BIBLIOTHECA AUGUSTANA

 

Homeros

ca. 730 a. Chr. n.

 

 

 

Ὀ δ υ σ σ ε ί α ς   χ

 

Μνηστηροφονία.

 

___________________________________________________

 

 

 

Αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,

ἆλτο δ᾽ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην

ἰῶν ἐμπλείην, ταχέας δ᾽ ἐκχεύατ᾽ ὀϊστοὺς

αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·

5

οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·

νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,

εἴσομαι, αἴ κε τύχωμι, πόρηι δέ μοι εὖχος Ἀπόλλων.

 

ἦ καὶ ἐπ᾽ Ἀντινόωι ἰθύνετο πικρὸν ὀϊστόν.

ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,

10

χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,

ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῶι

μέμβλετο· τίς κ᾽ οἴοιτο μετ᾽ ἀνδράσι δαιτυμόνεσσι

μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,

οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;

15

τὸν δ᾽ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῶι,

ἀντικρὺ δ᾽ ἁπαλοῖο δι᾽ αὐχένος ἤλυθ᾽ ἀκωκή.

ἐκλίνθη δ᾽ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς

βλημένου, αὐτίκα δ᾽ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν

αἵματος ἀνδρομέοιο· θοῶς δ᾽ ἀπὸ εἷο τράπεζαν

20

ὦσε ποδὶ πλήξας, ἀπὸ δ᾽ εἴδατα χεῦεν ἔραζε·

σῖτός τε κρέα τ᾽ ὀπτὰ φορύνετο. τοὶ δ᾽ ὁμάδησαν

μνηστῆρες κατὰ δώμαθ᾽, ὅπως ἴδον ἄνδρα πεσόντα,

ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,

πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·

25

οὐδέ πη ἀσπὶς ἔην οὐδ᾽ ἄλκιμον ἔγχος ἑλέσθαι.

νείκειον δ᾽ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·

 

ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτ᾽ ἀέθλων

ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.

καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγ᾽ ἄριστος

30

κούρων εἰν Ἰθάκηι· τῶι σ᾽ ἐνθάδε γῦπες ἔδονται.

 

ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα

ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,

ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ᾽ ἐφῆπτο.

τοὺς δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·

 

35

ὦ κύνες, οὔ μ᾽ ἔτ᾽ ἐφάσκεθ᾽ ὑπότροπον οἴκαδ᾽ ἱκέσθαι

δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,

δμωιῆισιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,

αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,

οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,

40

οὔτε τιν᾽ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·

νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατ᾽ ἐφῆπται.

 

ὣς φάτο, τοὺς δ᾽ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·

πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.

Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·

 

45

εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,

ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,

πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δ᾽ ἐπ᾽ ἀγροῦ.

ἀλλ᾽ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,

Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,

50

οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,

ἀλλ᾽ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,

ὄφρ᾽ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι

αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.

νῦν δ᾽ ὁ μὲν ἐν μοίρηι πέφαται, σὺ δὲ φείδεο λαῶν

55

σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,

ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,

τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,

χαλκόν τε χρυσόν τ᾽ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ

ἰανθῆι· πρὶν δ᾽ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.

 

60

τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·

Εὐρύμαχ᾽, οὐδ᾽ εἴ μοι πατρώϊα πάντ᾽ ἀποδοῖτε,

ὅσσα τε νῦν ὔμμ᾽ ἐστὶ καὶ εἴ ποθεν ἄλλ᾽ ἐπιθεῖτε,

οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο

πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.

65

νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι

ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξηι·

ἀλλά τιν᾽ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.

 

ὣς φάτο, τῶν δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.

τοῖσιν δ᾽ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·

 

70

ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,

ἀλλ᾽ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,

οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας

ἄμμε κατακτείνηι· ἀλλὰ μνησώμεθα χάρμης.

φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας

75

ἰῶν ὠκυμόρων· ἐπὶ δ᾽ αὐτῶι πάντες ἔχωμεν

ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,

ἔλθωμεν δ᾽ ἀνὰ ἄστυ, βοὴ δ᾽ ὤκιστα γένοιτο·

τῶι κε τάχ᾽ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.

