Homeri
Ilias (ca. 730)
Ἰλιάδος Τ
Μήνιδος ἀπόρρησις.
|
|
___________________________________________________________________________________
|
|
Ἠὼς μὲν κροκόπεπλος ἀπ᾽ Ὠκεανοῖο ῥοάωνὄρνυθ᾽, ἵν᾽ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·ἣ δ᾽ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.εὗρε δὲ Πατρόκλωι περικείμενον ὃν φίλον υἱὸν | |
5 | κλαίοντα λιγέως· πολέες δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροιμύρονθ᾽· ἣ δ᾽ ἐν τοῖσι παρίστατο δῖα θεάων,ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περκεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη· |
10 | τύνη δ᾽ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξοκαλὰ μάλ᾽, οἷ᾽ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχε᾽ ἔθηκεπρόσθεν Ἀχιλλῆος· τὰ δ᾽ ἀνέβραχε δαίδαλα πάντα.Μυρμιδόνας δ᾽ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη |
15 | ἄντην εἰσιδέειν, ἀλλ᾽ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺςὡς εἶδ᾽, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσεδεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·τέρπετο δ᾽ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.αὐτὰρ ἐπεὶ φρεσὶν ἧισι τετάρπετο δαίδαλα λεύσσων |
20 | αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ᾽ ἐπιεικὲςἔργ᾽ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.νῦν δ᾽ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλ᾽ αἰνῶςδείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν |
25 | μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰςεὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,ἐκ δ᾽ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήηι.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῆισι μελόντων. |
30 | τῶι μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλαμυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,αἰεὶ τῶι γ᾽ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.
ἀλλὰ σύ γ᾽ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς |
35 | μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶναἶψα μάλ᾽ ἐς πόλεμον θωρήσσεο, δύσεο δ᾽ ἀλκήν.ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,Πατρόκλωι δ᾽ αὖτ᾽ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸνστάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη. |
40 | αὐτὰρ ὁ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺςσμερδαλέα ἰάχων, ὦρσεν δ᾽ ἥρωας Ἀχαιούς.καί ῥ᾽ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκονοἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶνκαὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες, |
45 | καὶ μὴν οἳ τότε γ᾽ εἰς ἀγορὴν ἴσαν, οὕνεκ᾽ Ἀχιλλεὺςἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ᾽ ἀλεγεινῆς.τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντεΤυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺςἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά· |
50 | κὰδ δὲ μετὰ πρώτηι ἀγορῆι ἵζοντο κιόντες.αὐτὰρ ὁ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνωνἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῆι ὑσμίνηιοὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί, |
55 | τοῖσι δ᾽ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ἀτρεΐδη ἦ ἄρ τι τόδ᾽ ἀμφοτέροισιν ἄρειονἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρθυμοβόρωι ἔριδι μενεήναμεν εἵνεκα κούρης;τὴν ὄφελ᾽ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῶι |
60 | ἤματι τῶι ὅτ᾽ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·τώ κ᾽ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδαςδυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺςδηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω. |
65 | ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περθυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκηι·νῦν δ᾽ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλ᾽ ἄγε θᾶσσονὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς, |
70 | ὄφρ᾽ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼναἴ κ᾽ ἐθέλωσ᾽ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τιν᾽ οἴωἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγηισιδηΐου ἐκ πολέμοιο ὑπ᾽ ἔγχεος ἡμετέροιο.ὣς ἔφαθ᾽, οἳ δ᾽ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ |
75 | μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνωναὐτόθεν ἐξ ἕδρης, οὐδ᾽ ἐν μέσσοισιν ἀναστάς·ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηοςἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν |
80 | ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένωι περ ἐόντι.ἀνδρῶν δ᾽ ἐν πολλῶι ὁμάδωι πῶς κέν τις ἀκούσαιἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.Πηλεΐδηι μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοισύνθεσθ᾽ Ἀργεῖοι, μῦθόν τ᾽ εὖ γνῶτε ἕκαστος. |
85 | πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπονκαί τέ με νεικείεσκον· ἐγὼ δ᾽ οὐκ αἴτιός εἰμι,ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,οἵ τέ μοι εἰν ἀγορῆι φρεσὶν ἔμβαλον ἄγριον ἄτην,ἤματι τῶι ὅτ᾽ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων. |
90 | ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾶι.πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,οὐλομένη· τῆι μέν θ᾽ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπ᾽ οὔδειπίλναται, ἀλλ᾽ ἄρα ἥ γε κατ᾽ ἀνδρῶν κράατα βαίνειβλάπτουσ᾽ ἀνθρώπους· κατὰ δ᾽ οὖν ἕτερόν γε πέδησε. |
95 | καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστονἀνδρῶν ἠδὲ θεῶν φασ᾽ ἔμμεναι· ἀλλ᾽ ἄρα καὶ τὸνἭρη θῆλυς ἐοῦσα δολοφροσύνηις ἀπάτησεν,ἤματι τῶι ὅτ᾽ ἔμελλε βίην ἩρακληείηνἈλκμήνη τέξεσθαι ἐϋστεφάνωι ἐνὶ Θήβηι. |
100 | ἤτοι ὅ γ᾽ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυιαἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, |
105 | τῶν ἀνδρῶν γενεῆς οἵ θ᾽ αἵματος ἐξ ἐμεῦ εἰσί.τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·ψευστήσεις, οὐδ᾽ αὖτε τέλος μύθωι ἐπιθήσεις.εἰ δ᾽ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν |
110 | ὅς κεν ἐπ᾽ ἤματι τῶιδε πέσηι μετὰ ποσσὶ γυναικὸςτῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.ὣς ἔφατο· Ζεὺς δ᾽ οὔ τι δολοφροσύνην ἐνόησεν,ἀλλ᾽ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.Ἥρη δ᾽ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, |
115 | καρπαλίμως δ᾽ ἵκετ᾽ Ἄργος Ἀχαιικόν, ἔνθ᾽ ἄρα ἤιδηἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.ἣ δ᾽ ἐκύει φίλον υἱόν, ὁ δ᾽ ἕβδομος ἑστήκει μείς·ἐκ δ᾽ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,Ἀλκμήνης δ᾽ ἀπέπαυσε τόκον, σχέθε δ᾽ Εἰλειθυίας.
|
120 | αὐτὴ δ᾽ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·ἤδη ἀνὴρ γέγον᾽ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξειΕὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαοσὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν. |
125 | ὣς φάτο, τὸν δ᾽ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·αὐτίκα δ᾽ εἷλ᾽ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιοχωόμενος φρεσὶν ἧισι, καὶ ὤμοσε καρτερὸν ὅρκονμή ποτ᾽ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντααὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται. |
130 | ὣς εἰπὼν ἔρριψεν ἀπ᾽ οὐρανοῦ ἀστερόεντοςχειρὶ περιστρέψας· τάχα δ᾽ ἵκετο ἔργ᾽ ἀνθρώπων.τὴν αἰεὶ στενάχεσχ᾽ ὅθ᾽ ἑὸν φίλον υἱὸν ὁρῶιτοἔργον ἀεικὲς ἔχοντα ὑπ᾽ Εὐρυσθῆος ἀέθλων.ὣς καὶ ἐγών, ὅτε δ᾽ αὖτε μέγας κορυθαίολος Ἕκτωρ |
135 | Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῆισι νέεσσιν,οὐ δυνάμην λελαθέσθ᾽ Ἄτης ἧι πρῶτον ἀάσθην.ἀλλ᾽ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ᾽ ἀπερείσι᾽ ἄποινα·ἀλλ᾽ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς. |
140 | δῶρα δ᾽ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼνχθιζὸς ἐνὶ κλισίηισιν ὑπέσχετο δῖος Ὀδυσσεύς.εἰ δ᾽ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντεςοἴσουσ᾽, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω. |
145 | τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνονδῶρα μὲν αἴ κ᾽ ἐθέληισθα παρασχέμεν, ὡς ἐπιεικές,ἤ τ᾽ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμηςαἶψα μάλ᾽· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ᾽ ἐόντας |
150 | οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·ὥς κέ τις αὖτ᾽ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηταιἔγχεϊ χαλκείωι Τρώων ὀλέκοντα φάλαγγας.ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
155 | μὴ δ᾽ οὕτως, ἀγαθός περ ἐών, θεοείκελ᾽ Ἀχιλλεῦνήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας ἈχαιῶνΤρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσταιφύλοπις, εὖτ᾽ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγεςἀνδρῶν, ἐν δὲ θεὸς πνεύσηι μένος ἀμφοτέροισιν. |
