Homeri
Ilias (ca. 730)
Ἰλιάδος Σ
Ὁπλοποιία.
|
|
___________________________________________________________________________________
|
|
Ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,Ἀντίλοχος δ᾽ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.τὸν δ᾽ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράωντὰ φρονέοντ᾽ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν· | |
5 | ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὤ μοι ἐγώ, τί τ᾽ ἄρ᾽ αὖτε κάρη κομόωντες Ἀχαιοὶνηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῶι,ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε |
10 | Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖοχερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸςσχέτλιος· ἦ τ᾽ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρἂψ ἐπὶ νῆας ἴμεν, μηδ᾽ Ἕκτορι ἶφι μάχεσθαι. |
15 | εἷος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸςδάκρυα θερμὰ χέων, φάτο δ᾽ ἀγγελίην ἀλεγεινήν·ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆςπεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. |
20 | κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονταιγυμνοῦ· ἀτὰρ τά γε τεύχε᾽ ἔχει κορυθαίολος Ἕκτωρ.
ὣς φάτο, τὸν δ᾽ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·ἀμφοτέρηισι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσανχεύατο κὰκ κεφαλῆς, χαρίεν δ᾽ ἤισχυνε πρόσωπον· |
25 | νεκταρέωι δὲ χιτῶνι μέλαιν᾽ ἀμφίζανε τέφρη.αὐτὸς δ᾽ ἐν κονίηισι μέγας μεγαλωστὶ τανυσθεὶςκεῖτο, φίληισι δὲ χερσὶ κόμην ἤισχυνε δαΐζων.δμωιαὶ δ᾽ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τεθυμὸν ἀκηχέμεναι μεγάλ᾽ ἴαχον, ἐκ δὲ θύραζε |
30 | ἔδραμον ἀμφ᾽ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαιστήθεα πεπλήγοντο, λύθεν δ᾽ ὑπὸ γυῖα ἑκάστης.Ἀντίλοχος δ᾽ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβωνχεῖρας ἔχων Ἀχιλῆος· ὁ δ᾽ ἔστενε κυδάλιμον κῆρ·δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρωι. |
35 | σμερδαλέον δ᾽ ὤιμωξεν· ἄκουσε δὲ πότνια μήτηρἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,κώκυσέν τ᾽ ἄρ᾽ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντοπᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.ἔνθ᾽ ἄρ᾽ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε |
40 | Νησαίη Σπειώ τε Θόη θ᾽ Ἁλίη τε βοῶπιςΚυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρειακαὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ ἈγαυὴΔωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τεΔεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα |
45 | Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ ΓαλάτειαΝημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·ἔνθα δ᾽ ἔην Κλυμένη Ἰάνειρά τε καὶ ἸάνασσαΜαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τ᾽ Ἀμάθειαἄλλαι θ᾽ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. |
50 | τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δ᾽ ἅμα πᾶσαιστήθεα πεπλήγοντο, Θέτις δ᾽ ἐξῆρχε γόοιο·κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρ᾽ ἐῢ πᾶσαιεἴδετ᾽ ἀκούουσαι ὅσ᾽ ἐμῶι ἔνι κήδεα θυμῶι.ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια, |
55 | ἥ τ᾽ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τεἔξοχον ἡρώων· ὁ δ᾽ ἀνέδραμεν ἔρνεϊ ἶσος·τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῶι ἀλωῆςνηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσωΤρωσὶ μαχησόμενον· τὸν δ᾽ οὐχ ὑποδέξομαι αὖτις |
60 | οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.ὄφρα δέ μοι ζώει καὶ ὁρᾶι φάος ἠελίοιοἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.ἀλλ᾽ εἶμ᾽, ὄφρα ἴδωμι φίλον τέκος, ἠδ᾽ ἐπακούσωὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα. |
65 | ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῆιδακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσηςῥήγνυτο· ταὶ δ᾽ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντοἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶΜυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ᾽ Ἀχιλῆα. |
70 | τῶι δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται |
75 | ἐκ Διός, ὡς ἄρα δὴ πρίν γ᾽ εὔχεο χεῖρας ἀνασχὼνπάντας ἐπὶ πρύμνηισιν ἀλήμεναι υἷας Ἀχαιῶνσεῦ ἐπιδευομένους, παθέειν τ᾽ ἀεκήλια ἔργα.τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν· |
80 | ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθ᾽ ἑταῖροςΠάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρωνἶσον ἐμῆι κεφαλῆι; τὸν ἀπώλεσα, τεύχεα δ᾽ Ἕκτωρδηιώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαικαλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα |
85 | ἤματι τῶι ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῆι.
