Homeri
Ilias (ca. 730)
Ἰλιάδος Ρ
Μενελάου ἀριστεία.
|
|
___________________________________________________________________________________
|
|
Οὐδ᾽ ἔλαθ᾽ Ἀτρέος υἱὸν ἀρηΐφιλον ΜενέλαονΠάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῶι,ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῶι βαῖν᾽ ὥς τις περὶ πόρτακι μήτηρ | |
5 | πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·ὣς περὶ Πατρόκλωι βαῖνε ξανθὸς Μενέλαος.πρόσθε δέ οἱ δόρυ τ᾽ ἔσχε καὶ ἀσπίδα πάντοσ᾽ ἐΐσην,τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ᾽ ἀντίος ἔλθοι.οὐδ᾽ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε |
10 | Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δ᾽ ἄρ᾽ αὐτοῦἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶνχάζεο, λεῖπε δὲ νεκρόν, ἔα δ᾽ ἔναρα βροτόεντα·οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ᾽ ἐπικούρων |
15 | Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι. |
20 | οὔτ᾽ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντοςοὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστοςθυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο |
25 | ἧς ἥβης ἀπόνηθ᾽, ὅτε μ᾽ ὤνατο καί μ᾽ ὑπέμεινεκαί μ᾽ ἔφατ᾽ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴνἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόνταεὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα |
30 | στήηις· ἀλλά σ᾽ ἔγωγ᾽ ἀναχωρήσαντα κελεύωἐς πληθὺν ἰέναι, μηδ᾽ ἀντίος ἵστασ᾽ ἐμεῖοπρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.ὣς φάτο, τὸν δ᾽ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις |
35 | γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δ᾽ ἀγορεύεις,χήρωσας δὲ γυναῖκα μυχῶι θαλάμοιο νέοιο,ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμηνεἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε᾽ ἐνείκας |
40 | Πάνθωι ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίηι.ἀλλ᾽ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσταιοὐδ᾽ ἔτ᾽ ἀδήριτος ἤτ᾽ ἀλκῆς ἤτε φόβοιο.ὣς εἰπὼν οὔτησε κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην·οὐδ᾽ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ |
45 | ἀσπίδ᾽ ἐνὶ κρατερῆι· ὁ δὲ δεύτερος ὄρνυτο χαλκῶιἈτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·ἂψ δ᾽ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλανύξ᾽, ἐπὶ δ᾽ αὐτὸς ἔρεισε βαρείηι χειρὶ πιθήσας·ἀντικρὺ δ᾽ ἁπαλοῖο δι᾽ αὐχένος ἤλυθ᾽ ἀκωκή, |
50 | δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῶι.
αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαιπλοχμοί θ᾽, οἳ χρυσῶι τε καὶ ἀργύρωι ἐσφήκωντο.
οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίηςχώρωι ἐν οἰοπόλωι, ὅθ᾽ ἅλις ἀναβέβροχεν ὕδωρ, |
55 | καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσιπαντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῶι·ἐλθὼν δ᾽ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῆιβόθρου τ᾽ ἐξέστρεψε καὶ ἐξετάνυσσ᾽ ἐπὶ γαίηι·τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον |
60 | Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχε᾽ ἐσύλα.ὡς δ᾽ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼςβοσκομένης ἀγέλης βοῦν ἁρπάσηι ἥ τις ἀρίστη·τῆς δ᾽ ἐξ αὐχέν᾽ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιπρῶτον, ἔπειτα δέ θ᾽ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει |
65 | δηιῶν· ἀμφὶ δὲ τόν γε κύνες τ᾽ ἄνδρές τε νομῆεςπολλὰ μάλ᾽ ἰύζουσιν ἀπόπροθεν οὐδ᾽ ἐθέλουσινἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμαἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο. |
70 | ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα ΠανθοΐδαοἈτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,ὅς ῥά οἱ Ἕκτορ᾽ ἐπῶρσε θοῶι ἀτάλαντον Ἄρηϊἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντηι·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
75 | Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκωνἵππους Αἰακίδαο δαΐφρονος· οἳ δ᾽ ἀλεγεινοὶἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ᾽ ὀχέεσθαιἄλλωι γ᾽ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς |
80 | Πατρόκλωι περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνεΠανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,Ἕκτορα δ᾽ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·πάπτηνεν δ᾽ ἄρ᾽ ἔπειτα κατὰ στίχας, αὐτίκα δ᾽ ἔγνω |
85 | τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ᾽ ἐπὶ γαίηικείμενον· ἔρρει δ᾽ αἷμα κατ᾽ οὐταμένην ὠτειλήν.
