BIBLIOTHECA AUGUSTANA

 

Homeros

ca. 730 a. Chr. n.

 

 

 

Ὀ δ υ σ σ ε ί α ς   λ

 

Νέκυια.

 

___________________________________________________

 

 

 

Αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,

νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,

ἐν δ᾽ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνηι,

ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ

5

βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.

ἡμῖν δ᾽ αὖ κατόπισθε νεὸς κυανοπρώιροιο

ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,

Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.

ἡμεῖς δ᾽ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα

10

ἥμεθα· τὴν δ᾽ ἄνεμός τε κυβερνήτης τ᾽ ἴθυνε.

τῆς δὲ πανημερίης τέταθ᾽ ἱστία ποντοπορούσης·

δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.

 

ἡ δ᾽ ἐς πείραθ᾽ ἵκανε βαθυρρόου Ὠκεανοῖο.

ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,

15

ἠέρι καὶ νεφέληι κεκαλυμμένοι· οὐδέ ποτ᾽ αὐτοὺς

ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,

οὔθ᾽ ὁπότ᾽ ἂν στείχηισι πρὸς οὐρανὸν ἀστερόεντα,

οὔθ᾽ ὅτ᾽ ἂν ἂψ ἐπὶ γαῖαν ἀπ᾽ οὐρανόθεν προτράπηται,

ἀλλ᾽ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.

20

νῆα μὲν ἔνθ᾽ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα

εἱλόμεθ᾽· αὐτοὶ δ᾽ αὖτε παρὰ ῥόον Ὠκεανοῖο

ἤιομεν, ὄφρ᾽ ἐς χῶρον ἀφικόμεθ᾽, ὃν φράσε Κίρκη.

 

ἔνθ᾽ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε

ἔσχον· ἐγὼ δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

25

βόθρον ὄρυξ᾽ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,

ἀμφ᾽ αὐτῶι δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,

πρῶτα μελικρήτωι, μετέπειτα δὲ ἡδέι οἴνωι,

τὸ τρίτον αὖθ᾽ ὕδατι· ἐπὶ δ᾽ ἄλφιτα λευκὰ πάλυνον.

πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,

30

ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,

ῥέξειν ἐν μεγάροισι πυρήν τ᾽ ἐμπλησέμεν ἐσθλῶν,

Τειρεσίηι δ᾽ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴωι

παμμέλαν᾽, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.

τοὺς δ᾽ ἐπεὶ εὐχωλῆισι λιτῆισί τε, ἔθνεα νεκρῶν,

35

ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα

ἐς βόθρον, ῥέε δ᾽ αἷμα κελαινεφές· αἱ δ᾽ ἀγέροντο

ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.

νύμφαι τ᾽ ἠίθεοί τε πολύτλητοί τε γέροντες

παρθενικαί τ᾽ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,

40

πολλοὶ δ᾽ οὐτάμενοι χαλκήρεσιν ἐγχείηισιν,

ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχε᾽ ἔχοντες·

οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος

θεσπεσίηι ἰαχῆι· ἐμὲ δὲ χλωρὸν δέος ἥιρει.

δὴ τότ᾽ ἔπειθ᾽ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα

45

μῆλα, τὰ δὴ κατέκειτ᾽ ἐσφαγμένα νηλέι χαλκῶι,

δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,

ἰφθίμωι τ᾽ Ἀΐδηι καὶ ἐπαινῆι Περσεφονείηι·

αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

ἥμην, οὐδ᾽ εἴων νεκύων ἀμενηνὰ κάρηνα

50

αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.

 

πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·

οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·

σῶμα γὰρ ἐν Κίρκης μεγάρωι κατελείπομεν ἡμεῖς

ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.

55

τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῶι,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·

 

Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;

ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνηι.

 

ὣς ἐφάμην, ὁ δέ μ᾽ οἰμώξας ἠμείβετο μύθωι·

60

᾽διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.