160 | ἀλλὰ πάσασθαι ἄνωχθι θοῆις ἐπὶ νηυσὶν Ἀχαιοὺςσίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·εἴ περ γὰρ θυμῶι γε μενοινάαι πολεμίζειν, |
165 | ἀλλά τε λάθρηι γυῖα βαρύνεται, ἠδὲ κιχάνειδίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατ᾽ ἰόντι.ὃς δέ κ᾽ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆςἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζηι,θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα |
170 | πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.ἀλλ᾽ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθιὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνωνοἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῆισιν ἰανθῆις. |
175 | ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰςμή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·ἣ θέμις ἐστὶν ἄναξ ἤ τ᾽ ἀνδρῶν ἤ τε γυναικῶν·καὶ δὲ σοὶ αὐτῶι θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίηις ἀρεσάσθω |
180 | πιείρηι, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχηισθα.Ἀτρεΐδη σὺ δ᾽ ἔπειτα δικαιότερος καὶ ἐπ᾽ ἄλλωιἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆαἄνδρ᾽ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνηι.τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· |
185 | χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·ἐν μοίρηι γὰρ πάντα διίκεο καὶ κατέλεξας.ταῦτα δ᾽ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,οὐδ᾽ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺςμιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος· |
190 | μίμνετε δ᾽ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶραἐκ κλισίης ἔλθηισι καὶ ὅρκια πιστὰ τάμωμεν.σοὶ δ᾽ αὐτῶι τόδ᾽ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶνδῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσ᾽ Ἀχιλῆϊ |
195 | χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶνκάπρον ἑτοιμασάτω ταμέειν Διί τ᾽ Ἠελίωι τε.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον |
200 | ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηταικαὶ μένος οὐ τόσον ἦισιν ἐνὶ στήθεσσιν ἐμοῖσι.νῦν δ᾽ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσενἝκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν, |
205 | ὑμεῖς δ᾽ ἐς βρωτὺν ὀτρύνετον· ἦ τ᾽ ἂν ἔγωγενῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶννήστιας ἀκμήνους, ἅμα δ᾽ ἠελίωι καταδύντιτεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.πρὶν δ᾽ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη |
210 | οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτοςὅς μοι ἐνὶ κλισίηι δεδαϊγμένος ὀξέϊ χαλκῶικεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δ᾽ ἑταῖροιμύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν. |
215 | τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ᾽ Ἀχαιῶν,κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμηνπολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. |
220 | τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,ἄμητος δ᾽ ὀλίγιστος, ἐπὴν κλίνηισι τάλανταΖεύς, ὅς τ᾽ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. |
225 | γαστέρι δ᾽ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάνταπίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνηισινηλέα θυμὸν ἔχοντας ἐπ᾽ ἤματι δακρύσαντας· |
230 | ὅσσοι δ᾽ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνταιμεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ᾽ ἔτι μᾶλλονἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλληνλαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω· |
235 | ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηταινηυσὶν ἐπ᾽ Ἀργείων· ἀλλ᾽ ἀθρόοι ὁρμηθέντεςΤρωσὶν ἐφ᾽ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιοΦυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε |
240 | καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·βὰν δ᾽ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.αὐτίκ᾽ ἔπειθ᾽ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ᾽ ἵππους· |
245 | ἐκ δ᾽ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίαςἕπτ᾽, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρηιον.χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλανταἦρχ᾽, ἅμα δ᾽ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.
