Homeros
ca. 730 a. Chr. n.
Ὀ δ υ σ σ ε ί α ς σ
Ὀδυσσέως καὶἼρου πυγμή.
|
|
___________________________________________________
|
|
Ἦλθε δ᾽ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυπτωχεύεσκ᾽ Ἰθάκης, μετὰ δ᾽ ἔπρεπε γαστέρι μάργηιἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲςοὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι. | |
5 | Ἀρναῖος δ᾽ ὄνομ᾽ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,οὕνεκ᾽ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·ὅς ῥ᾽ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα· |
10 | εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκηι.οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δ᾽ αἰσχύνομαι ἔμπης.ἀλλ᾽ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· |
15 | δαιμόνι᾽, οὔτε τί σε ῥέζω κακὸν οὔτ᾽ ἀγορεύω,οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ᾽ ἀνελόντα.οὐδὸς δ᾽ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτηςὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν. |
20 | χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσηις,μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσωαἵματος· ἡσυχίη δ᾽ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτ᾽ εἴηαὔριον· οὐ μὲν γάρ τί σ᾽ ὑποστρέψεσθαι ὀΐωδεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. |
25 | τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμηνκόπτων ἀμφοτέρηισι, χαμαὶ δέ κε πάντας ὀδόνταςγναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης. |
30 | ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδεμαρναμένους· πῶς δ᾽ ἂν σὺ νεωτέρωι ἀνδρὶ μάχοιο;ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάωνοὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.τοῖϊν δὲ ξυνέηχ᾽ ἱερὸν μένος Ἀντινόοιο, |
35 | ἡδὺ δ᾽ ἄρ᾽ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊνχερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα. |
40 | ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀνήϊξαν γελόωντες,ἀμφὶ δ᾽ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.τοῖσιν δ᾽ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.γαστέρες αἵδ᾽ αἰγῶν κέατ᾽ ἐν πυρί, τὰς ἐπὶ δόρπωι |
45 | κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·ὁππότερος δέ κε νικήσηι κρείσσων τε γένηται,τάων ἥν κ᾽ ἐθέληισιν ἀναστὰς αὐτὸς ἑλέσθω·αἰεὶ αὖθ᾽ ἡμῖν μεταδαίσεται, οὐδέ τιν᾽ ἄλλονπτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα. |
50 | ὣς ἔφατ᾽ Ἀντίνοος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·ὦ φίλοι, οὔ πως ἔστι νεωτέρωι ἀνδρὶ μάχεσθαιἄνδρα γέροντα, δύηι ἀρημένον· ἀλλά με γαστὴρὀτρύνει κακοεργός, ἵνα πληγῆισι δαμείω. |
55 | ἀλλ᾽ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,μή τις ἐπ᾽ Ἴρωι ἦρα φέρων ἐμὲ χειρὶ βαρείηιπλήξηι ἀτασθάλλων, τούτωι δέ με ἶφι δαμάσσηι.ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, |
60 | τοῖς δ᾽ αὖτις μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο·ξεῖν᾽, εἴ σ᾽ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρτοῦτον ἀλέξασθαι, τῶν δ᾽ ἄλλων μή τιν᾽ Ἀχαιῶνδείδιθ᾽, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνηι·ξεινοδόκος μὲν ἐγών, ἐπὶ δ᾽ αἰνεῖτον βασιλῆες, |
65 | Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπήινεον· αὐτὰρ Ὀδυσσεὺςζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺςκαλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοιστήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη |
70 | ἄγχι παρισταμένη μέλε᾽ ἤλδανε ποιμένι λαῶν.μνηστῆρες δ᾽ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει. |
75 | ὣς ἄρ᾽ ἔφαν, Ἴρωι δὲ κακῶς ὠρίνετο θυμός.ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκηιδειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·νῦν μὲν μήτ᾽ εἴης, βουγάϊε, μήτε γένοιο, |
80 | εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,ἄνδρα γέροντα, δύηι ἀρημένον, ἥ μιν ἱκάνει.ἀλλ᾽ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·αἴ κέν σ᾽ οὗτος νικήσηι κρείσσων τε γένηται,πέμψω σ᾽ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνηι, |
85 | εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,ὅς κ᾽ ἀπὸ ῥῖνα τάμηισι καὶ οὔατα νηλέϊ χαλκῶι,μήδεά τ᾽ ἐξερύσας δώηι κυσὶν ὠμὰ δάσασθαι.ὣς φάτο, τῶι δ᾽ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.ἐς μέσσον δ᾽ ἄναγον· τὼ δ᾽ ἄμφω χεῖρας ἀνέσχον. |