Κίρκης δ᾽ ἐν μεγάρωι καταλέγμενος οὐκ ἐνόησα

ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,

ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν

65

ἀστραγάλων ἐάγη, ψυχὴ δ᾽ Ἄϊδόσδε κατῆλθε.

νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,

πρός τ᾽ ἀλόχου καὶ πατρός, ὅ σ᾽ ἔτρεφε τυτθὸν ἐόντα,

Τηλεμάχου θ᾽, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·

οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο

70

νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·

ἔνθα σ᾽ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.

μή μ᾽ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν

νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,

ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,

75

σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,

ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.

ταῦτά τέ μοι τελέσαι πῆξαί τ᾽ ἐπὶ τύμβωι ἐρετμόν,

τῶι καὶ ζωὸς ἔρεσσον ἐὼν μετ᾽ ἐμοῖς ἑτάροισιν.

 

ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

80

᾽ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.

 

νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν

ἥμεθ᾽, ἐγὼ μὲν ἄνευθεν ἐφ᾽ αἵματι φάσγανον ἴσχων,

εἴδωλον δ᾽ ἑτέρωθεν ἑταίρου πόλλ᾽ ἀγόρευεν·

 

ἦλθε δ᾽ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,

85

Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,

τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.

τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῶι·

ἀλλ᾽ οὐδ᾽ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,

αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.

 

90

ἦλθε δ᾽ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο

χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δ᾽ ἔγνω καὶ προσέειπεν·

διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

τίπτ᾽ αὖτ᾽, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο

ἤλυθες, ὄφρα ἴδηι νέκυας καὶ ἀτερπέα χῶρον;

95

ἀλλ᾽ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,

αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.

 

ὣς φάτ᾽, ἐγὼ δ᾽ ἀναχασσάμενος ξίφος ἀργυρόηλον

κουλεῶι ἐγκατέπηξ᾽. ὁ δ᾽ ἐπεὶ πίεν αἷμα κελαινόν,

καὶ τότε δή μ᾽ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·

 

100

᾽νόστον δίζηαι μελιηδέα, φαίδιμ᾽ Ὀδυσσεῦ·

τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω

λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῶι

χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.

ἀλλ᾽ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,

105

αἴ κ᾽ ἐθέληις σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,

ὁππότε κε πρῶτον πελάσηις ἐυεργέα νῆα

Θρινακίηι νήσωι, προφυγὼν ἰοειδέα πόντον,

βοσκομένας δ᾽ εὕρητε βόας καὶ ἴφια μῆλα

Ἠελίου, ὃς πάντ᾽ ἐφορᾶι καὶ πάντ᾽ ἐπακούει.

110

τὰς εἰ μέν κ᾽ ἀσινέας ἐάαις νόστου τε μέδηαι,

καί κεν ἔτ᾽ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·

εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ᾽ ὄλεθρον,

νηί τε καὶ ἑτάροις. αὐτὸς δ᾽ εἴ πέρ κεν ἀλύξηις,

ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,

115

νηὸς ἐπ᾽ ἀλλοτρίης· δήεις δ᾽ ἐν πήματα οἴκωι,

ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι

μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.

ἀλλ᾽ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·

αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι

120

κτείνηις ἠὲ δόλωι ἢ ἀμφαδὸν ὀξέι χαλκῶι,

ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,

εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν

ἀνέρες, οὐδέ θ᾽ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·

οὐδ᾽ ἄρα τοί γ᾽ ἴσασι νέας φοινικοπαρήιους

125

οὐδ᾽ ἐυήρε᾽ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.

σῆμα δέ τοι ἐρέω μάλ᾽ ἀριφραδές, οὐδέ σε λήσει·

ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης

φήηι ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμωι ὤμωι,

καὶ τότε δὴ γαίηι πήξας ἐυῆρες ἐρετμόν,

130

ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,

ἀρνειὸν ταῦρόν τε συῶν τ᾽ ἐπιβήτορα κάπρον,

οἴκαδ᾽ ἀποστείχειν ἔρδειν θ᾽ ἱερᾶς ἑκατόμβας

ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,

πᾶσι μάλ᾽ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῶι

135

ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνηι

γήραι ὕπο λιπαρῶι ἀρημένον· ἀμφὶ δὲ λαοὶ

ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.