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῶιὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιοἀσβέστωι· οὐδ᾽ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας· |
90 | ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰΠάτροκλόν θ᾽, ὃς κεῖται ἐμῆς ἕνεκ᾽ ἐνθάδε τιμῆς,μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι |
95 | αἰδεσθείς, μή πώς με περιστήωσ᾽ ἕνα πολλοί·Τρῶας δ᾽ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;ὁππότ᾽ ἀνὴρ ἐθέληι πρὸς δαίμονα φωτὶ μάχεσθαιὅν κε θεὸς τιμᾶι, τάχα οἱ μέγα πῆμα κυλίσθη. |
100 | τώ μ᾽ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηταιἝκτορι χωρήσαντ᾽, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,ἄμφω κ᾽ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμηςκαὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν |
105 | Πηλεΐδηι Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.εἷος ὁ ταῦθ᾽ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸντόφρα δ᾽ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ.αὐτὰρ ὅ γ᾽ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸνἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος, |
110 | ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνταιἔγχεσι καὶ φωνῆι· τοῦ δ᾽ ἐν φρεσὶν ἄλκιμον ἦτορπαχνοῦται, ἀέκων δέ τ᾽ ἔβη ἀπὸ μεσσαύλοιο·ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων |
115 | παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.τὸν δὲ μάλ᾽ αἶψ᾽ ἐνόησε μάχης ἐπ᾽ ἀριστερὰ πάσηςθαρσύνονθ᾽ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα. |
120 | Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντοςσπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμενγυμνόν· ἀτὰρ τά γε τεύχε᾽ ἔχει κορυθαίολος Ἕκτωρ.
ὣς ἔφατ᾽, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος. |
125 | Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε᾽ ἀπηύρα,ἕλχ᾽ ἵν᾽ ἀπ᾽ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῶι,τὸν δὲ νέκυν Τρωιῆισιν ἐρυσσάμενος κυσὶ δοίη.Αἴας δ᾽ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·Ἕκτωρ δ᾽ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ᾽ ἑταίρων, |
130 | ἐς δίφρον δ᾽ ἀνόρουσε· δίδου δ᾽ ὅ γε τεύχεα καλὰΤρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῶι.Αἴας δ᾽ ἀμφὶ Μενοιτιάδηι σάκος εὐρὺ καλύψαςἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,ὧι ῥά τε νήπι᾽ ἄγοντι συναντήσωνται ἐν ὕληι |
135 | ἄνδρες ἐπακτῆρες· ὁ δέ τε σθένεϊ βλεμεαίνει,πᾶν δέ τ᾽ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·ὣς Αἴας περὶ Πατρόκλωι ἥρωϊ βεβήκει.Ἀτρεΐδης δ᾽ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαοςἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων. |
140 | Γλαῦκος δ᾽ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶνἝκτορ᾽ ὑπόδρα ἰδὼν χαλεπῶι ἠνίπαπε μύθωι·Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.ἦ σ᾽ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσηις |
145 | οἶος σὺν λαοῖς τοὶ Ἰλίωι ἐγγεγάασιν·οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσινεἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦενμάρνασθαι δηΐοισιν ἐπ᾽ ἀνδράσι νωλεμὲς αἰεί.πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ᾽ ὅμιλον |
150 | σχέτλι᾽, ἐπεὶ Σαρπηδόν᾽ ἅμα ξεῖνον καὶ ἑταῖρονκάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,ὅς τοι πόλλ᾽ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῶιζωὸς ἐών· νῦν δ᾽ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν |
155 | οἴκαδ᾽ ἴμεν, Τροίηι δὲ πεφήσεται αἰπὺς ὄλεθρος.
εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείηἄτρομον, οἷόν τ᾽ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρηςἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω. |
160 | εἰ δ᾽ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτοςἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰλύσειαν, καί κ᾽ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·τοίου γὰρ θεράπων πέφατ᾽ ἀνέρος, ὃς μέγ᾽ ἄριστος |
165 | Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.ἀλλὰ σύ γ᾽ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσαςστήμεναι ἄντα κατ᾽ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῆι,οὐδ᾽ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· |
170 | Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;ὢ πόποι ἦ τ᾽ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλωντῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,ὅς τέ με φὴις Αἴαντα πελώριον οὐχ ὑπομεῖναι. |
175 | οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·ἀλλ᾽ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκηνῥηϊδίως, ὁτὲ δ᾽ αὐτὸς ἐποτρύνει μαχέσασθαι.ἀλλ᾽ ἄγε δεῦρο πέπον, παρ᾽ ἔμ᾽ ἵστασο καὶ ἴδε ἔργον, |
180 | ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτασχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί, |
185 | ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,ὄφρ᾽ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύωκαλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρδηΐου ἐκ πολέμοιο· θέων δ᾽ ἐκίχανεν ἑταίρους |
190 | ὦκα μάλ᾽ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.στὰς δ᾽ ἀπάνευθε μάχης πολυδακρύου ἔντε᾽ ἄμειβεν·ἤτοι ὁ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴνΤρωσὶ φιλοπτολέμοισιν, ὁ δ᾽ ἄμβροτα τεύχεα δῦνε |
195 | Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνεςπατρὶ φίλωι ἔπορον· ὁ δ᾽ ἄρα ὧι παιδὶ ὄπασσεγηράς· ἀλλ᾽ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.τὸν δ᾽ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺςτεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο, |
