BIBLIOTHECA AUGUSTANA

 

Homeros

ca. 730 a. Chr. n.

 

 

 

Ὀ δ υ σ σ ε ί α ς   π

 

Τηλεμάχου ἀναγνωρισμὸς

Ὀδυσσέως.

 

___________________________________________________

 

 

 

Τὼ δ᾽ αὖτ᾽ ἐν κλισίηι Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς

ἐντύνοντο ἄριστον ἅμ᾽ ἠοῖ, κηαμένω πῦρ,

ἔκπεμψάν τε νομῆας ἅμ᾽ ἀγρομένοισι σύεσσι·

Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,

5

οὐδ᾽ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς

σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.

αἶψα δ᾽ ἄρ᾽ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·

 

Εὔμαι᾽, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ᾽ ἑταῖρος

ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,

10

ἀλλὰ περισσαίνουσι· ποδῶν δ᾽ ὑπὸ δοῦπον ἀκούω.

 

οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς

ἔστη ἐνὶ προθύροισι. ταφὼν δ᾽ ἀνόρουσε συβώτης,

ἐκ δ᾽ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,

κιρνὰς αἴθοπα οἶνον. ὁ δ᾽ ἀντίος ἦλθεν ἄνακτος,

15

κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ

χεῖράς τ᾽ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.

ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζηι

ἐλθόντ᾽ ἐξ ἀπίης γαίης δεκάτωι ἐνιαυτῶι,

μοῦνον τηλύγετον, τῶι ἔπ᾽ ἄλγεα πολλὰ μογήσηι,

20

ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς

πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·

καί ῥ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·

 

ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σ᾽ ἔτ᾽ ἐγώ γε

ὄψεσθαι ἐφάμην, ἐπεὶ ὤιχεο νηῒ Πύλονδε.

25

ἀλλ᾽ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῶι

τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.

οὐ μὲν γάρ τι θάμ᾽ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,

ἀλλ᾽ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῶι,

ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.

30

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

ἔσσεται οὕτως, ἄττα· σέθεν δ᾽ ἕνεκ᾽ ἐνθάδ᾽ ἱκάνω,

ὄφρα σέ τ᾽ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,

ἤ μοι ἔτ᾽ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη

ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ

35

χήτει ἐνευναίων κάκ᾽ ἀράχνια κεῖται ἔχουσα.

 

τὸν δ᾽ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·

καὶ λίην κείνη γε μένει τετληότι θυμῶι

σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ

φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσηι.

40

ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·

αὐτὰρ ὅ γ᾽ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.

τῶι δ᾽ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·

Τηλέμαχος δ᾽ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·

 

ἧσ᾽, ὦ ξεῖν᾽· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην

45

σταθμῶι ἐν ἡμετέρωι· πάρα δ᾽ ἀνὴρ ὃς καταθήσει.

 

ὣς φάθ᾽, ὁ δ᾽ αὖτις ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο· τῶι δὲ συβώτης.

χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·

ἔνθα καθέζετ᾽ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.

τοῖσιν δ᾽ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης

50

ὀπταλέων, ἅ ῥα τῆι προτέρηι ὑπέλειπον ἔδοντες,

σῖτον δ᾽ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,

ἐν δ᾽ ἄρα κισσυβίωι κίρνη μελιηδέα οἶνον·

αὐτὸς δ᾽ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.

οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

55

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·

 

ἄττα, πόθεν τοι ξεῖνος ὅδ᾽ ἵκετο; πῶς δέ ἑ ναῦται

ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;

οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.

 

60

τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ᾽ ἀγορεύσω.

ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,

φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι

πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.

65

νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς

ἤλυθ᾽ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·

ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.

 

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Εὔμαι᾽, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·

70

πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκωι;

αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα

ἄνδρ᾽ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνηι·

μητρὶ δ᾽ ἐμῆι δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,

ἢ αὐτοῦ παρ᾽ ἐμοί τε μένηι καὶ δῶμα κομίζηι,

75

εὐνήν τ᾽ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,

ἦ ἤδη ἅμ᾽ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος

μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρηισιν.

