Homeri
Ilias (ca. 730)
Ἰλιάδος Υ
Θεομαχία.
|
|
___________________________________________________________________________________
|
|
Ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντοἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,Τρῶες δ᾽ αὖθ᾽ ἑτέρωθεν ἐπὶ θρωσμῶι πεδίοιο·Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι | |
5 | κρατὸς ἀπ᾽ Οὐλύμποιο πολυπτύχου· ἣ δ᾽ ἄρα πάντηιφοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφ᾽ Ὠκεανοῖο,οὔτ᾽ ἄρα νυμφάων αἵ τ᾽ ἄλσεα καλὰ νέμονταικαὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. |
10 | ἐλθόντες δ᾽ ἐς δῶμα Διὸς νεφεληγερέταοξεστῆις αἰθούσηισιν ἐνίζανον, ἃς Διὶ πατρὶἭφαιστος ποίησεν ἰδυίηισι πραπίδεσσιν.ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατ᾽· οὐδ᾽ ἐνοσίχθωννηκούστησε θεᾶς, ἀλλ᾽ ἐξ ἁλὸς ἦλθε μετ᾽ αὐτούς, |
15 | ἷζε δ᾽ ἄρ᾽ ἐν μέσσοισι, Διὸς δ᾽ ἐξείρετο βουλήν·τίπτ᾽ αὖτ᾽ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;
ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· |
20 | ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴνὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.ἀλλ᾽ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιοἥμενος, ἔνθ᾽ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοιἔρχεσθ᾽ ὄφρ᾽ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς, |
25 | ἀμφοτέροισι δ᾽ ἀρήγεθ᾽ ὅπηι νόος ἐστὶν ἑκάστου.εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖταιοὐδὲ μίνυνθ᾽ ἕξουσι ποδώκεα Πηλεΐωνα.καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·νῦν δ᾽ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς |
30 | δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξηι.ὣς ἔφατο Κρονίδης, πόλεμον δ᾽ ἀλίαστον ἔγειρε.βὰν δ᾽ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·Ἥρη μὲν μετ᾽ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνηἠδὲ Ποσειδάων γαιήοχος ἠδ᾽ ἐριούνης |
35 | Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμηισι κέκασται·Ἥφαιστος δ᾽ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνωνχωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμ᾽ αὐτῶιΦοῖβος ἀκερσεκόμης ἠδ᾽ Ἄρτεμις ἰοχέαιρα |
40 | Λητώ τε Ξάνθός τε φιλομειδής τ᾽ Ἀφροδίτη.εἷος μέν ῥ᾽ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκ᾽ Ἀχιλλεὺςἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ᾽ ἀλεγεινῆς·Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον |
45 | δειδιότας, ὅθ᾽ ὁρῶντο ποδώκεα Πηλεΐωνατεύχεσι λαμπόμενον βροτολοιγῶι ἶσον Ἄρηϊ.αὐτὰρ ἐπεὶ μεθ᾽ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,ὦρτο δ᾽ Ἔρις κρατερὴ λαοσσόος, αὖε δ᾽ Ἀθήνηστᾶσ᾽ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, |
50 | ἄλλοτ᾽ ἐπ᾽ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.αὖε δ᾽ Ἄρης ἑτέρωθεν ἐρεμνῆι λαίλαπι ἶσοςὀξὺ κατ᾽ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνηι.ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες |
55 | σύμβαλον, ἐν δ᾽ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τεὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξεγαῖαν ἀπειρεσίην ὀρέων τ᾽ αἰπεινὰ κάρηνα.πάντες δ᾽ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης |
60 | καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.ἔδεισεν δ᾽ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,δείσας δ᾽ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθεγαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη |
65 | σμερδαλέ᾽ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτοςἵστατ᾽ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,ἄντα δ᾽ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη· |
70 | Ἥρηι δ᾽ ἀντέστη χρυσηλάκατος κελαδεινὴἌρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·Λητοῖ δ᾽ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,ἄντα δ᾽ ἄρ᾽ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον. |
75 | ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ ἈχιλλεὺςἝκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλονΠριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγειαἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.Αἰνείαν δ᾽ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων |
80 | ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·τῶι μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων |
85 | Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;τὸν δ᾽ αὖτ᾽ Αἰνείας ἀπαμειβόμενος προσέειπε·Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύειςἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ᾽ Ἀχιλῆος |
90 | στήσομαι, ἀλλ᾽ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησενἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρηισι,πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺςεἰρύσαθ᾽, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.ἦ κ᾽ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης, |
95 | ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ᾽ ἐκέλευενἔγχεϊ χαλκείωι Λέλεγας καὶ Τρῶας ἐναίρειν.τὼ οὐκ ἔστ᾽ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.καὶ δ᾽ ἄλλως τοῦ γ᾽ ἰθὺ βέλος πέτετ᾽, οὐδ᾽ ἀπολήγει |
100 | πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέανικήσει᾽, οὐδ᾽ εἰ παγχάλκεος εὔχεται εἶναι.τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·ἥρως ἀλλ᾽ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτηισιν |
105 | εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτηςἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·ἣ μὲν γὰρ Διός ἐσθ᾽, ἣ δ᾽ ἐξ ἁλίοιο γέροντος.ἀλλ᾽ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπανλευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῆι. |
110 | ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῶι.οὐδ᾽ ἔλαθ᾽ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρηνἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·ἣ δ᾽ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε· |
115 | φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνηἐν φρεσὶν ὑμετέρηισιν, ὅπως ἔσται τάδε ἔργα.Αἰνείας ὅδ᾽ ἔβη κεκορυθμένος αἴθοπι χαλκῶιἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.ἀλλ᾽ ἄγεθ᾽, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω |
120 | αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊπαρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῶιδευέσθω, ἵνα εἰδῆι ὅ μιν φιλέουσιν ἄριστοιἀθανάτων, οἳ δ᾽ αὖτ᾽ ἀνεμώλιοι οἳ τὸ πάρος περΤρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα. |
125 | πάντες δ᾽ Οὐλύμποιο κατήλθομεν ἀντιόωντεςτῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθηισισήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσαγιγνομένωι ἐπένησε λίνωι ὅτε μιν τέκε μήτηρ.εἰ δ᾽ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς |
130 | δείσετ᾽ ἔπειθ᾽, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθηιἐν πολέμωι· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων·Ἥρη μὴ χαλέπαινε παρ᾽ ἐκ νόον· οὐδέ τί σε χρή.
οὐκ ἂν ἔγωγ᾽ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι |
135 | ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·ἀλλ᾽ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντεςἐκ πάτου ἐς σκοπιήν, πόλεμος δ᾽ ἄνδρεσσι μελήσει.εἰ δέ κ᾽ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,ἢ Ἀχιλῆ᾽ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι, |
140 | αὐτίκ᾽ ἔπειτα καὶ ἄμμι παρ᾽ αὐτόθι νεῖκος ὀρεῖταιφυλόπιδος· μάλα δ᾽ ὦκα διακρινθέντας ὀΐωἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθ᾽ ὁμήγυριν ἄλλωνἡμετέρηις ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης |
145 | τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιοὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνηποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,ὁππότε μιν σεύαιτο ἀπ᾽ ἠϊόνος πεδίον δέ.ἔνθα Ποσειδάων κατ᾽ ἄρ᾽ ἕζετο καὶ θεοὶ ἄλλοι, |
150 | ἀμφὶ δ᾽ ἄρ᾽ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·οἳ δ᾽ ἑτέρωσε καθῖζον ἐπ᾽ ὀφρύσι Καλλικολώνηςἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.ὣς οἳ μέν ῥ᾽ ἑκάτερθε καθήατο μητιόωντεςβουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο |
155 | ὄκνεον ἀμφότεροι, Ζεὺς δ᾽ ἥμενος ὕψι κέλευε.τῶν δ᾽ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῶιἀνδρῶν ἠδ᾽ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσινὀρνυμένων ἄμυδις. δύο δ᾽ ἀνέρες ἔξοχ᾽ ἄριστοιἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι |
160 | Αἰνείας τ᾽ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκεινευστάζων κόρυθι βριαρῆι· ἀτὰρ ἀσπίδα θοῦρινπρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.Πηλεΐδης δ᾽ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς |
165 | σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασινἀγρόμενοι πᾶς δῆμος· ὁ δὲ πρῶτον μὲν ἀτίζωνἔρχεται, ἀλλ᾽ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶνδουρὶ βάληι ἐάλη τε χανών, περί τ᾽ ἀφρὸς ὀδόνταςγίγνεται, ἐν δέ τέ οἱ κραδίηι στένει ἄλκιμον ἦτορ, |
170 | οὐρῆι δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθενμαστίεται, ἑὲ δ᾽ αὐτὸν ἐποτρύνει μαχέσασθαι,γλαυκιόων δ᾽ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνηιἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτωι ἐν ὁμίλωι·ὣς Ἀχιλῆ᾽ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ |
175 | ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼνἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει |
180 | ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισιτιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμ᾽ ἐξεναρίξηις,οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·εἰσὶν γάρ οἱ παῖδες, ὁ δ᾽ ἔμπεδος οὐδ᾽ ἀεσίφρων.ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων |
185 | καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαιαἴ κεν ἐμὲ κτείνηις; χαλεπῶς δέ σ᾽ ἔολπα τὸ ῥέξειν.ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.ἦ οὐ μέμνηι ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντασεῦα κατ᾽ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι |
190 | καρπαλίμως; τότε δ᾽ οὔ τι μετατροπαλίζεο φεύγων.ἔνθεν δ᾽ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴνπέρσα μεθορμηθεὶς σὺν Ἀθήνηι καὶ Διὶ πατρί,ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούραςἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι. |
195 | ἀλλ᾽ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῶιβάλλεαι· ἀλλά σ᾽ ἔγωγ᾽ ἀναχωρήσαντα κελεύωἐς πληθὺν ἰέναι, μηδ᾽ ἀντίος ἵστασ᾽ ἐμεῖο,πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.τὸν δ᾽ αὖτ᾽ Αἰνείας ἀπαμείβετο φώνησέν τε· |
200 | Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣςἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸςἠμὲν κερτομίας ἠδ᾽ αἴσυλα μυθήσασθαι.ἴδμεν δ᾽ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆαςπρόκλυτ᾽ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων· |
205 | ὄψει δ᾽ οὔτ᾽ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτ᾽ ἄρ᾽ ἐγὼ σούς.φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,μητρὸς δ᾽ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαοεὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστ᾽ Ἀφροδίτη· |
210 | τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονταισήμερον· οὐ γάρ φημ᾽ ἐπέεσσί γε νηπυτίοισινὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.εἰ δ᾽ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ᾽ ἐῢ εἰδῆιςἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι· |
215 | Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴἐν πεδίωι πεπόλιστο πόλις μερόπων ἀνθρώπων,ἀλλ᾽ ἔθ᾽ ὑπωρείας ὤικεον πολυπίδακος Ἴδης.Δάρδανος αὖ τέκεθ᾽ υἱὸν Ἐριχθόνιον βασιλῆα, |
220 | ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντοθήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῆισι.τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,ἵππωι δ᾽ εἰσάμενος παρελέξατο κυανοχαίτηι· |
225 | αἳ δ᾽ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.αἳ δ᾽ ὅτε μὲν σκιρτῶιεν ἐπὶ ζείδωρον ἄρουραν,ἄκρον ἐπ᾽ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·ἀλλ᾽ ὅτε δὴ σκιρτῶιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης,ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον. |
230 | Τρῶα δ᾽ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·Τρωὸς δ᾽ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντοἾλός τ᾽ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν |
235 | κάλλεος εἵνεκα οἷο ἵν᾽ ἀθανάτοισι μετείη.Ἶλος δ᾽ αὖ τέκεθ᾽ υἱὸν ἀμύμονα Λαομέδοντα·Λαομέδων δ᾽ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τεΛάμπόν τε Κλυτίον θ᾽ Ἱκετάονά τ᾽ ὄζον Ἄρηος·Ἀσσάρακος δὲ Κάπυν, ὁ δ᾽ ἄρ᾽ Ἀγχίσην τέκε παῖδα· |