200 | κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·ἆ δείλ᾽ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστινὃς δή τοι σχεδὸν εἶσι· σὺ δ᾽ ἄμβροτα τεύχεα δύνειςἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε, |
205 | τεύχεα δ᾽ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμωνεἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντιδέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.ἦ καὶ κυανέηισιν ἐπ᾽ ὀφρύσι νεῦσε Κρονίων. |
210 | Ἕκτορι δ᾽ ἥρμοσε τεύχε᾽ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρηςδεινὸς ἐνυάλιος, πλῆσθεν δ᾽ ἄρα οἱ μέλε᾽ ἐντὸςἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρουςβῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσιτεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος. |
215 | ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσιΜέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τεἈστεροπαῖόν τε Δεισήνορά θ᾽ Ἱππόθοόν τεΦόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·τοὺς ὅ γ᾽ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· |
220 | κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζωνἐνθάδ᾽ ἀφ᾽ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,ἀλλ᾽ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκναπροφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ᾽ Ἀχαιῶν. |
225 | τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῆιλαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθωἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς.ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης |
230 | Τρῶας ἐς ἱπποδάμους ἐρύσηι, εἴξηι δέ οἱ Αἴας,ἥμισυ τῶι ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ᾽ αὐτὸςἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.ὣς ἔφαθ᾽, οἳ δ᾽ ἰθὺς Δαναῶν βρίσαντες ἔβησανδούρατ᾽ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς |
235 | νεκρὸν ὑπ᾽ Αἴαντος ἐρύειν Τελαμωνιάδαονήπιοι· ἦ τε πολέσσιν ἐπ᾽ αὐτῶι θυμὸν ἀπηύρα.καὶ τότ᾽ ἄρ᾽ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο. |
240 | οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ᾽ οἰωνούς,ὅσσον ἐμῆι κεφαλῆι περιδείδια μή τι πάθηισι,καὶ σῆι, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτειἝκτωρ, ἡμῖν δ᾽ αὖτ᾽ ἀναφαίνεται αἰπὺς ὄλεθρος.
|
245 | ἀλλ᾽ ἄγ᾽ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσηι.ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντεςοἵ τε παρ᾽ Ἀτρεΐδηις Ἀγαμέμνονι καὶ Μενελάωι |
250 | δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστοςλαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστονἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ᾽ ἐνὶ θυμῶι |
255 | Πάτροκλον Τρωιῆισι κυσὶν μέλπηθρα γενέσθαι.ὣς ἔφατ᾽, ὀξὺ δ᾽ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·πρῶτος δ᾽ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,τὸν δὲ μετ᾽ Ἰδομενεὺς καὶ ὀπάων ἸδομενῆοςΜηριόνης ἀτάλαντος Ἐνυαλίωι ἀνδρειφόντηι. |
260 | τῶν δ᾽ ἄλλων τίς κεν ἧισι φρεσὶν οὐνόματ᾽ εἴποι,ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ.
ὡς δ᾽ ὅτ᾽ ἐπὶ προχοῆισι διιπετέος ποταμοῖοβέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ᾽ ἄκραι |
265 | ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,τόσσηι ἄρα Τρῶες ἰαχῆι ἴσαν. αὐτὰρ Ἀχαιοὶἕστασαν ἀμφὶ Μενοιτιάδηι ἕνα θυμὸν ἔχοντεςφραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δ᾽ ἄρά σφιλαμπρῆισιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν |
270 | χεῦ᾽, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·μίσησεν δ᾽ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαιΤρωιῆισιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· |
275 | νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τιν᾽ αὐτῶνΤρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶμέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκ᾽ ἐλέλιξενΑἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ᾽ ἔργα τέτυκτο |
280 | τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐωνα.ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴνκαπρίωι, ὅς τ᾽ ἐν ὄρεσσι κύνας θαλερούς τ᾽ αἰζηοὺςῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας |
285 | ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγαςοἳ περὶ Πατρόκλωι βέβασαν, φρόνεον δὲ μάλισταἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸςἹππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην |
290 | δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένονταςἝκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ᾽ αὐτῶιἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.τὸν δ᾽ υἱὸς Τελαμῶνος ἐπαΐξας δι᾽ ὁμίλουπλῆξ᾽ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρήιου· |
295 | ἤρικε δ᾽ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῆιπληγεῖσ᾽ ἔγχεΐ τε μεγάλωι καὶ χειρὶ παχείηι,ἐγκέφαλος δὲ παρ᾽ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆςαἱματόεις· τοῦ δ᾽ αὖθι λύθη μένος, ἐκ δ᾽ ἄρα χειρῶνΠατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε |
300 | κεῖσθαι· ὁ δ᾽ ἄγχ᾽ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῶιτῆλ᾽ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσιθρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼνἔπλεθ᾽ ὑπ᾽ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.Ἕκτωρ δ᾽ αὖτ᾽ Αἴαντος ἀκόντισε δουρὶ φαεινῶι· |
305 | ἀλλ᾽ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχοςτυτθόν· ὁ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸνΦωκήων ὄχ᾽ ἄριστον, ὃς ἐν κλειτῶι Πανοπῆϊοἰκία ναιετάασκε πολέσσ᾽ ἄνδρεσσιν ἀνάσσων,τὸν βάλ᾽ ὑπὸ κληῗδα μέσην· διὰ δ᾽ ἀμπερὲς ἄκρη |
310 | αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε·δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῶι.
