285 | ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπωνοἶδ᾽ Ὀδυσεύς, οὐδ᾽ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·ὤμνυε δὲ πρὸς ἔμ᾽ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκωι,νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους, |
290 | οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.ἀλλ᾽ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦςἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.καί μοι κτήματ᾽ ἔδειξεν, ὅσα ξυναγείρατ᾽ Ὀδυσσεύς·καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ᾽ ἔτι βόσκοι, |
295 | ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.τὸν δ᾽ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖοἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖανἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν. |
300 | ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδηἄγχι μάλ᾽, οὐδ᾽ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴηςδηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω· |
305 | ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.τοῦδ᾽ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς,τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ᾽ ἱσταμένοιο.τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· |
310 | τῶι κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶραἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.ἀλλά μοι ὧδ᾽ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·οὔτ᾽ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆςτεύξηι, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσ᾽ ἐνὶ οἴκωι |
315 | οἷος Ὀδυσσεὺς ἔσκε μετ᾽ ἀνδράσιν, εἴ ποτ᾽ ἔην γε,ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δ᾽ εὐνήν,δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,ὥς κ᾽ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται. |
320 | ἠῶθεν δὲ μάλ᾽ ἦρι λοέσσαι τε χρῖσαί τε,ὥς κ᾽ ἔνδον παρὰ Τηλεμάχωι δείπνοιο μέδηταιἥμενος ἐν μεγάρωι· τῶι δ᾽ ἄλγιον ὅς κεν ἐκείνωντοῦτον ἀνιάζηι θυμοφθόρος· οὐδέ τι ἔργονἐνθάδ᾽ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς. |
325 | πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶνἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισινδαινύηι; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.ὃς μὲν ἀπηνὴς αὐτὸς ἔηι καὶ ἀπηνέα εἰδῆι, |
330 | τῶι δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε᾽ ὀπίσσωζωῶι, ἀτὰρ τεθνεῶτί γ᾽ ἐφεψιόωνται ἅπαντες·ὃς δ᾽ ἂν ἀμύμων αὐτὸς ἔηι καὶ ἀμύμονα εἰδῆι,τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσιπάντας ἐπ᾽ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον. |
335 | τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόενταἤχθεθ᾽, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντανοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο, |
340 | κείω δ᾽ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·πολλὰς γὰρ δὴ νύκτας ἀεικελίωι ἐνὶ κοίτηιἄεσα καί τ᾽ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῶιγίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο |
345 | τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τ᾽ ἐγώ περ·τῆι δ᾽ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
350 | ξεῖνε φίλ᾽· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδεξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,ὡς σὺ μάλ᾽ εὐφραδέως πεπνυμένα πάντ᾽ ἀγορεύεις·ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδε᾽ ἔχουσαἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδ᾽ ἀτίταλλε, |
355 | δεξαμένη χείρεσσ᾽, ὅτε μιν πρῶτον τέκε μήτηρ,ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.ἀλλ᾽ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺςἤδη τοιόσδ᾽ ἐστὶ πόδας τοιόσδε τε χεῖρας· |
360 | αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.ὣς ἄρ᾽ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,δάκρυα δ᾽ ἔκβαλε θερμά, ἔπος δ᾽ ὀλοφυδνὸν ἔειπεν·ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺςἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα. |
365 | οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνωιπίονα μηρί᾽ ἔκη᾽ οὐδ᾽ ἐξαίτους ἑκατόμβας,ὅσσα σὺ τῶι ἐδίδους, ἀρώμενος ἧος ἵκοιογῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·νῦν δέ τοι οἴωι πάμπαν ἀφείλετο νόστιμον ἦμαρ. |
370 | οὕτω που καὶ κείνωι ἐφεψιόωντο γυναῖκεςξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθ᾽ ἵκοιτο,ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλ᾽ ἀλεείνωνοὐκ ἐάας νίζειν· ἐμὲ δ᾽ οὐκ ἀέκουσαν ἄνωγε |
375 | κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.τῶι σε πόδας νίψω ἅμα τ᾽ αὐτῆς Πηνελοπείηςκαὶ σέθεν εἵνεκ᾽, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸςκήδεσιν. ἀλλ᾽ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδ᾽ ἵκοντο, |
380 | ἀλλ᾽ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαιὡς σὺ δέμας φωνήν τε πόδας τ᾽ Ὀδυσῆϊ ἔοικας.τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσινἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν |
385 | ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσ᾽ ἀγορεύεις.ὣς ἄρ᾽ ἔφη, γρηῢς δὲ λέβηθ᾽ ἕλε παμφανόωντατοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δ᾽ ἐνεχεύατο πουλὺψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺςἷζεν ἐπ᾽ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετ᾽ αἶψα· |
