Homeros
ca. 730 a. Chr. n.
Ὀ δ υ σ σ ε ί α ς μ
Σειρῆνες. Σκύλλα.Χάρυβδις. Βόες Ἡλίου.
|
|
___________________________________________________
|
|
Αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖονηῦς, ἀπὸ δ᾽ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιονῆσόν τ᾽ Αἰαίην, ὅθι τ᾽ Ἠοῦς ἠριγενείηςοἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,νῆα μὲν ἔνθ᾽ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·ἔνθα δ᾽ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,δὴ τότ᾽ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης | |
10 | οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.φιτροὺς δ᾽ αἶψα ταμόντες, ὅθ᾽ ἀκροτάτη πρόεχ᾽ ἀκτή,θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.αὐτὰρ ἐπεὶ νεκρός τ᾽ ἐκάη καὶ τεύχεα νεκροῦ,τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες |
15 | πήξαμεν ἀκροτάτωι τύμβωι ἐυῆρες ἐρετμόν.ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδ᾽ ἄρα Κίρκηνἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλ᾽ ὦκαἦλθ᾽ ἐντυναμένη· ἅμα δ᾽ ἀμφίπολοι φέρον αὐτῆισῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν. |
20 | ἡ δ᾽ ἐν μέσσωι στᾶσα μετηύδα δῖα θεάων·σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμ᾽ Ἀίδαο,δισθανέες, ὅτε τ᾽ ἄλλοι ἅπαξ θνήισκουσ᾽ ἄνθρωποι.ἀλλ᾽ ἄγετ᾽ ἐσθίετε βρώμην καὶ πίνετε οἶνοναὖθι πανημέριοι· ἅμα δ᾽ ἠοῖ φαινομένηφι |
25 | πλεύσεσθ᾽· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστασημανέω, ἵνα μή τι κακορραφίηι ἀλεγεινῆιἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα |
30 | ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,ἡ δ᾽ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρωνεἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα· |
35 | αὐτὰρ ἐγὼ τῆι πάντα κατὰ μοῖραν κατέλεξα.καὶ τότε δή μ᾽ ἐπέεσσι προσηύδα πότνια Κίρκη·ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ᾽ ἄκουσον,ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας |
40 | ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.ὅς τις ἀιδρείηι πελάσηι καὶ φθόγγον ἀκούσηιΣειρήνων, τῶι δ᾽ οὔ τι γυνὴ καὶ νήπια τέκναοἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,ἀλλά τε Σειρῆνες λιγυρῆι θέλγουσιν ἀοιδῆι |
45 | ἥμεναι ἐν λειμῶνι, πολὺς δ᾽ ἀμφ᾽ ὀστεόφιν θὶςἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.ἀλλὰ παρεξελάαν, ἐπὶ δ᾽ οὔατ᾽ ἀλεῖψαι ἑταίρωνκηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσηιτῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κ᾽ ἐθέληισθα, |
50 | δησάντων σ᾽ ἐν νηὶ θοῆι χεῖράς τε πόδας τεὀρθὸν ἐν ἱστοπέδηι, ἐκ δ᾽ αὐτοῦ πείρατ᾽ ἀνήφθω,ὄφρα κε τερπόμενος ὄπ᾽ ἀκούσηις Σειρήνοιιν.εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύηις,οἱ δέ σ᾽ ἔτι πλεόνεσσι τότ᾽ ἐν δεσμοῖσι διδέντων. |
55 | αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,ἔνθα τοι οὐκέτ᾽ ἔπειτα διηνεκέως ἀγορεύσω,ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸςθυμῶι βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δ᾽ αὐτὰς |
60 | κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.τῆι μέν τ᾽ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαιτρήρωνες, ταί τ᾽ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη· |
65 | ἀλλ᾽ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.τῆι δ᾽ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,ἀλλά θ᾽ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶνκύμαθ᾽ ἁλὸς φορέουσι πυρός τ᾽ ὀλοοῖο θύελλαι.οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς, |
70 | Ἀργὼ πᾶσι μέλουσα, παρ᾽ Αἰήταο πλέουσα.καὶ νύ κε τὴν ἔνθ᾽ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,ἀλλ᾽ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνειὀξείηι κορυφῆι, νεφέλη δέ μιν ἀμφιβέβηκε |
