Homeros
ca. 730 a. Chr. n.
Ὀ δ υ σ σ ε ί α ς ν
Ὀδυσσέως ἀπόπλοος παρὰΦαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην.
|
|
___________________________________________________
|
|
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆι,κηληθμῶι δ᾽ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ, | |
5 | ὑψερεφές, τῶι σ᾽ οὔ τι παλιμπλαγχθέντα γ᾽ ὀΐωἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.ὑμέων δ᾽ ἀνδρὶ ἑκάστωι ἐφιέμενος τάδε εἴρω,ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνοναἰεὶ πίνετ᾽ ἐμοῖσιν, ἀκουάζεσθε δ᾽ ἀοιδοῦ. |
10 | εἵματα μὲν δὴ ξείνωι ἐϋξέστηι ἐνὶ χηλῶικεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάνταδῶρ᾽, ὅσα Φαιήκων βουληφόροι ἐνθάδ᾽ ἔνεικαν·ἀλλ᾽ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβηταἀνδρακάς· ἡμεῖς δ᾽ αὖτε ἀγειρόμενοι κατὰ δῆμον |
15 | τισόμεθ᾽· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.ὣς ἔφατ᾽ Ἀλκίνοος, τοῖσιν δ᾽ ἐπιὴνδανε μῦθος.οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,νῆάδ᾽ ἐπεσσεύοντο, φέρον δ᾽ εὐήνορα χαλκόν. |
20 | καὶ τὰ μὲν εὖ κατέθηχ᾽ ἱερὸν μένος Ἀλκινόοιο,αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τιν᾽ ἑταίρωνβλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατ᾽ ἐρετμοῖς.οἱ δ᾽ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτ᾽ ἀλέγυνον.τοῖσι δὲ βοῦν ἱέρευσ᾽ ἱερὸν μένος Ἀλκινόοιο |
25 | Ζηνὶ κελαινεφέϊ Κρονίδηι, ὃς πᾶσιν ἀνάσσει.μῆρα δὲ κήαντες δαίνυντ᾽ ἐρικυδέα δαῖτατερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺςπολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα, |
30 | δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.ὡς δ᾽ ὅτ᾽ ἀνὴρ δόρποιο λιλαίεται, ὧι τε πανῆμαρνειὸν ἀν᾽ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·ἀσπασίως δ᾽ ἄρα τῶι κατέδυ φάος ἠελίοιοδόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ᾽ ἰόντι· |
35 | ὣς Ὀδυσῆ᾽ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,Ἀλκινόωι δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ᾽ αὐτοί· |
40 | ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνεςὄλβια ποιήσειαν· ἀμύμονα δ᾽ οἴκοι ἄκοιτιννοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.ὑμεῖς δ᾽ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας |
45 | κουριδίας καὶ τέκνα· θεοὶ δ᾽ ἀρετὴν ὀπάσειανπαντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπήινεον ἠδ᾽ ἐκέλευονπεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο· |
50 | Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμονπᾶσιν ἀνὰ μέγαρον, ὄφρ᾽ εὐξάμενοι Διὶ πατρὶτὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν |
55 | ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δ᾽ ἵστατο δῖος Ὀδυσσεύς,Ἀρήτηι δ᾽ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας |
60 | ἔλθηι καὶ θάνατος, τά τ᾽ ἐπ᾽ ἀνθρώποισι πέλονται.αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῶιδ᾽ ἐνὶ οἴκωιπαισί τε καὶ λαοῖσι καὶ Ἀλκινόωι βασιλῆϊ.ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,τῶι δ᾽ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο, |
65 | ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·Ἀρήτη δ᾽ ἄρα οἱ δμωιὰς ἅμ᾽ ἔπεμπε γυναῖκας,τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,τὴν δ᾽ ἑτέρην χηλὸν πυκινὴν ἅμ᾽ ὄπασσε κομίζειν·ἡ δ᾽ ἄλλη σῖτόν τ᾽ ἔφερεν καὶ οἶνον ἐρυθρόν. |
70 | αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,αἶψα τά γ᾽ ἐν νηῒ γλαφυρῆι πομπῆες ἀγαυοὶδεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·κὰδ δ᾽ ἄρ᾽ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τενηὸς ἐπ᾽ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι, |
75 | πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτοσιγῆι· τοὶ δὲ καθῖζον ἐπὶ κληῖσιν ἕκαστοικόσμωι, πεῖσμα δ᾽ ἔλυσαν ἀπὸ τρητοῖο λίθοις.εὖθ᾽ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῶι,καὶ τῶι νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε, |
80 | νήγρετος, ἥδιστος, θανάτωι ἄγχιστα ἐοικώς.ἡ δ᾽, ὥς τ᾽ ἐν πεδίωι τετράοροι ἄρσενες ἵπποι,πάντες ἅμ᾽ ὁρμηθέντες ὑπὸ πληγῆισιν ἱμάσθλης,ὑψόσ᾽ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δ᾽ ὄπισθε |
85 | πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.ἡ δὲ μάλ᾽ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξκίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματ᾽ ἔταμνεν,ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε᾽ ἔχοντα· |