240 | αὐτὰρ ἔμ᾽ Ἀγχίσης, Πρίαμος δ᾽ ἔτεχ᾽ Ἕκτορα δῖον.ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.Ζεὺς δ᾽ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τεὅππως κεν ἐθέληισιν· ὁ γὰρ κάρτιστος ἁπάντων.ἀλλ᾽ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς |
245 | ἑσταότ᾽ ἐν μέσσηι ὑσμίνηι δηϊοτῆτος.ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαιπολλὰ μάλ᾽, οὐδ᾽ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.στρεπτὴ δὲ γλῶσσ᾽ ἐστὶ βροτῶν, πολέες δ᾽ ἔνι μῦθοιπαντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα. |
250 | ὁπποῖόν κ᾽ εἴπηισθα ἔπος, τοῖόν κ᾽ ἐπακούσαις.ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκηνεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιονεικεῦσ᾽ ἀλλήληισι μέσην ἐς ἄγυιαν ἰοῦσαι |
255 | πόλλ᾽ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.ἀλκῆς δ᾽ οὔ μ᾽ ἐπέεσσιν ἀποτρέψεις μεμαῶταπρὶν χαλκῶι μαχέσασθαι ἐναντίον· ἀλλ᾽ ἄγε θᾶσσονγευσόμεθ᾽ ἀλλήλων χαλκήρεσιν ἐγχείηισιν.ἦ ῥα καὶ ἐν δεινῶι σάκει ἤλασεν ὄβριμον ἔγχος |
260 | σμερδαλέωι· μέγα δ᾽ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῆι.Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείηιἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχοςῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαονήπιος, οὐδ᾽ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν |
265 | ὡς οὐ ῥηΐδι᾽ ἐστὶ θεῶν ἐρικυδέα δῶραἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ᾽ ὑποείκειν.οὐδὲ τότ᾽ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχοςῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δ᾽ ἄρ᾽ ἔτι τρεῖς |
270 | ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,τὰς δύο χαλκείας, δύο δ᾽ ἔνδοθι κασσιτέροιο,τὴν δὲ μίαν χρυσῆν, τῆι ῥ᾽ ἔσχετο μείλινον ἔγχος.δεύτερος αὖτ᾽ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,καὶ βάλεν Αἰνείαο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην |
275 | ἄντυγ᾽ ὕπο πρώτην, ἧι λεπτότατος θέε χαλκός,λεπτοτάτη δ᾽ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸΠηλιὰς ἤϊξεν μελίη, λάκε δ᾽ ἀσπὶς ὑπ᾽ αὐτῆς.Αἰνείας δ᾽ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ᾽ ἀνέσχεδείσας· ἐγχείη δ᾽ ἄρ᾽ ὑπὲρ νώτου ἐνὶ γαίηι |
280 | ἔστη ἱεμένη, διὰ δ᾽ ἀμφοτέρους ἕλε κύκλουςἀσπίδος ἀμφιβρότης· ὁ δ᾽ ἀλευάμενος δόρυ μακρὸνἔστη, κὰδ δ᾽ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺςἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ |
285 | σμερδαλέα ἰάχων· ὁ δὲ χερμάδιον λάβε χειρὶΑἰνείας, μέγα ἔργον, ὁ οὐ δύο γ᾽ ἄνδρε φέροιεν,οἷοι νῦν βροτοί εἰσ᾽· ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος.ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρωιἢ κόρυθ᾽ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον, |
290 | τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·αὐτίκα δ᾽ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι |
295 | πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιονήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχειμὰψ ἕνεκ᾽ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δ᾽ αἰεὶδῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν; |
300 | ἀλλ᾽ ἄγεθ᾽ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺςτόνδε κατακτείνηι· μόριμον δέ οἵ ἐστ᾽ ἀλέασθαι,ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληταιΔαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων |
305 | οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξεικαὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη· |
310 | ἐννοσίγαι᾽, αὐτὸς σὺ μετὰ φρεσὶ σῆισι νόησονΑἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσηιςΠηλεΐδηι Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκουςπᾶσι μετ᾽ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη |
315 | μή ποτ᾽ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,μηδ᾽ ὁπότ᾽ ἂν Τροίη μαλερῶι πυρὶ πᾶσα δάηταικαιομένη, καίωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶν.αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε Ποσειδάων ἐνοσίχθων,βῆ ῥ᾽ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων, |
320 | ἷξε δ᾽ ὅθ᾽ Αἰνείας ἠδ᾽ ὁ κλυτὸς ἦεν Ἀχιλλεύς.
