Homeros
ca. 730 a. Chr. n.
Ὀ δ υ σ σ ε ί α ς ξ
Ὀδυσσέως πρὸςΕὔμαιον ὁμιλία.
|
|
___________________________________________________
|
|
Αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸνχῶρον ἀν᾽ ὑλήεντα δι᾽ ἄκριας, ἧι οἱ Ἀθήνηπέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστακήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς. | |
5 | τὸν δ᾽ ἄρ᾽ ἐνὶ προδόμωι εὗρ᾽ ἥμενον, ἔνθα οἱ αὐλὴὑψηλὴ δέδμητο, περισκέπτωι ἐνὶ χώρωι,καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτηςαὐτὸς δείμαθ᾽ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος, |
10 | ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδωι·σταυροὺς δ᾽ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·ἔντοσθεν δ᾽ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίειπλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστωι |
15 | πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,θήλειαι τοκάδες· τοὶ δ᾽ ἄρσενες ἐκτὸς ἴαυον,πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντεςἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτηςαἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων· |
20 | οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυοντέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.αὐτὸς δ᾽ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι |
25 | ὤιχοντ᾽ ἄλλυδις ἄλλος ἅμ᾽ ἀγρομένοισι σύεσσιν,οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδεσῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκηι,ὄφρ᾽ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.ἐξαπίνης δ᾽ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι. |
30 | οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺςἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.ἔνθα κεν ὧι πὰρ σταθμῶι ἀεικέλιον πάθεν ἄλγος·ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼνἔσσυτ᾽ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός. |
35 | τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλονπυκνῆισιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντοἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε· |
40 | ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύωνἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλωἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆςπλάζετ᾽ ἐπ᾽ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,εἴ που ἔτι ζώει καὶ ὁρᾶι φάος ἠελίοιο. |
45 | ἀλλ᾽ ἕπεο, κλισίηνδ᾽ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,εἴπηις ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε᾽ ἀνέτλης.ὣς εἰπὼν κλισίηνδ᾽ ἡγήσατο δῖος ὑφορβός,εἷσεν δ᾽ εἰσαγαγών, ῥῶπας δ᾽ ὑπέχευε δασείας, |
50 | ἐστόρεσεν δ᾽ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δ᾽ Ὀδυσσεὺςὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοιὅττι μάλιστ᾽ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο. |
55 | τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ξεῖν᾽, οὔ μοι θέμις ἔστ᾽, οὐδ᾽ εἰ κακίων σέθεν ἔλθοι,ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντεςξεῖνοί τε πτωχοί τε· δόσις δ᾽ ὀλίγη τε φίλη τεγίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν |
60 | αἰεὶ δειδιότων, ὅτ᾽ ἐπικρατέωσιν ἄνακτεςοἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,ὅς κεν ἔμ᾽ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν, |
64 | οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα, |
63 | οἷά τε ὧι οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν, |
65 | ὅς οἱ πολλὰ κάμηισι, θεὸς δ᾽ ἐπὶ ἔργον ἀέξηι,ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ὧι ἐπιμίμνω.τῶι κέ με πόλλ᾽ ὤνησεν ἄναξ, εἰ αὐτόθ᾽ ἐγήρα·ἀλλ᾽ ὄλεθ᾽ - ὡς ὤφελλ᾽ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαιπρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ᾽ ἔλυσε· |
70 | καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆςἼλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,βῆ δ᾽ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.ἔνθεν ἑλὼν δύ᾽ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν, |
75 | εὗσέ τε μίστυλλέν τε καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειρεν.ὀπτήσας δ᾽ ἄρα πάντα φέρων παρέθηκ᾽ Ὀδυσῆϊθέρμ᾽ αὐτοῖς ὀβελοῖσιν· ὁ δ᾽ ἄλφιτα λευκὰ πάλυνεν·ἐν δ᾽ ἄρα κισσυβίωι κίρνη μελιηδέα οἶνον,αὐτὸς δ᾽ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα· |
80 | ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,χοίρε᾽· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδ᾽ ἐλεητύν.οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ᾽ ἀνθρώπων. |