90 | δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺςἢ ἐλάσει᾽ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,ἦέ μιν ἦκ᾽ ἐλάσειε τανύσσειέν τ᾽ ἐπὶ γαίηι.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,ἦκ᾽ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατ᾽ Ἀχαιοί. |
95 | δὴ τότ᾽ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμονἾρος, ὁ δ᾽ αὐχέν᾽ ἔλασσεν ὑπ᾽ οὔατος, ὀστέα δ᾽ εἴσωἔθλασεν· αὐτίκα δ᾽ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίηισι μακών, σὺν δ᾽ ἤλασ᾽ ὀδόνταςλακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ |
100 | χεῖρας ἀνασχόμενοι γέλωι ἔκθανον. αὐτὰρ Ὀδυσσεὺςἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρ᾽ ἵκετ᾽ αὐλήν,αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆςεἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
105 | ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τ᾽ ἀπερύκων,μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναιλυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρηι.ἦ ῥα καὶ ἀμφ᾽ ὤμοισιν ἀεικέα βάλλετο πήρην,πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ. |
110 | ἂψ δ᾽ ὅ γ᾽ ἐπ᾽ οὐδὸν ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοὶ δ᾽ ἴσαν εἴσωἡδὺ γελώοντες καὶ δεικανόωντ᾽ ἐπέεσσι·Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,ὅττι μάλιστ᾽ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῶι,ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας |
115 | ἐν δήμωι· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδεεἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.ὣς ἄρ᾽ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.Ἀντίνοος δ᾽ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ |
120 | ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείραςκαὶ δέπαϊ χρυσέωι δειδίσκετο, φώνησέν τε·χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσωὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
125 | Ἀμφίνομ᾽, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,Νῖσον Δουλιχιῆα ἐΰν τ᾽ ἔμεν ἀφνειόν τε·τοῦ σ᾽ ἔκ φασι γενέσθαι, ἐπητῆι δ᾽ ἀνδρὶ ἔοικας.τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· |
130 | οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,ὄφρ᾽ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ᾽ ὀρώρηι·ἀλλ᾽ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι, |
135 | καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῶι·τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπωνοἷον ἐπ᾽ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.καὶ γὰρ ἐγώ ποτ᾽ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,πολλὰ δ᾽ ἀτάσθαλ᾽ ἔρεξα βίηι καὶ κάρτεϊ εἴκων, |
140 | πατρί τ᾽ ἐμῶι πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.τῶι μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,ἀλλ᾽ ὅ γε σιγῆι δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.οἷ᾽ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν |
145 | ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴηςδηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμωνοἴκαδ᾽ ὑπεξαγάγοι, μηδ᾽ ἀντιάσειας ἐκείνωι,ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω |
150 | μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθηι.ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,ἂψ δ᾽ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,νευστάζων κεφαλῆι· δὴ γὰρ κακὸν ὄσσετο θυμός. |
155 | ἀλλ᾽ οὐδ᾽ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν ἈθήνηΤηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.τῆι δ᾽ ἄρ᾽ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,κούρηι Ἰκαρίοιο, περίφρονι Πηνελοπείηι, |
160 | μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλισταθυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτομᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.ἀχρεῖον δ᾽ ἐγέλασσεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε, |
165 | μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,οἵ τ᾽ εὖ μὲν βάζουσι, κακῶς δ᾽ ὄπιθεν φρονέουσι.τὴν δ᾽ αὖτ᾽ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν· |