75 | κυανέη· τὸ μὲν οὔ ποτ᾽ ἐρωεῖ, οὐδέ ποτ᾽ αἴθρηκείνου ἔχει κορυφὴν οὔτ᾽ ἐν θέρει οὔτ᾽ ἐν ὀπώρηι.οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδ᾽ ἐπιβαίη,οὐδ᾽ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·πέτρη γὰρ λίς ἐστι, περιξεστῆι ἐικυῖα. |
80 | μέσσωι δ᾽ ἐν σκοπέλωι ἔστι σπέος ἠεροειδές,πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ἧι περ ἂν ὑμεῖςνῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμ᾽ Ὀδυσσεῦ.οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρτόξωι ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο. |
85 | ἔνθα δ᾽ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆςγίγνεται, αὐτὴ δ᾽ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μινγηθήσειεν ἰδών, οὐδ᾽ εἰ θεὸς ἀντιάσειεν.τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι, |
90 | ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστηισμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντεςπυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,ἔξω δ᾽ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου, |
95 | αὐτοῦ δ᾽ ἰχθυάαι, σκόπελον περιμαιμώωσα,δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕληισικῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.τῆι δ᾽ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνταιπαρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστωι |
100 | φῶτ᾽ ἐξαρπάξασα νεὸς κυανοπρώιροιο.τὸν δ᾽ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.τῶι δ᾽ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·τῶι δ᾽ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ. |
105 | τρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἐπ᾽ ἤματι, τρὶς δ᾽ ἀναροιβδεῖδεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·οὐ γάρ κεν ῥύσαιτό σ᾽ ὑπὲκ κακοῦ οὐδ᾽ ἐνοσίχθων.ἀλλὰ μάλα Σκύλλης σκοπέλωι πεπλημένος ὦκανῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν |
110 | ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·εἰ δ᾽ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,τὴν δέ κ᾽ ἀμυναίμην, ὅτε μοι σίνοιτό γ᾽ ἑταίρους. |
115 | ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων·σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλεκαὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;ἡ δέ τοι οὐ θνητή, ἀλλ᾽ ἀθάνατον κακόν ἐστι,δεινόν τ᾽ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν· |
120 | οὐδέ τις ἔστ᾽ ἀλκή· φυγέειν κάρτιστον ἀπ᾽ αὐτῆς.ἢν γὰρ δηθύνηισθα κορυσσόμενος παρὰ πέτρηι,δείδω, μή σ᾽ ἐξαῦτις ἐφορμηθεῖσα κίχηισιτόσσηισιν κεφαλῆισι, τόσους δ᾽ ἐκ φῶτας ἕληται.ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν, |
125 | μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·ἥ μιν ἔπειτ᾽ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.Θρινακίην δ᾽ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶβόσκοντ᾽ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,ἑπτὰ βοῶν ἀγέλαι, τόσα δ᾽ οἰῶν πώεα καλά, |
130 | πεντήκοντα δ᾽ ἕκαστα. γόνος δ᾽ οὐ γίγνεται αὐτῶν,οὐδέ ποτε φθινύθουσι. θεαὶ δ᾽ ἐπιποιμένες εἰσίν,νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,ἃς τέκεν Ἠελίωι Ὑπερίονι δῖα Νέαιρα.τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ |
135 | Θρινακίην ἐς νῆσον ἀπώικισε τηλόθι ναίειν,μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.τὰς εἰ μέν κ᾽ ἀσινέας ἐάαις νόστου τε μέδηαι,ἦ τ᾽ ἂν ἔτ᾽ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ᾽ ὄλεθρον, |
140 | νηί τε καὶ ἑτάροις· αὐτὸς δ᾽ εἴ πέρ κεν ἀλύξηις,ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.ὣς ἔφατ᾽, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.ἡ μὲν ἔπειτ᾽ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους |
145 | αὐτούς τ᾽ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἡμῖν δ᾽ αὖ κατόπισθε νεὸς κυανοπρώιροιοἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, |
150 | Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.αὐτίκα δ᾽ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆαἥμεθα· τὴν δ᾽ ἄνεμός τε κυβερνήτης τ᾽ ἴθυνε.δὴ τότ᾽ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ᾽ οἴους |