85 | καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ᾽ ἐπὶ γαίηςἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώηι,πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τιν᾽ ἔκλυον αὐδήν, |
90 | κείνου λυγρὸν ὄλεθρον, ὅτ᾽ οὐκ ἐθέλουσι δικαίωςμνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερ᾽, ἀλλὰ ἕκηλοικτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ᾽ ἔπι φειδώ.ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,οὔ ποθ᾽ ἓν ἱρεύουσ᾽ ἱερήϊον, οὐδὲ δύ᾽ οἴω· |
95 | οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.ἦ γάρ οἱ ζωή γ᾽ ἦν ἄσπετος· οὔ τινι τόσσηἀνδρῶν ἡρώων, οὔτ᾽ ἠπείροιο μελαίνηςοὔτ᾽ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶνἔστ᾽ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω. |
100 | δώδεκ᾽ ἐν ἠπείρωι ἀγέλαι· τόσα πώεα οἰῶν,τόσσα συῶν συβόσια, τόσ᾽ αἰπόλια πλατέ᾽ αἰγῶνβόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.ἐνθάδε δ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν ἕνδεκα πάνταἐσχατιῆι βόσκοντ᾽, ἐπὶ δ᾽ ἀνέρες ἐσθλοὶ ὄρονται. |
105 | τῶν αἰεί σφιν ἕκαστος ἐπ᾽ ἤματι μῆλον ἀγινεῖ,ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.ὣς φύθ᾽, ὁ δ᾽ ἐνδυκέως κρέα τ᾽ ἤσθιε πῖνέ τε οἶνον |
110 | ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῆι,καί οἱ πλησάμενος δῶκε σκύφον, ὧι περ ἔπινεν,οἴνου ἐνίπλειον· ὁ δ᾽ ἐδέξατο, χαῖρε δὲ θυμῶι,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
115 | ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,ὧδε μάλ᾽ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;φῆς δ᾽ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, |
120 | εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δ᾽ ἀλήθην.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼνἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,ἀλλ᾽ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται |
125 | ψεύδοντ᾽, οὐδ᾽ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.ὃς δέ κ᾽ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·ἡ δ᾽ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾶι,καί οἱ ὀδυρομένηι βλεφάρων ἄπο δάκρυα πίπτει, |
130 | ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθ᾽ ὄληται.αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.τοῦ δ᾽ ἤδη μέλλουσι κύνες ταχέες τ᾽ οἰωνοὶῥινὸν ἀπ᾽ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν· |
135 | ἢ τόν γ᾽ ἐν πόντωι φάγον ἰχθύες, ὀστέα δ᾽ αὐτοῦκεῖται ἐπ᾽ ἠπείρου ψαμάθωι εἰλυμένα πολλῆι.ὣς ὁ μὲν ἔνθ᾽ ἀπόλωλε, φίλοισι δὲ κήδε᾽ ὀπίσσωπᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτ᾽ ἄλλονἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσ᾽ ἐπέλθω, |
140 | οὐδ᾽ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαιοἶκον, ὅθι πρῶτον γενόμην καί μ᾽ ἔτρεφον αὐτοί.οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίηι·ἀλλά μ᾽ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο. |
145 | τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντ᾽ ὀνομάζειναἰδέομαι· πέρι γάρ μ᾽ ἐφίλει καὶ κήδετο θυμῶι·ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·ὦ φίλ᾽, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδ᾽ ἔτι φῆισθα |
150 | κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·ἀλλ᾽ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκωι,ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστωαὐτίκ᾽, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθ᾽ ἵκηται·ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά· |
155 | πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύληισιγίγνεται, ὃς πενίηι εἴκων ἀπατήλια βάζει.ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω· |
160 | ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.τοῦδ᾽ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς.τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ᾽ ἱσταμένοιο,οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνουἐνθάδ᾽ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν. |
165 | τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ὦ γέρον, οὔτ᾽ ἄρ᾽ ἐγὼν εὐαγγέλιον τόδε τίσω,οὔτ᾽ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλοςπῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτωνμίμνησκ᾽· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν |
170 | ἄχνυται, ὁππότε τις μνήσηι κεδνοῖο ἄνακτος.ἀλλ᾽ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺςἔλθοι ὅπως μιν ἐγώ γ᾽ ἐθέλω καὶ ΠηνελόπειαΛαέρτης θ᾽ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ᾽ Ὀδυσσεύς, |
175 | Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηαπατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσαςἠέ τις ἀνθρώπων· ὁ δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν |
180 | ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶοἴκαδ᾽ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληταινώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.ἀλλ᾽ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώηιἦ κε φύγηι καί κέν οἱ ὑπέρσχηι χεῖρα Κρονίων. |
185 | ἀλλ᾽ ἄγε μοι σύ, γεραιέ, τὰ σ᾽ αὐτοῦ κήδε᾽ ἐνίσπεςκαί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐῢ εἰδῶ·τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;ὁπποίης τ᾽ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦταιἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; |
190 | οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύςτοιγὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως ἀγορεύσω.εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι, |
195 | δαίνυσθαι ἀκέοντ᾽, ἄλλοι δ᾽ ἐπὶ ἔργον ἕποιεν·ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπανταοὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων, |
200 | ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοιυἱέες ἐν μεγάρωι ἠμὲν τράφεν ἠδ᾽ ἐγένοντογνήσιοι ἐξ ἀλόχου· ἐμὲ δ᾽ ὠνητὴ τέκε μήτηρπαλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμαΚάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι |
205 | ὃς τότ᾽ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμωιὄλβωι τε πλούτωι τε καὶ υἱάσι κυδαλίμοισιν.ἀλλ᾽ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαιεἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδύσαντοπαῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο, |
210 | αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκί᾽ ἔνειμαν.ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπωνεἵνεκ᾽ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦαοὐδὲ φυγοπτόλεμος· νῦν δ᾽ ἤδη πάντα λέλοιπενἀλλ᾽ ἔμπης καλάμην γέ σ᾽ ὀΐομαι εἰσορόωντα |
215 | γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.ἦ μὲν δὴ θάρσος μοι Ἄρης τ᾽ ἔδοσαν καὶ Ἀθήνηκαὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδεἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ, |
220 | ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκονἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.τοῖος ἔα ἐν πολέμωι· ἔργον δέ μοι οὐ φίλον ἔσκενοὐδ᾽ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν |
225 | καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,λυγρά, τά τ᾽ ἄλλοισίν γε καταριγηλὰ πέλονται.αὐτὰρ ἐμοὶ τὰ φίλ᾽ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·ἄλλος γάρ τ᾽ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν |
230 | εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσινἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ᾽ ὀπίσσωλάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειταδεινός τ᾽ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην. |
235 | ἀλλ᾽ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺςἐφράσαθ᾽, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ᾽ ἔλυσε,δὴ τότ᾽ ἔμ᾽ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆανήεσσ᾽ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχοςἦεν ἀνήνασθαι, χαλεπὴ δ᾽ ἔχε δήμου φῆμις. |
240 | ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,τῶι δεκάτωι δὲ πόλιν Πριάμου πέρσαντες ἔβημενοἴκαδε σὺν νήεσσι, θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς.αὐτὰρ ἐμοὶ δειλῶι κακὰ μήδετο μητίετα Ζεύς·μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν |
245 | κουριδίηι τ᾽ ἀλόχωι καὶ κτήμασιν· αὐτὰρ ἔπειταΑἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.ἐννέα νῆας στεῖλα, θοῶς δ᾽ ἐσαγείρατο λαός.ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι |
250 | δαίνυντ᾽· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχονθεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.ἑβδομάτηι δ᾽ ἀναβάντες ἀπὸ Κρήτης εὐρείηςἐπλέομεν Βορέηι ἀνέμωι ἀκραέϊ καλῶιῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι |
255 | νηῶν πημάνθη, ἀλλ᾽ ἀσκηθέες καὶ ἄνουσοιἥμεθα, τὰς δ᾽ ἄνεμός τε κυβερνῆταί τ᾽ ἴθυνον.πεμπταῖοι δ᾽ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,στῆσα δ᾽ ἐν Αἰγύπτωι ποταμῶι νέας ἀμφιελίσσας.ἔνθ᾽ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους |
260 | αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·οἱ δ᾽ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῶι,αἶψα μάλ᾽ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺςπόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, |