 

ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ

80

χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δ᾽ ἐπ᾽ αὐτῶι

σμερδαλέα ἰάχων· ὁ δ᾽ ἁμαρτῆ δῖος Ὀδυσσεὺς

ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,

ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δ᾽ ἄρα χειρὸς

φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζηι

85

κάππεσεν ἰδνωθείς, ἀπὸ δ᾽ εἴδατα χεῦεν ἔραζε

καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπωι

θυμῶι ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι

λακτίζων ἐτίνασσε· κατ᾽ ὀφθαλμῶν δ᾽ ἔχυτ᾽ ἀχλύς.

 

Ἀμφίνομος δ᾽ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο

90

ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,

εἴ πώς οἱ εἴξειε θυράων. ἀλλ᾽ ἄρα μιν φθῆ

Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ

ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·

δούπησεν δὲ πεσών, χθόνα δ᾽ ἤλασε παντὶ μετώπωι.

95

Τηλέμαχος δ᾽ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος

αὐτοῦ ἐν Ἀμφινόμωι· περὶ γὰρ δίε μή τις Ἀχαιῶν

ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε

φασγάνωι ἀΐξας ἠὲ προπρηνέα τύψας.

βῆ δὲ θέειν, μάλα δ᾽ ὦκα φίλον πατέρ᾽ εἰσαφίκανεν,

100

ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·

 

ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε

καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν

αὐτός τ᾽ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτηι

καὶ τῶι βουκόλωι ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.

 

105

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρ᾽ ὀϊστοί,

μή μ᾽ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.

 

ὣς φάτο, Τηλέμαχος δὲ φίλωι ἐπεπείθετο πατρί,

βῆ δ᾽ ἴμεναι θάλαμόνδ᾽, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.

110

ἔνθεν τέσσαρα μὲν σάκε᾽ ἔξελε, δούρατα δ᾽ ὀκτὼ

καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·

βῆ δὲ φέρων, μάλα δ᾽ ὦκα φίλον πατέρ᾽ εἰσαφίκανεν,

αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·

ὣς δ᾽ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,

115

ἔσταν δ᾽ ἀμφ᾽ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.

 

αὐτὰρ ὅ γ᾽, ὄφρα μὲν αὐτῶι ἀμύνεσθαι ἔσαν ἰοί.

τόφρα μνηστήρων ἕνα γ᾽ αἰεὶ ὧι ἐνὶ οἴκωι

βάλλε τιτυσκόμενος· τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον.

αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,

120

τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο

ἔκλιν᾽ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,

αὐτὸς δ᾽ ἀμφ᾽ ὤμοισι σάκος θέτο τετραθέλυμνον,

κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμωι κυνέην εὔτυκτον ἔθηκεν,

ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·

125

εἵλετο δ᾽ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῶι.

 

ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτωι ἐνὶ τοίχωι,

ἀκρότατον δὲ παρ᾽ οὐδὸν ἐϋσταθέος μεγάροιο

ἦν ὁδὸς ἐς λαύρην, σανίδες δ᾽ ἔχον εὖ ἀραρυῖαι.

τὴν δ᾽ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν

130

ἑσταότ᾽ ἄγχ᾽ αὐτῆς· μία δ᾽ οἴη γίγνετ᾽ ἐφορμή.

τοῖς δ᾽ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·

 

ὦ φίλοι, οὐκ ἂν δή τις ἀν᾽ ὀρσοθύρην ἀναβαίη

καὶ εἴποι λαοῖσι, βοὴ δ᾽ ὤκιστα γένοιτο;

τῶι κε τάχ᾽ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.

 

135

τὸν δ᾽ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·

οὔ πως ἔστ᾽, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς

αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·

καί χ᾽ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τ᾽ ἄλκιμος εἴη.

ἀλλ᾽ ἄγεθ᾽, ὑμῖν τεύχε᾽ ἐνείκω θωρηχθῆναι

140

ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλληι

τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.

 

ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,

εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.

ἔνθεν δώδεκα μὲν σάκε᾽ ἔξελε, τόσσα δὲ δοῦρα

145

καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·

βῆ δ᾽ ἴμεναι, μάλα δ᾽ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.

καὶ τότ᾽ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,

ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα

μακρὰ τινάσσοντας· μέγα δ᾽ αὐτῶι φαίνετο ἔργον.

150

αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·

 

Τηλέμαχ᾽, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν

νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.

 

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γ᾽ ἤμβροτον - οὐδέ τις ἄλλος

155

αἴτιος - ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν

κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.

