Homeros
ca. 730 a. Chr. n.
Ὀ δ υ σ σ ε ί α ς ρ
Τηλεμάχου ἐπάνοδοςπρὸς Ἰθάκην.
|
|
___________________________________________________
|
|
Ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,δὴ τότ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλαΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει, | |
5 | ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·ἄττ᾽, ἦ τοι μὲν ἐγὼν εἶμ᾽ ἐς πόλιν, ὄφρα με μήτηρὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐωκλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,πρίν γ᾽ αὐτόν με ἴδηται· ἀτὰρ σοί γ᾽ ὧδ᾽ ἐπιτέλλω. |
10 | τὸν ξεῖνον δύστηνον ἄγ᾽ ἐς πόλιν, ὄφρ᾽ ἂν ἐκεῖθιδαῖτα πτωχεύηι· δώσει δέ οἱ ὅς κ᾽ ἐθέληισιπύρνον καὶ κοτύλην· ἐμὲ δ᾽ οὔ πως ἔστιν ἅπανταςἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῶι·ὁ ξεῖνος δ᾽ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῶι |
15 | ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλ᾽ ἀληθέα μυθήσασθαι.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·πτωχῶι βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατ᾽ ἀγροὺςδαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κ᾽ ἐθέληισιν. |
20 | οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,ὥστ᾽ ἐπιτειλαμένωι σημάντορι πάντα πιθέσθαι.ἀλλ᾽ ἔρχευ· ἐμὲ δ᾽ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,αὐτίκ᾽ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.αἰνῶς γὰρ τάδε εἵματ᾽ ἔχω κακά· μή με δαμάσσηι |
25 | στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτ᾽ εἶναι.ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.αὐτὰρ ἐπεί ῥ᾽ ἵκανε δόμους εὖ ναιετάοντας,ἔγχος μέν ῥ᾽ ἔστησε φέρων πρὸς κίονα μακρήν, |
30 | αὐτὸς δ᾽ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,δακρύσασα δ᾽ ἔπειτ᾽ ἰθὺς κίεν· ἀμφὶ δ᾽ ἄρ᾽ ἄλλαιδμωιαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο, |
35 | καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.ἡ δ᾽ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέηι Ἀφροδίτηι,ἀμφὶ δὲ παιδὶ φίλωι βάλε πήχεε δακρύσασα,κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά, |
40 | καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σ᾽ ἔτ᾽ ἐγώ γεὄψεσθαι ἐφάμην, ἐπεὶ ὤιχεο νηῒ Πύλονδελάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.ἀλλ᾽ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. |
45 | τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·ἀλλ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,εἰς ὑπερῶι᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν |
50 | εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβαςῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσηι.αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσωξεῖνον, ὅτις μοι κεῖθεν ἅμ᾽ ἕσπετο δεῦρο κιόντι.τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι, |
55 | Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγονταἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.ὣς ἄρ᾽ ἐφώνησεν, τῆι δ᾽ ἄπτερος ἔπλετο μῦθος.ἡ δ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας |
60 | ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσηι.Τηλέμαχος δ᾽ ἄρ᾽ ἔπειτα διὲκ μεγάροιο βεβήκειἔγχος ἔχων· ἅμα τῶι γε δύω κύνες ἀργοὶ ἕποντο.θεσπεσίην δ᾽ ἄρα τῶι γε χάριν κατέχευεν Ἀθήνη·τὸν δ᾽ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο. |
65 | ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντοἔσθλ᾽ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,ἀλλ᾽ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδ᾽ Ἁλιθέρσης,οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι, |
70 | ἔνθα καθέζετ᾽ ἰών· τοὶ δ᾽ ἐξερέεινον ἕκαστα.τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθενξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδ᾽ ἄρ᾽ ἔτι δὴνΤηλέμαχος ξείνοιο ἑκὰς τράπετ᾽, ἀλλὰ παρέστη.τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε· |
75 | Τηλέμαχ᾽, αἶψ᾽ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,ὥς τοι δῶρ᾽ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Πείραι᾽, οὐ γάρ τ᾽ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι |
80 | λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,αὐτὸν ἔχοντά σε βούλομ᾽ ἐπαυρέμεν, ἤ τινα τῶνδε·εἰ δέ κ᾽ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον. |