καὶ τὰ μὲν ἐν μέσσηι ἀγορῆι θέσαν, ἂν δ᾽ Ἀγαμέμνων |
250 | ἵστατο· Ταλθύβιος δὲ θεῶι ἐναλίγκιος αὐδὴνκάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν |
255 | εὔχετο· τοὶ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτόφιν εἵατο σιγῆιἈργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.εὐξάμενος δ᾽ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστοςΓῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θ᾽ ὑπὸ γαῖαν |
260 | ἀνθρώπους τίνυνται, ὅτις κ᾽ ἐπίορκον ὀμόσσηι,μὴ μὲν ἐγὼ κούρηι Βρισηΐδι χεῖρ᾽ ἐπένεικα,οὔτ᾽ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.ἀλλ᾽ ἔμεν᾽ ἀπροτίμαστος ἐνὶ κλισίηισιν ἐμῆισιν.εἰ δέ τι τῶνδ᾽ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν |
265 | πολλὰ μάλ᾽, ὅσσα διδοῦσιν ὅτίς σφ᾽ ἀλίτηται ὀμόσσας.ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῶι.τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμαῥῖψ᾽ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺςἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα· |
270 | Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσινἈτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρηνἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺςἤθελ᾽ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι. |
275 | νῦν δ᾽ ἔρχεσθ᾽ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
ὣς ἄρ᾽ ἐφώνησεν, λῦσεν δ᾽ ἀγορὴν αἰψηρήν.οἳ μὲν ἄρ᾽ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,βὰν δ᾽ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο. |
280 | καὶ τὰ μὲν ἐν κλισίηισι θέσαν, κάθισαν δὲ γυναῖκας,ἵππους δ᾽ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.Βρισηῒς δ᾽ ἄρ᾽ ἔπειτ᾽ ἰκέλη χρυσέηι Ἀφροδίτηιὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῶι,ἀμφ᾽ αὐτῶι χυμένη λίγ᾽ ἐκώκυε, χερσὶ δ᾽ ἄμυσσε |
285 | στήθεά τ᾽ ἠδ᾽ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.εἶπε δ᾽ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῆισι·Πάτροκλέ μοι δειλῆι πλεῖστον κεχαρισμένε θυμῶιζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν |
290 | ἂψ ἀνιοῦσ᾽· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
ἄνδρα μὲν ὧι ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρεἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῶι,τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον. |
295 | οὐδὲ μὲν οὐδέ μ᾽ ἔασκες, ὅτ᾽ ἄνδρ᾽ ἐμὸν ὠκὺς Ἀχιλλεὺςἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,κλαίειν, ἀλλά μ᾽ ἔφασκες Ἀχιλλῆος θείοιοκουριδίην ἄλοχον θήσειν, ἄξειν τ᾽ ἐνὶ νηυσὶνἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι. |
300 | τώ σ᾽ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.ὣς ἔφατο κλαίουσ᾽, ἐπὶ δὲ στενάχοντο γυναῖκεςΠάτροκλον πρόφασιν, σφῶν δ᾽ αὐτῶν κήδε᾽ ἑκάστη.
αὐτὸν δ᾽ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντολισσόμενοι δειπνῆσαι· ὁ δ᾽ ἠρνεῖτο στεναχίζων· |
305 | λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ᾽ ἑταίρων,μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτοςἄσασθαι φίλον ἦτορ, ἐπεί μ᾽ ἄχος αἰνὸν ἱκάνει·δύντα δ᾽ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας, |
310 | δοιὼ δ᾽ Ἀτρεΐδα μενέτην καὶ δῖος ὈδυσσεὺςΝέστωρ Ἰδομενεύς τε γέρων θ᾽ ἱππηλάτα Φοῖνιξτέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῶιτέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.μνησάμενος δ᾽ ἁδινῶς ἀνενείκατο φώνησέν τε· |
315 | ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθ᾽ ἑταίρωναὐτὸς ἐνὶ κλισίηι λαρὸν παρὰ δεῖπνον ἔθηκαςαἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατ᾽ ἈχαιοὶΤρωσὶν ἐφ᾽ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ |
320 | ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντωνσῆι ποθῆι· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,οὐδ᾽ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβειχήτεϊ τοιοῦδ᾽ υἷος· ὁ δ᾽ ἀλλοδαπῶι ἐνὶ δήμωι |
325 | εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·ἠὲ τὸν ὃς Σκύρωι μοι ἔνι τρέφεται φίλος υἱός,εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπειοἶον ἐμὲ φθίσεσθαι ἀπ᾽ Ἄργεος ἱπποβότοιο |
330 | αὐτοῦ ἐνὶ Τροίηι, σὲ δέ τε Φθίην δὲ νέεσθαι,ὡς ἄν μοι τὸν παῖδα θοῆι ἐνὶ νηῒ μελαίνηιΣκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστακτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.ἤδη γὰρ Πηλῆά γ᾽ ὀΐομαι ἢ κατὰ πάμπαν |
335 | τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντ᾽ ἀκάχησθαιγήραΐ τε στυγερῶι καὶ ἐμὴν ποτιδέγμενον αἰεὶλυγρὴν ἀγγελίην, ὅτ᾽ ἀποφθιμένοιο πύθηται.ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον· |