ἀλλ᾽ ἴθι, δῖ᾽ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο

καὶ φράσαι ἤ τις ἄρ᾽ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,

ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.

 

160

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

βῆ δ᾽ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,

οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,

αἶψα δ᾽ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·

 

διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

165

κεῖνος δ᾽ αὖτ᾽ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθ᾽ αὐτοί,

ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,

ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,

ἦε σοὶ ἐνθάδ᾽ ἄγω, ἵν᾽ ὑπερβασίας ἀποτίσηι

πολλάς, ὅσσας οὗτος ἐμήσατο σῶι ἐνὶ οἴκωι.

 

170

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς

σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.

σφῶϊ δ᾽ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν

ἐς θάλαμον βαλέειν, σανίδας δ᾽ ἐκδῆσαι ὄπισθε,

175

σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε

κίον᾽ ἀν᾽ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,

ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπ᾽ ἄλγεα πάσχηι·

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,

βὰν δ᾽ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.

180

ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχε᾽ ἐρεύνα,

τὼ δ᾽ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.

εὖθ᾽ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,

τῆι ἑτέρηι μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,

τῆι δ᾽ ἑτέρηι σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζηι,

185

Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·

δὴ τότε γ᾽ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·

τὼ δ᾽ ἄρ᾽ ἐπαΐξανθ᾽ ἑλέτην ἔρυσάν τέ μιν εἴσω

κουρίξ, ἐν δαπέδωι δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,

σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῶι

190

εὖ μάλ᾽ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν

υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·

σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε

κίον᾽ ἀν᾽ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.

τὸν δ᾽ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·

 

195

νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,

εὐνῆι ἔνι μαλακῆι καταλέγμενος, ὥς σε ἔοικεν·

οὐδέ σέ γ᾽ ἠριγένεια παρ᾽ Ὠκεανοῖο ῥοάων

λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκ᾽ ἀγινεῖς

αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.

 

200

ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῶι ἐνὶ δεσμῶι·

τὼ δ᾽ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,

βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.

ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπ᾽ οὐδοῦ

τέσσαρες, οἱ δ᾽ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.

205

τοῖσι δ᾽ ἐπ᾽ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,

Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.

τὴν δ᾽ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·

 

Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δ᾽ ἑτάροιο φίλοιο,

ὅς σ᾽ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.

 

210

ὣς φάτ᾽, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.

μνηστῆρες δ᾽ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·

πρῶτος τήν γ᾽ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·

 

Μέντορ, μή σ᾽ ἐπέεσσι παραιπεπίθηισιν Ὀδυσσεὺς

μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῶι.

215

ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·

ὁππότε κεν τούτους κτέωμεν, πατέρ᾽ ἠδὲ καὶ υἱόν,

ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾶις

ἔρδειν ἐν μεγάροις· σῶι δ᾽ αὐτοῦ κράατι τίσεις.

αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῶι,

220

κτήμαθ᾽ ὁπόσσα τοί ἐστι, τά τ᾽ ἔνδοθι καὶ τὰ θύρηφι,

τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας

ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας

οὐδ᾽ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.

 

ὣς φάτ᾽, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,

225

νείκεσσεν δ᾽ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·

 

οὐκέτι σοί γ᾽, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή

οἵη ὅτ᾽ ἀμφ᾽ Ἑλένηι λευκωλένωι εὐπατερείηι,

εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,

πολλοὺς δ᾽ ἄνδρας ἔπεφνες ἐν αἰνῆι δηϊοτῆτι,

230

σῆι δ᾽ ἥλω βουλῆι Πριάμου πόλις εὐρυάγυια.

πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθ᾽ ἱκάνεις,

ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;

ἀλλ᾽ ἄγε δεῦρο, πέπον, παρ᾽ ἔμ᾽ ἵστασο καὶ ἴδε ἔργον,

ὄφρ᾽ εἰδῆις οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν

235

Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.

 

ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,

ἀλλ᾽ ἔτ᾽ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν

ἠμὲν Ὀδυσσῆος ἠδ᾽ υἱοῦ κυδαλίμοιο.

αὐτὴ δ᾽ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον

240

ἕζετ᾽ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.

 

μνηστῆρας δ᾽ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,

Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,

Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·

οἱ γὰρ μνηστήρων ἀρετῆι ἔσαν ἔξοχ᾽ ἄριστοι,

245

ὅσσοι ἔτ᾽ ἔζωον περί τε ψυχέων ἐμάχοντο·

τοὺς δ᾽ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.