390 | αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσαοὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.νίζε δ᾽ ἄρ᾽ ἆσσον ἰοῦσα ἄναχθ᾽ ἑόν· αὐτίκα δ᾽ ἔγνωοὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῶι ὀδόντιΠαρνησόνδ᾽ ἐλθόντα μετ᾽ Αὐτόλυκόν τε καὶ υἷας, |
395 | μητρὸς ἑῆς πάτερ᾽ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστοκλεπτοσύνηι θ᾽ ὅρκωι τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκενἙρμείας· τῶι γὰρ κεχαρισμένα μηρία καῖενἀρνῶν ἠδ᾽ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμ᾽ ὀπήδει.Αὐτόλυκος δ᾽ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον |
400 | παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκεπαυομένωι δόρποιο, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·Αὐτόλυκ᾽, αὐτὸς νῦν ὄνομ᾽ εὕρεο ὅττι κε θῆαιπαιδὸς παιδὶ φίλωι· πολυάρητος δέ τοί ἐστιν. |
405 | τὴν δ᾽ αὖτ᾽ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθ᾽ ὄνομ᾽ ὅττι κεν εἴπω·πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδ᾽ ἱκάνω,ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·τῶι δ᾽ Ὀδυσεὺς ὄνομ᾽ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε, |
410 | ὁππότ᾽ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμαἔλθηι Παρνησόνδ᾽, ὅθι πού μοι κτήματ᾽ ἔασι,τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντ᾽ ἀποπέμψω.τῶν ἕνεκ᾽ ἦλθ᾽ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.τὸν μὲν ἄρ᾽ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο |
415 | χερσίν τ᾽ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·μήτηρ δ᾽ Ἀμφιθέη μητρὸς περιφῦσ᾽ Ὀδυσῆϊκύσσ᾽ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.Αὐτόλυκος δ᾽ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισιδεῖπνον ἐφοπλίσσαι· τοὶ δ᾽ ὀτρύνοντος ἄκουσαν, |
420 | αὐτίκα δ᾽ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·τὸν δέρον ἀμφί θ᾽ ἕπον, καί μιν διέχευαν ἅπαντα,μίστυλλόν τ᾽ ἄρ᾽ ἐπισταμένως πεῖράν τ᾽ ὀβελοῖσιν,ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα |
425 | δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,βάν ῥ᾽ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ |
430 | υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺςἤϊεν· αἰπὺ δ᾽ ὄρος προσέβαν καταειμένον ὕληιΠαρνησοῦ, τάχα δ᾽ ἵκανον πτύχας ἠνεμοέσσας.Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούραςἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο, |
435 | οἱ δ᾽ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δ᾽ ἄρ᾽ αὐτῶνἴχνι᾽ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθενυἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺςἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.ἔνθα δ᾽ ἄρ᾽ ἐν λόχμηι πυκινῆι κατέκειτο μέγας σῦς· |
440 | τὴν μὲν ἄρ᾽ οὔτ᾽ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,οὔτ᾽ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.τὸν δ᾽ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν, |
445 | ὡς ἐπάγοντες ἐπῆισαν· ὁ δ᾽ ἀντίος ἐκ ξυλόχοιοφρίξας εὖ λοφιήν, πῦρ δ᾽ ὀφθαλμοῖσι δεδορκώς,στῆ ῥ᾽ αὐτῶν σχεδόθεν· ὁ δ᾽ ἄρα πρώτιστος Ὀδυσσεὺςἔσσυτ᾽ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείηι,οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς |
450 | γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντιλικριφὶς ἀΐξας, οὐδ᾽ ὀστέον ἵκετο φωτός.τὸν δ᾽ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίηισι μακών, ἀπὸ δ᾽ ἔπτατο θυμός. |
455 | τὸν μὲν ἄρ᾽ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,ὠτειλὴν δ᾽ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιοδῆσαν ἐπισταμένως, ἐπαοιδῆι δ᾽ αἷμα κελαινὸνἔσχεθον, αἶψα δ᾽ ἵκοντο φίλου πρὸς δώματα πατρός.τὸν μὲν ἄρ᾽ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο |
460 | εὖ ἰησάμενοι ἠδ᾽ ἀγλαὰ δῶρα πορόντεςκαρπαλίμως χαίροντα φίλην ἐς πατρίδ᾽ ἔπεμπονεἰς Ἰθάκην. τῶι μέν ῥα πατὴρ καὶ πότνια μήτηρχαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,οὐλὴν ὅττι πάθοι· ὁ δ᾽ ἄρα σφίσιν εὖ κατέλεξεν |
465 | ὥς μιν θηρεύοντ᾽ ἔλασεν σῦς λευκῶι ὀδόντι,Παρνησόνδ᾽ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσαγνῶ ῥ᾽ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός, |
470 | ἂψ δ᾽ ἑτέρωσ᾽ ἐκλίθη· τὸ δ᾽ ἐπὶ χθονὸς ἐξέχυθ᾽ ὕδωρ.τὴν δ᾽ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσεδακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·ἦ μάλ᾽ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σ᾽ ἐγώ γε |
475 | πρὶν ἔγνων, πρὶν πάντα ἄνακτ᾽ ἐμὸν ἀμφαφάασθαι.ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.ἡ δ᾽ οὔτ᾽ ἀθρῆσαι δύνατ᾽ ἀντίη οὔτε νοῆσαι·τῆι γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς |
480 | χεῖρ᾽ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,τῆι δ᾽ ἑτέρηι ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.μαῖα, τίη μ᾽ ἐθέλεις ὀλέσαι; σὺ δέ μ᾽ ἔτρεφες αὐτὴτῶι σῶι ἐπὶ μαζῶι· νῦν δ᾽ ἄλγεα πολλὰ μογήσαςἤλυθον εἰκοστῶι ἔτεϊ ἐς πατρίδα γαῖαν. |
485 | ἀλλ᾽ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῶι,σίγα, μή τίς τ᾽ ἄλλος ἐνὶ μεγάροισι πύθηται.ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·εἴ χ᾽ ὑπ᾽ ἐμοί γε θεὸς δαμάσηι μνηστῆρας ἀγαυούς,οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότ᾽ ἂν ἄλλας |
490 | δμωιὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.τὸν δ᾽ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδ᾽ ἐπιεικτόν,ἕξω δ᾽ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος. |
495 | ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῆισιν·εἴ χ᾽ ὑπό σοι γε θεὸς δαμάσηι μνηστῆρας ἀγαυούς,δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,αἵ τέ σ᾽ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς |
500 | μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομ᾽ ἑκάστην·ἀλλ᾽ ἔχε σιγῆι μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.ὣς ἄρ᾽ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκειοἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερ᾽ ἔκχυτο πάντα. |
505 | αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπ᾽ ἐλαίωι,αὖτις ἄρ᾽ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺςθερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·ξεῖνε, τὸ μέν σ᾽ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή· |
510 | καὶ γὰρ δὴ κοίτοιο τάχ᾽ ἔσσεται ἡδέος ὥρη,ὅν τινά γ᾽ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·ἤματα μὲν γὰρ τέρπομ᾽ ὀδυρομένη, γοόωσα,ἔς τ᾽ ἐμὰ ἔργ᾽ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκωι· |
515 | αὐτὰρ ἐπὴν νὺξ ἔλθηι, ἕληισί τε κοῖτος ἅπαντας,κεῖμαι ἐνὶ λέκτρωι, πυκιναὶ δέ μοι ἀμφ᾽ ἀδινὸν κῆρὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.ὡς δ᾽ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,καλὸν ἀείδηισιν ἔαρος νέον ἱσταμένοιο, |
520 | δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,παῖδ᾽ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῶικτεῖνε δι᾽ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα, |
525 | ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,εὐνήν τ᾽ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,ἦ ἤδη ἅμ᾽ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστοςμνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα. |
530 | παῖς δ᾽ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,γήμασθ᾽ οὔ μ᾽ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·νῦν δ᾽ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,καὶ δή μ᾽ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί. |
535 | ἀλλ᾽ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσινἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·ἐλθὼν δ᾽ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείληςπᾶσι κατ᾽ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δ᾽ ἐκέχυντο |
540 | ἀθρόοι ἐν μεγάροις, ὁ δ᾽ ἐς αἰθέρα δῖαν ἀέρθη.αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρωι,ἀμφὶ δ᾽ ἔμ᾽ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,οἴκτρ᾽ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.ἂψ δ᾽ ἐλθὼν κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ προὔχοντι μελάθρωι, |
545 | φωνῆι δὲ βροτέηι κατερήτυε φώνησέν τε·θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·οὐκ ὄναρ, ἀλλ᾽ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνιςἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα, |
550 | ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.ὣς ἔφατ᾽, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησαπυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
555 | ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρονἄλληι ἀποκλίναντ᾽, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺςπέφραδ᾽ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετ᾽ ὄλεθροςπᾶσι μάλ᾽, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
560 | ξεῖν᾽, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοιγίγνοντ᾽, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ᾽ ἐλέφαντι·τῶν οἳ μέν κ᾽ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος, |
565 | οἵ ῥ᾽ ἐλεφαίρονται, ἔπε᾽ ἀκράαντα φέροντες·οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,οἵ ῥ᾽ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.ἀλλ᾽ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρονἐλθέμεν· ἦ κ᾽ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο. |
570 | ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῆισιν·ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μ᾽ Ὀδυσῆοςοἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσινἵστασχ᾽ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας· |
575 | στὰς δ᾽ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·ὃς δέ κε ῥηΐτατ᾽ ἐντανύσηι βιὸν ἐν παλάμηισικαὶ διοϊστεύσηι πελέκεων δυοκαίδεκα πάντων,τῶι κεν ἅμ᾽ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα |
580 | κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρωι.τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύςὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον· |
585 | πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς,πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωνταςνευρήν τ᾽ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·εἴ κ᾽ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι |
590 | τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.ἀλλ᾽ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστωι μοῖραν ἔθηκανἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.ἀλλ᾽ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα |
595 | λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,αἰεὶ δάκρυσ᾽ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺςὤιχετ᾽ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῶιδ᾽ ἐνὶ οἴκωι,ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων. |
600 | ὣς εἰποῦσ᾽ ἀνέβαιν᾽ ὑπερώϊα σιγαλόεντα,οὐκ οἴη, ἅμα τῆι γε καὶ ἀμφίπολοι κίον ἄλλαι.ἐς δ᾽ ὑπερῶι᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶκλαῖεν ἔπειτ᾽ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνονἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. |