265 | αὐτούς τ᾽ ἔκτεινον· τάχα δ᾽ ἐς πόλιν ἵκετ᾽ ἀϋτή.οἱ δὲ βοῆς ἀΐοντες ἅμ᾽ ἠοῖ φαινομένηφινἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππωνχαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνοςφύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη |
270 | μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.ἔνθ᾽ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῶι,τοὺς δ᾽ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκηι.αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημαποίησ᾽ - ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν |
275 | αὐτοῦ ἐν Αἰγύπτωι· ἔτι γάρ νύ με πῆμ᾽ ὑπέδεκτο -αὐτίκ᾽ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκακαὶ σάκος ὤμοιϊν, δόρυ δ᾽ ἔκβαλον ἔκτοσε χειρός·αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππωνκαὶ κύσα γούναθ᾽ ἑλών· ὁδ᾽ ἐρύσατο καί μ᾽ ἐλέησεν, |
280 | ἐς δίφρον δέ μ᾽ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίηισιν,ἱέμενοι κτεῖναι - δὴ γὰρ κεχολώατο λίην -ἀλλ᾽ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δ᾽ ὠπίζετο μῆνινξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα. |
285 | ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δ᾽ ἄγειραχρήματ᾽ ἀν᾽ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.ἀλλ᾽ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,τρώκτης, ὃς δὴ πολλὰ κάκ᾽ ἀνθρώποισιν ἐώργει· |
290 | ὅς μ᾽ ἄγε παρπεπιθὼν ἧισι φρεσίν, ὄφρ᾽ ἱκόμεσθαΦοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔκειτο.ἔνθα παρ᾽ αὐτῶι μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντοἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, |
295 | ἐς Λιβύην μ᾽ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιοψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,κεῖθι δέ μ᾽ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.τῶι ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκηι.ἡ δ᾽ ἔθεεν Βορέηι ἀνέμωι ἀκραέϊ καλῶι, |
300 | μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετ᾽ ὄλεθρον.ἀλλ᾽ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλληφαίνετο γαιάων, ἀλλ᾽ οὐρανὸς ἠδὲ θάλασσα,δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίωννηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ᾽ αὐτῆς. |
305 | Ζεὺς δ᾽ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·ἡ δ᾽ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῶι,ἐν δὲ θεείου πλῆτο· πέσον δ᾽ ἐκ νηὸς ἅπαντες.οἱ δὲ κορώνηισιν ἴκελοι περὶ νῆα μέλαινανκύμασιν ἐμφορέοντο· θεὸς δ᾽ ἀποαίνυτο νόστον. |
310 | αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῶι,ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρώιροιοἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.τῶι ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.ἐννῆμαρ φερόμην, δεκάτηι δέ με νυκτὶ μελαίνηι |
315 | γαίηι Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδωνἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼναἴθρωι καὶ καμάτωι δεδμημένον ἦγεν ἐς οἶκον,χειρὸς ἀναστήσας, ὄφρ᾽ ἵκετο δώματα πατρός· |
320 | ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.ἔνθ᾽ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκεξεινίσαι ἠδὲ φιλῆσαι ἰόντ᾽ ἐς πατρίδα γαῖαν,καί μοι κτήματ᾽ ἔδειξεν ὅσα ξυναγείρατ᾽ Ὀδυσσεύς,χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον. |
325 | καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γ᾽ ἔτι βόσκοι·τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.τὸν δ᾽ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖοἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,ὅππως νοστήσει᾽ Ἰθάκης ἐς πίονα δῆμον |
330 | ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.ὤμοσε δὲ πρὸς ἔμ᾽ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκωι,νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.ἀλλ᾽ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς |
335 | ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.ἔνθ᾽ ὅ γέ μ᾽ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστωιἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴἀμφ᾽ ἐμοί, ὄφρ᾽ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.ἀλλ᾽ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς, |
340 | αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματ᾽ ἔδυσαν,ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·ἑσπέριοι δ᾽ Ἰθάκης εὐδειέλου ἔργ᾽ ἀφίκοντο. |
345 | ἔνθ᾽ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμωι ἐνὶ νηῒὅπλωι ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δ᾽ ἀποβάντεςἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶῥηϊδίως· κεφαλῆι δὲ κατὰ ῥάκος ἀμφικαλύψας, |