τοῖς δ᾽ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·

 

ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·

καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,

250

οἱ δ᾽ οἶοι λείπονται ἐπὶ πρώτηισι θύρηισι.

τῶι νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,

ἀλλ᾽ ἄγεθ᾽ οἱ ἓξ πρῶτον ἀκοντίσατ᾽, αἴ κέ ποθι Ζεὺς

δώηι Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.

τῶν δ᾽ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσηισιν.

 

255

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,

ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,

τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο

βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·

ἄλλου δ᾽ ἐν τοίχωι μελίη πέσε χαλκοβάρεια.

260

αὐτὰρ ἐπεὶ δὴ δούρατ᾽ ἀλεύαντο μνηστήρων,

τοῖς δ᾽ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·

 

ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι

μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν

ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.

 

265

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα

ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,

Εὐρυάδην δ᾽ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,

Πείσανδρον δ᾽ ἄρ᾽ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.

οἱ μὲν ἔπειθ᾽ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,

270

μνηστῆρες δ᾽ ἀνεχώρησαν μεγάροιο μυχόνδε·

τοὶ δ᾽ ἄρ᾽ ἐπήϊξαν, νεκύων δ᾽ ἐξ ἔγχε᾽ ἕλοντο.

 

αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα

ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.

τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο

275

βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·

ἄλλου δ᾽ ἐν τοίχωι μελίη πέσε χαλκοβάρεια.

Ἀμφιμέδων δ᾽ ἄρα Τηλέμαχον βάλε χεῖρ᾽ ἐπὶ καρπῶι

λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.

Κτήσιππος δ᾽ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῶι

280

ὦμον ἐπέγραψεν· τὸ δ᾽ ὑπέρπτατο, πῖπτε δ᾽ ἔραζε.

τοὶ δ᾽ αὖτ᾽ ἀμφ᾽ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,

μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.

ἔνθ᾽ αὖτ᾽ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,

Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·

285

Κτήσιππον δ᾽ ἄρ᾽ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ

βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·

 

ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν

εἴκων ἀφραδίηις μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν

μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.

290

τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτ᾽ ἔδωκας

ἀντιθέωι Ὀδυσῆϊ δόμον κάτ᾽ ἀλητεύοντι.

 

ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς

οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῶι.

Τηλέμαχος δ᾽ Εὐηνορίδην Λειώκριτον οὖτα

295

δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·

ἤριπε δὲ πρηνής, χθόνα δ᾽ ἤλασε παντὶ μετώπωι.

δὴ τότ᾽ Ἀθηναίη φθισίμβροτον αἰγίδ᾽ ἀνέσχεν

ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.

οἱ δ᾽ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·

300

τὰς μέν τ᾽ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν

ὥρηι ἐν εἰαρινῆι, ὅτε τ᾽ ἤματα μακρὰ πέλονται.

οἱ δ᾽ ὥς τ᾽ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,

ἐξ ὀρέων ἐλθόντες ἐπ᾽ ὀρνίθεσσι θόρωσι·

ταὶ μέν τ᾽ ἐν πεδίωι νέφεα πτώσσουσαι ἵενται,

305

οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ

γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τ᾽ ἀνέρες ἄγρηι·

ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα

τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτ᾽ ἀεικὴς

κράτων τυπτομένων, δάπεδον δ᾽ ἅπαν αἵματι θῦε.

 

310

λειώδης δ᾽ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,

καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·

 

γουνοῦμαί σ᾽, Ὀδυσεῦ· σὺ δέ μ᾽ αἴδεο καί μ᾽ ἐλέησον·

οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν

εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους

315

παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.

ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·

τῶι καὶ ἀτασθαλίηισιν ἀεικέα πότμον ἐπέσπον.

αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς

κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθ᾽ εὐεργέων·

 

320

τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·

εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,

πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι

τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,

σοὶ δ᾽ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·

325

τῶι οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.

 

ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείηι

κείμενον, ὅ ῥ᾽ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε

κτεινόμενος· τῶι τόν γε κατ᾽ αὐχένα μέσσον ἔλασσε.

φθεγγομένου δ᾽ ἄρα τοῦ γε κάρη κονίηισιν ἐμίχθη.