αἴθ᾽ ὄφελες σὺ μὲν αὖθι μετ᾽ ἀθανάτηις ἁλίηισιναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.νῦν δ᾽ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴηπαιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις |
90 | οἴκαδε νοστήσαντ᾽, ἐπεὶ οὐδ᾽ ἐμὲ θυμὸς ἄνωγεζώειν οὐδ᾽ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρπρῶτος ἐμῶι ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσηι,Πατρόκλοιο δ᾽ ἕλωρα Μενοιτιάδεω ἀποτίσηι.τὸν δ᾽ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα· |
95 | ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷ᾽ ἀγορεύεις·αὐτίκα γάρ τοι ἔπειτα μεθ᾽ Ἕκτορα πότμος ἑτοῖμος.τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ᾽ ἔμελλον ἑταίρωικτεινομένωι ἐπαμῦναι· ὁ μὲν μάλα τηλόθι πάτρης |
100 | ἔφθιτ᾽, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.
νῦν δ᾽ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,οὐδέ τι Πατρόκλωι γενόμην φάος οὐδ᾽ ἑτάροισιτοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίωι,ἀλλ᾽ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης, |
105 | τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνωνἐν πολέμωι· ἀγορῆι δέ τ᾽ ἀμείνονές εἰσι καὶ ἄλλοι.ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ᾽ ἀνθρώπων ἀπόλοιτοκαὶ χόλος, ὅς τ᾽ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο |
110 | ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκηι·νῦν δ᾽ εἶμ᾽ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω |
115 | Ἕκτορα· κῆρα δ᾽ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴΖεὺς ἐθέληι τελέσαι ἠδ᾽ ἀθάνατοι θεοὶ ἄλλοι.οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης. |
120 | ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,κείσομ᾽ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπωνἀμφοτέρηισιν χερσὶ παρειάων ἁπαλάωνδάκρυ᾽ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην, |
125 | γνοῖεν δ᾽ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·μὴ δέ μ᾽ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστιτειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον. |
130 | ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονταιχάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωραὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημιδηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῶι.ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος |
135 | πρίν γ᾽ ἐμὲ δεῦρ᾽ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·ἠῶθεν γὰρ νεῦμαι ἅμ᾽ ἠελίωι ἀνιόντιτεύχεα καλὰ φέρουσα παρ᾽ Ἡφαίστοιο ἄνακτος.ὣς ἄρα φωνήσασα πάλιν τράπεθ᾽ υἷος ἑοῖο,καὶ στρεφθεῖσ᾽ ἁλίηισι κασιγνήτηισι μετηύδα· |
140 | ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπονὀψόμεναί τε γέρονθ᾽ ἅλιον καὶ δώματα πατρός,καί οἱ πάντ᾽ ἀγορεύσατ᾽· ἐγὼ δ᾽ ἐς μακρὸν Ὄλυμπονεἶμι παρ᾽ Ἥφαιστον κλυτοτέχνην, αἴ κ᾽ ἐθέληισινυἱεῖ ἐμῶι δόμεναι κλυτὰ τεύχεα παμφανόωντα. |
145 | ὣς ἔφαθ᾽, αἳ δ᾽ ὑπὸ κῦμα θαλάσσης αὐτίκ᾽ ἔδυσαν·ἣ δ᾽ αὖτ᾽ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζαἤϊεν ὄφρα φίλωι παιδὶ κλυτὰ τεύχε᾽ ἐνείκαι.τὴν μὲν ἄρ᾽ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶθεσπεσίωι ἀλαλητῶι ὑφ᾽ Ἕκτορος ἀνδροφόνοιο |
150 | φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶἐκ βελέων ἐρύσαντο νέκυν θεράποντ᾽ Ἀχιλῆος·αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποιἝκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν. |