350 | ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσηιστῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσ᾽ ἀμφοτέρηισινηχόμενος, μάλα δ᾽ ὦκα θύρηθ᾽ ἔα ἀμφὶς ἐκείνων.ἔνθ᾽ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες |
355 | φοίτων· ἀλλ᾽ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναιμαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινοννηὸς ἔπι γλαφυρῆς· ἐμὲ δ᾽ ἔκρυψαν θεοὶ αὐτοὶῥηϊδίως, καί με σταθμῶι ἐπέλασσαν ἄγοντεςἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι. |
360 | τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄριναςταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδ᾽ ὅσ᾽ ἀλήθης.ἀλλὰ τά γ᾽ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσειςεἰπὼν ἀμφ᾽ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα |
365 | μαψιδίως ψεύδεσθαι; ἐγὼ δ᾽ εὖ οἶδα καὶ αὐτὸςνόστον ἐμοῖο ἄνακτος, ὅ τ᾽ ἤχθετο πᾶσι θεοῖσιπάγχυ μάλ᾽, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσανἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.τῶι κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί, |
370 | ἠδέ κε καὶ ὧι παιδὶ μέγα κλέος ἤρατ᾽ ὀπίσσωνῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.αὐτὰρ ἐγὼ παρ᾽ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδεἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπειαἐλθέμεν ὀτρύνηισιν, ὅτ᾽ ἀγγελίη ποθὲν ἔλθηι. |
375 | ἀλλ᾽ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,ἠδ᾽ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·ἀλλ᾽ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,ἐξ οὗ δή μ᾽ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθωι, |
380 | ὅς ῥ᾽ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,ἦλθεν ἐμὰ πρὸς δώματ᾽· ἐγὼ δέ μιν ἀμφαγάπαζον.φῆ δέ μιν ἐν Κρήτεσσι παρ᾽ Ἰδομενῆϊ ἰδέσθαινῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·καὶ φάτ᾽ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην, |
385 | πολλὰ χρήματ᾽ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·οὐ γὰρ τοὔνεκ᾽ ἐγώ σ᾽ αἰδέσσομαι οὐδὲ φιλήσω,ἀλλὰ Δία ξένιον δείσας αὐτόν τ᾽ ἐλεαίρων. |
390 | τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύςἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,οἷόν σ᾽ οὐδ᾽ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.ἀλλ᾽ ἄγε νῦν ῥήτρην ποιησόμεθ᾽· αὐτὰρ ὄπισθεμάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν. |
395 | εἰ μέν κεν νοστήσηι ἄναξ τεὸς ἐς τόδε δῶμα,ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαιΔουλίχιόνδ᾽ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῶι·εἰ δέ κε μὴ ἔλθηισιν ἄναξ τεὸς ὡς ἀγορεύω,δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης, |
400 | ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·ξεῖν᾽, οὕτω γάρ κέν μοι ἐϋκλείη τ᾽ ἀρετή τεεἴη ἐπ᾽ ἀνθρώπους ἅμα τ᾽ αὐτίκα καὶ μετέπειτα,ὅς σ᾽ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα, |
405 | αὖτις δὲ κτείναιμι φίλον τ᾽ ἀπὸ θυμὸν ἑλοίμην·πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.νῦν δ᾽ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροιεἶεν, ἵν᾽ ἐν κλισίηι λαρὸν τετυκοίμεθα δόρπον.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, |
410 | ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,κλαγγὴ δ᾽ ἄσπετος ὦρτο συῶν αὐλιζομενάωναὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·ἄξεθ᾽ ὑῶν τὸν ἄριστον, ἵνα ξείνωι ἱερεύσω |
415 | τηλεδαπῶι· πρὸς δ᾽ αὐτοὶ ὀνησόμεθ᾽, οἵ περ ὀϊζὺνδὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκ᾽ ἀργιοδόντων·ἄλλοι δ᾽ ἡμέτερον κάματον νήποινον ἔδουσιν.ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῶι,οἱ δ᾽ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον. |
420 | τὸν μὲν ἔπειτ᾽ ἔστησαν ἐπ᾽ ἐσχάρηι· οὐδὲ συβώτηςλήθετ᾽ ἄρ᾽ ἀθανάτων· φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῆισιν·ἀλλ᾽ ὅγ᾽ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλενἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιννοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. |
425 | κόψε δ᾽ ἀνασχόμενος σχίζηι δρυός, ἣν λίπε κείων·τὸν δ᾽ ἔλιπε ψυχή. τοὶ δ᾽ ἔσφαξάν τε καὶ εὗσαν·αἶψα δέ μιν διέχευαν· ὁ δ᾽ ὠμοθετεῖτο συβώτης,πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῆι, |
430 | μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,βάλλον δ᾽ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτηςἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ἤιδη.καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων· |
435 | τὴν μὲν ἴαν νύμφηισι καὶ Ἑρμῆι, Μαιάδος υἱεῖ,θῆκεν ἐπευξάμενος, τὰς δ᾽ ἄλλας νεῖμεν ἑκάστωι·νώτοισιν δ᾽ Ὀδυσῆα διηνεκέεσσι γέραιρενἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς· |