170 | ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.ἀλλ᾽ ἴθι καὶ σῶι παιδὶ ἔπος φάο μηδ᾽ ἐπίκευθε,χρῶτ᾽ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·μηδ᾽ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπαἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί. |
175 | ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλισταἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,χρῶτ᾽ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῆι· |
180 | ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίληις ἐνὶ νηυσίν.ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθιἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·οἴη δ᾽ οὐκ εἴσειμι μετ᾽ ἀνέρας· αἰδέομαι γάρ. |
185 | ὣς ἄρ᾽ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκειἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·κούρηι Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,εὗδε δ᾽ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα |
190 | αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δ᾽ ἄρα δῖα θεάωνἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατ᾽ Ἀχαιοί.κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρενἀμβροσίωι, οἵωι περ ἐϋστέφανος Κυθέρειαχρίεται, εὖτ᾽ ἂν ἴηι Χαρίτων χορὸν ἱμερόεντα· |
195 | καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,λευκοτέρην δ᾽ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.ἡ μὲν ἄρ᾽ ὣς ἔρξασ᾽ ἀπεβήσετο δῖα θεάων,ἦλθον δ᾽ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιοφθόγγωι ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε, |
200 | καί ῥ᾽ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·ἦ με μάλ᾽ αἰνοπαθῆ μαλακὸν περὶ κῶμ᾽ ἐκάλυψεν.αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴαὐτίκα νῦν, ἵνα μηκέτ᾽ ὀδυρομένη κατὰ θυμὸναἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο |
205 | παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.ὣς φαμένη κατέβαιν᾽ ὑπερώϊα σιγαλόεντα,οὐκ οἴη· ἅμα τῆι γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο.ἡ δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, |
210 | ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.τῶν δ᾽ αὐτοῦ λύτο γούνατ᾽, ἔρωι δ᾽ ἄρα θυμὸν ἔθελχθεν,πάντες δ᾽ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.ἡ δ᾽ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν· |
215 | Τηλέμαχ᾽, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·παῖς ἔτ᾽ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδε᾽ ἐνώμας·νῦν δ᾽, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς, |
220 | οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισινἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς; |
225 | σοί κ᾽ αἶσχος λώβη τε μετ᾽ ἀνθρώποισι πέλοιτο.τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·αὐτὰρ ἐγὼ θυμῶι νοέω καὶ οἶδα ἕκαστα,ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δ᾽ ἔτι νήπιος ἦα. |
230 | ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλοςοἵδε κακὰ φρονέοντες, ἐμοὶ δ᾽ οὐκ εἰσὶν ἀρωγοί.οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθημνηστήρων ἰότητι, βίηι δ᾽ ὅ γε φέρτερος ἦεν. |
235 | αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισινεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῆι,οἱ δ᾽ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,ὡς νῦν Ἶρος κεῖνος ἐπ᾽ αὐλείηισι θύρηισιν |
240 | ἧσται νευστάζων κεφαλῆι, μεθύοντι ἐοικώς,οὐδ᾽ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαιοἴκαδ᾽, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·Εὐρύμαχος δ᾽ ἐπέεσσι προσηύδα Πηνελόπειαν· |
245 | κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,εἰ πάντες σε ἴδοιεν ἀν᾽ Ἴασον Ἄργος Ἀχαιοί,πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισινἠῶθεν δαινύατ᾽, ἐπεὶ περίεσσι γυναικῶνεἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας. |
250 | τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια·Εὐρύμαχ᾽, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τεὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινονἈργεῖοι, μετὰ τοῖσι δ᾽ ἐμὸς πόσις ἦιεν Ὀδυσσεύς.εἰ κεῖνός γ᾽ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι, |