155 | τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·τρὶς δὲ δύ᾽ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴννεκροῦ ἀπεστυφέλιξαν· ὁ δ᾽ ἔμπεδον ἀλκὶ πεποιθὼςἄλλοτ᾽ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δ᾽ αὖτε |
160 | στάσκε μέγα ἰάχων· ὀπίσω δ᾽ οὐ χάζετο πάμπαν.ὡς δ᾽ ἀπὸ σώματος οὔ τι λέοντ᾽ αἴθωνα δύνανταιποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰἝκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι. |
165 | καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶριςἄγγελος ἦλθε θέουσ᾽ ἀπ᾽ Ὀλύμπου θωρήσσεσθαικρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· |
170 | ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατ᾽ ἀνδρῶν·Πατρόκλωι ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴἕστηκε πρὸ νεῶν· οἳ δ᾽ ἀλλήλους ὀλέκουσινοἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν |
175 | Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγεπῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ᾽ ἁπαλῆς ἀπὸ δειρῆς.ἀλλ᾽ ἄνα μηδ᾽ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθωΠάτροκλον Τρωιῆισι κυσὶν μέλπηθρα γενέσθαι· |
180 | σοὶ λώβη, αἴ κέν τι νέκυς ἠισχυμμένος ἔλθηι.τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;τὸν δ᾽ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις· |
185 | οὐδ᾽ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλοςἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχε᾽ ἐκεῖνοι·μήτηρ δ᾽ οὔ με φίλη πρίν γ᾽ εἴα θωρήσσεσθαι |
190 | πρίν γ᾽ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·στεῦτο γὰρ Ἡφαίστοιο πάρ᾽ οἰσέμεν ἔντεα καλά.ἄλλου δ᾽ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.ἀλλὰ καὶ αὐτὸς ὅ γ᾽ ἔλπομ᾽ ἐνὶ πρώτοισιν ὁμιλεῖ |
195 | ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.τὸν δ᾽ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχε᾽ ἔχονται·ἀλλ᾽ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,αἴ κέ σ᾽ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο |
200 | Τρῶες, ἀναπνεύσωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶντειρόμενοι· ὀλίγη δέ τ᾽ ἀνάπνευσις πολέμοιο.ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα Ἶρις,αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δ᾽ Ἀθήνηὤμοις ἰφθίμοισι βάλ᾽ αἰγίδα θυσσανόεσσαν, |
205 | ἀμφὶ δέ οἱ κεφαλῆι νέφος ἔστεφε δῖα θεάωνχρύσεον, ἐκ δ᾽ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.ὡς δ᾽ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ᾽ ἵκηταιτηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,οἵ τε πανημέριοι στυγερῶι κρίνονται Ἄρηϊ |
210 | ἄστεος ἐκ σφετέρου· ἅμα δ᾽ ἠελίωι καταδύντιπυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δ᾽ αὐγὴγίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·ὣς ἀπ᾽ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ᾽ ἵκανε· |
215 | στῆ δ᾽ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδ᾽ ἐς Ἀχαιοὺςμίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετ᾽ ἐφετμήν.ἔνθα στὰς ἤϋσ᾽, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνηφθέγξατ᾽· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.ὡς δ᾽ ὅτ᾽ ἀριζήλη φωνή, ὅτε τ᾽ ἴαχε σάλπιγξ |
220 | ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,ὣς τότ᾽ ἀριζήλη φωνὴ γένετ᾽ Αἰακίδαο.οἳ δ᾽ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποιἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῶι. |