440 | αἴθ᾽ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιοὡς ἐμοί, ὅττι τε τοῖον ἐόντ᾽ ἀγαθοῖσι γεραίρεις.τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δ᾽ ἐάσει, |
445 | ὅττι κεν ὧι θυμῶι ἐθέληι· δύναται γὰρ ἅπαντα.ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτηισι,σπείσας δ᾽ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθωιἐν χείρεσσιν ἔθηκεν· ὁ δ᾽ ἕζετο ἧι παρὰ μοίρηι.σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης |
450 | αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·πὰρ δ᾽ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
455 | σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δ᾽ ἐπὶ κοῖτονσίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.νὺξ δ᾽ ἄρ᾽ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δ᾽ ἄρα Ζεὺςπάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.τοῖς δ᾽ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων, |
460 | εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τιν᾽ ἑταίρωνἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγειἠλεός, ὅς τ᾽ ἐφέηκε πολύφρονά περ μάλ᾽ ἀεῖσαι |
465 | καί θ᾽ ἁπαλὸν γελάσαι, καί τ᾽ ὀρχήσασθαι ἀνῆκε,καί τι ἔπος προέηκεν ὅ περ τ᾽ ἄρρητον ἄμεινον.ἀλλ᾽ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.εἴθ᾽ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,ὡς ὅθ᾽ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες. |
470 | ἡγείσθην δ᾽ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,τοῖσι δ᾽ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.ἀλλ᾽ ὅτε δή ῥ᾽ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες |
475 | κείμεθα. νὺξ δ᾽ ἄρ᾽ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετ᾽ ἠΰτε πάχνη,ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.ἔνθ᾽ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,εὗδον δ᾽ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους· |
480 | αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπονἀφραδίηις, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,ἀλλ᾽ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.ἀλλ᾽ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ᾽ ἄστρα βεβήκει,καὶ τότ᾽ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα |
485 | ἀγκῶνι νύξας· ὁ δ᾽ ἄρ᾽ ἐμμαπέως ὑπάκουσε·διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμαδάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μ᾽ ἤπαφε δαίμωνοἰοχίτων᾽ ἔμεναι· νῦν δ᾽ οὐκέτι φυκτὰ πέλονται. |
490 | ὣς ἐφάμην, ὁ δ᾽ ἔπειτα νόον σχέθε τόνδ᾽ ἐνὶ θυμῶι,οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·φθεγξάμενος δ᾽ ὀλίγηι ὀπί με πρὸς μῦθον ἔειπε·σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσηι.ἦ καὶ ἐπ᾽ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον· |
495 | ᾽κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴηεἰπεῖν Ἀτρεΐδηι Ἀγαμέμνονι, ποιμένι λαῶν,εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.ὣς ἔφατ᾽, ὦρτο δ᾽ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός, |
500 | καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δ᾽ ἐνὶ εἵματι κείνουκείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν, |
505 | ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·νῦν δέ μ᾽ ἀτιμάζουσι κακὰ χροῒ εἵματ᾽ ἔχοντα.τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες· |
510 | τῶι οὔτ᾽ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,ὧν ἐπέοιχ᾽ ἱκέτην ταλαπείριον ἀντιάσαντα,νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνεςἐνθάδε ἕννυσθαι, μία δ᾽ οἴη φωτὶ ἑκάστωι. |
515 | αὐτὰρ ἐπὴν ἔλθηισιν Ὀδυσσῆος φίλος υἱός,αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,πέμψει δ᾽ ὅππηι σε κραδίη θυμός τε κελεύει.ὣς εἰπὼν ἀνόρουσε, τίθει δ᾽ ἄρα οἱ πυρὸς ἐγγὺςεὐνήν, ἐν δ᾽ ὀΐων τε καὶ αἰγῶν δέρματ᾽ ἔβαλλεν. |
520 | ἔνθ᾽ Ὀδυσεὺς κατέλεκτ᾽· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῶιπυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετ᾽ ἀμοιβάς,ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.ὣς ὁ μὲν ἔνθ᾽ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρ᾽ αὐτὸνἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτηι |
525 | ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δ᾽ Ὀδυσσεύς,ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετ᾽ ὤμοις,ἀμφὶ δὲ χλαῖναν ἑέσσατ᾽ ἀλεξάνεμον, μάλα πυκνήν, |
530 | ἂν δὲ νάκην ἕλετ᾽ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,εἵλετο δ᾽ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.βῆ δ᾽ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντεςπέτρηι ὕπο γλαφυρῆι εὗδον, Βορέω ὑπ᾽ ἰωγῆι. |