Homeri
Ilias (ca. 730)
Ἰλιάδος Π
Πατρόκλεια.
|
|
___________________________________________________________________________________
|
|
Ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·Πάτροκλος δ᾽ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶνδάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,ἥ τε κατ᾽ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. | |
5 | τὸν δὲ ἰδὼν ὤικτιρε ποδάρκης δῖος Ἀχιλλεύς,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρηνηπίη, ἥ θ᾽ ἅμα μητρὶ θέουσ᾽ ἀνελέσθαι ἀνώγειεἱανοῦ ἁπτομένη, καί τ᾽ ἐσσυμένην κατερύκει, |
10 | δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρ᾽ ἀνέληται·τῆι ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῶι,ἦέ τιν᾽ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν, |
15 | ζώει δ᾽ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;τῶν κε μάλ᾽ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.ἦε σύ γ᾽ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονταινηυσὶν ἔπι γλαφυρῆισιν ὑπερβασίης ἕνεκα σφῆς;ἐξαύδα, μὴ κεῦθε νόωι, ἵνα εἴδομεν ἄμφω. |
20 | τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ᾽ Ἀχαιῶνμὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. |
25 | βέβληται μὲν ὁ Τυδεΐδης κρατερὸς Διομήδης,οὔτασται δ᾽ Ὀδυσεὺς δουρικλυτὸς ἠδ᾽ Ἀγαμέμνων,βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῶι.τοὺς μέν τ᾽ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονταιἕλκε᾽ ἀκειόμενοι· σὺ δ᾽ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ. |
30 | μὴ ἐμέ γ᾽ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσειςαἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περαἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνηις;νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα |
35 | πέτραι τ᾽ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.εἰ δέ τινα φρεσὶ σῆισι θεοπροπίην ἀλεείνειςκαί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,ἀλλ᾽ ἐμέ περ πρόες ὦχ᾽, ἃμα δ᾽ ἄλλον λαὸν ὄπασσονΜυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι. |
40 | δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,αἴ κ᾽ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιοΤρῶες, ἀναπνεύσωσι δ᾽ Ἀρήϊοι υἷες Ἀχαιῶντειρόμενοι· ὀλίγη δέ τ᾽ ἀνάπνευσις πολέμοιο.ῥεῖα δέ κ᾽ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῆι |
45 | ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλενοἷ αὐτῶι θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες· |
50 | οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέληισιν ἀμέρσαικαὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκηι· |
55 | αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῶι.κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,δουρὶ δ᾽ ἐμῶι κτεάτισσα πόλιν εὐτείχεα πέρσας,τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων ἈγαμέμνωνἈτρεΐδης ὡς εἴ τιν᾽ ἀτίμητον μετανάστην. |
60 | ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδ᾽ ἄρα πως ἦνἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γεοὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ᾽ ὁπότ᾽ ἂν δὴνῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.τύνη δ᾽ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι, |
65 | ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκενηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσηςκεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντεςἈργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε |
70 | θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπονἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλουςπλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνωνἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.
οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμηισι |
75 | μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντοςἐχθρῆς ἐκ κεφαλῆς· ἀλλ᾽ Ἕκτορος ἀνδροφόνοιοΤρωσὶ κελεύοντος περιάγνυται, οἳ δ᾽ ἀλαλητῶιπᾶν πεδίον κατέχουσι μάχηι νικῶντες Ἀχαιούς. |
80 | ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνωνἔμπεσ᾽ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιονῆας ἐνιπρήσωσι, φίλον δ᾽ ἀπὸ νόστον ἕλωνται.πείθεο δ᾽ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι |
85 | πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρηνἂψ ἀπονάσσωσιν, ποτὶ δ᾽ ἀγλαὰ δῶρα πόρωσιν.ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοιδώηι κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,μὴ σύ γ᾽ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν |
90 | Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·μὴ δ᾽ ἐπαγαλλόμενος πολέμωι καὶ δηϊοτῆτιΤρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,μή τις ἀπ᾽ Οὐλύμποιο θεῶν αἰειγενετάωνἐμβήηι· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων· |
95 | ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσιθήηις, τοὺς δ᾽ ἔτ᾽ ἐᾶν πεδίον κάτα δηριάασθαι.αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλονμήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,μήτέ τις Ἀργείων, νῶϊν δ᾽ ἐκδῦμεν ὄλεθρον, |
100 | ὄφρ᾽ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,Αἴας δ᾽ οὐκ ἔτ᾽ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶβάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ |
105 | πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ᾽ αἰεὶκὰπ φάλαρ᾽ εὐποίηθ᾽· ὁ δ᾽ ἀριστερὸν ὦμον ἔκαμνενἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντοἀμφ᾽ αὐτῶι πελεμίξαι ἐρείδοντες βελέεσσιν.αἰεὶ δ᾽ ἀργαλέωι ἔχετ᾽ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς |
110 | πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πηι εἶχενἀμπνεῦσαι· πάντηι δὲ κακὸν κακῶι ἐστήρικτο.ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι,ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς |
115 | πλῆξ᾽ ἄορι μεγάλωι αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,ἀντικρὺ δ᾽ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴαςπῆλ᾽ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ᾽ ἀπ᾽ αὐτοῦαἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.γνῶ δ᾽ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε |
120 | ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρεΖεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·χάζετο δ᾽ ἐκ βελέων. τοὶ δ᾽ ἔμβαλον ἀκάματον πῦρνηῒ θοῆι· τῆς δ᾽ αἶψα κατ᾽ ἀσβέστη κέχυτο φλόξ.
ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς |
125 | μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω. |
130 | ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῶι.κνημῖδας μὲν πρῶτα περὶ κνήμηισιν ἔθηκεκαλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο. |
135 | ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλονχάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμωι κυνέην εὔτυκτον ἔθηκενἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.εἵλετο δ᾽ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.
|
140 | ἔγχος δ᾽ οὐχ ἕλετ᾽ οἶον ἀμύμονος Αἰακίδαοβριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ᾽ ἄλλος Ἀχαιῶνπάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι ἈχιλλεὺςΠηλιάδα μελίην, τὴν πατρὶ φίλωι πόρε ΧείρωνΠηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν. |
145 | ἵππους δ᾽ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,τὸν μετ᾽ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,πιστότατος δέ οἱ ἔσκε μάχηι ἔνι μεῖναι ὁμοκλήν.τῶι δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππουςΞάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῆισι πετέσθην, |
150 | τοὺς ἔτεκε Ζεφύρωι ἀνέμωι Ἅρπυια Ποδάργηβοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.ἐν δὲ παρηορίηισιν ἀμύμονα Πήδασον ἵει,τόν ῥά ποτ᾽ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ᾽ Ἀχιλλεύς,ὃς καὶ θνητὸς ἐὼν ἕπεθ᾽ ἵπποις ἀθανάτοισι. |
155 | Μυρμιδόνας δ᾽ ἄρ᾽ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺςπάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣςὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,οἵ τ᾽ ἔλαφον κεραὸν μέγαν οὔρεσι δηιώσαντεςδάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν· |
160 | καί τ᾽ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρουλάψοντες γλώσσηισιν ἀραιῆισιν μέλαν ὕδωρἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸςστήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες |
165 | ἀμφ᾽ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαοῥώοντ᾽· ἐν δ᾽ ἄρα τοῖσιν ἀρήϊος ἵστατ᾽ Ἀχιλλεύς,ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.πεντήκοντ᾽ ἦσαν νῆες θοαί, ἧισιν Ἀχιλλεὺςἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστηι |
170 | πεντήκοντ᾽ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι·πέντε δ᾽ ἄρ᾽ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθεισημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξυἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο· |
175 | ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ ΠολυδώρηΣπερχειῶι ἀκάμαντι γυνὴ θεῶι εὐνηθεῖσα,αὐτὰρ ἐπίκλησιν Βώρωι Περιήρεος υἷι,ὅς ῥ᾽ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.τῆς δ᾽ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε |
180 | παρθένιος, τὸν ἔτικτε χορῶι καλὴ ΠολυμήληΦύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντηςἠράσατ᾽, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένηισινἐν χορῶι Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.αὐτίκα δ᾽ εἰς ὑπερῶι᾽ ἀναβὰς παρελέξατο λάθρηι |
185 | Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸνΕὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυιαἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο |
190 | ἠγάγετο πρὸς δώματ᾽, ἐπεὶ πόρε μυρία ἕδνα,τὸν δ᾽ ὁ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ᾽ ἀτίταλλενἀμφαγαπαζόμενος ὡς εἴ θ᾽ ἑὸν υἱὸν ἐόντα.τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευεΜαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν |
195 | ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,πέμπτης δ᾽ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ᾽ ἡγεμόνεσσιν Ἀχιλλεὺςστῆσεν ἐῢ κρίνας, κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε· |
200 | Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,ἃς ἐπὶ νηυσὶ θοῆισιν ἀπειλεῖτε Τρώεσσιπάνθ᾽ ὑπὸ μηνιθμόν, καί μ᾽ ἠιτιάασθε ἕκαστος·σχέτλιε Πηλέος υἱὲ χόλωι ἄρα σ᾽ ἔτρεφε μήτηρ,νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους· |
205 | οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιναὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῶι.ταῦτά μ᾽ ἀγειρόμενοι θάμ᾽ ἐβάζετε· νῦν δὲ πέφανταιφυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γ᾽ ἐράασθε.ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω. |
210 | ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.ὡς δ᾽ ὅτε τοῖχον ἀνὴρ ἀράρηι πυκινοῖσι λίθοισιδώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι. |
215 | ἀσπὶς ἄρ᾽ ἀσπίδ᾽ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ᾽ ἀνήρ·ψαῦον δ᾽ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισινευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.πάντων δὲ προπάροιθε δύ᾽ ἀνέρε θωρήσσοντοΠάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες |
220 | πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺςβῆ ῥ᾽ ἴμεν ἐς κλισίην, χηλοῦ δ᾽ ἀπὸ πῶμ᾽ ἀνέωιγεκαλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζαθῆκ᾽ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνωνχλαινάων τ᾽ ἀνεμοσκεπέων οὔλων τε ταπήτων. |
225 | ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλοςοὔτ᾽ ἀνδρῶν πίνεσκεν ἀπ᾽ αὐτοῦ αἴθοπα οἶνον,οὔτέ τεωι σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.τό ῥα τότ᾽ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείωιπρῶτον, ἔπειτα δ᾽ ἔνιψ᾽ ὕδατος καλῆισι ῥοῆισι, |
230 | νίψατο δ᾽ αὐτὸς χεῖρας, ἀφύσσατο δ᾽ αἴθοπα οἶνον.εὔχετ᾽ ἔπειτα στὰς μέσωι ἕρκεϊ, λεῖβε δὲ οἶνονοὐρανὸν εἰσανιδών· Δία δ᾽ οὐ λάθε τερπικέραυνον·Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίωνΔωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ |
235 | σοὶ ναίουσ᾽ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,ἠμὲν δή ποτ᾽ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,τίμησας μὲν ἐμέ, μέγα δ᾽ ἴψαο λαὸν Ἀχαιῶν,ἠδ᾽ ἔτι καὶ νῦν μοι τόδ᾽ ἐπικρήηνον ἐέλδωρ·αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι, |