155 | θέσφαθ᾽ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·ἀλλ᾽ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμενἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάωνφθόγγον ἀλεύασθαι καὶ λειμῶν᾽ ἀνθεμόεντα. |
160 | οἶον ἔμ᾽ ἠνώγει ὄπ᾽ ἀκουέμεν· ἀλλά με δεσμῶιδήσατ᾽ ἐν ἀργαλέωι, ὄφρ᾽ ἔμπεδον αὐτόθι μίμνω,ὀρθὸν ἐν ἱστοπέδηι, ἐκ δ᾽ αὐτοῦ πείρατ᾽ ἀνήφθω.εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,ὑμεῖς δὲ πλεόνεσσι τότ᾽ ἐν δεσμοῖσι πιέζειν. |
165 | ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴςνῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.αὐτίκ᾽ ἔπειτ᾽ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνηἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων. |
170 | ἀνστάντες δ᾽ ἕταροι νεὸς ἱστία μηρύσαντοκαὶ τὰ μὲν ἐν νηὶ γλαφυρῆι θέσαν, οἱ δ᾽ ἐπ᾽ ἐρετμὰἑζόμενοι λεύκαινον ὕδωρ ξεστῆις ἐλάτηισιν.αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῶιτυτθὰ διατμήξας χερσὶ στιβαρῆισι πίεζον· |
175 | αἶψα δ᾽ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲςἨελίου τ᾽ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·ἑξείης δ᾽ ἑτάροισιν ἐπ᾽ οὔατα πᾶσιν ἄλειψα.οἱ δ᾽ ἐν νηί μ᾽ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τεὀρθὸν ἐν ἱστοπέδηι, ἐκ δ᾽ αὐτοῦ πείρατ᾽ ἀνῆπτον· |
180 | αὐτοὶ δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἀλλ᾽ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,ῥίμφα διώκοντες, τὰς δ᾽ οὐ λάθεν ὠκύαλος νηῦςἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ᾽ ἔντυνον ἀοιδήν·δεῦρ᾽ ἄγ᾽ ἰών, πολύαιν᾽ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν, |
185 | νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσηις.οὐ γάρ πώ τις τῆιδε παρήλασε νηὶ μελαίνηι,πρίν γ᾽ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ᾽ ἀκοῦσαι,ἀλλ᾽ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.ἴδμεν γάρ τοι πάνθ᾽ ὅσ᾽ ἐνὶ Τροίηι εὐρείηι |
190 | Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,ἴδμεν δ᾽, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρηι.ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρἤθελ᾽ ἀκουέμεναι, λῦσαί τ᾽ ἐκέλευον ἑταίρουςὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον. |
195 | αὐτίκα δ᾽ ἀνστάντες Περιμήδης Εὐρύλοχός τεπλείοσί μ᾽ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδ᾽ ἔτ᾽ ἔπειταφθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τ᾽ ἀοιδῆς,αἶψ᾽ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι, |
200 | ὅν σφιν ἐπ᾽ ὠσὶν ἄλειψ᾽, ἐμέ τ᾽ ἐκ δεσμῶν ἀνέλυσαν.ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκ᾽ ἔπειτακαπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.τῶν δ᾽ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατ᾽ ἐρετμά,βόμβησαν δ᾽ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δ᾽ αὐτοῦ |
205 | νηῦς, ἐπεὶ οὐκέτ᾽ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρουςμειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ |
210 | εἴλει ἐνὶ σπῆι γλαφυρῶι κρατερῆφι βίηφιν·ἀλλὰ καὶ ἔνθεν ἐμῆι ἀρετῆι, βουλῆι τε νόωι τε,ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.νῦν δ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.ὑμεῖς μὲν κώπηισιν ἁλὸς ῥηγμῖνα βαθεῖαν |
215 | τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺςδώηι τόνδε γ᾽ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·σοὶ δέ, κυβερνῆθ᾽, ὧδ᾽ ἐπιτέλλομαι· ἀλλ᾽ ἐνὶ θυμῶιβάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾶις.τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε |
220 | νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθηισικεῖσ᾽ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάληισθα.ὣς ἐφάμην, οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.Σκύλλην δ᾽ οὐκέτ᾽ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι |
225 | εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆςλανθανόμην, ἐπεὶ οὔ τί μ᾽ ἀνώγει θωρήσσεσθαι·αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρεμάκρ᾽ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον |
230 | πρώιρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαιΣκύλλην πετραίην, ἥ μοι φέρε πῆμ᾽ ἑτάροισιν.οὐδέ πηι ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσεπάντηι παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες· |
235 | ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδιςδεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.ἦ τοι ὅτ᾽ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῶιπᾶσ᾽ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δ᾽ ἄχνηἄκροισι σκοπέλοισιν ἐπ᾽ ἀμφοτέροισιν ἔπιπτεν· |
240 | ἀλλ᾽ ὅτ᾽ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,πᾶσ᾽ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρηδεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκεψάμμωι κυανέη· τοὺς δὲ χλωρὸν δέος ἥιρει.ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον· |
245 | τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρουςἓξ ἕλεθ᾽, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.σκεψάμενος δ᾽ ἐς νῆα θοὴν ἅμα καὶ μεθ᾽ ἑταίρουςἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθενὑψόσ᾽ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες |
250 | ἐξονομακλήδην, τότε γ᾽ ὕστατον, ἀχνύμενοι κῆρ.ὡς δ᾽ ὅτ᾽ ἐπὶ προβόλωι ἁλιεὺς περιμήκεϊ ῥάβδωιἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλωνἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,ἀσπαίροντα δ᾽ ἔπειτα λαβὼν ἔρριψε θύραζε, |
255 | ὣς οἵ γ᾽ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·αὐτοῦ δ᾽ εἰνὶ θύρηισι κατήσθιε κεκληγῶταςχεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῆι δηιοτῆτι·οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσιπάντων, ὅσσ᾽ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων. |
260 | αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε ΧάρυβδινΣκύλλην τ᾽, αὐτίκ᾽ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσονἱκόμεθ᾽· ἔνθα δ᾽ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,πολλὰ δὲ ἴφια μῆλ᾽ Ὑπερίονος Ἠελίοιο.δὴ τότ᾽ ἐγὼν ἔτι πόντωι ἐὼν ἐν νηὶ μελαίνηι |
265 | μυκηθμοῦ τ᾽ ἤκουσα βοῶν αὐλιζομενάωνοἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῶιμάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,Κίρκης τ᾽ Αἰαίης, ἥ μοι μάλα πόλλ᾽ ἐπέτελλενῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο. |
270 | δὴ τότ᾽ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,ὄφρ᾽ ὑμῖν εἴπω μαντήια ΤειρεσίαοΚίρκης τ᾽ Αἰαίης, ἥ μοι μάλα πόλλ᾽ ἐπέτελλενῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο· |
275 | ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.αὐτίκα δ᾽ Εὐρύλοχος στυγερῶι μ᾽ ἠμείβετο μύθωι·σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα |
280 | κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,ὅς ῥ᾽ ἑτάρους καμάτωι ἁδηκότας ἠδὲ καὶ ὕπνωιοὐκ ἐάαις γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτενήσωι ἐν ἀμφιρύτηι λαρὸν τετυκοίμεθα δόρπον,ἀλλ᾽ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας |
285 | νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντωι.ἐκ νυκτῶν δ᾽ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,γίγνονται· πῆι κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,ἤν πως ἐξαπίνης ἔλθηι ἀνέμοιο θύελλα,ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα |
290 | νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.ἀλλ᾽ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνηιδόρπον θ᾽ ὁπλισόμεσθα θοῆι παρὰ νηὶ μένοντες,ἠῶθεν δ᾽ ἀναβάντες ἐνήσομεν εὐρέι πόντωι.ὣς ἔφατ᾽ Εὐρύλοχος, ἐπὶ δ᾽ ἤινεον ἄλλοι ἑταῖροι. |