90 | ὃς πρὶν μὲν μάλα πολλὰ πάθ᾽ ἄλγεα ὃν κατὰ θυμὸνἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,δὴ τότε γ᾽ ἀτρέμας εὗδε, λελασμένος ὅσσ᾽ ἐπεπόνθει.εὖτ᾽ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλισταἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης, |
95 | τῆμος δὴ νήσωι προσεπίλνατο ποντοπόρος νηῦς.Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,ἐν δήμωι Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῶιἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,αἵ τ᾽ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα |
100 | ἔκτοθεν· ἔντοσθεν δέ τ᾽ ἄνευ δεσμοῖο μένουσινῆες ἐΰσσελμοι, ὅτ᾽ ἂν ὅρμου μέτρον ἵκωνται.αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,ἀγχόθι δ᾽ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται. |
105 | ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασινλάϊνοι· ἔνθα δ᾽ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.ἐν δ᾽ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαιφάρε᾽ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·ἐν δ᾽ ὕδατ᾽ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν, |
110 | αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,αἱ δ᾽ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνηιἄνδρες ἐσέρχονται, ἀλλ᾽ ἀθανάτων ὁδός ἐστιν.ἔνθ᾽ οἵ γ᾽ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειταἠπείρωι ἐπέκελσεν, ὅσον τ᾽ ἐπὶ ἥμισυ πάσης, |
115 | σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσ᾽ ἐρετάων·οἱ δ᾽ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδεπρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραναὐτῶι σύν τε λίνωι καὶ ῥήγεϊ σιγαλόεντι,κὰδ δ᾽ ἄρ᾽ ἐπὶ ψαμάθωι ἔθεσαν δεδμημένον ὕπνωι, |
120 | ἐκ δὲ κτήματ᾽ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶὤπασαν οἴκαδ᾽ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.καὶ τὰ μὲν οὖν παρὰ πυθμέν᾽ ἐλαίης ἀθρόα θῆκανἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,πρίν γ᾽ Ὀδυσῆ᾽ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο· |
125 | αὐτοὶ δ᾽ αὖτ᾽ οἶκόνδε πάλιν κίον. οὐδ᾽ ἐνοσίχθωνλήθετ᾽ ἀπειλάων, τὰς ἀντιθέωι Ὀδυσῆϊπρῶτον ἐπηπείλησε, Διὸς δ᾽ ἐξείρετο βουλήν·Ζεῦ πάτερ, οὐκέτ᾽ ἐγώ γε μετ᾽ ἀθανάτοισι θεοῖσιτιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν, |
130 | Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.καὶ γὰρ νῦν Ὀδυσῆ᾽ ἐφάμην κακὰ πολλὰ παθόνταοἴκαδ᾽ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτ᾽ ἀπηύρωνπάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.οἱ δ᾽ εὕδοντ᾽ ἐν νηῒ θοῆι ἐπὶ πόντον ἄγοντες |
135 | κάτθεσαν εἰν Ἰθάκηι, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντήν,πόλλ᾽, ὅσ᾽ ἂν οὐδέ ποτε Τροίης ἐξήρατ᾽ Ὀδυσσεύς,εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς· |
140 | ὢ πόποι, ἐννοσίγαι᾽ εὐρυσθενές, οἷον ἔειπες.οὔ τί σ᾽ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴηπρεσβύτατον καὶ ἄριστον ἀτιμίηισιν ἰάλλειν.ἀνδρῶν δ᾽ εἴ πέρ τίς σε βίηι καὶ κάρτεϊ εἴκωνοὔ τι τίει. σοὶ δ᾽ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί. |
145 | ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῶι.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων·αἶψά κ᾽ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδ᾽ ἀλεείνω.νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα, |
150 | ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντωιῥαῖσαι, ἵν᾽ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆςἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·ὢ πέπον, ὡς μὲν ἐμῶι θυμῶι δοκεῖ εἶναι ἄριστα, |
155 | ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνταιλαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίηςνηῒ θοῆι ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντεςἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε Ποσειδάων ἐνοσίχθων, |
160 | βῆ ῥ᾽ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.ἔνθ᾽ ἔμεν᾽· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦςῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθ᾽ ἐνοσίχθων,ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθεχειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει. |
165 | οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευονΦαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησ᾽ ἐνὶ πόντωιοἴκαδ᾽ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα. |
170 | ὣς ἄρα τις εἴπεσκε· τὰ δ᾽ οὐκ ἴσαν ὡς ἐτέτυκτο.τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ᾽ ἱκάνειπατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάων᾽ ἀγάσασθαιἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων. |