240 | ἀλλ᾽ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσιμάρνασθαι· τῶι κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρεἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζεινἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι |
245 | μαίνονθ᾽, ὁππότ᾽ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.αὐτὰρ ἐπεί κ᾽ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτοτεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε μητίετα Ζεύς. |
250 | τῶι δ᾽ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ᾽ ἀνένευσε·νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τεδῶκε, σόον δ᾽ ἀνένευσε μάχης ἐξαπονέεσθαι.ἤτοι ὁ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶἂψ κλισίην εἰσῆλθε, δέπας δ᾽ ἀπέθηκ᾽ ἐνὶ χηλῶι, |
255 | στῆ δὲ πάροιθ᾽ ἐλθὼν κλισίης, ἔτι δ᾽ ἤθελε θυμῶιεἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.οἳ δ᾽ ἅμα Πατρόκλωι μεγαλήτορι θωρηχθέντεςἔστιχον, ὄφρ᾽ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο |
260 | εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντεςαἰεὶ κερτομέοντες ὁδῶι ἔπι οἰκί᾽ ἔχονταςνηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.τοὺς δ᾽ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτηςκινήσηι ἀέκων, οἳ δ᾽ ἄλκιμον ἦτορ ἔχοντες |
265 | πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντεςἐκ νηῶν ἐχέοντο· βοὴ δ᾽ ἄσβεστος ὀρώρει.Πάτροκλος δ᾽ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος |
270 | ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγ᾽ ἄριστοςἈργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,γνῶι δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωνἣν ἄτην, ὅ τ᾽ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. |
275 | ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,ἐν δ᾽ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆεςσμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν.Τρῶες δ᾽ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸναὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας, |
280 | πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγεςἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωναμηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ᾽ ἑλέσθαι·πάπτηνεν δὲ ἕκαστος ὅπηι φύγοι αἰπὺν ὄλεθρον.Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῶι |
285 | ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,νηῒ πάρα πρυμνῆι μεγαθύμου Πρωτεσιλάου,καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰςἤγαγεν ἐξ Ἀμυδῶνος ἀπ᾽ Ἀξιοῦ εὐρὺ ῥέοντος·τὸν βάλε δεξιὸν ὦμον· ὁ δ᾽ ὕπτιος ἐν κονίηισι |
290 | κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθενΠαίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασινἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.ἐκ νηῶν δ᾽ ἔλασεν, κατὰ δ᾽ ἔσβεσεν αἰθόμενον πῦρ.ἡμιδαὴς δ᾽ ἄρα νηῦς λίπετ᾽ αὐτόθι· τοὶ δὲ φόβηθεν |
295 | Τρῶες θεσπεσίωι ὁμάδωι· Δαναοὶ δ᾽ ἐπέχυντονῆας ἀνὰ γλαφυράς· ὅμαδος δ᾽ ἀλίαστος ἐτύχθη.ὡς δ᾽ ὅτ᾽ ἀφ᾽ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιοκινήσηι πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,ἔκ τ᾽ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι |
300 | καὶ νάπαι, οὐρανόθεν δ᾽ ἄρ᾽ ὑπερράγη ἄσπετος αἰθήρ,ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρτυτθὸν ἀνέπνευσαν, πολέμου δ᾽ οὐ γίγνετ᾽ ἐρωή·οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶνπροτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν, |
305 | ἀλλ᾽ ἔτ᾽ ἄρ᾽ ἀνθίσταντο, νεῶν δ᾽ ὑπόεικον ἀνάγκηι.ἔνθα δ᾽ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνηςἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸςαὐτίκ᾽ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸνἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· |
310 | ῥῆξεν δ᾽ ὀστέον ἔγχος, ὁ δὲ πρηνὴς ἐπὶ γαίηικάππεσ᾽· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόανταστέρνον γυμνωθέντα παρ᾽ ἀσπίδα, λῦσε δὲ γυῖα.Φυλεΐδης δ᾽ Ἄμφικλον ἐφορμηθέντα δοκεύσαςἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος |
315 | μυὼν ἀνθρώπου πέλεται· περὶ δ᾽ ἔγχεος αἰχμῆινεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.Νεστορίδαι δ᾽ ὁ μὲν οὔτασ᾽ Ἀτύμνιον ὀξέϊ δουρὶἈντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·ἤριπε δὲ προπάροιθε. Μάρις δ᾽ αὐτοσχεδὰ δουρὶ |
320 | Ἀντιλόχωι ἐπόρουσε κασιγνήτοιο χολωθεὶςστὰς πρόσθεν νέκυος· τοῦ δ᾽ ἀντίθεος Θρασυμήδηςἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδ᾽ ἀφάμαρτεν,ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴδρύψ᾽ ἀπὸ μυώνων, ἀπὸ δ᾽ ὀστέον ἄχρις ἄραξε· |
325 | δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντεβήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροιυἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιρανθρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν. |
330 | Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσαςζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθιλῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.πᾶν δ᾽ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ᾽ ὄσσεἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. |
335 | Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρἤμβροτον ἀλλήλων, μέλεον δ᾽ ἠκόντισαν ἄμφω·τὼ δ᾽ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲνἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸνφάσγανον ἐρραίσθη· ὁ δ᾽ ὑπ᾽ οὔατος αὐχένα θεῖνε |
340 | Πηνέλεως, πᾶν δ᾽ εἴσω ἔδυ ξίφος, ἔσχεθε δ᾽ οἶονδέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.Μηριόνης δ᾽ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισινύξ᾽ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·ἤριπε δ᾽ ἐξ ὀχέων, κατὰ δ᾽ ὀφθαλμῶν κέχυτ᾽ ἀχλύς. |
345 | Ἰδομενεὺς δ᾽ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῶινύξε· τὸ δ᾽ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησενέρθεν ὑπ᾽ ἐγκεφάλοιο, κέασσε δ᾽ ἄρ᾽ ὀστέα λευκά·ἐκ δ᾽ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφωαἵματος ὀφθαλμοί· τὸ δ᾽ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας |
350 | πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.οὗτοι ἄρ᾽ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.
ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισισίνται ὑπ᾽ ἐκ μήλων αἱρεύμενοι, αἵ τ᾽ ἐν ὄρεσσιποιμένος ἀφραδίηισι διέτμαγεν· οἳ δὲ ἰδόντες |
355 | αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιοδυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.Αἴας δ᾽ ὁ μέγας αἰὲν ἐφ᾽ Ἕκτορι χαλκοκορυστῆιἵετ᾽ ἀκοντίσσαι· ὁ δὲ ἰδρείηι πολέμοιο |
360 | ἀσπίδι ταυρείηι κεκαλυμμένος εὐρέας ὤμουςσκέπτετ᾽ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δ᾽ ἐρίηρας ἑταίρους.ὡς δ᾽ ὅτ᾽ ἀπ᾽ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω |
365 | αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνηι,ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δ᾽ ἵπποιἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸνΤρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε. |
370 | πολλοὶ δ᾽ ἐν τάφρωι ἐρυσάρματες ὠκέες ἵπποιἄξαντ᾽ ἐν πρώτωι ῥυμῶι λίπον ἅρματ᾽ ἀνάκτων,Πάτροκλος δ᾽ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύωνΤρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῆι τε φόβωι τεπάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δ᾽ ἀέλλη |
375 | σκίδναθ᾽ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποιἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.Πάτροκλος δ᾽ ἧι πλεῖστον ὀρινόμενον ἴδε λαόν,τῆι ῥ᾽ ἔχ᾽ ὁμοκλήσας· ὑπὸ δ᾽ ἄξοσι φῶτες ἔπιπτονπρηνέες ἐξ ὀχέων, δίφροι δ᾽ ἀνακυμβαλίαζον. |
380 | ἀντικρὺ δ᾽ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποιἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,πρόσσω ἱέμενοι, ἐπὶ δ᾽ Ἕκτορι κέκλετο θυμός·ἵετο γὰρ βαλέειν· τὸν δ᾽ ἔκφερον ὠκέες ἵπποι.ὡς δ᾽ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν |
385 | ἤματ᾽ ὀπωρινῶι, ὅτε λαβρότατον χέει ὕδωρΖεύς, ὅτε δή ῥ᾽ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνηι,οἳ βίηι εἰν ἀγορῆι σκολιὰς κρίνωσι θέμιστας,ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες, |
390 | πολλὰς δὲ κλιτῦς τότ᾽ ἀποτμήγουσι χαράδραι,ἐς δ᾽ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαιἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργ᾽ ἀνθρώπων·ὣς ἵπποι Τρωιαὶ μεγάλα στενάχοντο θέουσαι.Πάτροκλος δ᾽ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας, |
395 | ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληοςεἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺνηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖοκτεῖνε μεταΐσσων, πολέων δ᾽ ἀπετίνυτο ποινήν.ἔνθ᾽ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῶι |
400 | στέρνον γυμνωθέντα παρ᾽ ἀσπίδα, λῦσε δὲ γυῖα·δούπησεν δὲ πεσών· ὁ δὲ Θέστορα Ἤνοπος υἱὸνδεύτερον ὁρμηθείς· ὁ μὲν εὐξέστωι ἐνὶ δίφρωιἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δ᾽ ἄρα χειρῶνἡνία ἠΐχθησαν· ὁ δ᾽ ἔγχεϊ νύξε παραστὰς |
405 | γναθμὸν δεξιτερόν, διὰ δ᾽ αὐτοῦ πεῖρεν ὀδόντων,ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼςπέτρηι ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺνἐκ πόντοιο θύραζε λίνωι καὶ ἤνοπι χαλκῶι·ὣς ἕλκ᾽ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῶι, |
410 | κὰδ δ᾽ ἄρ᾽ ἐπὶ στόμ᾽ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός.αὐτὰρ ἔπειτ᾽ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρωιμέσσην κὰκ κεφαλήν· ἣ δ᾽ ἄνδιχα πᾶσα κεάσθηἐν κόρυθι βριαρῆι· ὁ δ᾽ ἄρα πρηνὴς ἐπὶ γαίηικάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. |
415 | αὐτὰρ ἔπειτ᾽ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ ἘπάλτηνΤληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τεἸφέα τ᾽ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλονπάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρηι.Σαρπηδὼν δ᾽ ὡς οὖν ἴδ᾽ ἀμιτροχίτωνας ἑταίρους |
420 | χέρσ᾽ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,κέκλετ᾽ ἄρ᾽ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.ἀντήσω γὰρ ἐγὼ τοῦδ᾽ ἀνέρος, ὄφρα δαείωὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε |
425 | Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ᾽ ἔλυσεν.ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.Πάτροκλος δ᾽ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.οἳ δ᾽ ὥς τ᾽ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαιπέτρηι ἐφ᾽ ὑψηλῆι μεγάλα κλάζοντε μάχωνται, |
430 | ὣς οἳ κεκλήγοντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν.τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶνμοῖρ᾽ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι. |
435 | διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσηςθείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμωι,ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη· |
440 | αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσηιἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;ἔρδ᾽· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῆισιν· |
445 | αἴ κε ζὼν πέμψηις Σαρπηδόνα ὃν δὲ δόμον δέ,φράζεο μή τις ἔπειτα θεῶν ἐθέληισι καὶ ἄλλοςπέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονταιυἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις. |
450 | ἀλλ᾽ εἴ τοι φίλος ἐστί, τεὸν δ᾽ ὀλοφύρεται ἦτορ,ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῆι ὑσμίνηιχέρσ᾽ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·αὐτὰρ ἐπὴν δὴ τόν γε λίπηι ψυχή τε καὶ αἰών,πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον |
455 | εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τετύμβωι τε στήληι τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε |
460 | παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλεφθίσειν ἐν Τροίηι ἐριβώλακι τηλόθι πάτρης.οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,ἔνθ᾽ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,ὅς ῥ᾽ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος, |
465 | τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.Σαρπηδὼν δ᾽ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῶιδεύτερον ὁρμηθείς, ὁ δὲ Πήδασον οὔτασεν ἵππονἔγχεϊ δεξιὸν ὦμον· ὁ δ᾽ ἔβραχε θυμὸν ἀΐσθων,κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίηισι μακών, ἀπὸ δ᾽ ἔπτατο θυμός. |
470 | τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφισύγχυτ᾽, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίηισι.τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦἀΐξας ἀπέκοψε παρήορον οὐδ᾽ ἐμάτησε· |
475 | τὼ δ᾽ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·τὼ δ᾽ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.ἔνθ᾽ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῶι,Πατρόκλου δ᾽ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ᾽ ἀκωκὴἔγχεος, οὐδ᾽ ἔβαλ᾽ αὐτόν· ὁ δ᾽ ὕστερος ὄρνυτο χαλκῶι |
480 | Πάτροκλος· τοῦ δ᾽ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,ἀλλ᾽ ἔβαλ᾽ ἔνθ᾽ ἄρα τε φρένες ἔρχαται ἀμφ᾽ ἁδινὸν κῆρ.ἤριπε δ᾽ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒςἠὲ πίτυς βλωθρή, τήν τ᾽ οὔρεσι τέκτονες ἄνδρεςἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· |
485 | ὣς ὁ πρόσθ᾽ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶςβεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼναἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,ὤλετό τε στενάχων ὑπὸ γαμφηλῆισι λέοντος, |
490 | ὣς ὑπὸ Πατρόκλωι Λυκίων ἀγὸς ἀσπιστάωνκτεινόμενος μενέαινε, φίλον δ᾽ ὀνόμηνεν ἑταῖρον·Γλαῦκε πέπον πολεμιστὰ μετ᾽ ἀνδράσι νῦν σε μάλα χρὴαἰχμητήν τ᾽ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι. |
495 | πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδραςπάντηι ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῶι.
σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδοςἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μ᾽ Ἀχαιοὶ |
500 | τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.ἀλλ᾽ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψενὀφθαλμοὺς ῥῖνάς θ᾽· ὁ δὲ λὰξ ἐν στήθεσι βαίνωνἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῶι ἕποντο· |
505 | τοῖο δ᾽ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσ᾽ αἰχμήν.Μυρμιδόνες δ᾽ αὐτοῦ σχέθον ἵππους φυσιόωνταςἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ᾽ ἀνάκτων.Γλαύκωι δ᾽ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·ὠρίνθη δέ οἱ ἦτορ ὅ τ᾽ οὐ δύνατο προσαμῦναι. |
510 | χειρὶ δ᾽ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸνἕλκος, ὁ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῶιτείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.εὐχόμενος δ᾽ ἄρα εἶπεν ἑκηβόλωι Ἀπόλλωνι·κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμωι |
515 | εἲς ἢ ἐνὶ Τροίηι· δύνασαι δὲ σὺ πάντοσ᾽ ἀκούεινἀνέρι κηδομένωι, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρὀξείηις ὀδύνηισιν ἐλήλαται, οὐδέ μοι αἷματερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ᾽ αὐτοῦ· |
520 | ἔγχος δ᾽ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαιἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ᾽ ὤριστος ὄλωλεΣαρπηδὼν Διὸς υἱός· ὁ δ᾽ οὐ οὗ παιδὸς ἀμύνει.ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,κοίμησον δ᾽ ὀδύνας, δὸς δὲ κράτος, ὄφρ᾽ ἑτάροισι |
525 | κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,αὐτός τ᾽ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Φοῖβος Ἀπόλλων.αὐτίκα παῦσ᾽ ὀδύνας ἀπὸ δ᾽ ἕλκεος ἀργαλέοιοαἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῶι. |
530 | Γλαῦκος δ᾽ ἔγνω ἧισιν ἐνὶ φρεσὶ γήθησέν τεὅττί οἱ ὦκ᾽ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδραςπάντηι ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων |
535 | Πουλυδάμαντ᾽ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,βῆ δὲ μετ᾽ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης |
540 | θυμὸν ἀποφθινύθουσι· σὺ δ᾽ οὐκ ἐθέλεις ἐπαμύνειν.κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,ὃς Λυκίην εἴρυτο δίκηισί τε καὶ σθένεϊ ὧι·τὸν δ᾽ ὑπὸ Πατρόκλωι δάμασ᾽ ἔγχεϊ χάλκεος Ἄρης.
ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῶι, |
545 | μὴ ἀπὸ τεύχε᾽ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸνΜυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,τοὺς ἐπὶ νηυσὶ θοῆισιν ἐπέφνομεν ἐγχείηισιν.ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθοςἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος |
550 | ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμ᾽ αὐτῶιλαοὶ ἕποντ᾽, ἐν δ᾽ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·βὰν δ᾽ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δ᾽ ἄρά σφινἝκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺςὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ· |
555 | Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,οἷοί περ πάρος ἦτε μετ᾽ ἀνδράσιν ἢ καὶ ἀρείους.
κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος ἈχαιῶνΣαρπηδών· ἀλλ᾽ εἴ μιν ἀεικισσαίμεθ᾽ ἑλόντες, |
560 | τεύχεά τ᾽ ὤμοιιν ἀφελοίμεθα, καί τιν᾽ ἑταίρωναὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῶι.ὣς ἔφαθ᾽, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.οἳ δ᾽ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγαςΤρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί, |
565 | σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαιδεινὸν ἀΰσαντες· μέγα δ᾽ ἔβραχε τεύχεα φωτῶν.Ζεὺς δ᾽ ἐπὶ νύκτ᾽ ὀλοὴν τάνυσε κρατερῆι ὑσμίνηι,ὄφρα φίλωι περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· |
570 | βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσινυἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,ὅς ῥ᾽ ἐν Βουδείωι εὖ ναιομένωι ἤνασσετὸ πρίν· ἀτὰρ τότε γ᾽ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξαςἐς Πηλῆ᾽ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν· |
575 | οἳ δ᾽ ἅμ᾽ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαιἼλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.τόν ῥα τόθ᾽ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρχερμαδίωι κεφαλήν· ἣ δ᾽ ἄνδιχα πᾶσα κεάσθηἐν κόρυθι βριαρῆι· ὁ δ᾽ ἄρα πρηνὴς ἐπὶ νεκρῶι |
580 | κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.Πατρόκλωι δ᾽ ἄρ᾽ ἄχος γένετο φθιμένου ἑτάροιο,ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼςὠκέϊ, ὅς τ᾽ ἐφόβησε κολοιούς τε ψῆράς τε·ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε |
585 | ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.καί ῥ᾽ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸναὐχένα χερμαδίωι, ῥῆξεν δ᾽ ἀπὸ τοῖο τένοντας.χώρησαν δ᾽ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.ὅσση δ᾽ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται, |
590 | ἥν ῥά τ᾽ ἀνὴρ ἀφέηι πειρώμενος ἢ ἐν ἀέθλωιἠὲ καὶ ἐν πολέμωι δηΐων ὕπο θυμοραϊστέων,τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δ᾽ Ἀχαιοί.Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάωνἐτράπετ᾽, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον |
595 | Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίωνὄλβωι τε πλούτωι τε μετέπρεπε Μυρμιδόνεσσι.τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶστρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·δούπησεν δὲ πεσών· πυκινὸν δ᾽ ἄχος ἔλλαβ᾽ Ἀχαιούς, |
600 | ὡς ἔπεσ᾽ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,στὰν δ᾽ ἀμφ᾽ αὐτὸν ἰόντες ἀολλέες· οὐδ᾽ ἄρ᾽ Ἀχαιοὶἀλκῆς ἐξελάθοντο, μένος δ᾽ ἰθὺς φέρον αὐτῶν.ἔνθ᾽ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴνΛαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς |
605 | Ἰδαίου ἐτέτυκτο, θεὸς δ᾽ ὣς τίετο δήμωι.τὸν βάλ᾽ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸςὤιχετ᾽ ἀπὸ μελέων, στυγερὸς δ᾽ ἄρα μιν σκότος εἷλεν.Αἰνείας δ᾽ ἐπὶ Μηριόνηι δόρυ χάλκεον ἧκεν·ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος. |
610 | ἀλλ᾽ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·πρόσσω γὰρ κατέκυψε, τὸ δ᾽ ἐξόπιθεν δόρυ μακρὸνοὔδει ἐνισκίμφθη, ἐπὶ δ᾽ οὐρίαχος πελεμίχθηἔγχεος· ἔνθα δ᾽ ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης.αἰχμὴ δ᾽ Αἰνείαο κραδαινομένη κατὰ γαίης |
615 | ὤιχετ᾽, ἐπεί ῥ᾽ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.Αἰνείας δ᾽ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόνταἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ᾽ ἔβαλόν περ.τὸν δ᾽ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα· |
620 | Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόνταπάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄνταἔλθηι ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῶι,αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς |
625 | εὖχος ἐμοὶ δοίης, ψυχὴν δ᾽ Ἄϊδι κλυτοπώλωι.ὣς φάτο, τὸν δ᾽ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσινεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει. |
630 | ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ᾽ ἐνὶ βουλῆι·τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.ὣς εἰπὼν ὁ μὲν ἦρχ᾽, ὁ δ᾽ ἅμ᾽ ἕσπετο ἰσόθεος φώς.τῶν δ᾽ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρειοὔρεος ἐν βήσσηις, ἕκαθεν δέ τε γίγνετ᾽ ἀκουή, |
635 | ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείηςχαλκοῦ τε ῥινοῦ τε βοῶν τ᾽ εὐποιητάων,νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.οὐδ᾽ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖονἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίηισιν |
640 | ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.οἳ δ᾽ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαισταθμῶι ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλαςὥρηι ἐν εἰαρινῆι, ὅτε τε γλάγος ἄγγεα δεύει·ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς |
645 | τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,ἀλλὰ κατ᾽ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῶι,πολλὰ μάλ᾽ ἀμφὶ φόνωι Πατρόκλου μερμηρίζων,ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῆι ὑσμίνηιαὐτοῦ ἐπ᾽ ἀντιθέωι Σαρπηδόνι φαίδιμος Ἕκτωρ |