85 | αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,ἐς δ᾽ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.τοὺς δ᾽ ἐπεὶ οὖν δμωιαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίωι,ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας, |
90 | ἔκ ῥ᾽ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.χέρνιβα δ᾽ ἀμφίπολος προχόωι ἐπέχευε φέρουσακαλῆι χρυσείηι, ὑπὲρ ἀργυρέοιο λέβητος,νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα, |
95 | εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.μήτηρ δ᾽ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιοκλισμῶι κεκλιμένη, λέπτ᾽ ἠλάκατα στρωφῶσα.οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
100 | τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·Τηλέμαχ᾽, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσαλέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,αἰεὶ δάκρυσ᾽ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺςὤιχεθ᾽ ἅμ᾽ Ἀτρεΐδηισιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης, |
105 | πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.ὠιχόμεθ᾽ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν· |
110 | δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισινἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸνἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνοςἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτ᾽ ἔφασκεν, |
115 | ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·ἀλλά μ᾽ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.ἔνθ᾽ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰἈργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν. |
120 | εἴρετο δ᾽ αὐτίκ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαοςὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·αὐτὰρ ἐγὼ τῶι πᾶσαν ἀληθείην κατέλεξα·καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῆι |
125 | ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.ὡς δ᾽ ὁπότ᾽ ἐν ξυλόχωι ἔλαφος κρατεροῖο λέοντοςνεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺςκνημοὺς ἐξερέηισι καὶ ἄγκεα ποιήενταβοσκομένη, ὁ δ᾽ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν, |
130 | ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,τοῖος ἐὼν οἷός ποτ᾽ ἐϋκτιμένηι ἐνὶ Λέσβωιἐξ ἔριδος Φιλομηλεΐδηι ἐπάλαισεν ἀναστάς, |
135 | κὰδ δ᾽ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.ταῦτα δ᾽ ἅ μ᾽ εἰρωτᾶις καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γεἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ᾽ ἀπατήσω, |
140 | ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ᾽ ἐπικεύσω.φῆ μιν ὅ γ᾽ ἐν νήσωι ἰδέειν κρατέρ᾽ ἄλγε᾽ ἔχοντα,νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκηιἴσχει· ὁ δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι. |
145 | οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσηςὣς ἔφατ᾽ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρονἀθάνατοι, τοί μ᾽ ὦκα φίλην ἐς πατρίδ᾽ ἔπεμψαν. |
150 | ὣς φάτο, τῆι δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,ἦ τοι ὅ γ᾽ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδ᾽ ἐπικεύσω· |
155 | ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζαἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίηι,ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει· |
160 | τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸςἥμενος ἐφρασάμην καὶ Τηλεμάχωι ἐγεγώνευν.τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·τῶι κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα |
165 | ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιοδίσκοισιν τέρποντο καὶ αἰγανέηισιν ἱέντες,ἐν τυκτῶι δαπέδωι, ὅθι περ πάρος ὕβριν ἔχοντες. |
170 | ἀλλ᾽ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλαπάντοθεν ἐξ ἀγρῶν, οἱ δ᾽ ἤγαγον οἳ τὸ πάρος περ,καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλισταἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρέν᾽ ἀέθλοις, |
175 | ἔρχεσθε πρὸς δώμαθ᾽, ἵν᾽ ἐντυνώμεθα δαῖτα·οὐ μὲν γάρ τι χέρειον ἐν ὥρηι δεῖπνον ἑλέσθαι.ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀνστάντες ἔβαν πείθοντό τε μύθωι.αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, |