175 | φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντωιῥαισέμεναι, μέγα δ᾽ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.ὣς ἀγόρευ᾽ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.ἀλλ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες· |
180 | πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηταιἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρουςδώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κ᾽ ἐλεήσηι,μηδ᾽ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψηι.ὣς ἔφαθ᾽, οἱ δ᾽ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους. |
185 | ὣς οἱ μέν ῥ᾽ εὔχοντο Ποσειδάωνι ἄνακτιδήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,ἑσταότες περὶ βωμόν. ὁ δ᾽ ἔγρετο δῖος Ὀδυσσεὺςεὕδων ἐν γαίηι πατρωΐηι, οὐδέ μιν ἔγνω,ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε |
190 | Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸνἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.τοὔνεκ᾽ ἄρ᾽ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι, |
195 | ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοιπέτραι τ᾽ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.στῆ δ᾽ ἄρ᾽ ἀναΐξας καί ῥ᾽ εἴσιδε πατρίδα γαῖαν·ὤιμωξέν τ᾽ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼχερσὶ καταπρηνέσσ᾽, ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα· |
200 | ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;ἦ ῥ᾽ οἵ γ᾽ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;πῆι δὴ χρήματα πολλὰ φέρω τάδε; πῆι τε καὶ αὐτὸςπλάζομαι; αἴθ᾽ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν |
205 | αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήωνἐξικόμην, ὅς κέν μ᾽ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.νῦν δ᾽ οὔτ᾽ ἄρ πηι θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦκαλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι |
210 | ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,οἵ μ᾽ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μ᾽ ἔφαντοἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδ᾽ ἐτέλεσσαν.Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλουςἀνθρώπους ἐφορᾶι καὶ τίνυται ὅς τις ἁμάρτηι. |
215 | ἀλλ᾽ ἄγε δὴ τὰ χρήματ᾽ ἀριθμήσω καὶ ἴδωμαι,μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβηταςἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.τῶν μὲν ἄρ᾽ τι πόθει· ὁ δ᾽ ὀδύρετο πατρίδα γαῖαν |
220 | ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,πόλλ᾽ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,ἀνδρὶ δέμας εἰκυῖα νέωι, ἐπιβώτορι μήλων,παναπάλωι, οἷοί τε ἀνάκτων παῖδες ἔασι,δίπτυχον ἀμφ᾽ ὤμοισιν ἔχουσ᾽ εὐεργέα λώπην· |
225 | ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσι πέδιλ᾽ ἔχε, χερσὶ δ᾽ ἄκοντα.τὴν δ᾽ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ φίλ᾽, ἐπεί σε πρῶτα κιχάνω τῶιδ᾽ ἐνὶ χώρωι,χαῖρέ τε καὶ μή μοί τι κακῶι νόωι ἀντιβολήσαις, |
230 | ἀλλὰ σάω μὲν ταῦτα, σάω δ᾽ ἐμέ· σοὶ γὰρ ἐγώ γεεὔχομαι ὥς τε θεῶι καί σευ φίλα γούναθ᾽ ἱκάνω.καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐῢ εἰδῶ·τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ |
235 | κεῖθ᾽ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·νήπιός εἰς, ὦ ξεῖν᾽, ἢ τηλόθεν εἰλήλουθας,εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίηνοὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί, |
240 | ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ᾽ ἠέλιόν τε,ἠδ᾽ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδ᾽ εὐρεῖα τέτυκται.ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος |
245 | γίγνεται· αἰεὶ δ᾽ ὄμβρος ἔχει τεθαλυῖά τ᾽ ἐέρση·αἰγίβοτος δ᾽ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕληπαντοίη, ἐν δ᾽ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.τῶι τοι, ξεῖν᾽, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ᾽ ἵκει,τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης. |
250 | ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,χαίρων ἧι γαίηι πατρωΐηι, ὥς οἱ ἔειπεΠαλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·οὐδ᾽ ὅ γ᾽ ἀληθέα εἶπε, πάλιν δ᾽ ὅ γε λάζετο μῦθον, |
255 | αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτηι εὐρείηι,τηλοῦ ὑπὲρ πόντου· νῦν δ᾽ εἰλήλουθα καὶ αὐτὸςχρήμασι σὺν τοίσδεσσι· λιπὼν δ᾽ ἔτι παισὶ τοσαῦταφεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος, |