ἀλλ᾽ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,

ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,

80

δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,

πέμψω δ᾽ ὅππη μιν κραδίη θυμός τε κελεύει.

εἰ δ᾽ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·

εἵματα δ᾽ ἐνθάδ᾽ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα

ἔδμεναι, ὡς ἂν μή σε κατατρύχηι καὶ ἑταίρους.

85

κεῖσε δ᾽ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῶιμι

ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·

μή μιν κερτομέωσιν, ἐμοὶ δ᾽ ἄχος ἔσσεται αἰνόν.

πρῆξαι δ᾽ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα

ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.

90

τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

ὦ φίλ᾽, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,

ἦ μάλα μευ καταδάπτετ᾽ ἀκούοντος φίλον ἦτορ,

οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι

ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.

95

εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ

ἐχθαίρουσ᾽ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῆι,

ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ

μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.

αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῶιδ᾽ ἐπὶ θυμῶι,

100

ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·

[ἔλθοι ἀλητεύων· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα·]

αὐτίκ᾽ ἔπειτ᾽ ἀπ᾽ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,

εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,

ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.

105

εἰ δ᾽ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,

βουλοίμην κ᾽ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι

τεθνάμεν ἢ τάδε γ᾽ αἰὲν ἀεικέα ἔργ᾽ ὁράασθαι,

ξείνους τε στυφελιζομένους δμωιάς τε γυναῖκας

ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,

110

καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας

μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστωι ἐπὶ ἔργωι.

 

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.

οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,

115

οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ

μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.

ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·

μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,

μοῦνον δ᾽ αὖτ᾽ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς

120

μοῦνον ἔμ᾽ ἐν μεγάροισι τεκὼν λίπεν οὐδ᾽ ἀπόνητο.

τῶι νῦν δυσμενέες μάλα μυρίοι εἴσ᾽ ἐνὶ οἴκωι.

ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,

Δουλιχίωι τε Σάμηι τε καὶ ὑλήεντι Ζακύνθωι,

ἠδ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,

125

τόσσοι μητέρ᾽ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.

ἡ δ᾽ οὔτ᾽ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν

ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες

οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.

ἀλλ᾽ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·

130

ἄττα, σὺ δ᾽ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείηι

εἴφ᾽ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.

αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,

οἴηι ἀπαγγείλας· τῶν δ᾽ ἄλλων μή τις Ἀχαιῶν

πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.

 

135

τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.

ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

ἦ καὶ Λαέρτηι αὐτὴν ὁδὸν ἄγγελος ἔλθω

δυσμόρωι, ὃς τῆος μὲν Ὀδυσσῆος μέγ᾽ ἀχεύων

140

ἔργα τ᾽ ἐποπτεύεσκε μετὰ δμώων τ᾽ ἐνὶ οἴκωι

πῖνε καὶ ἦσθ᾽, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·

αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ὤιχεο νηῒ Πύλονδε,

οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,

οὐδ᾽ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῆι τε γόωι τε

145

ἧσται ὀδυρόμενος, φθινύθει δ᾽ ἀμφ᾽ ὀστεόφι χρώς.

 

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

ἄλγιον, ἀλλ᾽ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·

εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,

πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.

150

ἀλλὰ σύ γ᾽ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατ᾽ ἀγροὺς

πλάζεσθαι μετ᾽ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν

ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα

κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.

 

ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δ᾽ εἵλετο χερσὶ πέδιλα,

155

δησάμενος δ᾽ ὑπὸ ποσσὶ πόλινδ᾽ ἴεν. οὐδ᾽ ἄρ᾽ Ἀθήνην

λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,

ἀλλ᾽ ἥ γε σχεδὸν ἦλθε· δέμας δ᾽ ἤϊκτο γυναικὶ

καλῆι τε μεγάληι τε καὶ ἀγλαὰ ἔργα ἰδυίηι.