295 | καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·Εὐρύλοχ᾽, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.ἀλλ᾽ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·εἴ κέ τιν᾽ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγ᾽ οἰῶν |
300 | εὕρωμεν, μή πού τις ἀτασθαλίηισι κακῆισινἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνηι· ἀλλὰ ἕκηλοιἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.ὣς ἐφάμην, οἱ δ᾽ αὐτίκ᾽ ἀπώμνυον, ὡς ἐκέλευον.αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, |
305 | στήσαμεν ἐν λιμένι γλαφυρῶι ἐυεργέα νῆαἄγχ᾽ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροινηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους, |
310 | οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δ᾽ ἄστρα βεβήκει,ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺςλαίλαπι θεσπεσίηι, σὺν δὲ νεφέεσσι κάλυψε |
315 | γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ᾽ οὐρανόθεν νύξ.ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.ἔνθα δ᾽ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·καὶ τότ᾽ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον· |
320 | ὦ φίλοι, ἐν γὰρ νηὶ θοῆι βρῶσίς τε πόσις τεἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,Ἠελίου, ὃς πάντ᾽ ἐφορᾶι καὶ πάντ᾽ ἐπακούει.ὣς ἐφάμην, τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ. |
325 | μῆνα δὲ πάντ᾽ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλοςγίγνετ᾽ ἔπειτ᾽ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.οἱ δ᾽ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.ἀλλ᾽ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα, |
330 | καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκηι,ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·δὴ τότ᾽ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσινεὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι. |
335 | ἀλλ᾽ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,χεῖρας νιψάμενος, ὅθ᾽ ἐπὶ σκέπας ἦν ἀνέμοιο,ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·οἱ δ᾽ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.Εὐρύλοχος δ᾽ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς· |
340 | ᾽κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,λιμῶι δ᾽ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.ἀλλ᾽ ἄγετ᾽, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίσταςῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν. |
345 | εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,αἶψά κεν Ἠελίωι Ὑπερίονι πίονα νηὸντεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράωννῆ᾽ ἐθέληι ὀλέσαι, ἐπὶ δ᾽ ἕσπωνται θεοὶ ἄλλοι, |
350 | βούλομ᾽ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσωι ἐρήμηι.ὣς ἔφατ᾽ Εὐρύλοχος, ἐπὶ δ᾽ ἤινεον ἄλλοι ἑταῖροι.αὐτίκα δ᾽ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίσταςἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρώιροιο |
355 | βοσκέσκονθ᾽ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν, |
360 | μηρούς τ᾽ ἐξέταμον κατά τε κνίσηι ἐκάλυψανδίπτυχα ποιήσαντες, ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν.οὐδ᾽ εἶχον μέθυ λεῖψαι ἐπ᾽ αἰθομένοις ἱεροῖσιν,ἀλλ᾽ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾽ ἐκάη καὶ σπλάγχνα πάσαντο, |
365 | μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν.καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,βῆν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή. |
370 | οἰμώξας δὲ θεοῖσι μέγ᾽ ἀθανάτοισι γεγώνευν·Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,ἦ με μάλ᾽ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνωι.οἱ δ᾽ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.ὠκέα δ᾽ Ἠελίωι Ὑπερίονι ἄγγελος ἦλθε |
375 | Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.αὐτίκα δ᾽ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ἧισιν ἐγώ γε |