225 | ἡνίοχοι δ᾽ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρδεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνοςδαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ᾽ ἴαχε δῖος Ἀχιλλεύς,τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τ᾽ ἐπίκουροι. |
230 | ἔνθα δὲ καὶ τότ᾽ ὄλοντο δυώδεκα φῶτες ἄριστοιἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶἀσπασίως Πάτροκλον ὑπ᾽ ἐκ βελέων ἐρύσαντεςκάτθεσαν ἐν λεχέεσσι· φίλοι δ᾽ ἀμφέσταν ἑταῖροιμυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετ᾽ Ἀχιλλεὺς |
235 | δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρονκείμενον ἐν φέρτρωι δεδαϊγμένον ὀξέϊ χαλκῶι,τόν ῥ᾽ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφινἐς πόλεμον, οὐδ᾽ αὖτις ἐδέξατο νοστήσαντα.Ἠέλιον δ᾽ ἀκάμαντα βοῶπις πότνια Ἥρη |
240 | πέμψεν ἐπ᾽ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶφυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.Τρῶες δ᾽ αὖθ᾽ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνηςχωρήσαντες ἔλυσαν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους, |
245 | ἐς δ᾽ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.ὀρθῶν δ᾽ ἑσταότων ἀγορὴ γένετ᾽, οὐδέ τις ἔτληἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκ᾽ Ἀχιλλεὺςἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ᾽ ἀλεγεινῆς.τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ᾽ ἀγορεύειν |
250 | Πανθοΐδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·Ἕκτορι δ᾽ ἦεν ἑταῖρος, ἰῆι δ᾽ ἐν νυκτὶ γένοντο,ἀλλ᾽ ὁ μὲν ἂρ μύθοισιν, ὁ δ᾽ ἔγχεϊ πολλὸν ἐνίκα·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε |
255 | ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖανἐν πεδίωι παρὰ νηυσίν· ἑκὰς δ᾽ ἀπὸ τείχεός εἰμεν.ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίωιτόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·χαίρεσκον γὰρ ἔγωγε θοῆις ἐπὶ νηυσὶν ἰαύων |
260 | ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.νῦν δ᾽ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσειμίμνειν ἐν πεδίωι, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶἐν μέσωι ἀμφότεροι μένος Ἄρηος δατέονται, |
265 | ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.ἀλλ᾽ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωναἀμβροσίη· εἰ δ᾽ ἄμμε κιχήσεται ἐνθάδ᾽ ἐόνταςαὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν |
270 | γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴνὅς κε φύγηι, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονταιΤρώων· αἲ γὰρ δή μοι ἀπ᾽ οὔατος ὧδε γένοιτο.εἰ δ᾽ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,νύκτα μὲν εἰν ἀγορῆι σθένος ἕξομεν, ἄστυ δὲ πύργοι |
275 | ὑψηλαί τε πύλαι σανίδες τ᾽ ἐπὶ τῆις ἀραρυῖαιμακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·πρῶϊ δ᾽ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντεςστησόμεθ᾽ ἂμ πύργους· τῶι δ᾽ ἄλγιον, αἴ κ᾽ ἐθέληισινἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι. |
280 | ἂψ πάλιν εἶσ᾽ ἐπὶ νῆας, ἐπεί κ᾽ ἐριαύχενας ἵππουςπαντοίου δρόμου ἄσηι ὑπὸ πτόλιν ἠλασκάζων·εἴσω δ᾽ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,οὐδέ ποτ᾽ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· |
285 | Πουλυδάμα σὺ μὲν οὐκέτ᾽ ἐμοὶ φίλα ταῦτ᾽ ἀγορεύεις,ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποιπάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον· |
290 | νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,πολλὰ δὲ δὴ Φρυγίην καὶ Μηιονίην ἐρατεινὴνκτήματα περνάμεν᾽ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.