στῆ δὲ κατ᾽ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·

160

οὐδ᾽ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδ᾽ ἐνόησεν,

οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,

ἀλλ᾽ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥ᾽ οὐχ ὑλάοντο

κνυζηθμῶι δ᾽ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.

ἡ δ᾽ ἄρ᾽ ἐπ᾽ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,

165

ἐκ δ᾽ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,

στῆ δὲ πάροιθ᾽ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·

 

διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ.

ἤδη νῦν σῶι παιδὶ ἔπος φάο μηδ᾽ ἐπίκευθε,

ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρ᾽ ἀραρόντε

170

ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδ᾽ ἐγὼ αὐτὴ

δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.

 

ἦ καὶ χρυσείηι ῥάβδωι ἐπεμάσσατ᾽ Ἀθήνη.

φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα

θῆκ᾽ ἀμφὶ στήθεσσι, δέμας δ᾽ ὤφελλε καὶ ἥβην.

175

ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,

κυάνεαι δ᾽ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.

ἡ μὲν ἄρ᾽ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς

ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,

ταρβήσας δ᾽ ἑτέρωσε βάλ᾽ ὄμματα, μὴ θεὸς εἴη,

180

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

 

ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,

ἄλλα δὲ εἵματ᾽ ἔχεις, καί τοι χρὼς οὐκέθ᾽ ὁμοῖος.

ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·

ἀλλ᾽ ἵληθ᾽, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ

185

ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δ᾽ ἡμέων

 

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·

οὔ τίς τοι θεός εἰμι· τί μ᾽ ἀθανάτοισιν ἐΐσκεις;

ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων

πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.

 

190

ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν

δάκρυον ἧκε χαμᾶζε· πάρος δ᾽ ἔχε νωλεμὲς αἰεί.

Τηλέμαχος δ᾽, οὐ γάρ πω ἐπείθετο ὃν πατέρ᾽ εἶναι,

ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·

 

οὐ σύ γ᾽ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων

195

θέλγει, ὄφρ᾽ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.

οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόωιτο

ὧι αὐτοῦ γε νόωι, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν

ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.

ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·

200

νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

Τηλέμαχ᾽, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα

οὔτε τι θαυμάζειν περιώσιον οὔτ᾽ ἀγάασθαι·

οὐ μὲν γάρ τοι ἔτ᾽ ἄλλος ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς,

205

ἀλλ᾽ ὅδ᾽ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δ᾽ ἀληθείς,

ἤλυθον εἰκοστῶι ἔτεϊ ἐς πατρίδα γαῖαν.

αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,

ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,

ἄλλοτε μὲν πτωχῶι ἐναλίγκιον, ἄλλοτε δ᾽ αὖτε

210

ἀνδρὶ νέωι καὶ καλὰ περὶ χροῒ εἵματ᾽ ἔχοντι.

ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,

ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.

 

ὣς ἄρα φωνήσας κατ᾽ ἄρ᾽ ἕζετο, Τηλέμαχος δὲ

ἀμφιχυθεὶς πατέρ᾽ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,

215

ἀμφοτέροισι δὲ τοῖσιν ὑφ᾽ ἵμερος ὦρτο γόοιο·

κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τ᾽ οἰωνοί,

φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα

ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·

ὣς ἄρα τοί γ᾽ ἐλεεινὸν ὑπ᾽ ὀφρύσι δάκρυον εἶβον.

220

καί νύ κ᾽ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,

εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρ᾽ αἶψα·

 

ποίηι γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται

ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;

οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.

225

τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.

Φαίηκές μ᾽ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους

ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·

καί μ᾽ εὕδοντ᾽ ἐν νηῒ θοῆι ἐπὶ πόντον ἄγοντες

230

κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,

χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντήν.

καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·

νῦν αὖ δεῦρ᾽ ἱκόμην ὑποθημοσύνηισιν Ἀθήνης,

ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.

235

ἀλλ᾽ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,

ὄφρ᾽ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·

καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας

φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθ᾽ ἀντιφέρεσθαι

μούνω ἄνευθ᾽ ἄλλων, ἦ καὶ διζησόμεθ᾽ ἄλλους.