180 | οἱ δ᾽ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,δαῖτ᾽ ἐντυνόμενοι. τοὶ δ᾽ ἐξ ἀγροῖο πόλινδεὠτρύνοντ᾽ Ὀδυσεύς τ᾽ ἰέναι καὶ δῖος ὑφορβός.τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν· |
185 | ξεῖν᾽, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδ᾽ ἰέναι μενεαίνειςσήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός - ἦ σ᾽ ἂν ἐγώ γεαὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσωνεικείηι· χαλεπαὶ δέ τ᾽ ἀνάκτων εἰσὶν ὁμοκλαί - |
190 | ἀλλ᾽ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλισταἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.ἀλλ᾽ ἴομεν, σὺ δ᾽ ἔπειτα διαμπερὲς ἡγεμόνευε. |
195 | δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,σκηρίπτεσθ᾽, ἐπεὶ ἦ φατ᾽ ἀρισφαλέ᾽ ἔμμεναι οὐδόν.ἦ ῥα καὶ ἀμφ᾽ ὤμοισιν ἀεικέα βάλλετο πήρην,πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·Εὔμαιος δ᾽ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε. |
200 | τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρεςῥύατ᾽ ὄπισθε μένοντες· ὁ δ᾽ ἐς πόλιν ἦγεν ἄνακταπτωχῶι λευγαλέωι ἐναλίγκιον ἠδὲ γέροντι,σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.ἀλλ᾽ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν |
205 | ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντοτυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,τὴν ποίησ᾽ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·ἀμφὶ δ᾽ ἄρ᾽ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ |
210 | ὑψόθεν ἐκ πέτρης· βωμὸς δ᾽ ἐφύπερθε τέτυκτονυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·ἔνθα σφέας ἐκίχαν᾽ υἱὸς Δολίοιο Μελανθεὺςαἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,δεῖπνον μνηστήρεσσι· δύω δ᾽ ἅμ᾽ ἕποντο νομῆες. |
215 | τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν,ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖν.πῆι δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα, |
220 | πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;ὃς πολλῆις φλιῆισι παραστὰς θλίψεται ὤμους,αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·τόν κ᾽ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαισηκοκόρον τ᾽ ἔμεναι θαλλόν τ᾽ ἐρίφοισι φορῆναι, |
225 | καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.ἀλλ᾽ ἐπεὶ οὖν δὴ ἔργα κάκ᾽ ἔμμαθεν, οὐκ ἐθελήσειἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμονβούλεται αἰτίζων βόσκειν ἣν γαστέρ᾽ ἄναλτον.ἀλλ᾽ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· |
230 | αἴ κ᾽ ἔλθηι πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο,πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάωνπλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίηισινἰσχίωι· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν, |
235 | ἀλλ᾽ ἔμεν᾽ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺςἠὲ μεταΐξας ῥοπάλωι ἐκ θυμὸν ἕλοιτο,ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.ἀλλ᾽ ἐπετόλμησε, φρεσὶ δ᾽ ἔσχετο· τὸν δὲ συβώτηςνείκεσ᾽ ἐσάντα ἰδών, μέγα δ᾽ εὔξατο χεῖρας ἀνασχών· |
240 | νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτ᾽ Ὀδυσσεὺςὔμμ᾽ ἐπὶ μηρί᾽ ἔκηε, καλύψας πίονι δημῶι,ἀρνῶν ἠδ᾽ ἐρίφων, τόδε μοι κρηήνατ᾽ ἐέλδωρ,ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·τῶι κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας, |
245 | τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶἄστυ κάτ᾽· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.τὸν δ᾽ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,τόν ποτ᾽ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης |
250 | ἄξω τῆλ᾽ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλωνσήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας, |
255 | αὐτὰρ ὁ βῆ, μάλα δ᾽ ὦκα δόμους ἵκανεν ἄνακτος.αὐτίκα δ᾽ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.τῶι πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα |
260 | ἔδμεναι. ἀγχίμολον δ᾽ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸςστήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθ᾽ ἰωὴφόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετ᾽ ἀείδεινΦήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·Εὔμαι᾽, ἦ μάλα δὴ τάδε δώματα κάλ᾽ Ὀδυσῆος, |