αὐτίκα τῶι μὲν ἔπειτα κατ᾽ ὀφθαλμῶν χέεν ἀχλὺνΠηλεΐδηι Ἀχιλῆϊ· ὁ δὲ μελίην εὔχαλκονἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν, |
325 | Αἰνείαν δ᾽ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ᾽ ἀείρας.πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππωνΑἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,ἷξε δ᾽ ἐπ᾽ ἐσχατιὴν πολυάϊκος πολέμοιο,ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο. |
330 | τῶι δὲ μάλ᾽ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Αἰνεία, τίς σ᾽ ὧδε θεῶν ἀτέοντα κελεύειἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν; |
335 | ἀλλ᾽ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῶι,μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.αὐτὰρ ἐπεί κ᾽ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπηι,θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·οὐ μὲν γάρ τίς σ᾽ ἄλλος Ἀχαιῶν ἐξεναρίξει. |
340 | ὣς εἰπὼν λίπεν αὐτόθ᾽, ἐπεὶ διεπέφραδε πάντα.αἶψα δ᾽ ἔπειτ᾽ Ἀχιλῆος ἀπ᾽ ὀφθαλμῶν σκέδασ᾽ ἀχλὺνθεσπεσίην· ὁ δ᾽ ἔπειτα μέγ᾽ ἔξιδεν ὀφθαλμοῖσιν,ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὢ πόποι ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι· |
345 | ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶταλεύσσω, τῶι ἐφέηκα κατακτάμεναι μενεαίνων.ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσινἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι |
350 | ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.ἀλλ᾽ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσαςτῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστωι·μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί, |
355 | ἀλλ᾽ ἄγ᾽ ἀνὴρ ἄντ᾽ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμωι περ ἐόντιτοσσούσδ᾽ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·οὐδέ κ᾽ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κ᾽ Ἀθήνητοσσῆσδ᾽ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο· |
360 | ἀλλ᾽ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τεκαὶ σθένει, οὔ μ᾽ ἔτι φημὶ μεθησέμεν οὐδ᾽ ἠβαιόν,ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τιν᾽ οἴωΤρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθηι.ὣς φάτ᾽ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ |
365 | κέκλεθ᾽ ὁμοκλήσας, φάτο δ᾽ ἴμεναι ἄντ᾽ Ἀχιλῆος·Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,ἔγχεϊ δ᾽ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.