 

330

Τερπιάδης δ᾽ ἔτ᾽ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,

Φήμιος, ὅς ῥ᾽ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκηι.

ἔστη δ᾽ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν

ἄγχι παρ᾽ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,

ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν

335

ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθ᾽ ἄρα πολλὰ

Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρί᾽ ἔκηαν,

ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.

ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,

γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.

340

ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε

μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,

αὐτὸς δ᾽ αὖτ᾽ Ὀδυσῆα προσαΐξας λάβε γούνων,

καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·

 

γουνοῦμαί σ᾽, Ὀδυσεῦ· σὺ δέ μ᾽ αἴδεο καί μ᾽ ἐλέησον·

345

αὐτῶι τοι μετόπισθ᾽ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν

πέφνηις, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.

αὐτοδίδακτος δ᾽ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας

παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν

ὥς τε θεῶι· τῶι με λιλαίεο δειροτομῆσαι.

350

καί κεν Τηλέμαχος τάδε γ᾽ εἴποι, σὸς φίλος υἱός,

ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων

πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,

ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκηι.

 

ὣς φάτο, τοῦ δ᾽ ἤκουσ᾽ ἱερὴ ἲς Τηλεμάχοιο,

355

αἶψα δ᾽ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·

 

ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῶι·

καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ

οἴκωι ἐν ἡμετέρωι κηδέσκετο παιδὸς ἐόντος,

εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,

360

ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένωι κατὰ δῶμα.

 

ὣς φάτο, τοῦ δ᾽ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·

πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα

ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.

αἶψα δ᾽ ἀπὸ θρόνου ὦρτο, θοῶς δ᾽ ἀπέδυνε βοείην

365

Τηλέμαχον δ᾽ ἄρ᾽ ἔπειτα προσαΐξας λάβε γούνων,

καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·

 

ὦ φίλ᾽, ἐγὼ μὲν ὅδ᾽ εἰμί, σὺ δ᾽ ἴσχεο εἰπὲ δὲ πατρὶ

μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῶι,

ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον

370

κτήματ᾽ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.

 

τὸν δ᾽ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·

θάρσει, ἐπεὶ δή σ᾽ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,

ὄφρα γνῶις κατὰ θυμόν, ἀτὰρ εἴπηισθα καὶ ἄλλωι,

ὡς κακοεργίης εὐεργεσίη μέγ᾽ ἀμείνων.

375

ἀλλ᾽ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε

ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,

ὄφρ᾽ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.

 

ὣς φάτο, τὼ δ᾽ ἔξω βήτην μεγάροιο κιόντε,

ἑζέσθην δ᾽ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,

380

πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.

πάπτηνεν δ᾽ Ὀδυσεὺς καθ᾽ ἑὸν δόμον, εἴ τις ἔτ᾽ ἀνδρῶν

ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.

τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίηισι

πεπτεῶτας πολλούς, ὥστ᾽ ἰχθύας, οὕς θ᾽ ἁλιῆες

385

κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης

δικτύωι ἐξέρυσαν πολυωπῶι· οἱ δέ τε πάντες

κύμαθ᾽ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·

τῶν μέν τ᾽ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·

ὣς τότ᾽ ἄρα μνηστῆρες ἐπ᾽ ἀλλήλοισι κέχυντο.

390

δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·

 

Τηλέμαχ᾽, εἰ δ᾽ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,

ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.

ὣς φάτο, Τηλέμαχος δὲ φίλωι ἐπεπείθετο πατρί,

κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·

 

395

δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν

δμωιάων σκοπός ἐσσι κατὰ μέγαρ᾽ ἡμετεράων·

ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπηι.

 

ὣς ἄρ᾽ ἐφώνησεν, τῆι δ᾽ ἄπτερος ἔπλετο μῦθος,

ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,

400

βῆ δ᾽ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθ᾽ ἡγεμόνευεν.

εὗρεν ἔπειτ᾽ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,

αἵματι καὶ λύθρωι πεπαλαγμένον ὥστε λέοντα,

ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·

πᾶν δ᾽ ἄρα οἱ στῆθός τε παρήϊά τ᾽ ἀμφοτέρωθεν

405

αἱματόεντα πέλει, δεινὸς δ᾽ εἰς ὦπα ἰδέσθαι·

ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.