240

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,

χεῖράς τ᾽ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·

ἀλλὰ λίην μέγα εἶπες· ἄγη μ᾽ ἔχει· οὐδέ κεν εἴη

ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.

245

μνηστήρων δ᾽ οὔτ᾽ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ᾽ οἶαι,

ἀλλὰ πολὺ πλέονες· τάχα δ᾽ εἴσεαι ἐνθάδ᾽ ἀριθμόν.

ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα

κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·

ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,

250

ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,

ἐκ δ᾽ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,

καί σφιν ἅμ᾽ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς

καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.

τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,

255

μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.

ἀλλὰ σύ γ᾽, εἰ δύνασαί τιν᾽ ἀμύντορα μερμηρίξαι,

φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῶι.

 

τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·

260

καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ

ἀρκέσει, ἦέ τιν᾽ ἄλλον ἀμύντορα μερμηρίξω.

 

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

ἐσθλώ τοι τούτω γ᾽ ἐπαμύντορε, τοὺς ἀγορεύεις,

ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις

265

ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.

 

τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον

φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν

ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.

270

ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ᾽ ἠοῖ φαινομένηφιν

οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·

αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,

πτωχῶι λευγαλέωι ἐναλίγκιον ἠδὲ γέροντι.

εἰ δέ μ᾽ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ

275

τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,

ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε

ἢ βέλεσι βάλλωσι· σὺ δ᾽ εἰσορόων ἀνέχεσθαι.

ἀλλ᾽ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,

μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι

280

πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.

ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῆισιν·

ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῆισιν Ἀθήνη,

νεύσω μέν τοι ἐγὼ κεφαλῆι, σὺ δ᾽ ἔπειτα νοήσας

ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται

285

ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας

πάντα μάλ᾽· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι

παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·

 

ἐκ καπνοῦ κατέθηκ᾽, ἐπεὶ οὐκέτι τοῖσιν ἐώικει

οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,

290

ἀλλὰ κατήικισται, ὅσσον πυρὸς ἵκετ᾽ ἀϋτμή.

πρὸς δ᾽ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,

μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,

ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα

καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.

295

νῶϊν δ᾽ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε

καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,

ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κ᾽ ἔπειτα

Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.

ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῆισιν·

300

εἰ ἐτεόν γ᾽ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,

μή τις ἔπειτ᾽ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,

μήτ᾽ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης

μήτε τις οἰκήων μήτ᾽ αὐτὴ Πηνελόπεια,

ἀλλ᾽ οἶοι σύ τ᾽ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·

305

καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,

ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῶι,

ἠδ᾽ ὅτις οὐκ ἀλέγει, σὲ δ᾽ ἀτιμᾶι τοῖον ἐόντα.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός

ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γ᾽, ὀΐω,

310

γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μ᾽ ἔχουσιν·

ἀλλ᾽ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω

ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.

δηθὰ γὰρ αὔτως εἴσηι ἑκάστου πειρητίζων,

ἔργα μετερχόμενος· τοὶ δ᾽ ἐν μεγάροισιν ἕκηλοι

315

χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδ᾽ ἔπι φειδώ.

ἀλλ᾽ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,

αἵ τέ σ᾽ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·

ἀνδρῶν δ᾽ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι

ἡμέας πειράζειν, ἀλλ᾽ ὕστερα ταῦτα πένεσθαι,

320

εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.

 

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

ἡ δ᾽ ἄρ᾽ ἔπειτ᾽ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,

ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.

οἱ δ᾽ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,

325

νῆα μὲν οἵ γε μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν,

τεύχεα δέ σφ᾽ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,

αὐτίκα δ᾽ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.

αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,

ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείηι,

330

οὕνεκα Τηλέμαχος μὲν ἐπ᾽ ἀγροῦ, νῆα δ᾽ ἀνώγει

ἄστυδ᾽ ἀποπλείειν, ἵνα μὴ δείσασ᾽ ἐνὶ θυμῶι

ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι

τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς

τῆς αὐτῆς ἕνεκ᾽ ἀγγελίης, ἐρέοντε γυναικί.