265 | ῥεῖα δ᾽ ἀρίγνωτ᾽ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.ἐξ ἑτέρων ἕτερ᾽ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴτοίχωι καὶ θριγκοῖσι, θύραι δ᾽ εὐερκέες εἰσὶδικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.γιγνώσκω δ᾽ ὅτι πολλοὶ ἐν αὐτῶι δαῖτα τίθενται |
270 | ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ῥεῖ᾽ ἔγνως, ἐπεὶ οὐδὲ τά τ᾽ ἄλλα πέρ ἐσσ᾽ ἀνοήμων.ἀλλ᾽ ἄγε δὴ φραζώμεθ᾽ ὅπως ἔσται τάδε ἔργα. |
275 | ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,δύσεο δὲ μνηστῆρας, ἐγὼ δ᾽ ὑπολείψομαι αὐτοῦ·εἰ δ᾽ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δ᾽ εἶμι προπάροιθε·μηδὲ σὺ δηθύνειν, μή τίς σ᾽ ἔκτοσθε νοήσαςἢ βάληι ἢ ἐλάσηι· τὰ δέ σε φράζεσθαι ἄνωγα. |
280 | τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.ἀλλ᾽ ἔρχευ προπάροιθεν, ἐγὼ δ᾽ ὑπολείψομαι αὐτοῦ.οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα |
285 | κύμασι καὶ πολέμωι· μετὰ καὶ τόδε τοῖσι γενέσθω·γαστέρα δ᾽ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,οὐλομένην, ἣ πολλὰ κάκ᾽ ἀνθρώποισι δίδωσι,τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονταιπόντον ἐπ᾽ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι. |
290 | ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ᾽ αὐτὸςθρέψε μέν, οὐδ᾽ ἀπόνητο, πάρος δ᾽ εἰς Ἴλιον ἱρὴνὤιχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες |
295 | αἶγας ἐπ᾽ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·δὴ τότε κεῖτ᾽ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,ἐν πολλῆι κόπρωι, ἥ οἱ προπάροιθε θυράωνἡμιόνων τε βοῶν τε ἅλις κέχυτ᾽, ὄφρ᾽ ἂν ἄγοιενδμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες· |
300 | ἔνθα κύων κεῖτ᾽ Ἄργος, ἐνίπλειος κυνοραιστέων.δὴ τότε γ᾽, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,οὐρῆι μέν ῥ᾽ ὅ γ᾽ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,ἆσσον δ᾽ οὐκέτ᾽ ἔπειτα δυνήσατο οἷο ἄνακτοςἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, |
305 | ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δ᾽ ἐρεείνετο μύθωι·Εὔμαι᾽, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτ᾽ ἐνὶ κόπρωι.καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γ᾽ οὐ σάφα οἶδα,εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῶιδε,ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν |
310 | γίγνοντ᾽· ἀγλαΐης δ᾽ ἕνεκεν κομέουσιν ἄνακτες.τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.εἰ τοιόσδ᾽ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, |
315 | αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕληςκνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιήιδη·νῦν δ᾽ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρηςὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι. |
320 | δμῶες δ᾽, εὖτ᾽ ἂν μηκέτ᾽ ἐπικρατέωσιν ἄνακτες,οὐκέτ᾽ ἔπειτ᾽ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·ἥμισυ γάρ τ᾽ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺςἀνέρος, εὖτ᾽ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕληισιν.ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας, |
325 | βῆ δ᾽ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.Ἄργον δ᾽ αὖ κατὰ μοῖρ᾽ ἔλαβεν μέλανος θανάτοιο,αὐτίκ᾽ ἰδόντ᾽ Ὀδυσῆα ἐεικοστῶι ἐνιαυτῶι.τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴςἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δ᾽ ἔπειτα |
330 | νεῦσ᾽ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρονκείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰδαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζανἀντίον, ἔνθα δ᾽ ἄρ᾽ αὐτὸς ἐφέζετο· τῶι δ᾽ ἄρα κῆρυξ |
335 | μοῖραν ἑλὼν ἐτίθει κανέου τ᾽ ἐκ σῖτον ἀείρας.ἀγχίμολον δὲ μετ᾽ αὐτὸν ἐδύσετο δώματ᾽ Ὀδυσσεύς,πτωχῶι λευγαλέωι ἐναλίγκιος ἠδὲ γέροντι,σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.ἷζε δ᾽ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων, |
340 | κλινάμενος σταθμῶι κυπαρισσίνωι, ὅν ποτε τέκτωνξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.Τηλέμαχος δ᾽ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,ἄρτον τ᾽ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιοκαὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι· |
345 | δὸς τῶι ξείνωι ταῦτα φέρων αὐτόν τε κέλευεαἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·αἰδὼς δ᾽ οὐκ ἀγαθὴ κεχρημένωι ἀνδρὶ παρεῖναι.ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντ᾽ ἀγόρευε· |