νῦν δ᾽ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεωκῦδος ἀρέσθ᾽ ἐπὶ νηυσί, θαλάσσηι τ᾽ ἔλσαι Ἀχαιούς, |
295 | νήπιε μηκέτι ταῦτα νοήματα φαῖν᾽ ἐνὶ δήμωι·οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος· |
300 | Τρώων δ᾽ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.πρῶϊ δ᾽ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντεςνηυσὶν ἔπι γλαφυρῆισιν ἐγείρομεν ὀξὺν Ἄρηα. |
305 | εἰ δ᾽ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,ἄλγιον αἴ κ᾽ ἐθέληισι τῶι ἔσσεται· οὔ μιν ἔγωγεφεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ᾽ ἄντηνστήσομαι, ἤ κε φέρηισι μέγα κράτος, ἦ κε φεροίμην.ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα. |
310 | ὣς Ἕκτωρ ἀγόρευ᾽, ἐπὶ δὲ Τρῶες κελάδησαννήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.Ἕκτορι μὲν γὰρ ἐπήινησαν κακὰ μητιόωντι,Πουλυδάμαντι δ᾽ ἄρ᾽ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.δόρπον ἔπειθ᾽ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ |
315 | παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιοχεῖρας ἐπ᾽ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρουπυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,ὧι ῥά θ᾽ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσηι ἀνὴρ |
320 | ὕλης ἐκ πυκινῆς· ὁ δέ τ᾽ ἄχνυται ὕστερος ἐλθών,πολλὰ δέ τ᾽ ἄγκε᾽ ἐπῆλθε μετ᾽ ἀνέρος ἴχνι᾽ ἐρευνῶνεἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·ὣς ὁ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·ὢ πόποι ἦ ῥ᾽ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνωι |
325 | θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξεινἼλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.ἀλλ᾽ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾶι·ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι |
330 | αὐτοῦ ἐνὶ Τροίηι, ἐπεὶ οὐδ᾽ ἐμὲ νοστήσανταδέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺςοὐδὲ Θέτις μήτηρ, ἀλλ᾽ αὐτοῦ γαῖα καθέξει.νῦν δ᾽ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμ᾽ ὑπὸ γαῖαν,οὔ σε πρὶν κτεριῶ πρίν γ᾽ Ἕκτορος ἐνθάδ᾽ ἐνεῖκαι |
335 | τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος·δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσωΤρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,ἀμφὶ δὲ σὲ Τρωιαὶ καὶ Δαρδανίδες βαθύκολποι |
340 | κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῶιπιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺςἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα |
345 | Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.οἳ δὲ λοετροχόον τρίποδ᾽ ἵστασαν ἐν πυρὶ κηλέωι,ἐν δ᾽ ἄρ᾽ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ᾽ ὕδωρ·αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῶι, |
350 | καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ᾽ ἐλαίωι,ἐν δ᾽ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·ἐν λεχέεσσι δὲ θέντες ἑανῶι λιτὶ κάλυψανἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῶι.
παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ᾽ Ἀχιλῆα |
355 | Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·Ζεὺς δ᾽ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρηἀνστήσασ᾽ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖοἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί. |
360 | τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη·αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,ὅς περ θνητός τ᾽ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·πῶς δὴ ἔγωγ᾽, ἥ φημι θεάων ἔμμεν ἀρίστη, |
365 | ἀμφότερον γενεῆι τε καὶ οὕνεκα σὴ παράκοιτιςκέκλημαι, σὺ δὲ πᾶσι μετ᾽ ἀθανάτοισιν ἀνάσσεις,οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·Ἡφαίστου δ᾽ ἵκανε δόμον Θέτις ἀργυρόπεζα |
370 | ἄφθιτον ἀστερόεντα μεταπρεπέ᾽ ἀθανάτοισιχάλκεον, ὅν ῥ᾽ αὐτὸς ποιήσατο κυλλοποδίων.τὸν δ᾽ εὗρ᾽ ἱδρώοντα ἑλισσόμενον περὶ φύσαςσπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχενἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο, |
375 | χρύσεα δέ σφ᾽ ὑπὸ κύκλα ἑκάστωι πυθμένι θῆκεν,ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατ᾽ ἀγῶναἠδ᾽ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.οἳ δ᾽ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δ᾽ οὔ πωδαιδάλεα προσέκειτο· τά ῥ᾽ ἤρτυε, κόπτε δὲ δεσμούς. |
380 | ὄφρ᾽ ὅ γε ταῦτ᾽ ἐπονεῖτο ἰδυίηισι πραπίδεσσι,τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνοςκαλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε· |
385 | τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶαἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.ἀλλ᾽ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου |
390 | καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·κέκλετο δ᾽ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·Ἥφαιστε πρόμολ᾽ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον, |
395 | ἥ μ᾽ ἐσάωσ᾽ ὅτε μ᾽ ἄλγος ἀφίκετο τῆλε πεσόνταμητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μ᾽ ἐθέλησεκρύψαι χωλὸν ἐόντα· τότ᾽ ἂν πάθον ἄλγεα θυμῶι,εἰ μή μ᾽ Εὐρυνόμη τε Θέτις θ᾽ ὑπεδέξατο κόλπωιΕὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο. |
400 | τῆισι παρ᾽ εἰνάετες χάλκευον δαίδαλα πολλά,πόρπας τε γναμπτάς θ᾽ ἕλικας κάλυκάς τε καὶ ὅρμουςἐν σπῆϊ γλαφυρῶι· περὶ δὲ ῥόος Ὠκεανοῖοἀφρῶι μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλοςἤιδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, |
405 | ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μ᾽ ἐσάωσαν.
ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼπάντα Θέτι καλλιπλοκάμωι ζωιάγρια τίνειν.ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,ὄφρ᾽ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα. |
410 | ἦ, καὶ ἀπ᾽ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστηχωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.φύσας μέν ῥ᾽ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάνταλάρνακ᾽ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·σπόγγωι δ᾽ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ᾽ ἀπομόργνυ |
415 | αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,δῦ δὲ χιτῶν᾽, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζεχωλεύων· ὑπὸ δ᾽ ἀμφίπολοι ῥώοντο ἄνακτιχρύσειαι ζωῆισι νεήνισιν εἰοικυῖαι.τῆις ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ |
420 | καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὁ ἔρρωνπλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ |
425 | αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·Ἥφαιστ᾽, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσ᾽ ἐν Ὀλύμπωι, |
430 | τοσσάδ᾽ ἐνὶ φρεσὶν ἧισιν ἀνέσχετο κήδεα λυγρὰὅσσ᾽ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκεν;
ἐκ μέν μ᾽ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσενΑἰακίδηι Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴνπολλὰ μάλ᾽ οὐκ ἐθέλουσα. ὁ μὲν δὴ γήραϊ λυγρῶι |
435 | κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν,υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τεἔξοχον ἡρώων· ὁ δ᾽ ἀνέδραμεν ἔρνεϊ ἶσος·τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῶι ἀλωῆςνηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω |
440 | Τρωσὶ μαχησόμενον· τὸν δ᾽ οὐχ ὑποδέξομαι αὖτιςοἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.ὄφρα δέ μοι ζώει καὶ ὁρᾶι φάος ἠελίοιοἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν, |
445 | τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.ἤτοι ὁ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ ἈχαιοὺςΤρῶες ἐπὶ πρύμνηισιν ἐείλεον, οὐδὲ θύραζεεἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντεςἈργείων, καὶ πολλὰ περικλυτὰ δῶρ᾽ ὀνόμαζον. |
450 | ἔνθ᾽ αὐτὸς μὲν ἔπειτ᾽ ἠναίνετο λοιγὸν ἀμῦναι,αὐτὰρ ὁ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,πέμπε δέ μιν πόλεμον δέ, πολὺν δ᾽ ἅμα λαὸν ὄπασσε.
πᾶν δ᾽ ἦμαρ μάρναντο περὶ Σκαιῆισι πύληισι·καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων |
455 | πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸνἔκταν᾽ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνομαι, αἴ κ᾽ ἐθέληισθαυἱεῖ ἐμῶι ὠκυμόρωι δόμεν ἀσπίδα καὶ τρυφάλειανκαὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας |
460 | καὶ θώρηχ᾽· ὁ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖροςΤρωσὶ δαμείς· ὁ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῆισι μελόντων.αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην |
465 | νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτεἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δ᾽ ἐπὶ φύσας·τὰς δ᾽ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι. |
470 | φῦσαι δ᾽ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσωνπαντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ᾽ αὖτε,ὅππως Ἥφαιστός τ᾽ ἐθέλοι καὶ ἔργον ἄνοιτο.χαλκὸν δ᾽ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε |
475 | καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειταθῆκεν ἐν ἀκμοθέτωι μέγαν ἄκμονα, γέντο δὲ χειρὶῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τεπάντοσε δαιδάλλων, περὶ δ᾽ ἄντυγα βάλλε φαεινὴν |