335

ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκοντο δόμον θείου βασιλῆος,

κῆρυξ μέν ῥα μέσηισι μετὰ δμωιῆισιν ἔειπεν·

ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.

 

Πηνελοπείηι δ᾽ εἶπε συβώτης ἄγχι παραστὰς

πάνθ᾽ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.

340

αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,

βῆ ῥ᾽ ἴμεναι μεθ᾽ ὕας, λίπε δ᾽ ἕρκεά τε μέγαρόν τε.

 

μνηστῆρες δ᾽ ἀκάχοντο κατήφησάν τ᾽ ἐνὶ θυμῶι,

ἐκ δ᾽ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,

αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.

345

τοῖσιν δ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ᾽ ἀγορεύειν·

 

ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται

Τηλεμάχωι ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.

ἀλλ᾽ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,

ἐς δ᾽ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα

350

κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.

 

οὔ πω πᾶν εἴρηθ᾽, ὅτ᾽ ἄρ᾽ Ἀμφίνομος ἴδε νῆα,

στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,

ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.

ἡδὺ δ᾽ ἄρ᾽ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·

 

355

μή τιν᾽ ἔτ᾽ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.

ἤ τίς σφιν τόδ᾽ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ

νῆα παρερχομένην, τὴν δ᾽ οὐκ ἐδύναντο κιχῆναι.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,

αἶψα δὲ νῆα μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν,

360

τεύχεα δέ σφ᾽ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.

αὐτοὶ δ᾽ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τιν᾽ ἄλλον

εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.

τοῖσιν δ᾽ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·

 

ὢ πόποι, ὡς τόνδ᾽ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.

365

ἤματα μὲν σκοποὶ ἷζον ἐπ᾽ ἄκριας ἠνεμοέσσας

αἰὲν ἐπασσύτεροι· ἅμα δ᾽ ἠελίωι καταδύντι

οὔ ποτ᾽ ἐπ᾽ ἠπείρου νύκτ᾽ ἄσαμεν, ἀλλ᾽ ἐνὶ πόντωι

νηῒ θοῆι πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,

Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες

370

αὐτόν· τὸν δ᾽ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,

ἡμεῖς δ᾽ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον

Τηλεμάχωι, μηδ᾽ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω

τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.

αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῆι τε νόωι τε,

375

λαοὶ δ᾽ οὐκέτι πάμπαν ἐφ᾽ ἡμῖν ἦρα φέρουσιν.

ἀλλ᾽ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς

εἰς ἀγορήν - οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,

ἀλλ᾽ ἀπομηνίσει, ἐρέει δ᾽ ἐν πᾶσιν ἀναστὰς

οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ᾽ ἐκίχημεν·

380

οἱ δ᾽ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·

μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι

γαίης ἡμετέρης, ἄλλων δ᾽ ἀφικώμεθα δῆμον·

ἀλλὰ φθέωμεν ἑλόντες ἐπ᾽ ἀγροῦ νόσφι πόληος

ἢ ἐν ὁδῶι· βίοτον δ᾽ αὐτοὶ καὶ κτήματ᾽ ἔχωμεν,

385

δασσάμενοι κατὰ μοῖραν ἐφ᾽ ἡμέας, οἰκία δ᾽ αὖτε

κείνου μητέρι δοῖμεν ἔχειν ἠδ᾽ ὅστις ὀπυίοι.

εἰ δ᾽ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε

αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,

μή οἱ χρήματ᾽ ἔπειτα ἅλις θυμηδέ᾽ ἔδωμεν

390

ἐνθάδ᾽ ἀγειρόμενοι, ἀλλ᾽ ἐκ μεγάροιο ἕκαστος

μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κ᾽ ἔπειτα

γήμαιθ᾽ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆι.