350 | Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύειαἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·αἰδῶ δ᾽ οὐκ ἀγαθήν φησ᾽ ἔμμεναι ἀνδρὶ προΐκτηι.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι, |
355 | καί οἱ πάντα γένοιθ᾽ ὅσσα φρεσὶν ἧισι μενοινᾶι.ἦ ῥα καὶ ἀμφοτέρηισιν ἐδέξατο καὶ κατέθηκεναὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,ἤσθιε δ᾽ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·εὖθ᾽ ὁ δεδειπνήκειν, ὁ δ᾽ ἐπαύετο θεῖος ἀοιδός. |
360 | μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρ᾽. αὐτὰρ Ἀθήνη,ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆαὤτρυν᾽, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,γνοίη θ᾽ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τ᾽ ἀθέμιστοι·ἀλλ᾽ οὐδ᾽ ὥς τιν᾽ ἔμελλ᾽ ἀπαλεξήσειν κακότητος. |
365 | βῆ δ᾽ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,πάντοσε χεῖρ᾽ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.οἱ δ᾽ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,ἀλλήλους τ᾽ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· |
370 | κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,αὐτὸν δ᾽ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.ὣς ἔφατ᾽, Ἀντίνοος δ᾽ ἔπεσιν νείκεσσε συβώτην· |
375 | ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδεἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτοςἐνθάδ᾽ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδ᾽ ἐκάλεσσας; |
380 | τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·Ἀντίνο᾽, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼνἄλλον γ᾽, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων, |
385 | ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπηισιν ἀείδων;οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ᾽ ἀπείρονα γαῖαν·πτωχὸν δ᾽ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.ἀλλ᾽ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρωνδμωσὶν Ὀδυσσῆος, πέρι δ᾽ αὖτ᾽ ἐμοί· αὐτὰρ ἐγώ γε |
390 | οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπειαζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·Ἀντίνοος δ᾽ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ |
395 | μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·Ἀντίνο᾽, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαιμύθωι ἀναγκαίωι· μὴ τοῦτο θεὸς τελέσειε. |
400 | δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·μήτ᾽ οὖν μητέρ᾽ ἐμὴν ἅζευ τό γε μήτε τιν᾽ ἄλλονδμώων, οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.ἀλλ᾽ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλωι. |
405 | τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·Τηλέμαχ᾽ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.ὣς ἄρ᾽ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης |
410 | κείμενον, ὧι ῥ᾽ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·οἱ δ᾽ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δ᾽ ἄρα πήρηνσίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺςαὖτις ἐπ᾽ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·στῆ δὲ παρ᾽ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε· |
415 | δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶνἔμμεναι, ἀλλ᾽ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.τῶι σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοισίτου· ἐγὼ δέ κέ σε κλείω κατ᾽ ἀπείρονα γαῖαν.καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον |
420 | ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτηι,τοίωι ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰοἷσίν τ᾽ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων - ἤθελε γάρ που - |
425 | ὅς μ᾽ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκενΑἴγυπτόνδ᾽ ἰέναι, δολιχὴν ὁδόν, ὄφρ᾽ ἀπολοίμην.στῆσα δ᾽ ἐν Αἰγύπτωι ποταμῶι νέας ἀμφιελίσσας.ἔνθ᾽ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρουςαὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, |
430 | ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.οἱ δ᾽ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῶι,αἶψα μάλ᾽ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺςπόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,αὐτούς τ᾽ ἔκτεινον· τάχα δ᾽ ἐς πόλιν ἵκετ᾽ ἀϋτή. |