380 | χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,ἠδ᾽ ὁπότ᾽ ἂψ ἐπὶ γαῖαν ἀπ᾽ οὐρανόθεν προτραποίμην.εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ᾽ ἀμοιβήν,δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· |
385 | Ἠέλι᾽, ἦ τοι μὲν σὺ μετ᾽ ἀθανάτοισι φάεινεκαὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·τῶν δέ κ᾽ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῶιτυτθὰ βαλὼν κεάσαιμι μέσωι ἐνὶ οἴνοπι πόντωι.ταῦτα δ᾽ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο· |
390 | ἡ δ᾽ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχοςεὑρέμεναι δυνάμεσθα, βόες δ᾽ ἀποτέθνασαν ἤδη.τοῖσιν δ᾽ αὐτίκ᾽ ἔπειτα θεοὶ τέραα προύφαινον· |
395 | εἷρπον μὲν ῥινοί, κρέα δ᾽ ἀμφ᾽ ὀβελοῖσι μεμύκει,ὀπταλέα τε καὶ ὠμά, βοῶν δ᾽ ὣς γίγνετο φωνή.ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροιδαίνυντ᾽ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·ἀλλ᾽ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, |
400 | καὶ τότ᾽ ἔπειτ᾽ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,ἡμεῖς δ᾽ αἶψ᾽ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντωι,ἱστὸν στησάμενοι ἀνά θ᾽ ἱστία λεύκ᾽ ἐρύσαντες.ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλληφαίνετο γαιάων, ἀλλ᾽ οὐρανὸς ἠδὲ θάλασσα, |
405 | δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίωννηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ᾽ αὐτῆς.ἡ δ᾽ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθεκεκληγὼς Ζέφυρος μεγάληι σὺν λαίλαπι θύων,ἱστοῦ δὲ προτόνους ἔρρηξ᾽ ἀνέμοιο θύελλα |
410 | ἀμφοτέρους· ἱστὸς δ᾽ ὀπίσω πέσεν, ὅπλα τε πάνταεἰς ἄντλον κατέχυνθ᾽. ὁ δ᾽ ἄρα πρυμνῆι ἐνὶ νηὶπλῆξε κυβερνήτεω κεφαλήν, σὺν δ᾽ ὀστέ᾽ ἄραξεπάντ᾽ ἄμυδις κεφαλῆς· ὁ δ᾽ ἄρ᾽ ἀρνευτῆρι ἐοικὼςκάππεσ᾽ ἀπ᾽ ἰκριόφιν, λίπε δ᾽ ὀστέα θυμὸς ἀγήνωρ. |
415 | Ζεὺς δ᾽ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·ἡ δ᾽ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῶι,ἐν δὲ θεείου πλῆτο, πέσον δ᾽ ἐκ νηὸς ἑταῖροι.οἱ δὲ κορώνηισιν ἴκελοι περὶ νῆα μέλαινανκύμασιν ἐμφορέοντο, θεὸς δ᾽ ἀποαίνυτο νόστον. |
420 | αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρ᾽ ἀπὸ τοίχουςλῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπ᾽ αὐτῶιἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·τῶι ῥ᾽ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν, |
425 | ἑζόμενος δ᾽ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.ἔνθ᾽ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,ἦλθε δ᾽ ἐπὶ Νότος ὦκα, φέρων ἐμῶι ἄλγεα θυμῶι,ὄφρ᾽ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.παννύχιος φερόμην, ἅμα δ᾽ ἠελίωι ἀνιόντι |
430 | ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ᾽ ἀερθείς,τῶι προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πηι εἶχονοὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ᾽ ἐπιβῆναι· |
435 | ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δ᾽ ἔσαν ὄζοι,μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.νωλεμέως δ᾽ ἐχόμην, ὄφρ᾽ ἐξεμέσειεν ὀπίσσωἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένωι δέ μοι ἦλθονὄψ᾽· ἦμος δ᾽ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη |
440 | κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.ἧκα δ᾽ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,μέσσωι δ᾽ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,ἑζόμενος δ᾽ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῆισι. |
445 | Σκύλλην δ᾽ οὐκέτ᾽ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τεεἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.ἔνθεν δ᾽ ἐννῆμαρ φερόμην, δεκάτηι δέ με νυκτὶνῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, |
450 | ἥ μ᾽ ἐφίλει τ᾽ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκωισοί τε καὶ ἰφθίμηι ἀλόχωι· ἐχθρὸν δέ μοί ἐστιναὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν. |