 

ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.

140

ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·

μητρὸς τήνδ᾽ ὁρόω ψυχὴν κατατεθνηυίης·

ἡ δ᾽ ἀκέουσ᾽ ἧσται σχεδὸν αἵματος, οὐδ᾽ ἑὸν υἱὸν

ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.

εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;

 

145

ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν·

ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.

ὅν τινα μέν κεν ἐᾶις νεκύων κατατεθνηώτων

αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·

ὧι δέ κ᾽ ἐπιφθονέηις, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.

 

150

ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω

Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατ᾽ ἔλεξεν·

αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρ᾽ ἐπὶ μήτηρ

ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δ᾽ ἔγνω,

καί μ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

 

155

᾽τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα

ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.

μέσσωι γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,

Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι

πεζὸν ἐόντ᾽, ἢν μή τις ἔχηι ἐυεργέα νῆα.

160

ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδ᾽ ἱκάνεις

νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες

εἰς Ἰθάκην, οὐδ᾽ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;

 

ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο

165

ψυχῆι χρησόμενον Θηβαίου Τειρεσίαο·

οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς

γῆς ἐπέβην, ἀλλ᾽ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,

ἐξ οὗ τὰ πρώτισθ᾽ ἑπόμην Ἀγαμέμνονι δίωι

Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.

170

ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·

τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;

ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα

οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;

εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,

175

ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη

ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δ᾽ οὐκέτι φασὶ νέεσθαι.

εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,

ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει

ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.

 

180

ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο πότνια μήτηρ·

καὶ λίην κείνη γε μένει τετληότι θυμῶι

σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ

φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσηι.

σὸν δ᾽ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος

185

Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας

δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρ᾽ ἀλεγύνειν·

πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει

ἀγρῶι, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ

δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,

190

ἀλλ᾽ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκωι,

ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·

αὐτὰρ ἐπὴν ἔθηισι θέρος τεθαλυῖά τ᾽ ὀπώρη,

πάντηι οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο

φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.

195

ἔνθ᾽ ὅ γε κεῖτ᾽ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει

σὸν νόστον ποθέων, χαλεπὸν δ᾽ ἐπὶ γῆρας ἱκάνει.

οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·

οὔτ᾽ ἐμέ γ᾽ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα

οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,

200

οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα

τηκεδόνι στυγερῆι μελέων ἐξείλετο θυμόν·

ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμ᾽ Ὀδυσσεῦ,

σή τ᾽ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.

 

ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ γ᾽ ἔθελον φρεσὶ μερμηρίξας

205

μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.

τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,

τρὶς δέ μοι ἐκ χειρῶν σκιῆι εἴκελον ἢ καὶ ὀνείρωι

ἔπτατ᾽. ἐμοὶ δ᾽ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·

 

210

᾽μῆτερ ἐμή, τί νύ μ᾽ οὐ μίμνεις ἑλέειν μεμαῶτα,

ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε

ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;

ἦ τί μοι εἴδωλον τόδ᾽ ἀγαυὴ Περσεφόνεια

ὤτρυν᾽, ὄφρ᾽ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;

 

215

ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο πότνια μήτηρ·

ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,

οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,

ἀλλ᾽ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνηισιν·

οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,

220

ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο

δαμνᾶι, ἐπεί κε πρῶτα λίπηι λεύκ᾽ ὀστέα θυμός,

ψυχὴ δ᾽ ἠύτ᾽ ὄνειρος ἀποπταμένη πεπότηται.

ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα

ἴσθ᾽, ἵνα καὶ μετόπισθε τεῆι εἴπηισθα γυναικί.

 

225

νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθ᾽, αἱ δὲ γυναῖκες

ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,

ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.

αἱ δ᾽ ἀμφ᾽ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,

αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.

230

ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·

σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ

οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.

αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη

ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δ᾽ ἐρέεινον ἁπάσας.

 

235

ἔνθ᾽ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,

ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,

φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·

ἣ ποταμοῦ ἠράσσατ᾽ Ἐνιπῆος θείοιο,

ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,

240

καί ῥ᾽ ἐπ᾽ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.

τῶι δ᾽ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος

ἐν προχοῆις ποταμοῦ παρελέξατο δινήεντος·

πορφύρεον δ᾽ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,

κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.

245

λῦσε δὲ παρθενίην ζώνην, κατὰ δ᾽ ὕπνον ἔχευεν.

αὐτὰρ ἐπεί ῥ᾽ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,

ἔν τ᾽ ἄρα οἱ φῦ χειρί, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·

 

χαῖρε, γύναι, φιλότητι· περιπλομένου δ᾽ ἐνιαυτοῦ

τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ

250

ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.

νῦν δ᾽ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδ᾽ ὀνομήνηις·

αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.

 

ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.

ἡ δ᾽ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,

255

τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην

ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρωι Ἰαωλκῶι

ναῖε πολύρρηνος, ὁ δ᾽ ἄρ᾽ ἐν Πύλωι ἠμαθόεντι.

τοὺς δ᾽ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,

Αἴσονά τ᾽ ἠδὲ Φέρητ᾽ Ἀμυθάονά θ᾽ ἱππιοχάρμην.

 

260

τὴν δὲ μετ᾽ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,

ἣ δὴ καὶ Διὸς εὔχετ᾽ ἐν ἀγκοίνηισιν ἰαῦσαι,

καί ῥ᾽ ἔτεκεν δύο παῖδ᾽, Ἀμφίονά τε Ζῆθόν τε,

οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,

πύργωσάν τ᾽, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ᾽ ἐδύναντο

265

ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.

 

τὴν δὲ μετ᾽ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,

ἥ ῥ᾽ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα

γείνατ᾽ ἐν ἀγκοίνηισι Διὸς μεγάλοιο μιγεῖσα·

καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,

270

τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.

 

μητέρα τ᾽ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,

ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείηισι νόοιο

γημαμένη ὧι υἷι· ὁ δ᾽ ὃν πατέρ᾽ ἐξεναρίξας

γῆμεν· ἄφαρ δ᾽ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.

275

ἀλλ᾽ ὁ μὲν ἐν Θήβηι πολυηράτωι ἄλγεα πάσχων

Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·

ἡ δ᾽ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,

ἁψαμένη βρόχον αἰπὺν ἀφ᾽ ὑψηλοῖο μελάθρου,

ὧι ἄχεϊ σχομένη· τῶι δ᾽ ἄλγεα κάλλιπ᾽ ὀπίσσω

280

πολλὰ μάλ᾽, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.

 

καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς

γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,

ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,

ὅς ποτ᾽ ἐν Ὀρχομενῶι Μινυείωι ἶφι ἄνασσεν·

285

ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,

Νέστορά τε Χρόμιον τε Περικλύμενόν τ᾽ ἀγέρωχον.

τοῖσι δ᾽ ἐπ᾽ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,

τὴν πάντες μνώοντο περικτίται· οὐδ᾽ ἄρα Νηλεὺς

τῶι ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους

290

ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης

ἀργαλέας· τὰς δ᾽ οἶος ὑπέσχετο μάντις ἀμύμων

ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,

δεσμοί τ᾽ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.

ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο

295

ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,

καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,

θέσφατα πάντ᾽ εἰπόντα· Διὸς δ᾽ ἐτελείετο βουλή.

 

καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,

ἥ ῥ᾽ ὑπὸ Τυνδαρέωι κρατερόφρονε γείνατο παῖδε,

300

Κάστορά θ᾽ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,

τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·

οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες

ἄλλοτε μὲν ζώουσ᾽ ἑτερήμεροι, ἄλλοτε δ᾽ αὖτε

τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.