340 | μυρομένους δ᾽ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,αἶψα δ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ᾽ Ἀχιλλεύς;κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων |
345 | ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοιοἴχονται μετὰ δεῖπνον, ὁ δ᾽ ἄκμηνος καὶ ἄπαστος.ἀλλ᾽ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴνστάξον ἐνὶ στήθεσσ᾽, ἵνα μή μιν λιμὸς ἵκηται.ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· |
350 | ἣ δ᾽ ἅρπηι ἐϊκυῖα τανυπτέρυγι λιγυφώνωιοὐρανοῦ ἐκκατεπᾶλτο δι᾽ αἰθέρος. αὐτὰρ Ἀχαιοὶαὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δ᾽ Ἀχιλῆϊνέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴνστάξ᾽, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ᾽ ἵκοιτο· |
355 | αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶὤιχετο, τοὶ δ᾽ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.ὡς δ᾽ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονταιψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι |
360 | νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαιθώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.αἴγλη δ᾽ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼνχαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶνἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς. |
365 | τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσελαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορδῦν᾽ ἄχος ἄτλητον· ὁ δ᾽ ἄρα Τρωσὶν μενεαίνωνδύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.κνημῖδας μὲν πρῶτα περὶ κνήμηισιν ἔθηκε |
370 | καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλονχάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τεεἵλετο, τοῦ δ᾽ ἀπάνευθε σέλας γένετ᾽ ἠΰτε μήνης. |
375 | ὡς δ᾽ ὅτ᾽ ἂν ἐκ πόντοιο σέλας ναύτηισι φανήηικαιομένοιο πυρός, τό τε καίεται ὑψόθ᾽ ὄρεσφισταθμῶι ἐν οἰοπόλωι· τοὺς δ᾽ οὐκ ἐθέλοντας ἄελλαιπόντον ἐπ᾽ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·ὣς ἀπ᾽ Ἀχιλλῆος σάκεος σέλας αἰθέρ᾽ ἵκανε |
380 | καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείραςκρατὶ θέτο βριαρήν· ἣ δ᾽ ἀστὴρ ὣς ἀπέλαμπενἵππουρις τρυφάλεια, περισσείοντο δ᾽ ἔθειραιχρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.πειρήθη δ᾽ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, |
385 | εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·τῶι δ᾽ εὖτε πτερὰ γίγνετ᾽, ἄειρε δὲ ποιμένα λαῶν.ἐκ δ᾽ ἄρα σύριγγος πατρώϊον ἐσπάσατ᾽ ἔγχοςβριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ᾽ ἄλλος Ἀχαιῶνπάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς· |
390 | Πηλιάδα μελίην, τὴν πατρὶ φίλωι πόρε ΧείρωνΠηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·ἵππους δ᾽ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντεςζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδν᾽ ἕσαν, ἐν δὲ χαλινοὺςγαμφηλῆις ἔβαλον, κατὰ δ᾽ ἡνία τεῖναν ὀπίσσω |
395 | κολλητὸν ποτὶ δίφρον. ὁ δὲ μάστιγα φαεινὴνχειρὶ λαβὼν ἀραρυῖαν ἐφ᾽ ἵπποιιν ἀνόρουσενΑὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺςτεύχεσι παμφαίνων ὥς τ᾽ ἠλέκτωρ Ὑπερίων,σμερδαλέον δ᾽ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· |
400 | Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργηςἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆαἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χ᾽ ἕωμεν πολέμοιο,μηδ᾽ ὡς Πάτροκλον λίπετ᾽ αὐτόθι τεθνηῶτα.τὸν δ᾽ ἄρ᾽ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος |
405 | Ξάνθος, ἄφαρ δ᾽ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτηζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·αὐδήεντα δ᾽ ἔθηκε θεὰ λευκώλενος Ἥρη·καὶ λίην σ᾽ ἔτι νῦν γε σαώσομεν ὄβριμ᾽ Ἀχιλλεῦ·ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς |
410 | αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.οὐδὲ γὰρ ἡμετέρηι βραδυτῆτί τε νωχελίηι τεΤρῶες ἀπ᾽ ὤμοιιν Πατρόκλου τεύχε᾽ ἕλοντο·ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,ἔκταν᾽ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. |
415 | νῶϊ δὲ καί κεν ἅμα πνοιῆι Ζεφύροιο θέοιμεν,ἥν περ ἐλαφροτάτην φάσ᾽ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῶιμόρσιμόν ἐστι θεῶι τε καὶ ἀνέρι ἶφι δαμῆναι.ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
420 | Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδ᾽ ὀλέσθαινόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπηςοὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους. |