ἡ δ᾽ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,

ἴθυσέν ῥ᾽ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·

ἀλλ᾽ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,

410

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

 

ἐν θυμῶι, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδ᾽ ὀλόλυζε·

οὐχ ὁσίη κταμένοισιν ἐπ᾽ ἀνδράσιν εὐχετάασθαι.

τούσδε δὲ μοῖρ᾽ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·

οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,

415

οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·

τῶι καὶ ἀτασθαλίηισιν ἀεικέα πότμον ἐπέσπον.

ἀλλ᾽ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,

αἵ τέ μ᾽ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.

 

τὸν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·

420

τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.

πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες

δμωιαί, τὰς μέν τ᾽ ἔργα διδάξαμεν ἐργάζεσθαι,

εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·

τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,

425

οὔτ᾽ ἐμὲ τίουσαι οὔτ᾽ αὐτὴν Πηνελόπειαν.

Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ

σημαίνειν εἴασκεν ἐπὶ δμωιῆισι γυναιξίν.

ἀλλ᾽ ἄγ᾽ ἐγὼν ἀναβᾶσ᾽ ὑπερώϊα σιγαλόεντα

εἴπω σῆι ἀλόχωι, τῆι τις θεὸς ὕπνον ἐπῶρσε.

 

430

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς

μή πω τήνδ᾽ ἐπέγειρε· σὺ δ᾽ ἐνθάδε εἰπὲ γυναιξὶν

ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.

 

ὣς ἄρ᾽ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει

ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.

435

αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην

εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·

 

ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·

αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας

ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.

440

αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,

δμωιὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,

μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,

θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων

ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντ᾽ Ἀφροδίτης,

445

τὴν ἄρ᾽ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.

 

ὣς ἔφαθ᾽, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,

αἴν᾽ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.

πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,

κὰδ δ᾽ ἄρ᾽ ὑπ᾽ αἰθούσηι τίθεσαν εὐερκέος αὐλῆς,

450

ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δ᾽ Ὀδυσσεὺς

αὐτὸς ἐπισπέρχων· ταὶ δ᾽ ἐκφόρεον καὶ ἀνάγκηι.

αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας

ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.

αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτηις

455

λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο

ξῦον· ταὶ δ᾽ ἐφόρεον δμωιαί, τίθεσαν δὲ θύραζε.

αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,

δμωιὰς δ᾽ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,

μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,

460

εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.

τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχ᾽ ἀγορεύειν·

 

μὴ μὲν δὴ καθαρῶι θανάτωι ἀπὸ θυμὸν ἑλοίμην

τάων, αἳ δὴ ἐμῆι κεφαλῆι κατ᾽ ὀνείδεα χεῦαν

μητέρι θ᾽ ἡμετέρηι παρά τε μνηστῆρσιν ἴαυον.

 

465

ὣς ἄρ᾽ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρώιροιο

κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,

ὑψόσ᾽ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.

ὡς δ᾽ ὅτ᾽ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι

ἕρκει ἐνιπλήξωσι, τό θ᾽ ἑστήκηι ἐνὶ θάμνωι,

470

αὖλιν ἐσιέμεναι, στυγερὸς δ᾽ ὑπεδέξατο κοῖτος,

ὣς αἵ γ᾽ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις

δειρῆισι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.

ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.

 

ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·

475

τοῦ δ᾽ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῶι

τάμνον, μήδεά τ᾽ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,

χεῖράς τ᾽ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῶι.

 

οἱ μὲν ἔπειτ᾽ ἀπονιψάμενοι χεῖράς τε πόδας τε

εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·

480

αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·

οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,

ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν

ἐλθεῖν ἐνθάδ᾽ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·

πάσας δ᾽ ὄτρυνον δμωιὰς κατὰ δῶμα νέεσθαι.

485

τὸν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·

ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.

ἀλλ᾽ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματ᾽ ἐνείκω,

μηδ᾽ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους

ἕσταθ᾽ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.

 

490

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.

 

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,

ἤνεικεν δ᾽ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς

εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.

495

γρηῢς δ᾽ αὖτ᾽ ἀπέβη διὰ δώματα κάλ᾽ Ὀδυσῆος

ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·

αἱ δ᾽ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.

αἱ μὲν ἄρ᾽ ἀμφεχέοντο καὶ ἠσπάζοντ᾽ Ὀδυσῆα,

καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους

500

χεῖράς τ᾽ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ἥιρει

κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δ᾽ ἄρα φρεσὶ πάσας.