260 | Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτηι εὐρείηιἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσηςΤρωϊάδος, τῆς εἵνεκ᾽ ἐγὼ πάθον ἄλγεα θυμῶι,ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, |
265 | οὕνεκ᾽ ἄρ᾽ οὐχ ὧι πατρὶ χαριζόμενος θεράπευονδήμωι ἔνι Τρώων, ἀλλ᾽ ἄλλων ἦρχον ἑταίρων.τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρωι·νὺξ δὲ μάλα δνοφερὴ κάτεχ᾽ οὐρανόν, οὐδέ τις ἡμέας |
270 | ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῶι,αὐτίκ᾽ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺςἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·τούς μ᾽ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι |
275 | ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.ἀλλ᾽ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιοπόλλ᾽ ἀεκαζομένους, οὐδ᾽ ἤθελον ἐξαπατῆσαι.κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.σπουδῆι δ᾽ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν |
280 | δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,ἀλλ᾽ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.ἔνθ᾽ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,οἱ δὲ χρήματ᾽ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντεςκάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην. |
285 | οἱ δ᾽ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντεςὤιχοντ᾽· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,χειρί τέ μιν κατέρεξε· δέμας δ᾽ ἤϊκτο γυναικὶκαλῆι τε μεγάληι τε καὶ ἀγλαὰ ἔργα ἰδυίηι· |
290 | καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·κερδαλέος κ᾽ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοιἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.σχέτλιε, ποικιλομῆτα, δόλων ἆτ᾽, οὐκ ἄρ᾽ ἔμελλες,οὐδ᾽ ἐν σῆι περ ἐὼν γαίηι, λήξειν ἀπατάων |
295 | μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.ἀλλ᾽ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφωκέρδε᾽, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ᾽ ἄριστος ἁπάντωνβουλῆι καὶ μύθοισιν, ἐγὼ δ᾽ ἐν πᾶσι θεοῖσιμήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γ᾽ ἔγνως |
300 | Παλλάδ᾽ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,νῦν αὖ δεῦρ᾽ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνωχρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ |
305 | ὤπασαν οἴκαδ᾽ ἰόντι ἐμῆι βουλῆι τε νόωι τε,εἴπω θ᾽ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσικήδε᾽ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκηι,μηδέ τωι ἐκφάσθαι μήτ᾽ ἀνδρῶν μήτε γυναικῶν,πάντων, οὕνεκ᾽ ἄρ᾽ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῆι |
310 | πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ἀργαλέον σε, θεά, γνῶναι βροτῶι ἀντιάσαντι,καὶ μάλ᾽ ἐπισταμένωι· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.τοῦτο δ᾽ ἐγὼν εὖ οἶδ᾽, ὅτι μοι πάρος ἠπίη ἦσθα, |
315 | ἧος ἐνὶ Τροίηι πολεμίζομεν υἷες Ἀχαιῶν.αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,βῆμεν δ᾽ ἐν νήεσσι, θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς,οὔ σέ γ᾽ ἔπειτα ἴδον, κούρη Διός, οὐδ᾽ ἐνόησανηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις. |
320 | ἀλλ᾽ αἰεὶ φρεσὶν ἧισιν ἔχων δεδαϊγμένον ἦτορἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·πρίν γ᾽ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμωιθάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι - οὐ γὰρ ὀΐω |
325 | ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τιν᾽ ἄλληνγαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐωταῦτ᾽ ἀγορευέμεναι, ἵν᾽ ἐμὰς φρένας ἠπεροπεύσηις -εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδ᾽ ἱκάνω.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· |
330 | αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·τῶι σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,οὕνεκ᾽ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.ἀσπασίως γάρ κ᾽ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼνἵετ᾽ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ᾽ ἄλοχόν τε· |
335 | σοὶ δ᾽ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,πρίν γ᾽ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτωςἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶφθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσηι.αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ᾽ ἀπίστεον, ἀλλ᾽ ἐνὶ θυμῶι |