650 | χαλκῶι δηιώσηι, ἀπό τ᾽ ὤμων τεύχε᾽ ἕληται,ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναιὄφρ᾽ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆοςἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν |
655 | ὤσαιτο προτὶ ἄστυ, πολέων δ᾽ ἀπὸ θυμὸν ἕλοιτο.Ἕκτορι δὲ πρωτίστωι ἀνάλκιδα θυμὸν ἐνῆκεν·ἐς δίφρον δ᾽ ἀναβὰς φύγαδ᾽ ἔτραπε, κέκλετο δ᾽ ἄλλουςΤρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.ἔνθ᾽ οὐδ᾽ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν |
660 | πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορκείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπ᾽ αὐτῶικάππεσον, εὖτ᾽ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.οἳ δ᾽ ἄρ᾽ ἀπ᾽ ὤμοιιν Σαρπηδόνος ἔντε᾽ ἕλοντοχάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας |
665 | δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.καὶ τότ᾽ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·εἰ δ᾽ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρονἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειταπολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῆισι |
670 | χρῖσόν τ᾽ ἀμβροσίηι, περὶ δ᾽ ἄμβροτα εἵματα ἕσσον·πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαιὕπνωι καὶ θανάτωι διδυμάοσιν, οἵ ῥά μιν ὦκαθήσουσ᾽ ἐν Λυκίης εὐρείης πίονι δήμωι,ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε |
675 | τύμβωι τε στήληι τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.ὣς ἔφατ᾽, οὐδ᾽ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.βῆ δὲ κατ᾽ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,αὐτίκα δ᾽ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείραςπολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῆισι |
680 | χρῖσέν τ᾽ ἀμβροσίηι, περὶ δ᾽ ἄμβροτα εἵματα ἕσσε·πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,ὕπνωι καὶ θανάτωι διδυμάοσιν, οἵ ῥά μιν ὦκακάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμωι.Πάτροκλος δ᾽ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας |
685 | Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγ᾽ ἀάσθηνήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξενἦ τ᾽ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.ἀλλ᾽ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην |
690 | ῥηϊδίως, ὅτε δ᾽ αὐτὸς ἐποτρύνηισι μάχεσθαι·ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.ἔνθα τίνα πρῶτον τίνα δ᾽ ὕστατον ἐξενάριξαςΠατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον |
695 | καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,αὐτὰρ ἔπειτ᾽ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·τοὺς ἕλεν· οἳ δ᾽ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες ἈχαιῶνΠατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν, |
700 | εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργουἔστη τῶι ὀλοὰ φρονέων, Τρώεσσι δ᾽ ἀρήγων.τρὶς μὲν ἐπ᾽ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖοΠάτροκλος, τρὶς δ᾽ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλωνχείρεσσ᾽ ἀθανάτηισι φαεινὴν ἀσπίδα νύσσων. |
705 | ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,δεινὰ δ᾽ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσασῶι ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,οὐδ᾽ ὑπ᾽ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων. |
710 | ὣς φάτο, Πάτροκλος δ᾽ ἀνεχάζετο πολλὸν ὀπίσσωμῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.Ἕκτωρ δ᾽ ἐν Σκαιῆισι πύληις ἔχε μώνυχας ἵππους·δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι. |
715 | ταῦτ᾽ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλωνἀνέρι εἰσάμενος αἰζηῶι τε κρατερῶι τεἈσίωι, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιοαὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,ὃς Φρυγίηι ναίεσκε ῥοῆις ἔπι Σαγγαρίοιο· |
720 | τῶι μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.αἴθ᾽ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.ἀλλ᾽ ἄγε Πατρόκλωι ἔφεπε κρατερώνυχας ἵππους, |
725 | αἴ κέν πώς μιν ἕληις, δώηι δέ τοι εὖχος Ἀπόλλων.ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,Κεβριόνηι δ᾽ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλωνδύσεθ᾽ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν |
730 | ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.Ἕκτωρ δ᾽ ἄλλους μὲν Δαναοὺς ἔα οὐδ᾽ ἐνάριζεν·αὐτὰρ ὁ Πατρόκλωι ἔφεπε κρατερώνυχας ἵππους.Πάτροκλος δ᾽ ἑτέρωθεν ἀφ᾽ ἵππων ἆλτο χαμᾶζεσκαιῆι ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον |
735 | μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,ἧκε δ᾽ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,οὐδ᾽ ἁλίωσε βέλος, βάλε δ᾽ Ἕκτορος ἡνιοχῆαΚεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιοἵππων ἡνί᾽ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ. |
740 | ἀμφοτέρας δ᾽ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχενὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίηισιναὐτοῦ πρόσθε ποδῶν· ὁ δ᾽ ἄρ᾽ ἀρνευτῆρι ἐοικὼςκάππεσ᾽ ἀπ᾽ εὐεργέος δίφρου, λίπε δ᾽ ὀστέα θυμός.