οὐδ᾽ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει, |
370 | ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.τοῦ δ᾽ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ᾽ αἴθωνι σιδήρωι.ὣς φάτ᾽ ἐποτρύνων, οἳ δ᾽ ἀντίοι ἔγχε᾽ ἄειρανΤρῶες· τῶν δ᾽ ἄμυδις μίχθη μένος, ὦρτο δ᾽ ἀϋτή. |
375 | καὶ τότ᾽ ἄρ᾽ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,μή πώς σ᾽ ἠὲ βάληι ἠὲ σχεδὸν ἄορι τύψηι.ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν |
380 | ταρβήσας, ὅτ᾽ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.ἐν δ᾽ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴνσμερδαλέα ἰάχων, πρῶτον δ᾽ ἕλεν Ἰφιτίωναἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθωι |
385 | Τμώλωι ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμωι·τὸν δ᾽ ἰθὺς μεμαῶτα βάλ᾽ ἔγχεϊ δῖος Ἀχιλλεὺςμέσσην κὰκ κεφαλήν· ἣ δ᾽ ἄνδιχα πᾶσα κεάσθη,δούπησεν δὲ πεσών, ὁ δ᾽ ἐπεύξατο δῖος Ἀχιλλεύς·κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατ᾽ ἀνδρῶν· |
390 | ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστ᾽ ἐπὶ λίμνηιΓυγαίηι, ὅθι τοι τέμενος πατρώϊόν ἐστινὝλλωι ἐπ᾽ ἰχθυόεντι καὶ Ἕρμωι δινήεντι.ὣς ἔφατ᾽ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο |
395 | πρώτηι ἐν ὑσμίνηι· ὁ δ᾽ ἐπ᾽ αὐτῶι Δημολέονταἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸννύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρήιου.οὐδ᾽ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δι᾽ αὐτῆςαἰχμὴ ἱεμένη ῥῆξ᾽ ὀστέον, ἐγκέφαλος δὲ |
400 | ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.Ἱπποδάμαντα δ᾽ ἔπειτα καθ᾽ ἵππων ἀΐξανταπρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.αὐτὰρ ὁ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦροςἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα |
405 | κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·ὣς ἄρα τόν γ᾽ ἐρυγόντα λίπ᾽ ὀστέα θυμὸς ἀγήνωρ·αὐτὰρ ὁ βῆ σὺν δουρὶ μετ᾽ ἀντίθεον ΠολύδωρονΠριαμίδην. τὸν δ᾽ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο, |
410 | καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκαδὴ τότε νηπιέηισι ποδῶν ἀρετὴν ἀναφαίνωνθῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺςνῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες |
415 | χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·ἀντικρὺ δὲ διέσχε παρ᾽ ὀμφαλὸν ἔγχεος αἰχμή,γνὺξ δ᾽ ἔριπ᾽ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψεκυανέη, προτὶ οἷ δ᾽ ἔλαβ᾽ ἔντερα χερσὶ λιασθείς.Ἕκτωρ δ᾽ ὡς ἐνόησε κασίγνητον Πολύδωρον |
420 | ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίηκάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ᾽ ἀχλύς· οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτληδηρὸν ἑκὰς στρωφᾶσθ᾽, ἀλλ᾽ ἀντίος ἦλθ᾽ Ἀχιλῆϊὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺςὡς εἶδ᾽, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα· |
425 | ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ᾽ ἐσεμάσσατο θυμόν,ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδ᾽ ἂν ἔτι δὴνἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·ἆσσον ἴθ᾽ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ᾽ ἵκηαι. |
430 | τὸν δ᾽ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣςἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸςἠμὲν κερτομίας ἠδ᾽ αἴσυλα μυθήσασθαι.οἶδα δ᾽ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων. |
435 | ἀλλ᾽ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαιδουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γ᾽ Ἀθήνηπνοιῆι Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο |
440 | ἦκα μάλα ψύξασα· τὸ δ᾽ ἂψ ἵκεθ᾽ Ἕκτορα δῖον,αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺςἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,σμερδαλέα ἰάχων· τὸν δ᾽ ἐξήρπαξεν Ἀπόλλωνῥεῖα μάλ᾽ ὥς τε θεός, ἐκάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῆι. |
445 | τρὶς μὲν ἔπειτ᾽ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺςἔγχεϊ χαλκείωι, τρὶς δ᾽ ἠέρα τύψε βαθεῖαν.ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,δεινὰ δ᾽ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι |
450 | ἦλθε κακόν· νῦν αὖτέ σ᾽ ἐρύσατο Φοῖβος Ἀπόλλων,ὧι μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.ἦ θήν σ᾽ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω. |
455 | ὣς εἰπὼν Δρύοπ᾽ οὖτα κατ᾽ αὐχένα μέσσον ἄκοντι·ἤριπε δὲ προπάροιθε ποδῶν· ὁ δὲ τὸν μὲν ἔασε,Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τεκὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειταοὐτάζων ξίφεϊ μεγάλωι ἐξαίνυτο θυμόν· |
460 | αὐτὰρ ὁ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντοςἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.Τρῶα δ᾽ Ἀλαστορίδην, ὁ μὲν ἀντίος ἤλυθε γούνων,εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη |
465 | μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,νήπιος, οὐδὲ τὸ ἤιδη ὁ οὐ πείσεσθαι ἔμελλεν·οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ᾽ ἀγανόφρων,ἀλλὰ μάλ᾽ ἐμμεμαώς· ὁ μὲν ἥπτετο χείρεσι γούνωνἱέμενος λίσσεσθ᾽, ὁ δὲ φασγάνωι οὖτα καθ᾽ ἧπαρ· |
470 | ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατ᾽ αὐτοῦκόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψεθυμοῦ δευόμενον· ὁ δὲ Μούλιον οὖτα παραστὰςδουρὶ κατ᾽ οὖς· εἶθαρ δὲ δι᾽ οὔατος ἦλθ᾽ ἑτέροιοαἰχμὴ χαλκείη· ὁ δ᾽ Ἀγήνορος υἱὸν Ἔχεκλον |
475 | μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,πᾶν δ᾽ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ᾽ ὄσσεἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.Δευκαλίωνα δ᾽ ἔπειθ᾽, ἵνα τε ξυνέχουσι τένοντεςἀγκῶνος, τῆι τόν γε φίλης διὰ χειρὸς ἔπειρεν |
480 | αἰχμῆι χαλκείηι· ὁ δέ μιν μένε χεῖρα βαρυνθεὶςπρόσθ᾽ ὁρόων θάνατον· ὁ δὲ φασγάνωι αὐχένα θείναςτῆλ᾽ αὐτῆι πήληκι κάρη βάλε· μυελὸς αὖτεσφονδυλίων ἔκπαλθ᾽, ὁ δ᾽ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.αὐτὰρ ὁ βῆ ῥ᾽ ἰέναι μετ᾽ ἀμύμονα Πείρεω υἱὸν |
485 | Ῥίγμον, ὃς ἐκ Θρήικης ἐριβώλακος εἰληλούθει·τὸν βάλε μέσσον ἄκοντι, πάγη δ᾽ ἐν νηδύϊ χαλκός,ἤριπε δ᾽ ἐξ ὀχέων· ὁ δ᾽ Ἀρηΐθοον θεράπονταἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶνύξ᾽, ἀπὸ δ᾽ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι. |
490 | ὡς δ᾽ ἀναμαιμάει βαθέ᾽ ἄγκεα θεσπιδαὲς πῦροὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,πάντηι τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,ὣς ὅ γε πάντηι θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσοςκτεινομένους ἐφέπων· ῥέε δ᾽ αἵματι γαῖα μέλαινα. |
495 | ὡς δ᾽ ὅτε τις ζεύξηι βόας ἄρσενας εὐρυμετώπουςτριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένηι ἐν ἀλωῆι,ῥίμφά τε λέπτ᾽ ἐγένοντο βοῶν ὑπὸ πόσσ᾽ ἐριμύκων,ὣς ὑπ᾽ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποιστεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ᾽ ἄξων |
500 | νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,ἃς ἄρ᾽ ἀφ᾽ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλοναἵ τ᾽ ἀπ᾽ ἐπισσώτρων· ὁ δὲ ἵετο κῦδος ἀρέσθαιΠηλεΐδης, λύθρωι δὲ παλάσσετο χεῖρας ἀάπτους. |