 

305

τὴν δὲ μετ᾽ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν

εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,

καί ῥ᾽ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δ᾽ ἐγενέσθην,

Ὦτόν τ᾽ ἀντίθεον τηλεκλειτόν τ᾽ Ἐφιάλτην,

οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα

310

καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·

ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν

εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.

οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπωι

φυλόπιδα στήσειν πολυάικος πολέμοιο.

315

Ὄσσαν ἐπ᾽ Οὐλύμπωι μέμασαν θέμεν, αὐτὰρ ἐπ᾽ Ὄσσηι

Πήλιον εἰνοσίφυλλον, ἵν᾽ οὐρανὸς ἀμβατὸς εἴη.

καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·

ἀλλ᾽ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,

ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους

320

ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνηι.

 

Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τ᾽ Ἀριάδνην,

κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς

ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων

ἦγε μέν, οὐδ᾽ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα

325

Δίηι ἐν ἀμφιρύτηι Διονύσου μαρτυρίηισιν.

 

Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τ᾽ Ἐριφύλην,

ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.

πάσας δ᾽ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,

ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·

330

πρὶν γάρ κεν καὶ νὺξ φθῖτ᾽ ἄμβροτος. ἀλλὰ καὶ ὥρη

εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντ᾽ ἐς ἑταίρους

ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆι,

κηληθμῶι δ᾽ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.

335

τοῖσιν δ᾽ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.

 

Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι

εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;

ξεῖνος δ᾽ αὖτ᾽ ἐμός ἐστιν, ἕκαστος δ᾽ ἔμμορε τιμῆς·

τῶι μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα

340

οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν

κτήματ᾽ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.

 

τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,

ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·

ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδ᾽ ἀπὸ δόξης

345

μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.

Ἀλκινόου δ᾽ ἐκ τοῦδ᾽ ἔχεται ἔργον τε ἔπος τε.

 

τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε

ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·

350

ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων

ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν

δωτίνην τελέσω· πομπὴ δ᾽ ἄνδρεσσι μελήσει

πᾶσι, μάλιστα δ᾽ ἐμοί· τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ δήμωι.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

355

Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,

εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτ᾽ αὐτόθι μίμνειν,

πομπὴν δ᾽ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,

καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,

πλειοτέρηι σὺν χειρὶ φίλην ἐς πατρίδ᾽ ἱκέσθαι·

360

καί κ᾽ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην

πᾶσιν, ὅσοι μ᾽ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.

 

τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σ᾽ ἐίσκομεν εἰσορόωντες,

ἠπεροπῆά τ᾽ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς

365

βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,

ψεύδεά τ᾽ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·

σοὶ δ᾽ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.

μῦθον δ᾽ ὡς ὅτ᾽ ἀοιδὸς ἐπισταμένως κατέλεξας,

πάντων τ᾽ Ἀργείων σέο τ᾽ αὐτοῦ κήδεα λυγρά.

370

ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμ᾽ αὐτῶι

Ἴλιον εἰς ἅμ᾽ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.

νὺξ δ᾽ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη

εὕδειν ἐν μεγάρωι, σὺ δέ μοι λέγε θέσκελα ἔργα.

375

καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ

τλαίης ἐν μεγάρωι τὰ σὰ κήδεα μυθήσασθαι.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,

ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·

380

εἰ δ᾽ ἔτ᾽ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε

τούτων σοι φθονέοιμι καὶ οἰκτρότερ᾽ ἄλλ᾽ ἀγορεύειν,

κήδε᾽ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,

οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,

ἐν νόστωι δ᾽ ἀπόλοντο κακῆς ἰότητι γυναικός.

 

385

αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασ᾽ ἄλλυδις ἄλληι

ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,

ἦλθε δ᾽ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο

ἀχνυμένη· περὶ δ᾽ ἄλλαι ἀγηγέραθ᾽, ὅσσοι ἅμ᾽ αὐτῶι

οἴκωι ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.

390

ἔγνω δ᾽ αἶψ᾽ ἔμ᾽ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·

κλαῖε δ᾽ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,

πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·

ἀλλ᾽ οὐ γάρ οἱ ἔτ᾽ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,

οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.