τὸν δ᾽ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ· |
745 | ὢ πόποι ἦ μάλ᾽ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾶι.εἰ δή που καὶ πόντωι ἐν ἰχθυόεντι γένοιτο,πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶννηὸς ἀποθρώισκων, εἰ καὶ δυσπέμφελος εἴη,ὡς νῦν ἐν πεδίωι ἐξ ἵππων ῥεῖα κυβιστᾶι. |
750 | ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.ὣς εἰπὼν ἐπὶ Κεβριόνηι ἥρωϊ βεβήκειοἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζωνἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·ὣς ἐπὶ Κεβριόνηι Πατρόκλεες ἆλσο μεμαώς. |
755 | Ἕκτωρ δ᾽ αὖθ᾽ ἑτέρωθεν ἀφ᾽ ἵππων ἆλτο χαμᾶζε.τὼ περὶ Κεβριόναο λέονθ᾽ ὣς δηρινθήτην,ὥ τ᾽ ὄρεος κορυφῆισι περὶ κταμένης ἐλάφοιοἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς |
760 | Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρἵεντ᾽ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῶι.Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·Πάτροκλος δ᾽ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοιΤρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην. |
765 | ὡς δ᾽ Εὖρός τε Νότος τ᾽ ἐριδαίνετον ἀλλήλοιινοὔρεος ἐν βήσσηις βαθέην πελεμιζέμεν ὕληνφηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζουςἠχῆι θεσπεσίηι, πάταγος δέ τε ἀγνυμενάων, |
770 | ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ᾽ ἀλλήλοισι θορόντεςδήιουν, οὐδ᾽ ἕτεροι μνώοντ᾽ ὀλοοῖο φόβοιο.πολλὰ δὲ Κεβριόνην ἀμφ᾽ ὀξέα δοῦρα πεπήγειἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,πολλὰ δὲ χερμάδια μεγάλ᾽ ἀσπίδας ἐστυφέλιξαν |
775 | μαρναμένων ἀμφ᾽ αὐτόν· ὁ δ᾽ ἐν στροφάλιγγι κονίηςκεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο, πῖπτε δὲ λαός·ἦμος δ᾽ Ἠέλιος μετενίσετο βουλυτὸν δέ, |
780 | καὶ τότε δή ῥ᾽ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσανΤρώων ἐξ ἐνοπῆς, καὶ ἀπ᾽ ὤμων τεύχε᾽ ἕλοντο,Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.τρὶς μὲν ἔπειτ᾽ ἐπόρουσε θοῶι ἀτάλαντος Ἄρηϊ |
785 | σμερδαλέα ἰάχων, τρὶς δ᾽ ἐννέα φῶτας ἔπεφνεν.ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,ἔνθ᾽ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῆι ὑσμίνηιδεινός· ὁ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν, |
790 | ἠέρι γὰρ πολλῆι κεκαλυμμένος ἀντεβόλησε·στῆ δ᾽ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τ᾽ ὤμωχειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.τοῦ δ᾽ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ᾽ ἵππων |
795 | αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραιαἵματι καὶ κονίηισι· πάρος γε μὲν οὐ θέμις ἦενἱππόκομον πήληκα μιαίνεσθαι κονίηισιν,ἀλλ᾽ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπονῥύετ᾽ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν |
800 | ἧι κεφαλῆι φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχοςβριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπ᾽ ὤμωνἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων. |
805 | τὸν δ᾽ ἄτη φρένας εἷλε, λύθεν δ᾽ ὑπὸ φαίδιμα γυῖα,στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρΠανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστοἔγχεΐ θ᾽ ἱπποσύνηι τε πόδεσσί τε καρπαλίμοισι· |
810 | καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφ᾽ ἵππωνπρῶτ᾽ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦοὐδὲ δάμασσ᾽· ὁ μὲν αὖτις ἀνέδραμε, μίκτο δ᾽ ὁμίλωι,ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδ᾽ ὑπέμεινε |
815 | Πάτροκλον γυμνόν περ ἐόντ᾽ ἐν δηϊοτῆτι.Πάτροκλος δὲ θεοῦ πληγῆι καὶ δουρὶ δαμασθεὶςἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων.Ἕκτωρ δ᾽ ὡς εἶδεν Πατροκλῆα μεγάθυμονἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῶι, |
820 | ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶνείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·δούπησεν δὲ πεσών, μέγα δ᾽ ἤκαχε λαὸν Ἀχαιῶν·ὡς δ᾽ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμηι,ὥ τ᾽ ὄρεος κορυφῆισι μέγα φρονέοντε μάχεσθον |
825 | πίδακος ἀμφ᾽ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·πολλὰ δέ τ᾽ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸνἝκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα· |
830 | Πάτροκλ᾽ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούραςἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαννήπιε· τάων δὲ πρόσθ᾽ Ἕκτορος ὠκέες ἵπποιποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δ᾽ αὐτὸς |
835 | Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνωἦμαρ ἀναγκαῖον· σὲ δέ τ᾽ ἐνθάδε γῦπες ἔδονται.ἆ δείλ᾽, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ᾽ ἰόντι·μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε |
840 | νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιοαἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.τὸν δ᾽ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·ἤδη νῦν Ἕκτορ μεγάλ᾽ εὔχεο· σοὶ γὰρ ἔδωκε |
845 | νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσανῥηιδίως· αὐτοὶ γὰρ ἀπ᾽ ὤμων τεύχε᾽ ἕλοντο.τοιοῦτοι δ᾽ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,πάντές κ᾽ αὐτόθ᾽ ὄλοντο ἐμῶι ὑπὸ δουρὶ δαμέντες.ἀλλά με μοῖρ᾽ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός, |
850 | ἀνδρῶν δ᾽ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῆισιν·οὔ θην οὐδ᾽ αὐτὸς δηρὸν βέηι, ἀλλά τοι ἤδηἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴχερσὶ δαμέντ᾽ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο. |
855 | ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·ψυχὴ δ᾽ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκειὃν πότμον γοόωσα λιποῦσ᾽ ἀνδροτῆτα καὶ ἥβην.τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον; |
860 | τίς δ᾽ οἶδ᾽ εἴ κ᾽ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιοφθήηι ἐμῶι ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;
ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆςεἴρυσε λὰξ προσβάς, τὸν δ᾽ ὕπτιον ὦσ᾽ ἀπὸ δουρός.αὐτίκα δὲ ξὺν δουρὶ μετ᾽ Αὐτομέδοντα βεβήκει |
865 | ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·ἵετο γὰρ βαλέειν· τὸν δ᾽ ἔκφερον ὠκέες ἵπποιἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα. |