τοῖσιν δ᾽ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,

395

Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,

ὅς ῥ᾽ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,

ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείηι

ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῆισιν·

ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·

 

400

ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι

Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν

κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.

εἰ μέν κ᾽ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,

αὐτός τε κτενέω τούς τ᾽ ἄλλους πάντας ἀνώξω·

405

εἰ δέ κ᾽ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.

 

ὣς ἔφατ᾽ Ἀμφίνομος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.

αὐτίκ᾽ ἔπειτ᾽ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,

ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.

 

ἡ δ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε περίφρων Πηνελόπεια,

410

μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.

πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·

κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.

βῆ δ᾽ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.

ἀλλ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,

415

στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,

ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,

Ἀντίνοον δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·

 

Ἀντίνο᾽, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν

ἐν δήμωι Ἰθάκης μεθ᾽ ὁμήλικας ἔμμεν ἄριστον

420

βουλῆι καὶ μύθοισι· σὺ δ᾽ οὐκ ἄρα τοῖος ἔησθα.

μάργε, τίη δὲ σὺ Τηλεμάχωι θάνατόν τε μόρον τε

ῥάπτεις, οὐδ᾽ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς

μάρτυρος; οὐδ᾽ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.

ἦ οὐκ οἶσθ᾽ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,

425

δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,

οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν

ἤκαχε Θεσπρωτούς· οἱ δ᾽ ἡμῖν ἄρθμιοι ἦσαν·

τόν ῥ᾽ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ

ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·

430

ἀλλ᾽ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.

τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάαι δὲ γυναῖκα

παῖδά τ᾽ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·

ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.

 

τὴν δ᾽ αὖτ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·

435

κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,

θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῆισι μελόντων.

οὐκ ἔσθ᾽ οὗτος ἀνὴρ οὐδ᾽ ἔσσεται οὐδὲ γένηται,

ὅς κεν Τηλεμάχωι σῶι υἱέϊ χεῖρας ἐποίσει

ζώοντός γ᾽ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.

440

ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·

αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ

ἡμετέρωι, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς

πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν

ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.

445

τῶι μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν

ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα

ἔκ γε μνηστήρων· θεόθεν δ᾽ οὐκ ἔστ᾽ ἀλέασθαι.

 

ὣς φάτο θαρσύνων, τῶι δ᾽ ἤρτυεν αὐτὸς ὄλεθρον.

ἡ μὲν ἄρ᾽ εἰσαναβᾶσ᾽ ὑπερώϊα σιγαλόεντα

450

κλαῖεν ἔπειτ᾽ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον

ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.

 

ἑσπέριος δ᾽ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς

ἤλυθεν· οἱ δ᾽ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,

σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,

455

ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα

ῥάβδωι πεπληγυῖα πάλιν ποίησε γέροντα,

λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης

γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείηι

ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.

460

τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·

ἦλθες, δῖ᾽ Εὔμαιε. τί δὴ κλέος ἔστ᾽ ἀνὰ ἄστυ;

ἦ ῥ᾽ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν

ἐκ λόχου, ἦ ἔτι μ᾽ αὖτ᾽ εἰρύαται οἴκαδ᾽ ἰόντα;

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

465

οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι

ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει

ἀγγελίην εἰπόντα πάλιν δεῦρ᾽ ἀπονέεσθαι.

ὡμήρησε δέ μοι παρ᾽ ἑταίρων ἄγγελος ὠκύς,

κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῆι μητρὶ ἔειπεν.

470

ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.

ἤδη ὑπὲρ πόλιος, ὅθι θ᾽ Ἕρμαιος λόφος ἐστίν,

ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν

ἐς λιμέν᾽ ἡμέτερον· πολλοὶ δ᾽ ἔσαν ἄνδρες ἐν αὐτῆι,

βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·

475

καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.

 

ὣς φάτο, μείδησεν δ᾽ ἱερὴ ἲς Τηλεμάχοιο

ἐς πατέρ᾽ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δ᾽ ὑφορβόν.

 

οἱ δ᾽ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,

δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.

480

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.