480 | τρίπλακα μαρμαρέην, ἐκ δ᾽ ἀργύρεον τελαμῶνα.πέντε δ᾽ ἄρ᾽ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῶιποίει δαίδαλα πολλὰ ἰδυίηισι πραπίδεσσιν.ἐν μὲν γαῖαν ἔτευξ᾽, ἐν δ᾽ οὐρανόν, ἐν δὲ θάλασσαν,ἠέλιόν τ᾽ ἀκάμαντα σελήνην τε πλήθουσαν, |
485 | ἐν δὲ τὰ τείρεα πάντα, τά τ᾽ οὐρανὸς ἐστεφάνωται,Πληϊάδας θ᾽ Ὑάδας τε τό τε σθένος ὨρίωνοςἌρκτόν θ᾽, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,ἥ τ᾽ αὐτοῦ στρέφεται καί τ᾽ Ὠρίωνα δοκεύει,οἴη δ᾽ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο. |
490 | ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπωνκαλάς. ἐν τῆι μέν ῥα γάμοι τ᾽ ἔσαν εἰλαπίναι τε,νύμφας δ᾽ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάωνἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ᾽ ὑμέναιος ὀρώρει·κοῦροι δ᾽ ὀρχηστῆρες ἐδίνεον, ἐν δ᾽ ἄρα τοῖσιν |
495 | αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκεςἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.λαοὶ δ᾽ εἰν ἀγορῆι ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκοςὠρώρει, δύο δ᾽ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆςἀνδρὸς ἀποφθιμένου· ὁ μὲν εὔχετο πάντ᾽ ἀποδοῦναι |
500 | δήμωι πιφαύσκων, ὁ δ᾽ ἀναίνετο μηδὲν ἑλέσθαι·ἄμφω δ᾽ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.λαοὶ δ᾽ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·κήρυκες δ᾽ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντεςεἵατ᾽ ἐπὶ ξεστοῖσι λίθοις ἱερῶι ἐνὶ κύκλωι, |
505 | σκῆπτρα δὲ κηρύκων ἐν χέρσ᾽ ἔχον ἠεροφώνων·τοῖσιν ἔπειτ᾽ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.κεῖτο δ᾽ ἄρ᾽ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,τῶι δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.τὴν δ᾽ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν |
510 | τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαικτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·οἳ δ᾽ οὔ πω πείθοντο, λόχωι δ᾽ ὑπεθωρήσσοντο.τεῖχος μέν ῥ᾽ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα |
515 | ῥύατ᾽ ἐφεσταότες, μετὰ δ᾽ ἀνέρες οὓς ἔχε γῆρας·οἳ δ᾽ ἴσαν· ἦρχε δ᾽ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνηἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περἀμφὶς ἀριζήλω· λαοὶ δ᾽ ὑπολίζονες ἦσαν. |
520 | οἳ δ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαιἐν ποταμῶι, ὅθι τ᾽ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,ἔνθ᾽ ἄρα τοί γ᾽ ἵζοντ᾽ εἰλυμένοι αἴθοπι χαλκῶι.τοῖσι δ᾽ ἔπειτ᾽ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶνδέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς. |
525 | οἳ δὲ τάχα προγένοντο, δύω δ᾽ ἅμ᾽ ἕποντο νομῆεςτερπόμενοι σύριγξι· δόλον δ᾽ οὔ τι προνόησαν.οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ᾽ ἔπειτατάμνοντ᾽ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰἀργεννέων οἰῶν, κτεῖνον δ᾽ ἐπὶ μηλοβοτῆρας. |
530 | οἳ δ᾽ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶνεἰράων προπάροιθε καθήμενοι, αὐτίκ᾽ ἐφ᾽ ἵππωνβάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ᾽ ἵκοντο.στησάμενοι δ᾽ ἐμάχοντο μάχην ποταμοῖο παρ᾽ ὄχθας,βάλλον δ᾽ ἀλλήλους χαλκήρεσιν ἐγχείηισιν. |
535 | ἐν δ᾽ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ᾽ ὀλοὴ Κήρ,ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·εἷμα δ᾽ ἔχ᾽ ἀμφ᾽ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.ὡμίλευν δ᾽ ὥς τε ζωοὶ βροτοὶ ἠδ᾽ ἐμάχοντο, |
540 | νεκρούς τ᾽ ἀλλήλων ἔρυον κατατεθνηῶτας.ἐν δ᾽ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουρανεὐρεῖαν τρίπολον· πολλοὶ δ᾽ ἀροτῆρες ἐν αὐτῆιζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.οἳ δ᾽ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης, |
545 | τοῖσι δ᾽ ἔπειτ᾽ ἐν χερσὶ δέπας μελιηδέος οἴνουδόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀν᾽ ὄγμους,ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.ἣ δὲ μελαίνετ᾽ ὄπισθεν, ἀρηρομένηι δὲ ἐώικει,χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο. |