340 | ἤιδε᾽, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαιπατροκασιγνήτωι, ὅς τοι κότον ἔνθετο θυμῶι,χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.ἀλλ᾽ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθηις. |
345 | Φόρκυνος μὲν ὅδ᾽ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,ἥδε δ᾽ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·ἀγχόθι δ᾽ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς |
350 | ἔρδεσκες νύμφηισι τεληέσσας ἑκατόμβας·τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕληι.ὣς εἰποῦσα θεὰ σκέδασ᾽ ἠέρα, εἴσατο δὲ χθών·γήθησέν τ᾽ ἄρ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,χαίρων ἧι γαίηι, κύσε δὲ ζείδωρον ἄρουραν. |
355 | αὐτίκα δὲ νύμφηις ἠρήσατο, χεῖρας ἀνασχών·νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτ᾽ ἐγώ γεὄψεσθ᾽ ὔμμ᾽ ἐφάμην· νῦν δ᾽ εὐχωλῆις ἀγανῆισιχαίρετ᾽· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,αἴ κεν ἐᾶι πρόφρων με Διὸς θυγάτηρ ἀγελείη |
360 | αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξηι.τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῆισι μελόντων.ἀλλὰ χρήματα μὲν μυχῶι ἄντρου θεσπεσίοιοθείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνηι· |
365 | αὐτοὶ δὲ φραζώμεθ᾽ ὅπως ὄχ᾽ ἄριστα γένηται.ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺςἆσσον πάντ᾽ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸνεἵματά τ᾽ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν. |
370 | καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δ᾽ ἐπέθηκε θύρηισιΠαλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμέν᾽ ἐλαίηςφραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη· |
375 | διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν |
380 | πάντας μέν ῥ᾽ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστωι,ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾶι.τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαοφθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, |
385 | εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.ἀλλ᾽ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι, |
390 | καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμηνσὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσ᾽ ἐπαρήγοις.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τιν᾽ ὀΐω |
395 | αἵματί τ᾽ ἐγκεφάλωι τε παλαξέμεν ἄσπετον οὖδαςἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.ἀλλ᾽ ἄγε σ᾽ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,ξανθὰς δ᾽ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος |
400 | ἕσσω ὅ κε στυγέηισιν ἰδὼν ἄνθρωπον ἔχοντα,κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ᾽ ἐόντε,ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήηιςσῆι τ᾽ ἀλόχωι καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι, |
405 | ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονταιπὰρ Κόρακος πέτρηι ἐπί τε κρήνηι Ἀρεθούσηι,ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ |
410 | πίνουσαι, τά θ᾽ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,ὄφρ᾽ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικαΤηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον |
415 | ὤιχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτ᾽ εἴης.τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·τίπτε τ᾽ ἄρ᾽ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχηιπόντον ἐπ᾽ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι; |
420 | τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτοκεῖσ᾽ ἐλθών· ἀτὰρ οὔ τιν᾽ ἔχει πόνον, ἀλλὰ ἕκηλοςἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δ᾽ ἄσπετα κεῖται. |
425 | ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνηι,ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·ἀλλὰ τά γ᾽ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξειἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.ὣς ἄρα μιν φαμένη ῥάβδωι ἐπεμάσσατ᾽ Ἀθήνη. |
430 | κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,ξανθὰς δ᾽ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμαπάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ᾽ ἐόντε·ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα, |
435 | ῥωγαλέα ῥυπόωντα, κακῶι μεμορυγμένα καπνῶι·ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ᾽ ἐλάφοιο,ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.τώ γ᾽ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα |
440 | ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδ᾽ Ὀδυσῆος. |