255 | μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.νῦν δ᾽ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.ἦ μὲν δὴ ὅτε τ᾽ ἦιε λιπὼν κάτα πατρίδα γαῖαν,δεξιτερὴν ἐπὶ καρπῶι ἑλὼν ἐμὲ χεῖρα προσηύδα·ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς |
260 | ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶνἵππων τ᾽ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχισταἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο. |
265 | τῶι οὐκ οἶδ᾽ ἤ κέν μ᾽ ἀνέσει θεός, ἦ κεν ἁλώωαὐτοῦ ἐνὶ Τροίηι· σοὶ δ᾽ ἐνθάδε πάντα μελόντων.μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισινὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι, |
270 | γήμασθ᾽ ὧι κ᾽ ἐθέληισθα, τεὸν κατὰ δῶμα λιποῦσα.κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.νὺξ δ᾽ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσειοὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· |
275 | μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·οἵ τ᾽ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατραμνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,αὐτοὶ τοί γ᾽ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν· |
280 | ἀλλ᾽ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸνμειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.τὴν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός, |
285 | κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,δῶρα μὲν ὅς κ᾽ ἐθέληισιν Ἀχαιῶν ἐνθάδ᾽ ἐνεῖκαι,δέξασθ᾽. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·ἡμεῖς δ᾽ οὔτ᾽ ἐπὶ ἔργα πάρος γ᾽ ἴμεν οὔτε πηι ἄλληι,πρίν γέ σε τῶι γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος. |
290 | ὣς ἔφατ᾽ Ἀντίνοος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος·δῶρα δ᾽ ἄρ᾽ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.Ἀντινόωι μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,ποικίλον· ἐν δ᾽ ἀρ᾽ ἔσαν περόναι δυοκαίδεκα πᾶσαιχρύσειαι, κληῖσιν ἐϋγνάμπτοις ἀραρυῖαι. |
295 | ὅρμον δ᾽ Εὐρυμάχωι πολυδαίδαλον αὐτίκ᾽ ἔνεικε.χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.ἕρματα δ᾽ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,τρίγληνα μορόεντα· χάρις δ᾽ ἀπελάμπετο πολλή.ἐκ δ᾽ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος |
300 | ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.ἄλλο δ᾽ ἄρ᾽ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.ἡ μὲν ἔπειτ᾽ ἀνέβαιν᾽ ὑπερώϊα δῖα γυναικῶν,τῆι δ᾽ ἄρ᾽ ἅμ᾽ ἀμφίπολοι ἔφερον περικαλλέα δῶραοἱ δ᾽ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν |
305 | τρεψάμενοι τέρποντο, μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῶι, |
310 | καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δ᾽ ἀνέφαινονδμωιαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῆισιναὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·δμωιαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,ἔρχεσθε πρὸς δώμαθ᾽, ἵν᾽ αἰδοίη βασίλεια· |
315 | τῆι δὲ παρ᾽ ἠλάκατα στροφαλίζετε, τέρπετε δ᾽ αὐτὴνἥμεναι ἐν μεγάρωι, ἢ εἴρια πείκετε χερσίν·αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.ἤν περ γάρ κ᾽ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλ᾽ εἰμί. |
320 | ὣς ἔφαθ᾽, αἱ δ᾽ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.τὸν δ᾽ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρηιος,τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ᾽ ἄρ᾽ ἀθύρματα θυμῶι·ἀλλ᾽ οὐδ᾽ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης, |
325 | ἀλλ᾽ ἥ γ᾽ Εὐρυμάχωι μισγέσκετο καὶ φιλέεσκεν.ἥ ῥ᾽ Ὀδυσῆ᾽ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,οὐδ᾽ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,ἠέ που ἐς λέσχην, ἀλλ᾽ ἐνθάδε πόλλ᾽ ἀγορεύεις, |
330 | θαρσαλέως πολλοῖσι μετ᾽ ἀνδράσιν, οὐδέ τι θυμῶιταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶτοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῆι, |
335 | ὅς τίς σ᾽ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῆισιδώματος ἐκπέμψηισι, φορύξας αἵματι πολλῶι.τὴν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·ἦ τάχα Τηλεμάχωι ἐρέω, κύον, οἷ᾽ ἀγορεύεις,κεῖσ᾽ ἐλθών, ἵνα σ᾽ αὖθι διὰ μελεϊστὶ τάμηισιν. |
340 | ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.βὰν δ᾽ ἴμεναι διὰ δῶμα, λύθεν δ᾽ ὑπὸ γυῖα ἑκάστηςταρβοσύνηι· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισινἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ |
345 | ὥρμαινε φρεσὶν ἧισιν, ἅ ῥ᾽ οὐκ ἀτέλεστα γένοντο.μνηστῆρας δ᾽ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνηλώβης ἴσχεσθαι θυμαλγέος, ὄφρ᾽ ἔτι μᾶλλονδύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.τοῖσιν δ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ᾽ ἀγορεύειν, |
350 | κερτομέων Ὀδυσῆα· γέλω δ᾽ ἑτάροισιν ἔτευχε.κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.οὐκ ἀθεεὶ ὅδ᾽ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ |
355 | κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδ᾽ ἠβαιαί.ἦ ῥ᾽, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·ξεῖν᾽, ἦ ἄρ κ᾽ ἐθέλοις θητευέμεν, εἴ σ᾽ ἀνελοίμην,ἀγροῦ ἐπ᾽ ἐσχατιῆς - μισθὸς δέ τοι ἄρκιος ἔσται -αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων; |
360 | ἔνθα κ᾽ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,εἵματα δ᾽ ἀμφιέσαιμι ποσίν θ᾽ ὑποδήματα δοίην.ἀλλ᾽ ἐπεὶ οὖν δὴ ἔργα κάκ᾽ ἔμμαθες, οὐκ ἐθελήσειςἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμονβούλεαι, ὄφρ᾽ ἄν ἔχηις βόσκειν σὴν γαστέρ᾽ ἄναλτον. |
365 | τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Εὐρύμαχ᾽, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτοὥρηι ἐν εἰαρινῆι, ὅτε τ᾽ ἤματα μακρὰ πέλονται,ἐν ποίηι, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου |
370 | νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.εἰ δ᾽ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,τετράγυον δ᾽ εἴη, εἴκοι δ᾽ ὑπὸ βῶλος ἀρότρωι· |
375 | τῶι κέ μ᾽ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.εἰ δ᾽ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίωνσήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρεκαὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,τῶι κέ μ᾽ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα, |
380 | οὐδ᾽ ἄν μοι τὴν γαστέρ᾽ ὀνειδίζων ἀγορεύοις.ἀλλὰ μάλ᾽ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.εἰ δ᾽ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ᾽ ἐς πατρίδα γαῖαν, |
385 | αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλ᾽ ἐόντα,φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.ὣς ἔφατ᾽, Εὐρύμαχος δ᾽ ἐχολώσατο κηρόθι μᾶλλον,καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·ἆ δείλ᾽, ἦ τάχα τοι τελέω κακόν, οἷ᾽ ἀγορεύεις |
390 | θαρσαλέως πολλοῖσι μετ᾽ ἀνδράσιν, οὐδέ τι θυμῶιταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶτοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς |
395 | Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,Εὐρύμαχον δείσας· ὁ δ᾽ ἄρ᾽ οἰνοχόον βάλε χεῖραδεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,αὐτὰρ ὅ γ᾽ οἰμώξας πέσεν ὕπτιος ἐν κονίηισι.μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα, |
400 | ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·αἴθ᾽ ὤφελλ᾽ ὁ ξεῖνος ἀλώμενος ἄλλοθ᾽ ὀλέσθαιπρὶν ἐλθεῖν· τῶι οὔ τι τόσον κέλαδον μετέθηκε.νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸςἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾶι. |
405 | τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιοδαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῶιβρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμ᾽ ὀροθύνει.ἀλλ᾽ εὖ δαισάμενοι κατακείετε οἴκαδ᾽ ἰόντες,ὁππότε θυμὸς ἄνωγε· διώκω δ᾽ οὔ τιν᾽ ἐγώ γε. |
410 | ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντεςΤηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.τοῖσιν δ᾽ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεΝίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίωι |
415 | ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν᾽ ἄλλονδμώων, οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.ἀλλ᾽ ἄγετ᾽, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,ὄφρα σπείσαντες κατακείομεν οἴκαδ᾽ ἰόντες· |
420 | τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις ὈδυσῆοςΤηλεμάχωι μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,κῆρυξ Δουλιχιεύς· θεράπων δ᾽ ἦν Ἀμφινόμοιο· |
425 | νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσισπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός,βάν ῥ᾽ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθ᾽ ἕκαστος. |