 

395

τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῶι,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·

Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,

τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;

ἦε σέ γ᾽ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν

400

ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;

ἦέ σ᾽ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου

βοῦς περιταμνόμενον ἠδ᾽ οἰῶν πώεα καλά,

ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;

 

ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπε·

405

᾽διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

οὔτ᾽ ἐμέ γ᾽ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν

ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,

οὔτε μ᾽ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου,

ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε

410

ἔκτα σὺν οὐλομένηι ἀλόχωι, οἶκόνδε καλέσσας,

δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνηι.

ὣς θάνον οἰκτίστωι θανάτωι· περὶ δ᾽ ἄλλοι ἑταῖροι

νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,

οἵ ῥά τ᾽ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο

415

ἢ γάμωι ἢ ἐράνωι ἢ εἰλαπίνηι τεθαλυίηι.

ἤδη μὲν πολέων φόνωι ἀνδρῶν ἀντεβόλησας,

μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῆι ὑσμίνηι·

ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῶι,

ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας

420

κείμεθ᾽ ἐνὶ μεγάρωι, δάπεδον δ᾽ ἅπαν αἵματι θῦεν.

οἰκτροτάτην δ᾽ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,

Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις

ἀμφ᾽ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίηι χεῖρας ἀείρων

βάλλον ἀποθνήσκων περὶ φασγάνωι· ἡ δὲ κυνῶπις

425

νοσφίσατ᾽, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο

χερσὶ κατ᾽ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμ᾽ ἐρεῖσαι.

ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,

ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·

οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,

430

κουριδίωι τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε

ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν

οἴκαδ᾽ ἐλεύσεσθαι· ἡ δ᾽ ἔξοχα λυγρὰ ἰδυῖα

οἷ τε κατ᾽ αἶσχος ἔχευε καὶ ἐσσομένηισιν ὀπίσσω

θηλυτέρηισι γυναιξί, καὶ ἥ κ᾽ ἐυεργὸς ἔηισιν.

 

435

ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς

ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς

ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθ᾽ εἵνεκα πολλοί,

σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθ᾽ ἐόντι.

 

440

ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπε·

τῶι νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·

μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κ᾽ ἐὺ εἰδῆις,

ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.

ἀλλ᾽ οὐ σοί γ᾽, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·

445

λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε

κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.

ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς

ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῶι

νήπιος, ὅς που νῦν γε μετ᾽ ἀνδρῶν ἵζει ἀριθμῶι,

450

ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,

καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.

ἡ δ᾽ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις

ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.

ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῆισιν·

455

κρύβδην, μηδ᾽ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν

νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.

ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,

ἤ που ἐν Ὀρχομενῶι ἢ ἐν Πύλωι ἠμαθόεντι,

460

ἤ που πὰρ Μενελάωι ἐνὶ Σπάρτηι εὐρείηι·

οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.

 

ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,

ζώει ὅ γ᾽ ἦ τέθνηκε· κακὸν δ᾽ ἀνεμώλια βάζειν.

 

465

νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν

ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·

ἦλθε δ᾽ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος

καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο

Αἴαντός θ᾽, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε

470

τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐωνα.

ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο

καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

 

διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

σχέτλιε, τίπτ᾽ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;

475

πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ

ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;

 

ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατ᾽ Ἀχαιῶν,

ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν

480

εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·

οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς

γῆς ἐπέβην, ἀλλ᾽ αἰὲν ἔχω κακά. σεῖο δ᾽, Ἀχιλλεῦ,

οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτ᾽ ἄρ᾽ ὀπίσσω.

πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν

485

Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν

ἐνθάδ᾽ ἐών· τῶι μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.

 

ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπε·

μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμ᾽ Ὀδυσσεῦ.

βουλοίμην κ᾽ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλωι,

490

ἀνδρὶ παρ᾽ ἀκλήρωι, ὧι μὴ βίοτος πολὺς εἴη,

ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.