Αἴας δ᾽ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸνἹπποθόωι περιβάντα μέσην κατὰ γαστέρα τύψε·ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ᾽ ἔντερα χαλκὸς |
315 | ἤφυσ᾽· ὁ δ᾽ ἐν κονίηισι πεσὼν ἕλε γαῖαν ἀγοστῶι.χώρησαν δ᾽ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺςΦόρκυν θ᾽ Ἱππόθοόν τε, λύοντο δὲ τεύχε᾽ ἀπ᾽ ὤμων.
ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶν |
320 | Ἴλιον εἰσανέβησαν ἀναλκείηισι δαμέντες,Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσανκάρτεϊ καὶ σθένεϊ σφετέρωι· ἀλλ᾽ αὐτὸς ἈπόλλωνΑἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼςκήρυκι Ἠπυτίδηι, ὅς οἱ παρὰ πατρὶ γέροντι |
325 | κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·τῶι μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθεἼλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλουςκάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέηι τε |
330 | πλήθεΐ τε σφετέρωι καὶ ὑπερδέα δῆμον ἔχοντας·ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσινίκην· ἀλλ᾽ αὐτοὶ τρεῖτ᾽ ἄσπετον οὐδὲ μάχεσθε.ὣς ἔφατ᾽, Αἰνείας δ᾽ ἑκατηβόλον Ἀπόλλωναἔγνω ἐς ἄντα ἰδών, μέγα δ᾽ Ἕκτορα εἶπε βοήσας· |
335 | Ἕκτόρ τ᾽ ἠδ᾽ ἄλλοι Τρώων ἀγοὶ ἠδ᾽ ἐπικούρωναἰδὼς μὲν νῦν ἥδε γ᾽ ἀρηϊφίλων ὑπ᾽ ἈχαιῶνἼλιον εἰσαναβῆναι ἀναλκείηισι δαμέντας.ἀλλ᾽ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰςΖῆν᾽ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι· |
340 | τώ ῥ᾽ ἰθὺς Δαναῶν ἴομεν, μηδ᾽ οἵ γε ἕκηλοιΠάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·οἳ δ᾽ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.ἔνθ᾽ αὖτ᾽ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ |
345 | υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.τὸν δὲ πεσόντ᾽ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,στῆ δὲ μάλ᾽ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῶι,καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶνἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ᾽ ὑπὸ γούνατ᾽ ἔλυσεν, |
350 | ὅς ῥ᾽ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,καὶ δὲ μετ᾽ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.τὸν δὲ πεσόντ᾽ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,ἴθυσεν δὲ καὶ ὁ πρόφρων Δαναοῖσι μάχεσθαι·ἀλλ᾽ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντηι |
355 | ἑσταότες περὶ Πατρόκλωι, πρὸ δὲ δούρατ᾽ ἔχοντο.Αἴας γὰρ μάλα πάντας ἐπώιχετο πολλὰ κελεύων·οὔτέ τιν᾽ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγειοὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,ἀλλὰ μάλ᾽ ἀμφ᾽ αὐτῶι βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι. |
360 | ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼνδεύετο πορφυρέωι, τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτοννεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρωνκαὶ Δαναῶν· οὐδ᾽ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ |
365 | ἀλλήλοις ἀν᾽ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίηςοὔτέ ποτ᾽ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ᾽ ὅσσον ἄριστοιἕστασαν ἀμφὶ Μενοιτιάδηι κατατεθνηῶτι. |
370 | οἳ δ᾽ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶεὔκηλοι πολέμιζον ὑπ᾽ αἰθέρι, πέπτατο δ᾽ αὐγὴἠελίου ὀξεῖα, νέφος δ᾽ οὐ φαίνετο πάσηςγαίης οὐδ᾽ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντοἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα |
375 | πολλὸν ἀφεσταότες. τοὶ δ᾽ ἐν μέσωι ἄλγε᾽ ἔπασχονἠέρι καὶ πολέμωι, τείροντο δὲ νηλέϊ χαλκῶιὅσσοι ἄριστοι ἔσαν· δύο δ᾽ οὔ πω φῶτε πεπύσθηνἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τεΠατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ᾽ ἔτ᾽ ἔφαντο |
380 | ζωὸν ἐνὶ πρώτωι ὁμάδωι Τρώεσσι μάχεσθαι.τὼ δ᾽ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρωννόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει |
385 | ἀργαλέης· καμάτωι δὲ καὶ ἱδρῶι νωλεμὲς αἰεὶγούνατά τε κνῆμαί τε πόδες θ᾽ ὑπένερθεν ἑκάστουχεῖρές τ᾽ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιινἀμφ᾽ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην |
390 | λαοῖσιν δώηι τανύειν μεθύουσαν ἀλοιφῆι·δεξάμενοι δ᾽ ἄρα τοί γε διαστάντες τανύουσικυκλόσ᾽, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ᾽ ἀλοιφὴπολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·ὣς οἵ γ᾽ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγηι ἐνὶ χώρηι |
395 | εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸςΤρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖςνῆας ἔπι γλαφυράς· περὶ δ᾽ αὐτοῦ μῶλος ὀρώρειἄγριος· οὐδέ κ᾽ Ἄρης λαοσσόος οὐδέ κ᾽ Ἀθήνητόν γε ἰδοῦσ᾽ ὀνόσαιτ᾽, οὐδ᾽ εἰ μάλα μιν χόλος ἵκοι· |