550 | ἐν δ᾽ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δ᾽ ἔριθοιἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.δράγματα δ᾽ ἄλλα μετ᾽ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,ἄλλα δ᾽ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.τρεῖς δ᾽ ἄρ᾽ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε |
555 | παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντεςἀσπερχὲς πάρεχον· βασιλεὺς δ᾽ ἐν τοῖσι σιωπῆισκῆπτρον ἔχων ἑστήκει ἐπ᾽ ὄγμου γηθόσυνος κῆρ.κήρυκες δ᾽ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,βοῦν δ᾽ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες |
560 | δεῖπνον ἐρίθοισιν λεύκ᾽ ἄλφιτα πολλὰ πάλυνον.ἐν δ᾽ ἐτίθει σταφυλῆισι μέγα βρίθουσαν ἀλωὴνκαλὴν χρυσείην· μέλανες δ᾽ ἀνὰ βότρυες ἦσαν,ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέηισιν.ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ᾽ ἕρκος ἔλασσε |
565 | κασσιτέρου· μία δ᾽ οἴη ἀταρπιτὸς ἦεν ἐπ᾽ αὐτήν,τῆι νίσοντο φορῆες ὅτε τρυγόωιεν ἀλωήν.παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντεςπλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.τοῖσιν δ᾽ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείηι |
570 | ἱμερόεν κιθάριζε, λίνον δ᾽ ὑπὸ καλὸν ἄειδελεπταλέηι φωνῆι· τοὶ δὲ ῥήσσοντες ἁμαρτῆιμολπῆι τ᾽ ἰυγμῶι τε ποσὶ σκαίροντες ἕποντο.ἐν δ᾽ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε, |
575 | μυκηθμῶι δ᾽ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲπὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.χρύσειοι δὲ νομῆες ἅμ᾽ ἐστιχόωντο βόεσσιτέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.σμερδαλέω δὲ λέοντε δύ᾽ ἐν πρώτηισι βόεσσι |
580 | ταῦρον ἐρύγμηλον ἐχέτην· ὁ δὲ μακρὰ μεμυκὼςἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδ᾽ αἰζηοί.τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείηνἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆεςαὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες. |
585 | οἳ δ᾽ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,ἱστάμενοι δὲ μάλ᾽ ἐγγὺς ὑλάκτεον ἔκ τ᾽ ἀλέοντο.
ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήειςἐν καλῆι βήσσηι μέγαν οἰῶν ἀργεννάων,σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς. |
590 | ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,τῶι ἴκελον οἷόν ποτ᾽ ἐνὶ Κνωσῶι εὐρείηιΔαίδαλος ἤσκησεν καλλιπλοκάμωι Ἀριάδνηι.ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαιὀρχεῦντ᾽ ἀλλήλων ἐπὶ καρπῶι χεῖρας ἔχοντες. |
595 | τῶν δ᾽ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶναςεἵατ᾽ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίωι·καί ῥ᾽ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίραςεἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.οἳ δ᾽ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι |
600 | ῥεῖα μάλ᾽, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμηισινἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέηισιν·ἄλλοτε δ᾽ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.πολλὸς δ᾽ ἱμερόεντα χορὸν περιίσταθ᾽ ὅμιλος τερπόμενοι· |
605 | δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτοὺςμολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.ἐν δ᾽ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖοἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε, |
610 | τεῦξ᾽ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖανκαλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.αὐτὰρ ἐπεὶ πάνθ᾽ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις, |
615 | μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.ἣ δ᾽ ἴρηξ ὣς ἆλτο κατ᾽ Οὐλύμπου νιφόεντοςτεύχεα μαρμαίροντα παρ᾽ Ἡφαίστοιο φέρουσα. |