ἀλλ᾽ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,

ἢ ἕπετ᾽ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.

εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,

495

ἢ ἔτ᾽ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,

ἦ μιν ἀτιμάζουσιν ἀν᾽ Ἑλλάδα τε Φθίην τε,

οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.

οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπ᾽ αὐγὰς ἠελίοιο,

τοῖος ἐών, οἷός ποτ᾽ ἐνὶ Τροίηι εὐρείηι

500

πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·

εἰ τοιόσδ᾽ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·

τῶι κέ τεωι στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,

οἳ κεῖνον βιόωνται ἐέργουσίν τ᾽ ἀπὸ τιμῆς.

 

ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

505

᾽ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,

αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο

πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·

αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης

ἤγαγον ἐκ Σκύρου μετ᾽ ἐυκνήμιδας Ἀχαιούς.

510

ἦ τοι ὅτ᾽ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,

αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·

Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.

αὐτὰρ ὅτ᾽ ἐν πεδίωι Τρώων μαρναίμεθα χαλκῶι,

οὔ ποτ᾽ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδ᾽ ἐν ὁμίλωι,

515

ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,

πολλοὺς δ᾽ ἄνδρας ἔπεφνεν ἐν αἰνῆι δηιοτῆτι.

πάντας δ᾽ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,

ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,

ἀλλ᾽ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῶι,

520

ἥρω᾽ Εὐρύπυλον, πολλοὶ δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι

Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.

κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.

αὐτὰρ ὅτ᾽ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμ᾽ Ἐπειός,

Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δ᾽ ἐπὶ πάντα τέταλτο,

525

ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδ᾽ ἐπιθεῖναι,

ἔνθ᾽ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες

δάκρυά τ᾽ ὠμόργνυντο τρέμον θ᾽ ὑπὸ γυῖα ἑκάστου·

κεῖνον δ᾽ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν

οὔτ᾽ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν

530

δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλ᾽ ἱκέτευεν

ἱππόθεν ἐξέμεναι, ξίφεος δ᾽ ἐπεμαίετο κώπην

καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.

ἀλλ᾽ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,

μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν

535

ἀσκηθής, οὔτ᾽ ἂρ βεβλημένος ὀξέι χαλκῶι

οὔτ᾽ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ

γίγνεται ἐν πολέμωι· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.

 

ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο

φοίτα μακρὰ βιβᾶσα κατ᾽ ἀσφοδελὸν λειμῶνα,

540

γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.

 

αἱ δ᾽ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων

ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδε᾽ ἑκάστη.

οἴη δ᾽ Αἴαντος ψυχὴ Τελαμωνιάδαο

νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,

545

τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ

τεύχεσιν ἀμφ᾽ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.

παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.

ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῶιδ᾽ ἐπ᾽ ἀέθλωι·

τοίην γὰρ κεφαλὴν ἕνεκ᾽ αὐτῶν γαῖα κατέσχεν,

550

Αἴανθ᾽, ὃς πέρι μὲν εἶδος, πέρι δ᾽ ἔργα τέτυκτο

τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐωνα.

τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·

 

Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρ᾽ ἔμελλες

οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων

555

οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,

τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δ᾽ Ἀχαιοὶ

ἶσον Ἀχιλλῆος κεφαλῆι Πηληϊάδαο

ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος

αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων

560

ἐκπάγλως ἤχθηρε, τεῒν δ᾽ ἐπὶ μοῖραν ἔθηκεν.

ἀλλ᾽ ἄγε δεῦρο, ἄναξ, ἵν᾽ ἔπος καὶ μῦθον ἀκούσηις

ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.

 

ὣς ἐφάμην, ὁ δέ μ᾽ οὐδὲν ἀμείβετο, βῆ δὲ μετ᾽ ἄλλας

ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.

565

ἔνθα χ᾽ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·

ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι

τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.

 

ἔνθ᾽ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,

χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,

570

ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,

ἥμενοι ἑσταότες τε κατ᾽ εὐρυπυλὲς Ἄϊδος δῶ.