400 | τοῖον Ζεὺς ἐπὶ Πατρόκλωι ἀνδρῶν τε καὶ ἵππωνἤματι τῶι ἐτάνυσσε κακὸν πόνον· οὐδ᾽ ἄρα πώ τιἤιδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·πολλὸν γὰρ ῥ᾽ ἀπάνευθε νεῶν μάρναντο θοάωντείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῶι |
405 | τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύληισινἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπανἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῶι·πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα. |
410 | δὴ τότε γ᾽ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθημήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθ᾽ ἑταῖρος.
οἳ δ᾽ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ᾽ ἔχοντεςνωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων· |
415 | ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαινῆας ἔπι γλαφυράς, ἀλλ᾽ αὐτοῦ γαῖα μέλαιναπᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴηεἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισινἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι. |
420 | ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·ὦ φίλοι, εἰ καὶ μοῖρα παρ᾽ ἀνέρι τῶιδε δαμῆναιπάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.ὣς ἄρα τις εἴπεσκε, μένος δ᾽ ὄρσασκεν ἑκάστου.ὣς οἳ μὲν μάρναντο, σιδήρειος δ᾽ ὀρυμαγδὸς |
425 | χάλκεον οὐρανὸν ἷκε δι᾽ αἰθέρος ἀτρυγέτοιο·ἵπποι δ᾽ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντεςκλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιοἐν κονίηισι πεσόντος ὑφ᾽ Ἕκτορος ἀνδροφόνοιο.ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς |
430 | πολλὰ μὲν ἂρ μάστιγι θοῆι ἐπεμαίετο θείνων,πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ᾽ ἀρειῆι·τὼ δ᾽ οὔτ᾽ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντονἠθελέτην ἰέναι οὔτ᾽ ἐς πόλεμον μετ᾽ Ἀχαιούς,ἀλλ᾽ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τ᾽ ἐπὶ τύμβωι |
435 | ἀνέρος ἑστήκηι τεθνηότος ἠὲ γυναικός,ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντεςοὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφιθερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισινἡνιόχοιο πόθωι· θαλερὴ δ᾽ ἐμιαίνετο χαίτη |
440 | ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.μυρομένω δ᾽ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτιθνητῶι, ὑμεῖς δ᾽ ἐστὸν ἀγήρω τ᾽ ἀθανάτω τε; |
445 | ἦ ἵνα δυστήνοισι μετ᾽ ἀνδράσιν ἄλγε᾽ ἔχητον;οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸςπάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.ἀλλ᾽ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισινἝκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω. |
450 | ἦ οὐχ ἅλις ὡς καὶ τεύχε᾽ ἔχει καὶ ἐπεύχεται αὔτως;σφῶϊν δ᾽ ἐν γούνεσσι βαλῶ μένος ἠδ᾽ ἐνὶ θυμῶι,ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιονῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξωκτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται |
455 | δύηι τ᾽ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθηι·ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.τὼ δ᾽ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντεῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.τοῖσι δ᾽ ἐπ᾽ Αὐτομέδων μάχετ᾽ ἀχνύμενός περ ἑταίρου |
460 | ἵπποις ἀΐσσων ὥς τ᾽ αἰγυπιὸς μετὰ χῆνας·ῥέα μὲν γὰρ φεύγεσκεν ὑπ᾽ ἐκ Τρώων ὀρυμαγδοῦ,ῥεῖα δ᾽ ἐπαΐξασκε πολὺν καθ᾽ ὅμιλον ὀπάζων.ἀλλ᾽ οὐχ ἥιρει φῶτας ὅτε σεύαιτο διώκειν·οὐ γάρ πως ἦν οἶον ἐόνθ᾽ ἱερῶι ἐνὶ δίφρωι |
465 | ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσινἈλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·στῆ δ᾽ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν |
470 | ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;οἷον πρὸς Τρῶας μάχεαι πρώτωι ἐν ὁμίλωιμοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δ᾽ Ἕκτωραὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.τὸν δ᾽ αὖτ᾽ Αὐτομέδων προσέφη Διώρεος υἱός· |
475 | Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖοςἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντοςζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα |
480 | δέξαι, ἐγὼ δ᾽ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.ὣς ἔφατ᾽, Ἀλκιμέδων δὲ βοηθόον ἅρμ᾽ ἐπορούσαςκαρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,Αὐτομέδων δ᾽ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,αὐτίκα δ᾽ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα· |
485 | Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνωνἵππω τώδ᾽ ἐνόησα ποδώκεος Αἰακίδαοἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῶισῶι ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ |
490 | τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.τὼ δ᾽ ἰθὺς βήτην βοέηις εἰλυμένω ὤμουςαὔηισι στερεῆισι· πολὺς δ᾽ ἐπελήλατο χαλκός.τοῖσι δ᾽ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς |
495 | ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸςαὐτώ τε κτενέειν ἐλάαν τ᾽ ἐριαύχενας ἵππουςνήπιοι, οὐδ᾽ ἄρ᾽ ἔμελλον ἀναιμωτί γε νέεσθαιαὖτις ἀπ᾽ Αὐτομέδοντος. ὁ δ᾽ εὐξάμενος Διὶ πατρὶἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας· |
500 | αὐτίκα δ᾽ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,ἀλλὰ μάλ᾽ ἐμπνείοντε μεταφρένωι· οὐ γὰρ ἔγωγεἝκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,πρίν γ᾽ ἐπ᾽ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω |
505 | νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶνἈργείων, ἤ κ᾽ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·Αἴαντ᾽ Ἀργείων ἡγήτορε καὶ Μενέλαεἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ᾽ οἵ περ ἄριστοι |
510 | ἀμφ᾽ αὐτῶι βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·τῆιδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόενταἝκτωρ Αἰνείας θ᾽, οἳ Τρώων εἰσὶν ἄριστοι.ἀλλ᾽ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· |
515 | ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,καὶ βάλεν Ἀρήτοιο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην·ἣ δ᾽ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,νειαίρηι δ᾽ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν. |
520 | ὡς δ᾽ ὅτ᾽ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρκόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιοἶνα τάμηι διὰ πᾶσαν, ὁ δὲ προθορὼν ἐρίπηισιν,ὣς ἄρ᾽ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχοςνηδυίοισι μάλ᾽ ὀξὺ κραδαινόμενον λύε γυῖα. |
525 | Ἕκτωρ δ᾽ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῶι·ἀλλ᾽ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·πρόσσω γὰρ κατέκυψε, τὸ δ᾽ ἐξόπιθεν δόρυ μακρὸνοὔδει ἐνισκίμφθη, ἐπὶ δ᾽ οὐρίαχος πελεμίχθηἔγχεος· ἔνθα δ᾽ ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης. |
530 | καί νύ κε δὴ ξιφέεσσ᾽ αὐτοσχεδὸν ὁρμηθήτηνεἰ μή σφω᾽ Αἴαντε διέκριναν μεμαῶτε,οἵ ῥ᾽ ἦλθον καθ᾽ ὅμιλον ἑταίρου κικλήσκοντος·τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτιςἝκτωρ Αἰνείας τ᾽ ἠδὲ Χρομίος θεοειδής, |
535 | Ἄρητον δὲ κατ᾽ αὖθι λίπον δεδαϊγμένον ἦτορκείμενον· Αὐτομέδων δὲ θοῶι ἀτάλαντος Ἄρηϊτεύχεά τ᾽ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντοςκῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων. |
540 | ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόενταθῆκ᾽, ἂν δ᾽ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεναἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.ἂψ δ᾽ ἐπὶ Πατρόκλωι τέτατο κρατερὴ ὑσμίνηἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη |
545 | οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺςὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετ᾽ αὐτοῦ.ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσηιΖεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιοἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων |
550 | ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,ὣς ἣ πορφυρέηι νεφέληι πυκάσασα ἓ αὐτὴνδύσετ᾽ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.πρῶτον δ᾽ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδαἴφθιμον Μενέλαον· ὁ γάρ ῥά οἱ ἐγγύθεν ἦεν· |
555 | εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδοςἔσσεται εἴ κ᾽ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖροντείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.ἀλλ᾽ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα. |
560 | τὴν δ᾽ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνηδοίη κάρτος ἐμοί, βελέων δ᾽ ἀπερύκοι ἐρωήν·τώ κεν ἔγωγ᾽ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνεινΠατρόκλωι· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν. |
565 | ἀλλ᾽ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδ᾽ ἀπολήγειχαλκῶι δηϊόων· τῶι γὰρ Ζεὺς κῦδος ὀπάζει.ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε, |
570 | καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιοἰσχανάαι δακέειν, λαρόν τέ οἱ αἷμ᾽ ἀνθρώπου·τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,βῆ δ᾽ ἐπὶ Πατρόκλωι, καὶ ἀκόντισε δουρὶ φαεινῶι.
|
575 | ἔσκε δ᾽ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνοςἀφνειός τ᾽ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρδήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαοςἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· |
580 | δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαοςνεκρὸν ὑπ᾽ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.