435 | οἱ δὲ βοῆς ἀΐοντες ἅμ᾽ ἠοῖ φαινομένηφινἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππωνχαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνοςφύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτληστῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη. |
440 | ἔνθ᾽ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῶι,τοὺς δ᾽ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκηι.αὐτὰρ ἔμ᾽ ἐς Κύπρον ξείνωι δόσαν ἀντιάσαντι,Δμήτορι Ἰασίδηι, ὃς Κύπρου ἶφι ἄνασσεν·ἔνθεν δὴ νῦν δεῦρο τόδ᾽ ἵκω πήματα πάσχων. |
445 | τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;στῆθ᾽ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης. |
450 | ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσιμαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ᾽ ἐλεητὺςἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστωι.τὸν δ᾽ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·ὢ πόποι, οὐκ ἄρα σοί γ᾽ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν· |
455 | οὐ σύ γ᾽ ἂν ἐξ οἴκου σῶι ἐπιστάτηι οὐδ᾽ ἅλα δοίης,ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτληςσίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.ὣς ἔφατ᾽, Ἀντίνοος δ᾽ ἐχολώσατο κηρόθι μᾶλλον,καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· |
460 | νῦν δή σ᾽ οὐκέτι καλὰ διὲκ μεγάροιό γ᾽ ὀΐωἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.ὣς ἄρ᾽ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,πρυμνότατον κατὰ νῶτον· ὁ δ᾽ ἐστάθη ἠΰτε πέτρηἔμπεδον, οὐδ᾽ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο, |
465 | ἀλλ᾽ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.ἂψ δ᾽ ὅ γ᾽ ἐπ᾽ οὐδὸν ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο, κὰδ δ᾽ ἄρα πήρηνθῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. |
470 | οὐ μὰν οὔτ᾽ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,ὁππότ᾽ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσιβλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῆις ὀΐεσσιν·αὐτὰρ ἔμ᾽ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,οὐλομένης, ἣ πολλὰ κάκ᾽ ἀνθρώποισι δίδωσιν. |
475 | ἀλλ᾽ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·ἔσθι᾽ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθ᾽ ἄλληι,μή σε νέοι διὰ δώματ᾽ ἐρύσσωσ᾽, οἷ᾽ ἀγορεύεις, |
480 | ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·Ἀντίνο᾽, οὐ μὲν κάλ᾽ ἔβαλες δύστηνον ἀλήτην,οὐλόμεν᾽, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν. |
485 | καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.ὣς ἄρ᾽ ἔφαν μνηστῆρες, ὁ δ᾽ οὐκ ἐμπάζετο μύθων.Τηλέμαχος δ᾽ ἐν μὲν κραδίηι μέγα πένθος ἄεξε |
490 | βλημένου, οὐδ᾽ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,ἀλλ᾽ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.τοῦ δ᾽ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπειαβλημένου ἐν μεγάρωι, μετ᾽ ἄρα δμωιῆισιν ἔειπεν·αἴθ᾽ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων. |
495 | τὴν δ᾽ αὖτ᾽ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·εἰ γὰρ ἐπ᾽ ἀρῆισιν τέλος ἡμετέρηισι γένοιτο·οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·μαῖ᾽, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται· |
500 | Ἀντίνοος δὲ μάλιστα μελαίνηι κηρὶ ἔοικε.ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμαἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐνέπλησάν τ᾽ ἔδοσάν τε,οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον. |
505 | ἡ μὲν ἄρ᾽ ὣς ἀγόρευε μετὰ δμωιῆισι γυναιξίν,ἡμένη ἐν θαλάμωι· ὁ δ᾽ ἐδείπνεε δῖος Ὀδυσσεύς·ἡ δ᾽ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·ἔρχεο, δῖ᾽ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθιἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδ᾽ ἐρέωμαι |
510 | εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσταιἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτωι γὰρ ἔοικε.τὴν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶταεἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·οἷ᾽ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ. |
515 | τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δ᾽ ἤματ᾽ ἔρυξαἐν κλισίηι· πρῶτον γὰρ ἔμ᾽ ἵκετο νηὸς ἀποδράς·ἀλλ᾽ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.ὡς δ᾽ ὅτ᾽ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξἀείδει δεδαὼς ἔπε᾽ ἱμερόεντα βροτοῖσι, |