 

τὸν δὲ μετ᾽ Ὠρίωνα πελώριον εἰσενόησα

θῆρας ὁμοῦ εἰλεῦντα κατ᾽ ἀσφοδελὸν λειμῶνα,

τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι

575

χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.

 

καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,

κείμενον ἐν δαπέδωι· ὁ δ᾽ ἐπ᾽ ἐννέα κεῖτο πέλεθρα,

γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,

δέρτρον ἔσω δύνοντες, ὁ δ᾽ οὐκ ἀπαμύνετο χερσί·

580

Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,

Πυθώδ᾽ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.

 

καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρ᾽ ἄλγε᾽ ἔχοντα

ἑστεῶτ᾽ ἐν λίμνηι· ἡ δὲ προσέπλαζε γενείωι·

στεῦτο δὲ διψάων, πιέειν δ᾽ οὐκ εἶχεν ἑλέσθαι·

585

ὁσσάκι γὰρ κύψει᾽ ὁ γέρων πιέειν μενεαίνων,

τοσσάχ᾽ ὕδωρ ἀπολέσκετ᾽ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ

γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.

δένδρεα δ᾽ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,

ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι

590

συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·

τῶν ὁπότ᾽ ἰθύσει᾽ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,

τὰς δ᾽ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.

 

καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρ᾽ ἄλγε᾽ ἔχοντα

λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρηισιν.

595

ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε

λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλ᾽ ὅτε μέλλοι

ἄκρον ὑπερβαλέειν, τότ᾽ ἀποστρέψασκε κραταιίς·

αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.

αὐτὰρ ὅ γ᾽ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δ᾽ ἱδρὼς

600

ἔρρεεν ἐκ μελέων, κονίη δ᾽ ἐκ κρατὸς ὀρώρει.

 

τὸν δὲ μετ᾽ εἰσενόησα βίην Ἡρακληείην,

εἴδωλον· αὐτὸς δὲ μετ᾽ ἀθανάτοισι θεοῖσι

τέρπεται ἐν θαλίηις καὶ ἔχει καλλίσφυρον Ἥβην,

παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.

605

ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,

πάντοσ᾽ ἀτυζομένων· ὁ δ᾽ ἐρεμνῆι νυκτὶ ἐοικώς,

γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,

δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.

σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ

610

χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,

ἄρκτοι τ᾽ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,

ὑσμῖναί τε μάχαι τε φόνοι τ᾽ ἀνδροκτασίαι τε.

μὴ τεχνησάμενος μηδ᾽ ἄλλο τι τεχνήσαιτο,

ὃς κεῖνον τελαμῶνα ἑῆι ἐγκάτθετο τέχνηι.

615

ἔγνω δ᾽ αὖτ᾽ ἔμ᾽ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,

καί μ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·

 

διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

ἆ δείλ᾽, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,

ὅν περ ἐγὼν ὀχέεσκον ὑπ᾽ αὐγὰς ἠελίοιο.

620

Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν

εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ

δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετ᾽ ἀέθλους.

καί ποτέ μ᾽ ἐνθάδ᾽ ἔπεμψε κύν᾽ ἄξοντ᾽· οὐ γὰρ ἔτ᾽ ἄλλον

φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·

625

τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·

Ἑρμείας δέ μ᾽ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.

 

ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,

αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτ᾽ ἔλθοι

ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.

630

καί νύ κ᾽ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,

Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·

ἀλλὰ πρὶν ἐπὶ ἔθνε᾽ ἀγείρετο μυρία νεκρῶν

ἠχῆι θεσπεσίηι· ἐμὲ δὲ χλωρὸν δέος ἥιρει,

μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου

635

ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.

 

αὐτίκ᾽ ἔπειτ᾽ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους

αὐτούς τ᾽ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.

οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.

τὴν δὲ κατ᾽ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,

640

πρῶτα μὲν εἰρεσίηι, μετέπειτα δὲ κάλλιμος οὖρος.