Ἕκτορα δ᾽ ἐγγύθεν ἱστάμενος ὄτρυνεν ἈπόλλωνΦαίνοπι Ἀσιάδηι ἐναλίγκιος, ὅς οἱ ἁπάντωνξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων· |
585 | τῶι μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·Ἕκτορ τίς κέ σ᾽ ἔτ᾽ ἄλλος Ἀχαιῶν ταρβήσειεν;οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γεμαλθακὸς αἰχμητής· νῦν δ᾽ οἴχεται οἶος ἀείραςνεκρὸν ὑπ᾽ ἐκ Τρώων, σὸν δ᾽ ἔκτανε πιστὸν ἑταῖρον |
590 | ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.ὣς φάτο, τὸν δ᾽ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῶι.καὶ τότ᾽ ἄρα Κρονίδης ἕλετ᾽ αἰγίδα θυσσανόεσσανμαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν, |
595 | ἀστράψας δὲ μάλα μεγάλ᾽ ἔκτυπε, τὴν δὲ τίναξε,νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ᾽ Ἀχαιούς.πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις |
600 | αἰχμὴ Πουλυδάμαντος· ὁ γάρ ῥ᾽ ἔβαλε σχεδὸν ἐλθών.Λήϊτον αὖθ᾽ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρ᾽ ἐπὶ καρπῶιυἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῶιἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν. |
605 | Ἕκτορα δ᾽ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθένταβεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·ἐν καυλῶι δ᾽ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησανΤρῶες· ὁ δ᾽ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαοδίφρωι ἐφεσταότος· τοῦ μέν ῥ᾽ ἀπὸ τυτθὸν ἅμαρτεν· |
610 | αὐτὰρ ὁ Μηριόναο ὀπάονά θ᾽ ἡνίοχόν τεΚοίρανον, ὅς ῥ᾽ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ᾽ αὐτῶι·πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσαςἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους· |
615 | καὶ τῶι μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,αὐτὸς δ᾽ ὤλεσε θυμὸν ὑφ᾽ Ἕκτορος ἀνδροφόνοιο·τὸν βάλ᾽ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δ᾽ ἄρ᾽ ὀδόνταςὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.ἤριπε δ᾽ ἐξ ὀχέων, κατὰ δ᾽ ἡνία χεῦεν ἔραζε. |
620 | καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίληισικύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τ᾽ οὐκέτι κάρτος Ἀχαιῶν.ὣς ἔφατ᾽, Ἰδομενεὺς δ᾽ ἵμασεν καλλίτριχας ἵππους |
625 | νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῶι.οὐδ᾽ ἔλαθ᾽ Αἴαντα μεγαλήτορα καὶ ΜενέλαονΖεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι |
630 | γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.τῶν μὲν γὰρ πάντων βέλε᾽ ἅπτεται ὅς τις ἀφήηιἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δ᾽ ἔμπης πάντ᾽ ἰθύνει·ἡμῖν δ᾽ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.ἀλλ᾽ ἄγετ᾽ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, |
635 | ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶχάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,οἵ που δεῦρ᾽ ὁρόωντες ἀκηχέδατ᾽, οὐδ᾽ ἔτι φασὶνἝκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτουςσχήσεσθ᾽, ἀλλ᾽ ἐν νηυσὶ μελαίνηισιν πεσέεσθαι. |
640 | εἴη δ᾽ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχισταΠηλεΐδηι, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαιλυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθ᾽ ἑταῖρος.ἀλλ᾽ οὔ πηι δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι. |
645 | Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ᾽ ἠέρος υἷας Ἀχαιῶν,ποίησον δ᾽ αἴθρην, δὸς δ᾽ ὀφθαλμοῖσιν ἰδέσθαι·ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·αὐτίκα δ᾽ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην, |
650 | ἠέλιος δ᾽ ἐπέλαμψε, μάχη δ᾽ ἐπὶ πᾶσα φαάνθη·καὶ τότ᾽ ἄρ᾽ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαιζωὸν ἔτ᾽ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,ὄτρυνον δ᾽ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα |
655 | εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ᾽ ἑταῖρος.
ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,βῆ δ᾽ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,ὅς τ᾽ ἐπεὶ ἄρ κε κάμηισι κύνας τ᾽ ἄνδρας τ᾽ ἐρεθίζων,οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι |
660 | πάννυχοι ἐγρήσσοντες· ὁ δὲ κρειῶν ἐρατίζωνἰθύει, ἀλλ᾽ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντεςἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·ἠῶθεν δ᾽ ἀπονόσφιν ἔβη τετιηότι θυμῶι· |
665 | ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαοςἤϊε πόλλ᾽ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.πολλὰ δὲ Μηριόνηι τε καὶ Αἰάντεσσ᾽ ἐπέτελλεν·Αἴαντ᾽ Ἀργείων ἡγήτορε Μηριόνη τε |
670 | νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖομνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναιζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,πάντοσε παπταίνων ὥς τ᾽ αἰετός, ὅν ῥά τέ φασιν |
675 | ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,ὅν τε καὶ ὑψόθ᾽ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξθάμνωι ὑπ᾽ ἀμφικόμωι κατακείμενος, ἀλλά τ᾽ ἐπ᾽ αὐτῶιἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ |
680 | πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.τὸν δὲ μάλ᾽ αἶψ᾽ ἐνόησε μάχης ἐπ᾽ ἀριστερὰ πάσηςθαρσύνονθ᾽ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,ἀγχοῦ δ᾽ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος· |
685 | Ἀντίλοχ᾽ εἰ δ᾽ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαιλυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωνταγιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,νίκη δὲ Τρώων· πέφαται δ᾽ ὤριστος Ἀχαιῶν |
690 | Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.ἀλλὰ σύ γ᾽ αἶψ᾽ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶνεἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσηιγυμνόν· ἀτὰρ τά γε τεύχε᾽ ἔχει κορυθαίολος Ἕκτωρ.
ὣς ἔφατ᾽, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας· |
695 | δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσεδακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.ἀλλ᾽ οὐδ᾽ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,βῆ δὲ θέειν, τὰ δὲ τεύχε᾽ ἀμύμονι δῶκεν ἑταίρωιΛαοδόκωι, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους. |
700 | τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιοΠηλεΐδηι Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.οὐδ᾽ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸςτειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθενἈντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη· |
705 | ἀλλ᾽ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,αὐτὸς δ᾽ αὖτ᾽ ἐπὶ Πατρόκλωι ἥρωϊ βεβήκει,στῆ δὲ παρ᾽ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῆισινἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω |
710 | νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίωι·οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.ἡμεῖς δ᾽ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶΤρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν. |
715 | τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας Τελαμώνιος Αἴας·πάντα κατ᾽ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ᾽ ὦκανεκρὸν ἀείραντες φέρετ᾽ ἐκ πόνου· αὐτὰρ ὄπισθενῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίωι |
720 | ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περμίμνομεν ὀξὺν Ἄρηα παρ᾽ ἀλλήλοισι μένοντες.ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντοὕψι μάλα μεγάλως· ἐπὶ δ᾽ ἴαχε λαὸς ὄπισθεΤρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς. |
725 | ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τ᾽ ἐπὶ κάπρωιβλημένωι ἀΐξωσι πρὸ κούρων θηρητήρων·ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,ἄψ τ᾽ ἀνεχώρησαν διά τ᾽ ἔτρεσαν ἄλλυδις ἄλλος.
|
730 | ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντονύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·ἀλλ᾽ ὅτε δή ῥ᾽ Αἴαντε μεταστρεφθέντε κατ᾽ αὐτοὺςσταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτληπρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι. |
735 | ὣς οἵ γ᾽ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιονῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφινἄγριος ἠΰτε πῦρ, τό τ᾽ ἐπεσσύμενον πόλιν ἀνδρῶνὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοιἐν σέλαϊ μεγάλωι· τὸ δ᾽ ἐπιβρέμει ἲς ἀνέμοιο. |
740 | ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάωνἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·οἳ δ᾽ ὥς θ᾽ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντεςἕλκωσ᾽ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸνἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς |
745 | τείρεθ᾽ ὁμοῦ καμάτωι τε καὶ ἱδρῶι σπευδόντεσσιν·ὣς οἵ γ᾽ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθενΑἴαντ᾽ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα |
750 | ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησιπλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσωΤρώων· οἳ δ᾽ ἅμ᾽ ἕποντο, δύω δ᾽ ἐν τοῖσι μάλισταΑἰνείας τ᾽ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ. |
755 | τῶν δ᾽ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶνοὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντακίρκον, ὅ τε σμικρῆισι φόνον φέρει ὀρνίθεσσιν,ὣς ἄρ᾽ ὑπ᾽ Αἰνείαι τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶνοὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης. |
760 | πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ᾽ ἀμφί τε τάφρονφευγόντων Δαναῶν· πολέμου δ᾽ οὐ γίγνετ᾽ ἐρωή. |