520 | τοῦ δ᾽ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότ᾽ ἀείδηι·ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.φησὶ δ᾽ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,Κρήτηι ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.ἔνθεν δὴ νῦν δεῦρο τόδ᾽ ἵκετο πήματα πάσχων, |
525 | προπροκυλινδόμενος· στεῦται δ᾽ Ὀδυσῆος ἀκοῦσαι,ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμωι,ζωοῦ· πολλὰ δ᾽ ἄγει κειμήλια ὅνδε δόμονδε.τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·ἔρχεο, δεῦρο κάλεσσον, ἵν᾽ ἀντίον αὐτὸς ἐνίσπηι. |
530 | οὗτοι δ᾽ ἠὲ θύρηισι καθήμενοι ἑψιαάσθων.ἢ αὐτοῦ κατὰ δώματ᾽, ἐπεί σφισι θυμὸς ἐΰφρων.αὐτῶν μὲν γὰρ κτήματ᾽ ἀκήρατα κεῖτ᾽ ἐνὶ οἴκωι,σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,οἱ δ᾽ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, |
535 | βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ᾽ ἀνήρ,οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.εἰ δ᾽ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ᾽ ἐς πατρίδα γαῖαν, |
540 | αἶψά κε σὺν ὧι παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.ὣς φάτο, Τηλέμαχος δὲ μέγ᾽ ἔπταρεν, ἀμφὶ δὲ δῶμασμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,αἶψα δ᾽ ἄρ᾽ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον. |
545 | οὐχ ὁράαις ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;τῶι κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτοπᾶσι μάλ᾽, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῆισιν·αἴ κ᾽ αὐτὸν γνώω νημερτέα πάντ᾽ ἐνέποντα, |
550 | ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς |
555 | ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίηι.εἰ δέ κέ σε γνώηι νημερτέα πάντ᾽ ἐνέποντα,ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλισταχρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμονγαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κ᾽ ἐθέληισι. |
560 | τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·Εὔμαι᾽, αἶψά κ᾽ ἐγὼ νημερτέα πάντ᾽ ἐνέποιμικούρηι Ἰκαρίοιο, περίφρονι Πηνελοπείηι·οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δ᾽ ἀνεδέγμεθ᾽ ὀϊζύν.ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδι᾽ ὅμιλον, |
565 | τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.καὶ γὰρ νῦν, ὅτε μ᾽ οὗτος ἀνὴρ κατὰ δῶμα κιόνταοὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνηισιν ἔδωκεν,οὔτε τι Τηλέμαχος τό γ᾽ ἐπήρκεσεν οὔτε τις ἄλλος.τῶι νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι |
570 | μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·καὶ τότε μ᾽ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοιλύγρ᾽ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθ᾽ ἱκέτευσα.ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε. |
575 | τὸν δ᾽ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·οὐ σύ γ᾽ ἄγεις, Εὔμαιε· τί τοῦτ᾽ ἐνόησεν ἀλήτης;ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλωςαἰδεῖται κατὰ δῶμα; κακὸς δ᾽ αἰδοῖο; ἀλήτης.τὴν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· |
580 | μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κ᾽ οἴοιτο καὶ ἄλλος,ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.καὶ δὲ σοὶ ὧδ᾽ αὐτῆι πολὺ κάλλιον, ὦ βασίλεια,οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδ᾽ ἐπακοῦσαι. |
585 | τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπωνἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.ἡ μὲν ἄρ᾽ ὣς ἀγόρευεν, ὁ δ᾽ ὤιχετο δῖος ὑφορβὸς |
590 | μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι·ὦ φίλ᾽, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,σὸν καὶ ἐμὸν βίοτον· σοὶ δ᾽ ἐνθάδε πάντα μελόντων. |
595 | αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῶιμή τι πάθηις· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ἔσσεται οὕτως, ἄττα· σὺ δ᾽ ἔρχεο δειελιήσας· |
600 | ἠῶθεν δ᾽ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.ὣς φάθ᾽, ὁ δ᾽ αὖτις ἄρ᾽ ἕζετ᾽ ἐϋξέστου ἐπὶ δίφρου,πλησάμενος δ᾽ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτοςβῆ ῥ᾽ ἴμεναι μεθ᾽ ὕας, λίπε δ᾽ ἕρκεά τε μέγαρόν τε, |
605 | πλεῖον δαιτυμόνων· οἱ δ᾽ ὀρχηστυῖ καὶ ἀοιδῆιτέρποντ᾽· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ. |